Contra gentes (Ms T)
Author namesAthanase d’Alexandrie · Athanase d Alexandrie · Athanasius of Alexandria · Athanasius
- Edition reference
- Contra gentes, ed. R. W. Thomson, Athanasius. Contra gentes and de incarnatione, Oxford: Clarendon Press, 1971: 2–132.
- CTS identifier
urn:cts:greekLit:tlg2035.tlg001.local039- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
τῆς συμμετρίας καὶ τῆς πρὸς ἄλληλα τῶν μελῶν ἀναλογίας, ἐμφαίνειν καὶ μὴ παρόντα φειδίαν τοῖς ὁρῶσιν· οὕτως δεῖ νοεῖν ἐκ τῆς τοῦ κόσμου τάξεως, τὸν τούτου ποιητὴν καὶ δημι ουργὸν θεὸν θν · κἂν τοῖς τοῦ σώματος ὀφθαλμοῖς μὴ θεωρῆται· οὐ γὰρ κατεχρήσατο τῇ ἀοράτῳ φύσει αὐτοῦ ὁ θεὸς θς · μή τις τοῦτο προφασιζέσθω, καὶ παντελῶς ἑαυτὸν ἄγνωστον τοῖς ἀνθρώποις ἀνοις ἀφῆκεν·ἀλλ’ ὡς προεῖπον οὕτως διεκόσμησε τὴν κτίσιν, ὥστε καὶ μὴ ὁρώμενον αὐτὸν τῇ φύσει, ὅμως ἐκ τῶν ἔργων γινώσκεσθαι· καὶ τοῦτο οὐ παρ’ ἐμαυτοῦ φημι· ἀλλ’ ἀφ’ ὧν παρὰ τῶν θεολόγων ἀνδρῶν ἔμαθον, ὧν εἷς ἐστιν ὁ παῦλος· ῥωμαίοις μὲν γράφων οὕτως· τὰ γὰρ ἀόρα τα αὐτοῦ ἀπὸ κτίσεως κόσμου, τοῖς ποιή μασιν νοούμενα καθορᾶται· λυκάοσι δὲ παρρησιαζόμενος καὶ λέγων· καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι εὐ αγγελιζόμενοι ὑμᾶς ἀπὸ τῶν ματαίων ἐπιστρέφειν ἐπὶ θεὸν θν ζῶντα· ὃς ἐποίησε τὸν οὐρανὸν οὐνὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς· ὃς ἐν ταῖς παρῳχη μέναις γενεαῖς· εἴασε πάντα τὰ ἔθνη πο ρεύεσθαι ταῖς ὁδοῖς αὐτῶν· καίτοι οὐκ ἀμάρ τυρον ἑαυτὸν ἀφῆκεν ἀγαθουργῶν· οὐρανό οὐνό θεν ὑμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφό ρους· ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ὑμῶν. τίς γὰρ ὁρῶν τὸν οὐρανοῦ οὐνοῦ κύκλον· καὶ τὸν δρόμον ἡλίου καὶ σελήνης· καὶ τῶν ἄλλων ἀστέρων τὰς θέσεις καὶ τὰς περιπολήσεις· ἐναντίας μὲν καὶ διαφόρους γινομένας· ἐν δὲ τῇ διαφορᾷ ὁμοίαν τὴν τάξιν παρὰ πάντων ὁμοῦ σωζομένην, οὐκ ἐνθυμεῖται ὅτι οὐκ αὐτὰ ἑαυτὰ, ἀλλ’ ἕτερός ἐστιν ὁ διακοσμῶν αὐτὰ ποιητής· τίς δὲ ὁρῶν ἥλιον μὲν ἀνατέλλοντα καθ’ ἡμέραν· σελήνην δὲ φαίνουσαν κατὰ νύκτα· καὶ φθίνουσαν καὶ πληρουμένην ἀπαραλλάκτως κατὰ τὸν τῶν ἡμερῶν ἴσον πάντως ἀριθμὸν· καὶ τῶν ἄστρων τὰ μὲν, διατρέχοντα καὶ ποικίλως ἐναλλάττοντα τοὺς δρόμους· τὰ δὲ ἀπλανῶς κινούμενα, οὐκ ἂν ἔννοιαν λάβοι ὅτι πάντως ἐστὶν ὁ κυβερνῶν αὐτὰ δημιουργός· τίς ὁρῶν τὰ ἐναντία τῇ φύσει συνημμένα καὶ σύμφωνον ἔχοντα τὴν ἁρμονίαν· οἷον τίς ἰδὼν πῦρ ψυχρῷ. καὶ ξηρὸν ὑγρῷ· κεκραμμένον· καὶ ταῦτα μὴ ἀντιστατοῦντα πρὸς ἄλληλα· ἀλλ’ ἓν ἀποτελοῦντα ὡς ἐξ ἑνὸς τὸ σῶμα, οὐκ ἂν ἐνθυμηθείη ἔξωθεν εἶναι τούτων τὸν ταῦτα συνάψαντα· τίςἰδὼν χειμῶνα παραχωροῦντα ἔαρι· καὶ ἔαρ θέρει· καὶ θέρος μετοπώρῳ· καὶ ὅτι ἐναντία ὄντα ταῦτα τῇ φύσει. τὸ μὲν γὰρ ψύχει· τὸ δὲ καίει· τὸ δὲ τρέφει· τὸ δὲ φθίνει· ὅμως τὰ πάντα ἴσην καὶ ἀβλαβῆ τοῖς ἀνθρώποις ἀνοις ἀποτελοῦντα τὴν χρῆσιν, οὐκ ἂν ἐννοήσειεν ὅτι ἐστί τις κρείττων τούτων ὁ τὴν ἰσότητα παρέχων πᾶσι καὶ ὁ κυβερνῶν τὰ πάντα· κἂν μὴ βλέπῃ τοῦτον· τίς ὁρῶν ἐν ἀέρι τὰς νεφέλας ὑποβασταζομένας· καὶ ἐν νεφέλαις τὴν τῶν ὑδάτων δεθεῖσαν βαρύτητα· οὐκ ἔννοιαν λαμβάνει τοῦ ταῦτα δήσαντος καὶ προστάξαντος γενέσθαι· ἢ τίς ὁρῶν αὐτὴν τὴν γῆν βαρυτάτην οὖσαν τῇ φύσει ἐπὶ τὸ ὕδωρ ἑδρασθεῖσαν καὶ ἀκίνητον μένουσαν ἐπὶ τὸ φύσει κινούμενον· οὐ διανοηθήσεται εἶναί τινα τὸν ταῦτα διαταξάμενονκαὶ ποιήσαντα θεόν θν · τίς ἰδὼν τὴν κατὰ καιρὸν τῆς γῆς καρποφορίαν· καὶ οὐρανό οὐνό θεν ὑετοὺς καὶ ποταμῶν ἐπιρροίας καὶ πηγῶν ἀναβλύσεις· καὶ ζώων ἐξ ἀνομοίων γονὰς· καὶ ταῦτα οὐκ ἀεὶ ἀλλὰ κατὰ καιροὺς ὡρισμένους γινόμενα· καὶ ὅλως τίς κατανοήσας ἐν ἀνομοίοις καὶ ἐναντίοις· τὴν ἴσην καὶ ὁμοίαν παρ’ αὐτῶν ἀποτελουμένην τάξιν, οὐκ ἂν ἐνθυμηθείη ὅτι ἐστὶ μία δύναμις ἡ ταῦτα διακοσμήσασα καὶ διέπουσα ὡς ἂν αὐτῇ δοκῇ μένουσα καλῶς· αὐτὰ μὲν γὰρ καθ’ ἑαυτὰ· οὐκ ἂν συσταίη καὶ φανῆναί ποτε δυνηθείη· διὰ τὴν πρὸς ἄλληλα τῆς φύσεως ·ἐναντιότητα· τὸ μὲν γὰρ ὕδωρ φύσει βαρὺ καὶ κάτω ῥέον ἐστὶν· αἱ δὲ νεφέλαι κοῦφαι καὶ τῶν ἐλαφρῶν καὶ τῶν ἀνωφερῶν τυγχάνουσι· καὶ ὅμως τὸ βαρύτερον ὕδωρ ὁρῶμεν ἐν ταῖς νεφέλαις βασταζόμενον· καὶ πάλιν ἡ μὲν γῆ βαρυτάτη ἐστὶ τὸ δ’ αὖ πάλιν ὕδωρ· κουφότερόν ἐστι ταύτης, καὶ ὅμως ὑπὸ τῶν ἐλαφροτέρων τὸ βαρύτερον βαστάζεται καὶ οὐ καταφέρεται· ἀλλ’ ἕστηκεν ἀκίνητος ἡ γῆ· καὶ τὸ μὲν ἄρρεν· οὐ ταὐτόν ἐστι τῷ θήλει· καὶ ὅμως· εἰς ἓν συνάγεται· καὶ μία παρ’ ἀμφοτέρων ἀποτελεῖται γένεσις τοῦ ὁμοίου ζώου· καὶ συνελόντι φάναι· τὸ ψυχρὸν τῷ θερμῷ· ἐναντίον ἐστὶ καὶ τὸ ὑγρὸν τῷ ξηρῷ μάχεται· καὶ ὅμως συνελθόντα οὐ στασιάζει πρὸς ἑαυτὰ· ἀλλ’ ἐξ ὁμονοίας ἓν σῶμα καὶ τὴν πάντων γένεσιν ἀποτελοῦσιν· οὐκ ἂν οὖν μαχό μενα καὶ ἐναντία ὄντα τῇ φύσει ἑαυτὰ συνήγαγον· εἰ μὴ κρείττων ἦν καὶ κύριος κς ὁ συνδήσας αὐτά· ᾧ καὶ αὐτὰ τὰ στοιχεῖα ὥσπερ δοῦλα δεσπότῃ ὑπακούοντα, εἴκει καὶ πείθεται· καὶ οὐκ εἰς τὴν ἑαυτοῦ φύσιν ἕκαστον σκοποῦν ἀντιμάχεται πρὸς τὸ ἕτερον. ἀλλὰ τὸν συνδήσαντα κύριον κν γινώσκοντα; ὁμόνοιαν ἔχουσι πρὸς ἑαυτὰ· φύσει μὲν ὄντα ἐναντία· τῇ δὲ τοῦ κυβερνῶντος βουλήσει φιλιάζοντα· ἐπεὶ εἰ μὴ κρείττονι προστάξει ἐγεγόνει τούτων μία κρᾶσις. πῶς ἂν τὸ βαρὺ τῷ ἐλαφρῷ· ἢ τὸ ξηρὸν τῷ ὑγρῷ· ἢ τὸ περιφερὲς τῷ ὀρθῷ· ἢ τὸ πῦρ τῷ ψυχρῷ· ἢ ὅλως ἡ θάλασσα τῇ γῇ· ἢ ὁ ἥλιος τῇ σελήνῃ· ἢ τὰ ἄστρα τῷ οὐρανῷ οὐνῷ · καὶ ὁ ἀὴρ ταῖς νεφέλαις ἐμίγη καὶ συνῆλθεν. ἀνομοίου οὔσης τῆς ἑκάστου πρὸς τὸ ἕτερον φύσεως· ἔμελλε γὰρ καὶ μεγάλη στάσις γίνεσθαι πρὸς αὐτὰ· τοῦ μὲν καίοντος· τοῦ δὲ ψύχοντος· καὶ τοῦ μὲν βαρέος κάτω· τοῦ δὲ κούφου ἐκ τῶν ἐναντίων ἄνω ἕλκοντος· καὶ τοῦ μὲν ἡλίου· φωτίζοντος· τοῦ δὲ ἀέρος σκοτίζοντος· καὶ γὰρ καὶ τὰ ἄστρα· ἐστασίασαν ἂν πρὸς ἑαυτά· ὅτι τὰ μὲν ἀνωτέρω· τὰ δὲ, κατωτέρω τὴν θέσιν ἔχει· καὶ ἡ νὺξ δὲ, οὐκ ἂν παρεχώρησε τῇ ἡμέρᾳ· ἀλλὰ ἔμενεν ἂν πάντως μαχομένη πρὸς αὐτὴν καὶ στασιάζουσα· τούτων δὲ γινομένων, λοιπὸν ἦν ἰδεῖν· οὐκέτι κόσμον ἀλλ’ ἀκοσμίαν· οὐκ ἔτι τάξιν, ἀλλ’ ἀταξίαν· οὐκ ἔτισύστασιν· ἀλλὰ ἀσύστατον ὅλον· οὐκ ἔτι μέτρα, ἀλλ’ ἀμετρίαν· τῇ γὰρ ἑκάστου στάσει καὶ μάχῃ· ἢ πάντα ἀνῃροῦντο· ἢ τὸ κρατούμενον μόνον ἐφαίνετο. καὶ τοῦτο πάλιν. τὴν τοῦ παντὸς ἀκοσμίαν ἐδείκνυε· μόνον γὰρ γενόμενον καὶ λειπόμενον τῇ τῶν ἄλλων χρείᾳ· ἀνάρμοστον τὸ ὅλον ἐποίει· ὥσπερ εἰ καὶ μόνος ποῦς καὶ μόνη χεὶρ ἀπομείνασα· οὐκ ἂν ἔσωσεν ὁλόκληρον τὸ σῶμα· ποῖος γὰρ κόσμος ἦν· εἰ μόνος ἥλιος ἔφαινεν· ἢ σελήνη μόνη περιεπόλει· ἢ νὺξ μόνη ἦν· ἢ ἡμέρα ἀεὶ ἐτύγχανε· ποία δὲ πάλιν ἦν ἁρμονία· εἰ μόνος ἦν ὁ οὐρανὸς οὐνὸς χωρὶς τῶν ἄστρων· ἢ τὰ ἄστρα χωρὶς τοῦ οὐρανοῦ οὐνοῦ · τί δὲ καὶ χρήσιμον εἰ μόνη θάλαττα ἦν· καὶ εἰ μόνη γῆ χωρὶς ὑδάτων καὶ τῶν ἄλλων τῆς κτίσεως μερῶν ἔκειτο· πῶς δ’ ἂν καὶ ἄνθρωπος ἄνος ἐφάνη· ἢ ὅλως ζῶον ἐπὶ γῆς· τῶν στοιχείων πρὸς ἑαυτὰ στασιαζόντων καὶ ἑνὸς ὄντος τοῦ κρατοῦντος· καὶ μὴ δυναμένου πρὸς τὴν τῶν σωμάτων σύστασιν ἀρκεῖν· οὐκ ἂν γὰρ ἐκ μόνου θερμοῦ ἢ μόνου ψυχροῦ· ἢ μόνου ὑγροῦ ἢ ξηροῦ, συνέστη τι τῶν ἄλλων· ἀλλ’ ἦν ἄτακτα πάντα καὶ ἀσύνθετα καθόλου· ἀλλ’ οὐδ’ ἂν αὐτὸ τὸ δοκοῦν κρατεῖν· ἠδυνήθη ἂν συστῆναι· χωρὶς τῆς τῶν ἄλλων ἐπικουρίας· οὕτω γὰρ καὶ νῦν συνέστηκεν· ἐπεὶ οὖν οὐκ ἀταξία ἀλλὰ τάξιςἐστὶν ἐν τῷ παντὶ· καὶ οὐκ ἀμετρία ἀλλὰ συμμετρία· καὶ οὐκ ἀκοσμία· ἀλλὰ κόσμος· καὶ κόσμουπαναρμόνιος σύνταξις. ἀνάγκη λογίζεσθαι καὶ λαμβάνειν ἔννοιαν τοῦ ταῦτα συναγαγόντος καὶ συσφίγξαντος· καὶ συμφωνίαν ἐργαζομένου πρὸς αὐτὰ δεσπότου· κἂν γὰρ μὴ τοῖς ὀφθαλμοῖς ὁρᾶται· ἀλλ’ ἀπὸ τῆς τάξεως καὶ συμφωνίας τῶν ἐναντίων· ἐννοεῖν ἐπὶ τὸν τούτων ἄρχοντα· καὶ κοσμήτορα καὶ βασιλέα· ὥσ περ γὰρ πόλιν ἐκ πολλῶν καὶ διαφόρων ἀνθρώπων ἀνων συνεστῶσαν μικρῶν καὶ μεγάλων· καὶ πλουσίων καὶ πενήτων· καὶ πάλιν γερόντων καὶ νεωτέρων· καὶ ἀρρένων καὶ θηλέων· εἰ θεωρήσαιμεν εὐτάκτως οἰκουμένην· καὶ τοὺς ἐν αὐτῇ διαφόρους μὲν ὄντας· ὁμονοοῦντας δὲ πρὸς ἑαυτοὺς καὶ μήτε τοὺς πλουσίους κατὰ τῶν πενήτων· μήτε τοὺς μεγάλους κατὰ τῶν μικρῶν· μήτε τοὺς νέους κατὰ τῶν γερόντων γiνομένους· ἀλλὰ πάντας κατὰ τὴν ἰσομοιρίαν εἰρηνεύον τας· εἰ ταῦτα βλέποιμεν, πάντως ἐννοοῦμεν ὅτι ἄρχοντος παρουσία τὴν ὁμόνοιαν πρυτανεύει· κἂν μὴ ὁρῶμεν αὐτόν· ἡ μὲν γὰρ ἀταξία, ἀναρχίας ἐστὶ γνώρισμα· ἡ δὲ τάξις, τὸν ἡγεμονεύοντα δείκνυσι· καὶ γὰρ καὶ τὴν ἐν τῷ σώματι τῶν μελῶν συμφωνίαν ὁρῶντες πρὸς ἑαυτὰ ὅτι οὐ μάχεται ὁ ὀφθαλμὸς τῇ ἀκοῇ· οὐδὲ ἡ χεὶρ τῷ ποδὶ στασιάζει· ἀλλ’ ἕκαστον τὴν ἰδίαν ἀποτελεῖ χρείαν ἀστασιάστως, ἐννοοῦμεν ἐκ τούτου πάντως εἶναι ψυχὴν ἐν τῷ σώματι· τὴν τούτων ἡγεμονεύουσαν, κἂν μὴ βλέπωμεν αὐτὴν· οὕτως ἐν τῇ τοῦ παντὸς τάξει καὶ ἁρμονίᾳ. τὸν τοῦ παντὸς ἡγεμόνα νοεῖν ἀνάγκη θεόν θν · καὶ τοῦτον ἕνα καὶ οὐ πολλούς· καὶ ἡ τάξις δὲ αὕτη τῆς διακοσμήσεως καὶ ἡ τῶν πάντων μεθ’ ὁμονοίας ἁρμονία. οὐ πολλοὺς· ἀλλ’ ἕνα τὸν αὐτῆς ἄρχοντα καὶ ἡγεμόνα δείκνυσι λόγον· οὐκ ἂν γὰρ εἴπερ ἦσαν πολλοὶ τῆς κτίσεως ἄρχοντες· ἐσώζετο τοιαύτη τάξις τῶν πάντων· ἀλλ’ ἦν πάλιν ἄτακτα πάντα διὰ τοὺς πολλοὺς, ἕλκοντος ἑκάστου πρὸς τὴν ἑαυτοῦ βούλησιν πάντα· καὶ μαχομένου πρὸς τὸν ἕτερον· ὥσπερ γὰρ ἐλέγομεν τὴν πολυθεότητα ἀθεότητα εἶναι, οὕτως ἀνάγκη τὴν πολυαρχίανἀναρχίαν εἶναι· ἑκάστου γὰρ τὴν τοῦ ἑτέρου ἀρχὴν ἀναιροῦντος, οὐδεὶς ἐφαίνετο λοιπὸν ὁ ἄρχων· ἀλλ’ ἦν ἀναρχία παρὰ πᾶσιν· ἔνθα δὲ μὴ ἔστιν ἄρχων· ἐκεῖ πάντως ἀταξία γίνεται· καὶ ἔμπαλιν ἡ τῶν πολλῶν καὶ διαφόρων μία τάξις καὶ ὁμόνοια· ἕνα καὶ τὸν ἄρχοντα δείκνυσι· καθάπερ εἴ τις πόρρωθεν ἀκούει λύρας ἐκ πολλῶν καὶ διαφόρων νευρῶν συγκειμένης. καὶ θαυμάζοι τούτων τὴν ἁρμονίαν τῆς συμφωνίας· ὅτι μὴ μόνη ἡ βαρεῖα τὸν ἦχον ἀποτελεῖ· μηδὲ μόνη ἡ ὀξεῖα· μηδὲ μόνη ἡ μέση· ἀλλὰ πᾶσαι κατὰτὴν ἴσην ἀντίστασιν ἀλλήλαις συνηχοῦσι· καὶ πάντως ἐκ τούτων ἐννοεῖν οὐχ ἑαυτὴν κινεῖν τὴν λύραν. ἀλλ’ οὐδὲ ὑπὸ πολλῶν αὐτὴν τύπτεσθαι· ἕνα δὲ εἶναι μουσικὸν τὸν ἑκάστης νευρᾶς ἦχον πρὸς τὴν ἐναρμόνιον συμφωνίαν κεράσαντα τῇ ἐπιστήμῃ· κἂν μὴ τοῦτον βλέπῃ, οὕτως παναρμονίου οὔσης τῆς τάξεως ἐν τῷ κόσμῳ παντὶ· καὶ μήτε τῶν ἄνω πρὸς τὰ κάτω· μήτε τῶν κάτω πρὸς τὰ ἄνω στασιαζόντων· ἀλλὰ μιᾶς τῶν πάντων ἀποτελουμένηςτάξεως, ἕνα καὶ μὴ πολλοὺς νοεῖν ἀκόλουθόν ἐστι τὸν ἄρχοντα καὶ βασιλέα τῆς πάσης κτίσεως· τὸν τῷ ἑαυτοῦ φωτὶ τὰ πάντα καταλάμποντα καὶ κινοῦντα· οὐδὲ γὰρ πολλοὺς εἶναι δεῖ νομίζειν τοὺς τῆς κτίσεως ἄρχοντας καὶ ποιητάς· ἀλλὰ πρὸς εὐσέβειαν ἀκριβῆ καὶ ἀλήθειαν, ἕνα τὸν ταύτης δημιουργὸν προσήκει πιστεύειν· καὶ τοῦτο τῆς κτίσεως αὐτῆς ἐμφανῶς δεικνυούσης· γνώρισμα γὰρ ἀ σφαλὲς τοῦ ἕνα τὸν ποιητὴν εἶναι τοῦ παντός ἐστι τοῦτο· τὸ μὴ πολλοὺς ἀλλ’ ἕνα εἶναι τὸνκόσμον· ἔδει γὰρ εἴπερ ἦσαν πολλοὶ θεοὶ. πολλοὺς εἶναι καὶ διαφόρους τοὺς κόσμους· οὔτεγὰρ ἔπρεπε τοὺς πολλοὺς ἕνα κόσμον κατασκευάζειν, οὔτε τὸν ἕνα ὑπὸ πολλῶν ποιεῖσθαι· διὰ τὰ ἐκ τούτων δεικνύμενα ἄτοπα· πρῶτον μὲν ὅτι εἰ ὑπὸ πολλῶν ὁ εἷς ἐγεγόνει κόσμος, ἀσθένεια τῶν ποιησάντων ἦν· ὅτι ἐκ πολλῶν ἓν ἔργον ἀπετελέσθη· καὶ ἐκ τούτου γνώρισμα οὐ τὸ τυχὸν ἦν τῆς ἀτελοῦς ἑκάστου πρὸς τὸ ποιεῖν ἐπιστήμης· εἰ γὰρ ἤρκει εἷς, οὐκ ἂν οἱ πολλοὶ τὴν ἀλλήλων ἀνεπλήρουν ἔλλειψιν· ἐν θεῷ δὲ λέγειν εἶναί τι ἐλλιπὲς, ἀσεβὲς οὐ μόνον, ἀλλὰ καὶ πέρα τῶν ἀθεμίτων ἐστί· καὶ γὰρ καὶ τεχνίτην ἐν ἀνθρώποις, οὐκ ἄν τις εἴποι τέλειον, ἀλλὰ ἀσθενῆ, εἰ μὴ μόνος ἀλλὰ μετὰ πολλῶν ἓν ἀποτελοίη ἔργον· εἰ δὲ ἕκαστος μὲν ἠδύνατο τὸ ὅλον ἀποτελέσαι. οἱ πάντες δὲ εἰργάσαντο διὰ τὴν τοῦ γιγνομένου κοινωνίαν· γελοῖον μὲν ἂν εἴη τὸ τοιοῦτον· εἰ διὰ δόξαν ἕκαστος εἰργάσατο· ἵνα μὴ ὡς ἀδύνατος ὑπονοηθῇ· κενοδοξίαν δὲ πάλιν λέγειν ἐν θεοῖς, τῶν ἀτοπωτάτων ἐστίν· ἔπειτα εἰ ἕκαστος ἱκανὸς ἦν πρὸς τὴν τοῦ ὅλου δημιουργίαν, τίς ἡ χρεία τῶν πολλῶν, ἑνὸς αὐτάρκους γινομένου πρὸς τὸ πᾶν· ἄλλως τε ἀσεβὲς καὶ ἄτοπον ἂν φανείη· εἰ τὸ μὲν ποίημα ἓν τυγχάνει· οἱ δὲ ποιήσαντες διάφοροι καὶ πολλοὶ· λόγου ὄντος φυσικοῦ τὸ ἓν καὶ τέλειον, τῶν διαφόρων κρεῖττον εἶναι· καὶ τοῦτο δὲ ἰστέον· ὅτι εἰ ὑπὸ πολλῶν ὁ κόσμος ἐγεγόνει· διαφόρους εἶχε καὶ τὰς κινήσεις· καὶ, ἀνομοίους ἑαυτῷ· πρὸς ἕκαστον γὰρ τῶν ποιησάντων ἀποβλέπων διαφόρους εἶχε καὶ τὰς κινήσεις· ἐν δὲ τῇ διαφορᾷ καθάπερ εἴρηται πρότερον· πάλιν ἦν ἀκοσμία καὶ τοῦ παντὸς ἀταξία· ἐπειδὴ οὐδὲ ναῦς ὑπὸ πολλῶν κυβερνωμένη κατ’ ὀρθὸν πλευσεῖται. εἰ μὴ εἷς ταύτης τοὺς οἴακας κρατοίη κυβερνήτης· οὐδὲ λύρα ὑπὸ πολλῶν κρουομένη σύμφωνον ἀποτελέσει τὸν ἦχον· εἰ μὴ εἷς ὁ ταύτην πλήττων εἴη τεχνίτης· οὐκοῦν μιᾶς οὔσης τῆς κτίσεως καὶ ἑνὸς ὄντος κόσμου· καὶ μιᾶς τῆς τούτου τάξεως· ἕνα δεῖ νοεῖν εἶναι καὶ τὸν ταύτης βασιλέα καὶ δημιουργόν· κύριον κν διατοῦτο γὰρ καὶ αὐτὸς ὁ δημιουργὸς ἕνα τὸν σύμπαντα κόσμον πεποίηκεν· ἵνα μὴ τῇ τῶν πολλῶν συστάσει, πολλοὶ καὶ οἱ δημιουργοὶ νομίζοιντο· ἀλλ’ ἑνὸς ὄντος τοῦ ποιήματος· εἷς καὶ ὁ τούτου ποιητὴς πιστεύηται· καὶ οὐχ ὅτι εἷς ἐστιν ὁ δημιουργὸς, διατοῦτο καὶ εἷς ἐστιν ὁ κόσμος· ἠδύνατο γὰρ καὶ ἄλλους κόσμους ποιῆσαι ὁ θεὸς θς . ἀλλ’ ὅτι εἷς ἐστιν ὁ κόσμος ὁ γενόμενος, ἀνάγκη καὶ τὸν τούτου δημιουργὸν ἕνα πιστεύειν εἶναι· τίς οὖν ἂν εἴη οὗτος· καὶ τοῦτο γὰρ ἀναγκαῖον μάλιστα δηλῶσαι καὶ λέγειν, ἵνα μὴ τῇ περὶ τοῦτον ἀγνοίᾳ· πλανηθείς τις ἕτερον ὑπολάβῃ· καὶ εἰς τὴν αὐτὴν πάλιν τοῖς πρότερον ἀθεότητα ἐμπέσῃ· νομίζω δὲ μηδένα περὶ τούτου τὴν διάνοιαν ἀμφίβολον ἔχειν· εἰ γὰρ δὴ τοὺς παρὰ ποιηταῖς λεγο μένους θεοὺς· οὐκ εἶναι θεοὺς ὁ λόγος ἔδειξε· καὶ τοὺς τὴν κτίσιν θεοποιοῦντας ἤλεγξε πλανωμένους· καὶ καθόλου τὴν τῶν ἐθνῶν εἰδωλολατρίαν· ἀθεότητα καὶ ἀσέβειαν οὖσαν ἀπέδειξεν, ἀνάγκη πᾶσα τούτων ἀναιρουμένων λοιπὸν παρ’ ἡμῖν εἶναι τὴν εὐσεβῆ θρησκείαν· καὶ τὸν παρ’ ἡμῶν προσκυνούμενον καὶ κηρυττόμενον τοῦτον μόνον εἶναι θεὸν θν ἀληθῆ, τὸν καὶ τῆς κτίσεως κύριον κν · καὶ πάσης ὑποστάσεως δημιουργόν·
τίς οὖν ἐστιν οὗτος· ἀλλ’ ἢ ὁ πανάγιος καὶ ὑπερέκεινα πάσης γενητῆς οὐσίας. ὁ τοῦ χριστοῦ χῦ πατήρ πήρ · ὅστις καθάπερ ἄριστος κυβερνήτης· τῇ ἰδίᾳ σοφίᾳ καὶ τῷ ἰδίῳ λόγῳ τῷ κυρίῳ κῳ ἡμῶν ἰησοῦ ἰῦ χριστῷ χῷ · τὰ πανταχοῦ διακυβερνᾷ σωτηρίως σρίως καὶ διακοσμεῖ· καὶ ποιεῖ ὡς ἂν αὐτῷ καλῶς ἔχειν δοκῇ· ἔχει δὲ καλῶς· ὡς γέγονε καὶ ὁρῶμεν γιγνόμενα· ἐπειδὴ καὶ τοῦτο βούλεται· καὶ τοῦτο οὐκ ἄν τις ἀπιστήσειεν· εἰ μὲν γὰρ ἄλογος ἦν ἡ τῆς κτίσεως κίνησις· καὶ ἁπλῶς ἐφέρετο τὸ πᾶν, καλῶς ἄν τις καὶ τοῖς λεγομένοις ἠπίστησεν· εἰ δὲ λόγῳ καὶ σοφίᾳ καὶ ἐπιστήμῃ συνέστηκε· καὶ παντὶ κόσμῳ διακεκόσμηται, ἀνάγκη τὸν ἐπικείμενον καὶ διακοσμήσαντα τοῦτον· οὐκ ἄλλον τινὰ, ἢ λόγον εἶναι τοῦ θεοῦ θῦ · λόγον δέ φημι· οὐ τὸν ἐν ἑκάστῳ τῶν γενομένων συμπεπλεγμένον καὶ συμπεφυκότα· ὃν δὴ καὶ σπερματικόν τινες εἰώθασικαλεῖν. ἄψυχον ὄντα καὶ μηδὲν λογιζόμενον μήτε νοοῦντα· ἀλλὰ τῇ ἔξωθεν τέχνῃ μόνον ἐνεργοῦντα· κατὰ τὴν τοῦ ἐπιβάλλοντος αὐτὸν ἐπιστήμην· οὐδὲ οἷον ἔχει τὸ λογικὸν γένος λόγον· τὸν ἐκ συλλαβῶν συγκείμενον· καὶ ἐν ἀέρι σημαινόμενον· ἀλλὰ τὸν τοῦ ἀγαθοῦ καὶ θεοῦ θῦ τῶν ὅλων ζῶντα· καὶ ἐνεργῆ θεὸν θν αὐτὸν λόγον λέγω· ὃς ἄλλος μὲν ἔστι τῶν γενητῶν·
καὶ πάσης τῆς κτίσεως· ἴδιος δὲ καὶ μόνος τοῦ ἀγαθοῦ πατρὸς πτρς ὑπάρχει λόγος, ὃς τόδε τὸ πᾶν διεκόσμησε καὶ φωτίζει τῇ ἑαυτοῦ προνοίᾳ·ἀγαθοῦ γὰρ πατρὸς πτρς · ἀγαθὸς λόγος ὑπάρχων, αὐτὸς τὴν τῶν πάντων διεκόσμησε διάταξιν· τὰ μὲν ἐναντία, τοῖς ἐναντίοις συνάπτων· ἐκ τούτων δὲ μίαν διακοσμῶν ἁρμονίαν· οὗτος θεοῦ θῦ δύναμις καὶ θεοῦ θῦ σοφία ὤν, οὐρανὸν οὐνὸν μὲν περιστρέφει· γῆν δὲ ἀναρτήσας καὶ ἐπὶ μηδενὸς κειμένην, τῷ ἰδίῳ, νεύματι ἥδρασε· τούτῳ φωτιζόμενος ἥλιος τὴν οἰκουμένην καταυγάζει· καὶ σελήνη μεμετρημένον ἔχει τὸ φῶς· διὰ τοῦτον καὶ τὸ ὕδωρ ἐπὶ νεφελῶν κρέμαται· καὶ ὑετοὶ τὴν γῆν ἐπικλύζουσι· καὶ ἡ μὲν θάλασσα, περιορίζεται· ἡ δὲ γῆ, παντοίοις φυτοῖς κομᾷ καὶ χλοηφορεῖ· καὶ εἴ τις ἄπιστος ζητοίη
περὶ τῶν λεγομένων εἰ ὅλως ἐστὶ λόγος θεοῦ θῦ , μαίνοιτο μὲν ὁ τοιοῦτος ἀμφιβάλλων περὶ λόγου θεοῦ θῦ · ἔχει δὲ ὅμως ἐκ τῶν ὁρωμένων τὴν ἀπόδειξιν· ὅτι πάντα λόγῳ θεοῦ θῦ καὶ σοφίᾳ συνέστηκε· καὶ οὐκ ἂν ἡδράσθη τι τῶν γενομένων. εἰ μὴ λόγῳ ἐγεγόνει, καὶ λόγῳ τῷ θείῳ καθάπερ ἐλέχθη· λόγος δὲ ὤν, οὐ κατὰ τὴν τῶν ἀνθρώπων ἀνων ὁμοιότητα· ὥσπερ εἶπον συγκείμενός ἐστιν ἐκ συλλαβῶν· ἀλλὰ τοῦ ἑαυτοῦ πατρός πρς ἐστιν εἰκὼν ἀπαράλλακτος·
ἄνθρωποι μὲν γὰρ ἐκ μερῶν συγκείμενοι· καὶ ἐκ τοῦ μὴ ὄντος γενόμενοι, συγκείμενον ἔχουσι καὶ διαλυόμενον τὸν ἑαυτῶν λόγον· ὁ δὲ θεὸς θς · ὤν ἐστι καὶ οὐ σύνθετος· διὸ καὶ ὁ τούτου λόγος· ὤν ἐστι καὶ οὐ σύνθετος· ἀλλ’ εἷς καὶ μονογενὴς θεὸς θς · ὁ καὶ ἐκ πατρὸς πρς οἷα πηγῆς ἀγαθῆς ἀγαθὸς προελθὼν· τὰ πάντα διακοσμεῖ καὶ συνέχει· ἡ δὲ αἰτία δι’ ἣν ὅλως ὁ τοῦ θεοῦ θῦ λόγος τοῖς γενομένοις ἐπιβέβηκεν, ἐστὶν ἀληθῶς θαυμαστὴ· καὶ γνωρίζουσα ὅτι οὐκ ἄλλως ἔπρεπεν, ἢ οὕτως γενέσθαι ὥσπερ καὶ ἔστι· τῶν μὲν γὰρ γενητῶν ἐστιν ἡ φύσις· ἅτε δὴ ἐξ οὐκ ὄντων ὑποστᾶσα· ῥευστή τις καὶ ἀσθενὴς καὶ θνητὴ· καθ’ ἑαυτὴν συγκρινομένη τυγχάνει· ὁ δὲ τῶν ὅλων θεὸς θς ἀγαθὸς καὶ ὑπέρκαλος τὴν φύσιν ἐστὶ. διὸ καὶ φιλ άνθρωπός άνός ἐστιν· ἀγαθῷ γὰρ περὶ οὐδενὸς ἂν γένοιτο φθόνος· ὅθεν οὐδὲ τοῦ εἶναί τινι φθονεῖ· ἀλλὰ πάντας εἶναι βούλεται· ἵνα καὶ φιλανθρωπεύεσθαι δύνηται·ὁρῶν οὖν τὴν γενητὴν πᾶσαν φύσιν· ὅσον κατὰ τοὺς ἰδίους αὐτῆς λόγους ῥευστὴν οὖσαν καὶ διαλυομένην· ἵνα μὴ τοῦτο πάθῃ· καὶ πάλιν εἰς τὸ μὴ εἶναι ἀναλυθῇ τὸ ὅλον· τούτουἕνεκεν τῷ ἑαυτοῦ καὶ ἀϊδίῳ λόγῳ ποιήσας τὰ πάντα καὶ οὐσιώσας τὴν κτίσιν· οὐκ ἀφῆκεν αὐτὴν τῇ ἑαυτῆς φύσει φέρεσθαι καὶ χειμάζεσθαι. ἵνα μὴ καὶ κινδυνεύσῃ πάλιν εἰς τὸ μὴ εἶναι· ἀλλ’ ὡς ἀγαθὸς τῷ ἑαυτοῦ λόγῳ καὶ αὐτῷ ὄντι θεῷ θῷ , τὴν σύμπασαν διακυβερνᾷ καὶ καθίστησιν· ἵνα τῇ τοῦ λόγου ἡγεμονίᾳ καὶ προνοίᾳ καὶ διακοσμήσει φωτιζομένη ἡ κτίσις; βεβαίως διαμένειν δυνηθῇ, ἅτε δὴ τοῦ ὄντως ὄντος ἐκ πατρὸς πρς λόγου μεταλαμβάνουσα· καὶ βοηθουμένη δι’ αὐτοῦ εἰς τὸ εἶναι· μὴ ἄρα πάθῃ ὅπερ ἂν ἔπαθεν, εἰ μὴ ὁ λόγος αὐτὴν ἐτήρει· λέγω δὲ τὸ μὴ εἶναι· ὅς ἐστι γὰρ εἰκὼν τοῦ θεοῦ θῦ τοῦ ἀο ράτου, πρωτότοκος πάσης κτίσεως· ὅτι δι’ αὐτοῦ καὶ ἐν αὐτῷ συνέστηκε τὰ πάντα· τά τε ὁρατὰ καὶ τὰ ἀόρατα· καὶ αὐτός ἐστιν ἡ κε φαλὴ τῆς ἐκκλησίας. οἱ τῆς ἀληθείας διάκονοι διδάσκουσιν ἐν ἁγίοις γράμμασιν·αὐτὸς γοῦν ὁ παντοδύναμος καὶ παντέλειος ἅγιος ὁ τοῦ πατρὸς πρς λόγος ἐπιβὰς τοῖς πᾶσι· καὶ πανταχοῦ τὰς ἑαυτοῦ δυνάμεις ἐφαπλώσας· καὶ φωτίσας τά τε φαινόμενα καὶ τὰ ἀόρατα πάντα εἰς ἑαυτὸν συνέχει καὶ συσφίγγει· μηδὲν ἔρημον τῆς ἑαυτοῦ δυνάμεως ἀπολελοιπὼς, ἀλλὰ πάντα καὶ διὰ πάντων· καὶ ἕκαστον ἰδίᾳ· καὶ ἀθρόως ὁμοῦ τὰ ὅλα ζωοποιῶν καὶ διαφυλάττων· τάς τε ἀρχὰς πάσης αἰσθητῆς οὐσίας· αἵπέρ εἰσι θερμὴ καὶ ψυχρὰ· καὶ ὑγρὰ καὶ ξηρὰ εἰς ἓν συγκεραννύων ποιεῖ μὴ ἀντιστατεῖν· ἀλλὰ μίαν καὶ σύμφωνον ἀποτελεῖν ἁρμονίαν· δι’ αὐτὸν καὶ τὴν αὐτοῦ δύναμιν. οὔτε τὸ πῦρ τῷ ψυχρῷ μάχεται· οὔτε τὸ ὑγρὸν τῷ ξηρῷ· ἀλλ’ ὡς φίλα καὶ ἀδελφὰ καθ’ ἑαυτὰ ὄντα ἐναντία· συνελθόντα ὁμοῦ, τά τε φαινόμενα ζωογονεῖ· καὶ τοῦ εἶναι τοῖς σώμασιν ἀρχαὶ γίνονται· τούτῳ τῷ θεῷ θῷ λόγῳ πειθόμενα· τὰ μὲν ἐπὶ γῆς ζωογονεῖται· τὰ δὲ ἐν τοῖς οὐρανοῖς οὐνοῖς συνίσταται· καὶ διὰ τοῦτον θάλαττα μὲν πᾶσα καὶ ὁ μέγας ὠκεανὸς, ὅροις ἰδίοις ἔχουσι τὴν ἑαυτῶν κίνησιν· ἡ δὲ ξηρὰ πᾶσα χλοηφορεῖ καὶ κομᾷ παντοίοις καὶ διαφόροις φυτοῖς ὡς προεῖπον· καὶ ἵνα μὴ τὸ καθέκαστον ἐπὶ φανεροῖςὀνομάζων· ἐνδιατρίβω, οὐδέν ἐστι τῶν ὄντων καὶ γινομένων· ὃ, μὴ ἐν αὐτῷ καὶ δι’ αὐτοῦ γέγονε καὶ ἕστηκεν ᾗ φησι καὶ ὁ θεολόγος ἀνήρ· ἐν ἀρχῇ ἦν ὁ λόγος· καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν θν · καὶ θεὸς θς ἦν ὁ λόγος· πάντα δι’ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν· οἷον γὰρ εἴ τις λύραν μουσικὸς ἁρμοσάμενος· καὶ τὰ βαρέα τοῖς ὀξέσι· καὶ τὰ μέσα τοῖς ἄλλοις τῇ τέχνῃ συναγαγὼν· ἓν τὸ σημαινόμενον μέλος ἀποτελοίη, οὕτως καὶ ἡ τοῦ θεοῦ θῦ σοφία· τὸ ὅλον ὡςλύραν ἐπέχων· καὶ τὰ ἐν ἀέρι τοῖς ἐπὶ γῆς συναγαγὼν· καὶ τὰ ἐν οὐρανῷ οὐνῷ τοῖς ἐν ἀέρι· καὶ τὰ ὅλα τοῖς κατὰ μέρος συνάπτων καὶ περιάγων τῷ ἑαυτοῦ νεύματι καὶ θελήματι. ἕνατὸν κόσμον· καὶ μίαν τὴν τούτου τάξιν ἀποτελεῖ καλῶς καὶ ἡρμοσμένως· αὐτὸς μὲν ἀκίνητος μένων παρὰ τῷ πατρὶ πρὶ · πάντα δὲ κινῶν τῇ ἑαυτοῦ συστάσει· ὡς ἂν ἕκαστον τῷ ἑαυτοῦ πατρὶ πρὶ δοκῇ· τὸ γὰρ παράδοξον αὐτοῦ τῆς θεότητος τοῦτό ἐστιν, ὅτι ἑνὶ καὶ τῷ αὐτῷ νεύματι πάντα ὁμοῦ· καὶ οὐκ ἐκ διαστημάτων· ἀλλὰ ἀθρόως ὅλα τά τε ὀρθὰ καὶ τὰ περιφερῆ· τὰ ἄνω· τὰ μέσα· τὰ κάτω· τὰ ὑγρὰ· τὰ ψυχρὰ· τὰ θερμὰ, τὰ φαινόμενα καὶ τὰ ἀόρατα· περιάγει καὶ διακοσμεῖ· κατὰ τὴν ἑκάστου φύσιν· ὁμοῦ γὰρ τῷ αὐτῷ νεύματι αὐτοῦ, τὸ μὲν ὀρθὸν ὡς ὀρθὸν· τὸ δὲ περιφερὲς περιάγεται· τὸ δὲ μέσον ὡς ἔστι κινεῖται· τὸ θερμὸν θερμαίνεται· καὶ τὸ ξηρὸν ξηραίνεται· καὶ τὰ ὅλα ὡς ἔχει φύσεως ζωοποιεῖται καὶ συνίσταται παρ’ αὐτοῦ· καὶ θαυμαστή τις καὶ θεία ἀληθῶς ἁρμονία ἀποτελεῖται δι’ αὐτοῦ· καὶ ἵνα ἐκ παραδείγματος τὸ τηλικοῦτον νοηθείη· ἔστω τὸ λεγόμενον ὡς ἐν εἰκόνι χοροῦ μεγάλου· ὡς τοίνυν τοῦ χοροῦ συνεστῶτος ἐκ διαφόρων ἀνθρώπων ἀνων · παίδων· γυναικῶν αὖ καὶ γερόντων· καὶ τῶν ἔτι νέων· καὶ ἑνὸς τοῦ καθηγεμόνος σημαίνοντος·
ἕκαστος μὲν κατὰ φύσιν ἑαυτοῦ καὶ δύναμιν φωνεῖ· ὁ μὲν ἀνὴρ, ὡς ἀνὴρ· ὁ δὲ παῖς, ὡς παῖς· ὁ δὲ γέρων ὡς γέρων· καὶ ὁ νέος ὡς νέος· πάντες δὲ μίαν ἀποτελοῦσιν ἁρμονίαν· ἢ ὡς ἡ καθ’ ἡμᾶς ψυχὴ· ἐν ταὐτῷ τὰςἐν ἡμῖν αἰσθήσεις κατὰ τὴν ἑκάστης ἐνέργειαν κινεῖ· ὥστε παρόντος πράγματος ἑνὸς, τὰς πάσας ὁμοῦ κινεῖσθαι· καὶ τὸν μὲν ὀφθαλμὸν, ὁρᾶν· τὴν δὲ ἀκοὴν ἀκούειν· τὴν δὲ χεῖρα ἅπτεσθαι· καὶ τὴν ὄσφρησιν ἀντιλαμβάνεσθαι· καὶ τὴν γεῦσιν γεύεσθαι· πολλάκις δὲ καὶ τὰ ἄλλα μέρη τοῦ σώματος· ὥστε καὶ τοὺς πόδας περιπατεῖν· ἢ ἵνα καὶ τρίτῳ παραδείγματι τὸ λεγόμενον σημανθῇ·
ἔοικεν οἰκοδομηθείσῃ μάλιστα μεγάλῃ πόλει· καὶ οἰκονομουμένῃ· ἐπὶ παρουσίᾳ τοῦ καὶ ταύτην οἰκοδομήσαντος· ἄρχοντος καὶ βασιλέως· ἐκείνου γὰρ παρόντος καὶ προστάττοντος· καὶ πρὸς πάντα τὸν ὀφθαλμὸντείνοντος· ἑπόμενοι πάντες· οἱ μὲν, ἐπὶ τὴν γεωργίαν· οἱ δὲ, ἐπὶ τοὺς ὑδραγωγοὺς ὑδρευσόμενοι σπεύδουσιν· ἄλλος δὲ ἐπιτασσόμενος προέρχεται· καὶ ὁ μὲν, ἐπὶ τὴν βουλὴν βαδίζει· ὁ δὲ, ἐπὶ τὴν ἐκκλησίαν εἰσέρχεται· καὶ ὁ μὲν δικαστὴς ἐπὶ τὸ δικάζειν· ὁ δὲ ἄρχων ἐπὶ τὸ θεσμοθετεῖν· καθίσταται δὲ εὐθέως· ὁ μὲν τεχνίτης ἐπὶ τὴν ἐργασίαν· ὁ δὲ ναύτης ἐπὶ τὴν θάλατταν κατέρχεται· ὁ τέκτων ἐπὶ τὸ τεκτονεύειν· ὁ ἰατρὸς ἐπὶ τὴν θεραπείαν· ὁ οἰκοδόμος ἐπὶ τὴν οἰκοδομὴν· καὶ ὁ μὲν εἰς τὸν ἀγρὸν βαδίζει, ὁ δὲ, ἀπὸ τοῦ ἀγροῦ ἀνέρχεται· καὶ οἱ μὲν, περὶ τὴν πόλιν ἀναστρέφονται· οἱ δὲ, ἀπὸ τῆς πόλεως ἐξέρχονται· καὶ πάλιν εἰς αὐτὴν ἐπανέρχονται· πάντα δὲ ταῦτα τῇ παρου σίᾳ τοῦ ἑνὸς ἄρχοντος καὶ τῇ τούτου διατάξει γίνονται καὶ συνίστανται· κατὰ ταῦτα δὴ καὶ ἐπὶ τῆς συμπάσης κτίσεως· κἂν μικρὸν ᾖ τὸ παράδειγμα· ὅμως μείζονι διανοίᾳ χρὴ νοεῖν· ὑπὸ γὰρ μιᾶς ῥιπῆς νεύματός τινος τοῦ θεοῦ θῦ λόγου, ὁμοῦ τὰ πάντα διακοσμεῖται· καὶ τὰ οἰκεῖαπαρ’ ἑκάστου γίνεται· καὶ παρὰ πάντων ὁμοῦ μία τάξις ἀποτελεῖται· νεύματι γὰρ καὶ ταῖς δυνάμεσι τοῦ ἐπιστατοῦντος καὶ ἡγεμονεύοντος τῶν πάντων θείου καὶ πατρι πρι κοῦ λόγου, οὐρανὸς οὐνὸς μὲν περιστρέφεται· τὰ δὲ ἄστρα κινεῖται· καὶ ὁ μὲν ἥλιος φαίνει· ἡ δὲ σελήνη περιπολεῖ· καὶ ἀὴρ μὲν ὑπ’ αὐτοῦ φωτίζεται· αἰθὴρ δὲ θερμαίνεται· καὶ ἄνεμοι πνέουσι· τὰ ὄρη εἰς ὕψος ἀνατεταμένα ἵσταται· ἡ θάλασσα κυμαίνει· καὶ τὰ ἐν αὐτῇ ζῶα τρέφεται· ἡ γῆ ἀκίνητος μένουσα καρποφορεῖ· καὶ ὁ ἄνθρωπος ἄνος πλάττεται· καὶ ζῇ πάλιν καὶ θνήσκει· καὶ ἁπλῶς πάντα ψυχοῦται καὶ κινεῖται· τὸ πῦρ καίει· τὸ ὕδωρ ψύχει· πηγαὶ ἀναβλύζουσι· ποταμοὶ πλημμυροῦσι· καιροὶ καὶ ὧραι παραγίνονται· ὑετοὶ κατέρχονται· τὰ νέφη πληροῦται· χάλαζα γίνεται· χιὼν καὶ κρύσταλλος πήγνυται· πετεινὰ ἵπταται· ἑρπετὰ πορεύεται· ἔνυδρα νήχεται· θάλαττα πλέεται· γῆ σπείρεται. καὶ κατὰ τοὺς ἰδίους καιροὺς χλοηφορεῖ· φυτὰ αὔξει· καὶ τὰ μὲν, νεάζει· τὰ δὲ, πεπαίνεται· τὰ δὲ, αὐξάνοντα, γηράσκει καὶ φθίνει· καὶ τὰ μὲν, ἀφανίζεται· τὰ δὲ γεννᾶται καὶ φαίνεται· ταῦτα δὲ πάντα καὶ ἔτι πλείω τούτων ἃ διὰ τὸ πλῆθος οὐκ ἰσχύομεν ἡμεῖς λέγειν· ὁ παραδοξοποιὸς καὶ θαυματοποιὸς τοῦ θεοῦ θῦ λόγος· φωτίζων καὶ ζωοποιῶν τῷ ἑαυτοῦ νεύματι κινεῖ καὶ διακοσμεῖ, ἕνατὸν κόσμον ἀποτελῶν· οὐκ ἔξωθεν ἑαυτοῦ καὶ τὰς ἀοράτους δυνάμεις ἀφείς· καὶ γὰρ καὶ ταύτας· οἷα δὴ καὶ αὐτῶν ποιητὴς ὑπάρχων. συμπεριλαβὼν ἐν τοῖς ὅλοις συνέχει καὶ ζωοποιεῖ πάλιν τῷ ἑαυτοῦ νεύματι καὶ τῇ ἑαυτοῦπρονοίᾳ· καὶ τούτου, οὐκ ἄν τι γένοιτο πρὸς ἀπιστίαν ἐφόδιον· ὡς γὰρ τῇ αὐτοῦ προνοίᾳ καὶ σώματα μὲν αὔξει· ψυχὴ μὲν ἡ λογικὴ κινεῖται· καὶ τὸ λογίζεσθαι καὶ τὸ ζῆν ἔχει· καὶ τοῦτο οὐ πολλῆς ἀποδείξεως δεῖται· ὁρῶμεν γὰρ τὰ γινόμενα· οὕτω δὴ πάλιν αὐτὸς ὁ τοῦ θεοῦ θῦ λόγος· ἑνὶ καὶ ἁπλῷ νεύματι τῇ ἑαυτοῦ δυνάμει τόν τε ὁρατὸν κόσμον καὶ τὰς ἀοράτους δυνάμεις κινεῖ καὶ συνέχει· ἑκάστῳ τὴν ἰδίαν ἐνέργειαν ἀποδιδούς· ὥστε τὰς μὲν θείας, θειοτέρως κινεῖσθαι· τὰ δὲ ὁρατὰ, ὥσπερ καὶ ὁρᾶται· αὐτὸς δὲ ἐπὶ πάντων ἡγεμών τε καὶ βασιλεὺς καὶ σύστασις γινόμενος τῶν πάντων· τὰ πάντα πρὸςδόξαν καὶ γνῶσιν τοῦ ἑαυτοῦ πατρὸς πρς ἐργάζεται· μονονουχὶ διὰ τῶν γινομένων ἔργων αὐτοῦ, διδάσκων καὶ λέγων· ἐκ μεγέθους καὶ καλ λονῆς κτισμάτων. ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται· ὥσπερ γὰρ ἀναβλέψαντας εἰς τὸν οὐρανὸν οὐνὸν καὶ ἰδόντας τὸν κόσμον αὐτοῦ· καὶ τὸ τῶν ἄστρων φῶς· ἔστιν ἐνθυμεῖσθαι τὸν ταῦτα διακοσμοῦντα λόγον. οὕτως νοοῦντας λόγον θεοῦ θῦ · νοεῖν ἐστιν ἀνάγκη καὶ τὸν τούτου πατέρα πρα θεόν θν · ἐξ οὗ προϊὼν. εἰκότως τοῦ ἑαυτοῦ πατρὸς πρς ἑρμηνεὺς καὶ ἄγγελοςλέγεται· καὶ τοῦτο, ἐκ τῶν καθ’ ἡμᾶς τις ἂν ἴδοι· εἰ γὰρ δὴ λόγου προϊόντος παρ’ ἀνθρώπων ἀνων · ἐνθυμούμεθα τὴν τούτου πηγὴν εἶναι τὸν νοῦν· καὶ τῷ λόγῳ ἐπιβάλλοντες τὸν νοῦν σημαινόμενον ὁρῶμεν τῷ λογισμῷ, πολλῷ πλέον μείζονι φαντασίᾳ· καὶ ἀσυγκρίτῳ ὑπεροχῇ τοῦ λόγου τὴν δύναμιν ὁρῶντες, ἔννοιαν λαμβάνομεν καὶ τοῦ ἀγαθοῦ πατρὸς πρς αὐτοῦ· ὡς αὐτὸς ὁ σωτὴρ σηρ φησιν·ὁ ἑωρα κὼς ἐμὲ, ἑώρακε τὸν πατέρα πρα μου· ταῦτα δὲκαὶ πᾶσα θεόπνευστος γραφὴ φανερώτερον καὶ κατὰ μεῖζον κηρύττει· ἀφ’ ὧν δὴ καὶ ἡμεῖς τεθαρρηκότες, ταῦτά σοι γράφομεν· καὶ σὺ ταύταις ἐντυγχάνων· δυνήσῃ τῶν λεγομένων ἔχειν τὴν πίστιν· λόγος γὰρ ἐκ μειζόνων βεβαιούμενος. ἀναντίρρητον ἔχει τὴν ἀπόδειξιν·ἄνωθεν τοίνυν περὶ τῆς τῶν εἰδώλων ἀναιρέσεως προησφαλίζετο τὸν ἰουδαίων λαὸν. ὁ θεῖος λόγος λέγων· οὐ ποιήσεις σεαυτῷ εἴδωλον· οὐδὲ παντὸς ὁμοίωμα· ὅσα ἐν τῷ οὐρανῷ οὐνῷ ἄνω, καὶ ἐπὶ τῆς γῆς κάτω. τὴν δὲ αἰτίαν τῆς τούτων καθαιρέσεως ἑτέρως σημαίνει λέγων· τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον ἔ ργα χειρῶν ἀνθρώπων ἀνων · στόμα ἔχουσι, καὶ οὐ λαλή σουσιν· ὀφθαλμοὺς ἔχουσι καὶ οὐκ ὄψονται· ὦτα ἔχουσι καὶ οὐκ ἀκούσονται· ῥῖνας ἔχουσι καὶ οὐκ ὀσφρανθήσονται· χεῖρας ἔχουσι. καὶ οὐ ψηλαφήσουσι· πόδας ἔχουσι καὶ οὐ περιπα τήσουσιν·οὐ σεσιώπηκε δὲ τὴν περὶ τῆς κτίσεως διδασκαλίαν· ἀλλὰ καὶ μάλα εἰδὼς αὐτῶν τὸ κάλλος· ἵνα μή τινες τῷ κάλλει τούτων ἀποβλέψαντες· οὐχ ὡς ἔργα θεοῦ θῦ · ἀλλ’ ὡς θεοὺς θρησκεύσωσι· προασφαλίζεται τοὺς ἀνθρώπους ἀνους λέγων· καὶ μὴ ἀναβλέψας τοῖς ὀφθαλμοῖς καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην· καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ οὐνοῦ πλανηθεὶς· προσκυνήσῃς αὐτοῖς· ἃ ἀπένειμε κύριος κς ὁ θεός θς σου πᾶσι τοῖς ἔθνεσι τοῖς ὑποκάτω τοῦ οὐρανοῦ οὐνοῦ . ἀπένειμε δὲ, οὐκ εἰς τὸ εἶναι θε οὺς αὐτοῖς αὐτὰ· ἀλλ’ ἵνα τῇ τούτων ἐνεργείᾳ γινώσκωσιν οἱ ἀπὸ τῶν ἐθνῶν τὸν τῶν πάντων δημιουργὸν θεὸν θν , ὥσπερ εἴρηται· ὁ γὰρ ἰουδαίων πάλαι λαὸς, κατὰ πλεῖον εἶχε τὴν διδασκαλίαν· ὅτι μὴ μόνον ἐκ τῶν τῆς κτίσεως ἔργων, ἀλλὰ καὶ ἐκ τῶν θείων γραφῶν εἶχον τὴν περὶ θεοῦ θῦ γνῶσιν· καὶ καθόλου δὲ τοῖς ἀνθρώποις ἀνοις ἀπὸ τῆς περὶ τὰ εἴδωλα πλάνης καὶ ἀλόγου φαντασίας ἀφέλκων, φησίν· οὐκ ἔ σονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ·οὐχ ὡς ὄντων δὲ θεῶν ἄλλων· κωλύει τούτους αὐτοὺς ἔχειν· ἀλλ’ ἵνα μή τις τὸν ἀληθινὸν ἀποστραφεὶς θεὸν θν , ἑαυτῷ τὰ μὴ ὄντα θεοποιεῖν ἄρξηται· ὁποῖοί εἰσιν οἱ παρὰ ποιηταῖς καὶ συγγραφεῦσιν ὀνομασθέντες καὶ δειχθέντες, οὐκ ὄντες θεοί· καὶ αὐτὴ δὲ ἡ λέξις τὸ μὴ εἶναι αὐτοὺς θεοὺς δείκνυσι· δι’ ἧς φησὶν· οὐκ ἐσονταί σοι θεοὶ ἕτεροι· ὅπερ ἐπὶ μέλλοντος σημαίνεται· τὸ δὲ ἐπὶ μέλλουσι γινόμενον, οὐκ ἔστι τότε ὅτε ταῦτα λέγεται· ἆρ’ οὖν ἀνελὼν τὴν τῶν ἐθνῶν ἢ εἰδώλων ἀθεότητα. σεσιώπηκεν ἡ ἔνθεος διδασκαλία· καὶ ἁπλῶς ἀφῆκε τὸ τῶν ἀνθρώπων ἀνων γένος ἄμοιρον τῆς τοῦ θείου γνώσεως φέρεσθαι; οὐχί γε· ἀλλὰ καὶ προαπαντᾷ τῇ διανοίᾳ λέγουσα· ἄκουε ἰσραὴλ· κύριος κς ὁ θεός θς σου· κύριος κς εἷς ἐστι· καὶ πάλιν· ἀγαπήσεις κύριον κν τὸν θεόν θν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου καὶ ἐν ὅλῃ τῇ ἰσχύϊ σου· καὶ πάλιν· κύριον κν τὸν θεόν θν σου προ σκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις· καὶ πρὸς αὐτὸν κολληθήσῃ· ὅτι δὲ καὶ ἡ διὰ πάντων καὶ ἡ εἰς πάντα τοῦ λόγου πρόνοια καὶ διακόσμησις· ἀπὸ πάσης θεοπνεύστου γραφῆς μαρτυρεῖται, ἀρκεῖ τὰ νῦν λεγόμενα δεῖξαι τοῦ λόγου τὴν πίστιν. ᾗ φασιν οἱ θεολόγοι ἄνδρες· ἐθεμελίωσας τὴν γῆν καὶ διαμένει τῇ διατάξει σου· διαμένει ἡ ἡμέρα·καὶ πάλιν· ψάλατε τῷ θεῷ θῷ ἡμῶν ἐν κιθάρᾳ· τῷ περιβάλλοντι τὸν οὐρανὸν οὐνὸν ἐν νεφέλαις· τῷ ἑτοι μάζοντι τῇ γῇ ὑετόν· τῷ ἐξαγαγόντι ἐν ὄρεσι χόρτον· καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων ἀνων · καὶ διδόντι τοῖς κτήνεσι τροφήν·διὰ τίνος δὲ δίδωσιν· ἢ δι’ οὗ καὶ τὰ πάντα γέγονε· δι’ οὗ γὰρ γέγονε, δι’ αὐτοῦ καὶ ἡ τῶν πάντων ἀκολούθως ἐστὶ πρόνοια· τίς οὖν ἂν εἴη οὗτος· ἢ ὁ τοῦ θεοῦ θῦ λόγος. περὶ οὗ καὶ ἐν ἑτέρῳ λέγει· τῷ λόγῳ κυρίου κυ οἱ οὐρανοὶ οὐνοὶ ἐστερεώθησαν· καὶ τῷ πνεύματι πνι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν· καὶ γὰρ τὰ πάντα ἐν αὐτῷ καὶ δι’ αὐτοῦ γενόμενα διάγεται· ἀφ’ ὧν καὶ ἡμᾶς πείθει λέγουσα· αὐτὸς εἶπε καὶ ἐγενήθησαν. αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν· καθὼς καὶ ὁ πάντα μέγας μωϋσῆς, ἐν ἀρχῇ τῆς κοσμοποιίας βεβαιοῖ τὸ λεγόμενον. ἐξηγούμενος καὶ λέγων· καὶ εἶπεν ὁ θεὸς θς · ποιήσωμεν ἄνθρωπον ἄνον κατ’ εἰκό να ἡμετέραν καὶ καθ’ ὁμοίωσιν· ἐπειδὴ καὶ τὴν οὐρανοῦ οὐνοῦ καὶ γῆς καὶ πάντων ὑφιστὰς γένεσιν, αὐτῷ εἶπεν ὁ πατήρ πήρ · γενηθήτω οὐρανὸς οὐνὸς · καὶ συναχθήτω τὰ ὕδατα καὶ ὀφθήτω ἡ ξηρά· καὶ ἐξαγαγέτω ἡ γῆ βοτάνην· καὶ πᾶν ζῶον· ἀφ’ ὧν καὶ ἰουδαίους ἄν τις ἐλέγξειεν· οὐ γνησίως ἐφιστάνοντας ταῖς γραφαῖς· τίνι γὰρ ἄν τις εἴποι πρὸς αὐτοὺς ὡμίλει ὁ θεὸς θς . ἵνα καὶ προστάττων λαλῇ· εἰ μὲν οὖν τοῖς γιγνομένοις προσέταττε καὶ ὡμίλει· περιττὸς ἦν ὁ λόγος· οὔπω γὰρ ἦν· ἀλλ’ ἔμελλεγίνεσθαι· οὐδεὶς δὲ τῷ μὴ ὄντι λαλεῖ· οὐδὲ εἰς τὸ γενέσθαι· τῷ μηδέπω γενομένῳ προστάττει καὶ λαλεῖ· εἰ γὰρ τοῖς ἐσομένοις προσέταττεν ὁ θεὸς θς . ἔδει λέγειν αὐτὸν· γενοῦ οὐρανὲ οὐνὲ . καὶ γενοῦ γῆ· καὶ ἔξελθε βοτάνη· καὶ ποιήθητι ἄνθρωπε ἄνε · νῦν δὲ τοῦτο μὲν οὐκ ἐποίησε· προστάττει δὲ λέγων· ποιήσωμεν ἄνθρωπον ἄνον · καὶ ἐξελθέτω βοτάνη· ἀφ’ ὧν δείκνυται ὁ θεὸς θς , ὡς πλησίον τινὶ διαλεγόμενος περὶ τούτων. οὐκοῦν ἀνάγκη συνεῖναί τινὰ τούτῳ· ᾧ καὶ ὁμιλῶν ἐποίει τὰ ὅλα· τίς οὖν ἂν εἴη, εἰ μὴ ὁ τούτου λόγος· τίνι γὰρ ἄν τις φαίη θεὸν θν ὁμιλεῖν, ἢ τῷ ἑαυτοῦ λόγῳ· ἢ τίς τούτῳ συνῆν ποιοῦντι τὴν γενητὴν πᾶσαν οὐσίαν. ἢ ἡ τούτου σοφία ἡ λέγουσα· ἡνίκα ἐποίει τὸν οὐρανὸν οὐνὸν καὶ τὴν γῆν, συμπαρή μην αὐτῷ· ἐν δὲ τῇ οὐρανοῦ οὐνοῦ καὶ γῆς ὀνομασίᾳ, πάντα τὰ ἐν οὐρανῷ οὐνῷ καὶ γῇ γενητὰ συμπεριλαμβάνει· συνὼν δὲ ὡς σοφία καὶ ὡς λόγος τὸν πατέρα πρα βλέπων ἐδημιούργει τὸ πᾶν καὶ συνίστη καὶ διεκόσμει· καὶ δύναμις δὲ ὢν τοῦ πατρὸς πρς , τὰ ὅλα εἰς τὸ εἶναι ἰσχυροποίει· ᾗ φησι καὶ ὁ σωτήρ· πάντα ὅσα βλέπω τὸν πατέρα πρα ποιοῦντα, κἀγὼ ὁμοίως ποιῶ· καὶ δι’ αὐτοῦ δὲ καὶ εἰς αὐτὸν τὰ πάντα γεγονέναι, οἱ ἱεροὶ τούτου διδάσκουσι μαθηταί· καὶ ὅτι ἀγαθὸς ἐξ ἀγαθοῦ γέννημα· καὶ ἀληθινὸς υἱὸς ὑπάρχων· δύναμίς ἐστι τοῦ πατρὸς πρς καὶ σοφία καὶ λόγος· οὐ κατὰ μετοχὴν ταῦτα ὤν· οὐδὲ ἔξωθεν ἐπιγενομένων τούτων αὐτῷ· κατὰ τοὺς αὐτοῦ μετέχοντας καὶ σο φιζομένους δι’ αὐτοῦ· καὶ δυνατοὺς καὶ λογικοὺς ἐν αὐτῷ γινομένους· ἀλλ’ αὐτοσοφία· αὐτο λόγος· αὐτοδύναμις· ἰδία τοῦ πατρὸς πρς ἐστιν· αὐτοφῶς· αὐτοαλήθεια· αὐτοδικαιοσύνη· αὐτοαρετὴ· καὶ μὴν καὶ χαρακτὴρ. καὶ ἀπαύγασμα· καὶ εἰκὼν· καὶ συνελόντι φράσαι· καρπὸς παντέλειος τοῦ πατρὸς πρς ὑπάρχει· καὶ μόνος ἐστὶν υἱὸς·εἰκὼν ἀπαράλλακτος τοῦ πατρὸς πρς · τίς οὖν ἄν τίς ἐξαριθμήσειε τὸν πατέρα πρα · ἵνα καὶ τοῦ λόγου τούτου τὰς δυνάμεις ἐξεύροι· ἔστι γὰρ ὥσπερ τοῦ πατρὸς πρς λόγος καὶ σοφία; οὕτως καὶ τοῖς γενητοῖς συγκαταβαίνων· γίνεται πρὸς τὴν τοῦ γεννήτορος γνῶσιν καὶ ἔννοιαν· αὐτοαγιασμὸς καὶ αὐτοζωὴ· καὶ θύρα· καὶ ποιμὴν· καὶ ὁδός· καὶ βασιλεὺς· καὶ ἡγεμὼν· καὶ ἐπὶ πᾶσι σωτήρ σήρ · καὶ ζωοποιὸς· καὶ φῶς· καὶ πρόνοια τῶν πάντων· τοιοῦτον ἄρα ἀγαθὸν καὶ δημιουργὸν υἱὸν ἔχων ἐξ ἑαυτοῦ ὁ πατήρ πήρ , οὐκ ἀφανῆ αὐτὸν τοῖς γενητοῖς ἀπέκρυψεν· ἀλλὰ καὶ ὁσημέραι τοῦτον ἀποκαλύπτει τοῖς πᾶσι· διὰ τῆς τῶν πάντων δι’ αὐτοῦ συστάσεως καὶ ζωῆς· ἐν αὐτῷ δὲ καὶ δι’ αὐτοῦ καὶ ἑαυτὸν ἐμφαίνει, καθὼς ὁ σωτὴρ σὴρ φησιν·ἐγὼ ἐν τῷ πατρὶ πρὶ καὶ ὁ πατὴρ πὴρ ἐν ἐμοί· ὥστε ἐξ ἀνάγκης εἶναι τὸν λόγον ἐν τῷ γεννήσαντι· καὶ τὸν γεννηθέντα σὺν τῷ πατρὶ πρὶ διαιωνίζειν· τούτων δὲ οὕτως ἐχόντων· καὶ οὐδενὸς ἔξωθεν αὐτοῦ τυγχάνοντος· ἀλλὰ καὶ οὐρανοῦ οὐνοῦ καὶ γῆς καὶ πάντων τῶν ἐν αὐτοῖς ἐξηρτημένων αὐτοῦ· ὅμως ἄνθρωποι ἄνοι παράφρονες· παραγκωνισάμενοι τὴν πρὸς τοῦτον γνῶσιν καὶ εὐσέβειαν, τὰ οὐκ ὄντα πρὸ τῶν ὄντων ἐτίμησαν· καὶ ἀντὶ τοῦ ὄντως ὄντος θεοῦ θῦ τὰ μὴ ὄντα ἐθεοποίησαν· τῇ κτίσει παρὰ τὸν κτίσαντα λατρεύοντες, πρᾶγμα πάσχοντες, ἀνόητον καὶ δυσσεβές· ὅμοιον γὰρ ὡς εἴ τις τὰ ἔργα πρὸ τοῦ τεχνίτου θαυμάσειε· καὶ τὰ ἐν τῇ πόλει δημιουργήματα καταπλαγεὶς. τὸν τούτων δημιουργὸν καταπατοίη· ἢ ὡς εἴ τις τὸ μὲν μουσικὸν ὄργανον ἐπαινοίη· τὸν δὲ συνθέντα καὶ ἁρμοσάμενον ἐκβάλλοι· ἄφρονες καὶ πολὺ τὸν ὀφθαλμὸν πεπηρωμένοι· πῶς γὰρ ἂν ἔγνωσαν ἄλλως οἰκοδομὴν ἢ ναῦν· ἢ λύραν· μὴ οὐχὶ τοῦ ναυπηγοῦ ἐργασαμένου· καὶ τοῦ ἀρχιτέκτονος οἰκοδομήσαντος, καὶ τοῦ μουσικοῦ συνθέντος·ὥσπερ οὖν ὁ ταῦτα λογιζόμενος μαίνεται· καὶ ὑπερέκεινα πάσης μανίας ἐστὶν, οὕτως οὔ μοι δοκοῦσιν ὑγιαίνειν τὴν διάνοιαν, οἱ τὸν θεὸν θν μὴ ἐπιγινώσκοντες καὶ τὸν τούτου λόγον μὴ θρησκεύοντες τὸν σωτῆρα σρα τῶν πάντων τὸν κύριον κν ἡμῶν ἰησοῦν ἰν χριστὸν χν · δι’ οὗ τὰ πάντα ὁ πατὴρ πὴρ διακοσμεῖ· καὶ συνέχει καὶ προνοεῖται τῶν ὅλων· εἰς ὃν σὺ τὴν πίστιν ἔχων καὶ τὸ θεοσεβές ὦ φιλόχριστε· χαῖρε καὶ εὔελπις γίνου· ὅτι τῆς εἰς αὐτὸν πίστεως καὶ εὐσεβείας. ἀθανασία καὶ βασιλεία οὐρανῶν ἐστιν ὁ καρπὸς· μόνον ἐὰν κατὰ τοὺς αὐτοῦ νόμους ἡ ψυχὴ κεκοσμημένη γένηται· ὥσπερ γὰρ τοῖς κατ’ αὐτὸν πολιτευομένοις ἐστί τὸ ἔπαθλον ζωὴ αἰώνιος, οὕτως τοῖς τὴν ἐναντίαν καὶ μὴ τὴν τῆς ἀρετῆς ἀτραπὸν ὁδεύουσιν· αἰσχύνη μεγάλη καὶ κίνδυνος ἀσύγγνωστος ἐν ἡμέρᾳ κρίσεως· ὅτι καίτοι γνόντες τὴν τῆς ἀληθείας ὁδὸν. ἐναντία ὧν ἔγνωσαν ἔπραξαν.