Contra gentes (Ms Ycap)
Author namesAthanase d’Alexandrie · Athanase d Alexandrie · Athanasius of Alexandria · Athanasius
- Edition reference
- Contra gentes, ed. R. W. Thomson, Athanasius. Contra gentes and de incarnatione, Oxford: Clarendon Press, 1971: 2–132.
- CTS identifier
urn:cts:greekLit:tlg2035.tlg001.local042- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
κατηχουμένων τῆς λαύρας ἡμὲν περὶ τῆς θεοσεβείας καὶ τῆς τῶν ὅλων ἀληθείας γνῶσις, οὐ τοσοῦτον τῆς παρὰ τῶν ἀνθρώπων ἀνων διδασκαλίας δεῖται, ὅσον ἀφ’ ἑαυτῆς ἔχει τὸ γνώριμον· μόνονουχὶ γὰρ καθ’ ἡμέραν τοῖς ἔργοις κέκραγε· καὶ ἡλίου λαμπρότερον ἑαυτὴν, διὰ τῆς χριστοῦ χυ διδασκαλίας ἐπιδείκνυται· ποθοῦντι δέ σοι ὅμως τὰ περὶ ταύτης ἀκοῦσαι, φέρε ὦ μακάριε ὡς ἂν οἷοί τε ὦμεν, ὀλίγα τῆς κατὰ χριστὸν χν πίστεως ἐκθώμεθα· δυναμένω μὲν σοι καὶ ἀπὸ τῶν θείων λογίων ταύτην εὑρεῖν· φιλοκάλως δὲ ὅμως καὶ παρ’ ἑτέρων ταύταςἀκούοντι. αὐτάρκεις μὲν γάρ εἰσιν αἱ ἅγιαι καὶ θεόπνευστοι γραφαὶ, πρὸς τὴν τῆς ἀληθείας ἀπαγγελίαν· εἰσὶ δὲ καὶ πολλοὶ τῶν μακαρίων ἡμῶν διδασκάλων εἰς ταῦτα συνταχθέντες λόγοι· οἷς· ἐάν τις ἐντύχοι, εἴσεται μέν πως, τὴν τῶν γραφῶν ἑρμηνείαν· ἧς δὲ ὀρέγεται γνώσεως τυχεῖν δυνήσεται· ἀλλ’ ἐπειδὴ τὰς τῶν διδασκάλων συντάξεις ἐν χερσὶ νῦν οὐκ ἔχομεν, ἀναγκαῖόν ἐστὶν ἃ παρ’ ἐκείνων ἐμάθομεν, ταῦτα καὶ ἀπαγγέλλειν καὶ γράφειν σοι· λέγω δὴ τὴν κατὰ τὸν σωτῆρα σρα χριστὸν χν πίστιν· ἵνα μήτε εὐτελῆ πλήττει τοῦ καθ’ ἡμᾶς λόγου διδασκαλίαν ἡγήσεται, μήτε ὑπὸ πίστιν ὑπολάβοι· ὁποῖα διαβάλλοντες ἕλληνες χσι καὶ πλατὺ γελῶσι καθ’ ἡμῶν, οὐδὲν ἕτερον ἢ τὸν σταυρὸν στρον τοῦ χριστοῦ χῦ προφέροντες· ἐφ’ ὧ μάλιστα καὶ τὴν ἀναισθησίαν αὐτῶν οἴκτηρήσειεν,ἄν τις· ὅτι τὸν σταυρὸν στρον διαβάλλοντες, οὐχ’ ὁρῶσι τὴν τούτου ναμιν πᾶσαν τὴν οἰκουμένην πεπληρωκυῖαν· ὅτι δι’ αὐτοῦ τὰ τῆς θεογνωσίας ἔργα πᾶσι πεφανέρω οὐκ ἂν γὰρ εἴπερ ἦσαν καὶ αὐτοὶ γνησίως ἐπιστήσαντες αὐτοῦ τῆ θεότητι τὸν νοῦν, ἐχλεύαζον τὸ τηλικοῦτον· ἀλλὰ μᾶλλον καὶ αὐτοί, τοῦτον ἐπεγίνωσκον σωτῆρα σρα τοῦ παντὸςκαὶ τὸν σταυρὸν στρον · μὴ βλάβην· ἀλλὰ θεραπείαν τῆς κτίσεως γεγονέναι· εἰ γὰρ τοῦ σταυροῦ στρου γeνομένου· πᾶσα μὲν εἰδωλολατρία καθηρέθη· πᾶσα δὲ δαιμόνων φαντασία τῶ σημείω τούτω ἀπελαύνεται· καὶ μόνος ὁ χριστὸς χς προσκυνεῖται· καὶ δι’ αὐτοῦ γινώσκεται ὁ πατήρ πηρ · καὶ οἱ μὲν ἀντιλέγοντες καταισχύνονται· ὁ δὲ, τῶν ἀντιλεγόντων ὁσημέραι τὰς ψυχὰς ανως μεταπείθει· πῶς· εἰκότως γὰρ ἄν τις εἴποι πρὸς αὐτοὺς· ἔτι ἀνθρώπινvoν ἐστὶν ἐπινοεῖν τὸ πρᾶγμα, καὶ οὐ μᾶλλον ὁμολογεῖν θεοῦ θῦ λόγον καὶ σωτῆρα σρα εἶναι τοῦ παντὸς τὸν ἐπὶ τοῦ σταυροῦ στροῦ ἄναβάντα; πάσχειν δὲ καὶ οὗτοι μοι δοκοῦσιν ὅμοιον· ὡς εἴ τις τὸν μὲν ἥλιον ὑπὸ νεφῶν σκεπόμενον διαβάλλοι· τὸ δὲ τούτου φῶς θαυμάζει· βλέπων ὅτι πᾶσα ἡ κτίσις ὑπὸ τούτου καταλάμπεται· ὡς γὰρ καλλὸν τὸ φῶς. καὶ καλλίων ὁ τοῦ φωτὸς ἀρχηγὸς ἥλιος, οὕτωςθείου πράγματος ὄντος τοῦ τὴν οἰκουμένην πᾶσαν τῆς αὐτοῦ γνώσεως πεπληρῶσθαι· ἀνάγκη τὸν ἀρχηγὸν καὶ ἡγεμόνα τοῦ τοιούτου κατορθώματος· εἶναι θεὸν θν καὶ λόγον· λέγομεν οὖν ὡς ἐφικτὸν ἡμῖν· πρό διελέξαντες τὴν τῶν ἀπίστων ἀμαθίαν· ψευδῶν διελέχθέντων, λοιπὸν τῆς ἐπιλάμψη· καὶ θαρρῆς καὶ αὦ ἄνθρωπε ανε ὅτι ἀληθείαπεπίστευκας· καὶ τὸν χριστὸν χν γινώσκων· οὐκ ἠπατήθης. πρέπειν δέ σοι ἡγοῦμαι φιλοχρίστω ὄντι τὰ περὶ χριστοῦ χῦ διαλέγεσθαι· ἐπεὶ καὶ πάντων τιμιωτέραν τὴν περὶ τούτου γνῶσιν καὶ πίστιν, ἡγεῖσθαί σοι πεπίστευκα· ἐξ ἀρχῆς μὲν, οὐκ ἦν κακία· οὐδὲ γὰρ οὐδὲ νῦν ἐν τοῖς ἁγίοις ἐστίν· οὐδ’ ὅλως κατ’ αὐτοὺς ὑπάρχει αὕτη· ἄνθρωποι ανοι δὲ ταύτην ὕστερον ἐπινοεῖν ἤρξαντο· καὶ καθ’ ἑαυτοὺς ἀνατυτυποῦσθαι· ὅθεν δὴ καὶ τὴν τῶν εἰδώλων ἐπίνοιαν ἑαυτοῖς ἀνεπλάσαντο· τὰ οὐκ ὄντα· ὡς ὄντα λογιζόμενοι· ὁ μὲν γὰρ τοῦ παντὸς δημιουργὸς καὶ παμβασιλεὺς θεὸς θς · ὁ ὑπερέκεινα πάσης οὐσίας καὶ ἀνθρωπίνης ἐπινοίας ὑπάρχων, ἅτε δὴ ἀγαθὸς καὶ ὑπέρκαλος ὢν, διὰ τοῦ ἰδίου λόγου τοῦ σωτῆρος σρς ἡμῶν ἰησοῦ ιυ χριστοῦ χυ · τὸ ἀνθρώπινον ἀνίνον γένος κατ’ ἰδίαν εἰκόνα πεποίηκε· καὶ τῶν ὄντων αὐτὸν θεωρητὴν καὶ ἐπιστήμονα διὰ τῆς πρὸς αὐτὸν ὁμοιότητος κατεσκεύασε· δοὺς αὐτῶ καὶ τῆς ἰδίας ἀϊδιότητος ἔννοιανκαὶ γνῶσιν· ἵνα τὴν ταυτότητα σώζων, μήτε τῆς περὶ θεοῦ θῦ φαντασίας ποτὲ ἀποστῆ, μήτε τῆς τῶν ἁγίων συζήσεως ἀποπηδήση, ἀλλ’ ἔχων τὴν τοῦ δεδωκότος χάριν, ἐχων καὶ τὴν ἰδίαν ἐκ τοῦ πατρι πρι κοῦ λόγου δύνναμιν· ἀγάλλεται καὶ συνομιλεῖ τῶ θεῶ θῶ . ζῶν τὸν ἀπήμονα καὶ μακάριον ὄντως ἀθάνατον βίον. οὐδὲν γὰρ ἔχων ἐμπόδιον εἰς τὴν περὶ τοῦ θείου γνῶσιν· θεωρεῖ μὲν ἀεὶ διὰ τῆς αὐτοῦ καθαρότητος τὴν τοῦ πατρὸς πρς εἰκόνα τὸν θεὸν θν λόγον· οὗ καὶ κατ’ εἰκόνα γέγονεν· ὑπερεκπλήττεται δὲ κατανοῶν δι’ αὐτοῦ εἰς τὸ πᾶν, πρόνοιαν· ὑπεράνω μὲν τῶν αἰσθητῶν καὶ πάσης σωματικῆς φαντασἰας γινόμενος· πρὸς δὲ τὰ ἐν οὐρανοῖς θεῖα καὶ νοητὰ, τῆ δυνάμει τοῦ νοῦ συναπτόμενος· ὅτε γὰρ οὐ συνομιλεῖ τοῖς σώμασιν ὁ νοῦς τῶν ἀνθρώπων ἀνων , οὐδέ τι τῆς των ἐπιθυμίας μεμιγμένον ἔξωθεν ἔχει· ἀ λ’ ὅλως ἐστὶν ἑαυτῶ συνὼν ὡς γέγονεν ἐξ ἀρχῆς· τότε δή τὰ αἰσθητὰ καὶ πάντα τὰ ἀνθρώπινα ἀνινα διαβὰς, ἄνω μετάρσιος γίνεται· και τὸν λόγον ἰδὼν, ὁρᾶ ἐν αὐτῶ καὶ τὸν τοῦ λόγου πατέρα πρα · ἡδόμενος ἐπὶ τῆ τούτου θεωρία, καὶ ἀνακαινούμενος ἐπὶ τῶ πρὸς τοῦτον πόθω· ὥσπερ οὖν τὸν πρῶτον τῶν ἀνθρώπων ἀνων γενόμενον, ὃς καὶ κατὰ τὴν ἑβραίων γλῶτταν ἀδὰμ ὠνομάσθη, λέγουσιν αἱ ἱεραὶ γραφαὶ κατὰ τὴν ἀρχὴν ἀνεπαισχύντω παρρησία τὸν νοῦν ἐσχηκέναι πρὸς τὸν θεὸν θν · καὶ συνδιαιτᾶσθαι τοῖς ἁγίοις ἐν τῆ τῶν νοητῶν θεωρία, ἣν εἶχεν ἐν ἐκείνω τῶ τόπω· ὃν καὶ ὁ ἅγιος μωϋσῆς τροπικῶς παράδεισον ὠνόμασεν· ἱκανὴ δὲ ἡ τῆς ψυχῆς καθαρότης ἐστὶ. καὶ τὸν θεὸν θν δι’ ἑαυτῆς κατοπτρί ζεσθαι· καθάπερ καὶ ὁ κύριος κς φησὶ· μακάριοι οἱ καθαροὶ τῆ καρδία, ὅτι αὐτοὶ τὸν θεὸν θν ὄψονται· οὕτω μὲν οὖν ὁ δημιουργὸς ὥσπερ εἴρηται τὸ ἀνθρώπων ἀνων γένος κατεσκεύασε καὶ μένειν ἡθέλησεν· οἱ δὲ ἄνθρωποι ἄνοι κατολιγωρήσαντες τῶν κρειττόνων· καὶ ὀκνήσαντες περὶ τὴν τούτων κατάληψιν, τὰ ἐγγυτέρω μᾶλλον ἑαυτῶν ἐζήτησαν· ἐγγύτερα δὲ τούτοις ἦν, τὸ σῶμα καὶ αἱ τούτων αἰσθήσεις· ὅθεν τῶν μὲν νοητῶν, ἀπέστησαν ἑαυτῶν τὸν νοῦν· ἑαυτοὺς δὲ κατανοεῖν κατανοοῦντες· καὶ τοῦ τε σώματος καὶ τῶν ἄλλων αἰσθητῶν ἀντιλαμβανόμενοι καὶ ὡς ἐν ἰδίοις ἀπατώμενοι, εἰς ἑαυτῶν ἐπιθυμίαν ἔπεσον· τὰ ἴδια προτιμήσαντες, τῆς πρὸς τὰ θεῖα θεωρίας· ἐνδιατρίψαντες δὲ τούτοις· καὶ τῶν ἐγγυτέρων μὴ ἀποστῆναι θέλοντες, ταῖς μὲν τοῦ σώματος ἡδοναῖς, συνέκλεισαν ἑαυτῶν τὴν ψυχὴν τεταραγμένην καὶ πεφυρμένην πάσαις ἐπιθυμίαις· τέλεον δὲ ἐπελάθοντο τῆς ἐξ ἀρχῆς αὐτῶν παρὰ θεοῦ θῦ δυνάμεως. τοῦτο δ’ ἄν τις ἴδοι καὶ ἐκ τοῦ πρώτου πλασθέντος ἄνθρωπου ἄνου ἀληθὲς· ὡς αἱ ἱεραὶ περὶ αὐτοῦ λέγουσι γραφαὶ. κἀκεῖνος γὰρ· ἕως μὲν τὸν νοῦν εἶχε πρὸς τὸν θεὸν θν καὶ τὴν τούτου θεωρίαν, ἀπεστρέφετο τὴν πρὸς τὸ σῶμα θεωρίαν· ὅτε δὲ συμβουλία τοῦ ὄφεως ἀπέστη μὲν τῆς πρὸς τὸν θεὸν θν διανοίας, ἑαυτὸν δὲ κατανοεῖν ἤρξατο, τηνικαῦτα καὶ εἰς ἐπιθυμίαν τοῦ σώματος ἔπεσον· καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν· καὶ γνόντες, ἠσχύνθησαν. ἔγνωσαν δὲ ἑαυτοὺς γυμνοὺς· ἀλλ’ ὅτι γυμνοὶ τῆς τῶν θείων θεωρίας γεγόνασι· καὶ πρὸς τὰ ἐναντία τὴν διάνοιαν μετήνεγκαν· ἀποστάντες γὰρ τῆς πρὸς τὸν θεὸν θν καὶ ὄντα θεὸν θν λέγω κατανοήσεως καὶ τοῦ πρὸς αὐτὸν πόθου, λοιπὸν εἰς διαφόρους καὶ εἰς εἰς τὰς κατὰ μέρος ἐπιθυμίας ἀνέβησαν τοῦ σώματος. εἶτα οἷα φιλεῖ γίνεσθαι· ἑκάστου καὶ πολλῶν ἐπιθυμίαν λαβόντες, ἤρξαντο καὶ τὴν πρὸς αὐτὰς σχέσιν ἔχειν· ὥστε καὶ φοβεῖσθαι ταύτας καταλεῖψαι· ὅθεν δὴ καὶ δειλίαι καὶ φόβοι καὶ ἡδοναὶ· καὶ θνητὰ φρονεῖν τῆ ψυχῆ προσγέγονεν. οὐ θέλουσα γὰρ ἀποστῆναι τῶν ἐπιθυμιῶν, φοβεῖται τὸν θάνατον, καὶ τὸν χωρισμὸν τοῦ σώματος· ἐπιθυμοῦσα δὲ πάλιν καὶ μὴ τυγχάνουσα τῶν ὁμοίων, ἔμαθε φονεύειν καὶ ἀδικεῖν· πῶς δὲ καὶ ταῦτα ποιεῖ, εὔλογον κατὰ δύναμιν σημᾶναι· καὶ ταῖς κατὰ μέρος τοῦ σώματος ἐνεργείαις καταχρωμένη· καὶ ἡ σα τῆ τοῦ σώματος θεωρία· καὶ ἰδοῦσα καλὸν ἑ τῆ εἶναι τὴν ἡδονὴν· πλανηθεῖσα, κατεχρήσατο τῶ τοῦ καλοῦ ὀνόματι· καὶ ἐνόμισεν εἶναι τὴν ἡδονὴν, αὐτὸ, τὸ ὄντως καλόν· ὥσπερ εἴ τὴν διάνοιαν παραπληγεὶς· καὶ ἀπαιτῶν ξίφος κατὰ τῶν ἀπαντώντων, νομίζει τοῦτο εἶναι τὸ σωφρονεῖν· ἐρασθεῖσα δὲ τῆς ἡδονῆς, ποικίλως αὐτὴν ἐνεργεῖν ἤρξατο, γὰρ τὴν φύσιν ἀκίνητος, εἰ καὶ τὰ καλὰ ἀπεστράφη· ἀλλὰ τοῦ κινεῖσθαι οὐ παύεται· κινεῖται οὖν, οὐκέτι μὲν κατὰ ἀρετὴν· οὐδὲ ὥστε τὸν θεὸν θν ὁρᾶν· ἀλλὰ τὰ μὴ ὄντα λογιζομένη, τὸ ἑαυτῆς δυνατὸν μεταποιεῖ· καταχρωμένη τούτω· εἰς ἃς ἐπενόησεν ἐπιθυμίας· ἐπεὶ καὶ αὐτεξούσιος γέγονε· δύναται γὰρ ὥσπερ πρὸς τὰ καλὰ νεύειν· οὕτως καὶ τὰ καλὰ ἀποστρέφεσθαι· ἀποστρεφομένη δὲ τὸ καλὸν, πάντως τὰ ἐναντία λογίζεται· παύσασθαι γᾶρ καθόλου τοῦ κινεῖσθαι οὐ δύναται· τὴν φύσιν οὖσα ὡς προεῖπον ἀκίνητος· καὶ γινώσκουσα τὸ αὐτεξούσιον ἑαυτῆς, ὁρᾶ ἑαυτὴν δύνασθαι κατ’ ἀμφότερα τοῖς τοῦ σώματος μέλεσι χρχρ ᾶ ῆ σθαι· εἴς τε τὰ ὄντα, καὶ τὰ μὴ ὄντα· ὄντα δέ ἐστι, τὰ καλὰ· οὐκ ὄντα δὲ καὶ οὐκ ὄντα· τὰ φαῦλα· ὄντα δέ φημι τὰ καλά, καθότι ἐκ τοῦ ὄντος θεοῦ θῦ τὰ παραδείγματα ἔχει· οὐκ ὄντα δὲ τὰ κακὰ λέγω, καθότι ἐπινοίαις ἀνθρώπων οὐκ ὄντα· ἀναπέπλασται· ἔχοντος γὰρ τοῦ σώματος ὀφθαλμοὺς εἰς τὸ τὴν κτίσιν ὁρᾶν· καὶ διὰ τῆς παναρμονίου ταύτης συντάξεως γινώσκειν τὸν δημιουργόν· ἔχοντος δὲ καὶ ἀκοὴν εἰς ἐπακρόασιν τῶν θείων λογίων καὶ τῶν τοῦ θεοῦ θῦ νόμων· ἔχοντος δὲ καὶ χεῖρας εἴς τε τὴν τῶν ἀναγκαίων ἐνέργειαν· καὶ ἔκτασιν τῆς πρὸς τὸν θεὸν θν εὐχῆς· ἡ ψυχὴ ἀποστᾶσα τῆς πρὸς τὰ καλὰ θεωρίας καὶ τοῖς ἐν αὐτοῖς κινήσεως, πὸν πλανωμένη κινεῖται εἰς τὰ ἐναντία. τα τὸ δυνατὸν ἑαυτῆς ὡς προεῖπον ὁρῶσα· τούτω καταχρωμένη, ἐνενόησεν ὅτι καὶ εἰς τὰ ἐναντία δύναται κινεῖν τὰ τοῦ σώματος μέλη. καὶ διατοῦτο· ἀντὶ· τοῦ· τὴν κτίσιν ὁρᾶν, εἰς ἐπιθυμίας τὸν ὀφθαλμὸν ἀποστρέφει· δεικνύουσα ὅτι καὶ τοῦτο δύναται· καὶ νομίζουσα ὅτι ἅπαξ κινουμένη, σώζει τὴν ἑαυτῆς ἀξίαν· καὶ οὐχ’ ἁμαρτάνει ποιοῦσα ὃ δύναται· καὶ οὐκ εἰδυῖα· ὅτι οὐχ’ ἁπλῶς κινεῖσθαι· ἀλλ’ εἰς ἃ δεῖ κινεῖσθαι γέγονε· τούτου γὰρ χάριν καὶ ἀποστολικὴ φωνὴ παρεγγυᾶ· πάντα ἔξεστιν, ἀλλ’ οὐ πάντα συμφέρει. ἀλλὰ τῶν ἀνθρώπων ἀνων ἡ τόλμα, οὐκ εἰς τὸ συμφέρονκαὶ πρέπον· ἀλλ’ εἰς τὸ δυνατὸν σκοπήσασα, τὰ ἐναντία ποιεῖν ἤρξατο· ὅθεν καὶ τὰς χεῖραςεἰς τὸ ἐναντίον κινουμένη, φονεύειν πεποίηκε, καὶ τὴν ἀκοὴν, εἰς παρακοὴν παρήγαγε· καὶ τὰ ἄλλα μέλη εἰς τὸ μοιχεύειν, ἀντὶ νομικῆς τεκνογονίας· καὶ τὴν μὲν γλῶτταν ἀντὶ εὐφημίας, εἰς βλασφημίας καὶ λοιδορίας καὶ ἐπιορκίας· τὰς δὲ χεῖρας αὖ πάλιν· εἰς τὸ κλέπτειν· καὶ τύπτειν τοὺς ὁμοίους ἀνθρώπους ἀνους · καὶ τὴν μὲν ὄσφρησιν, εἰς ὀδμῶν ἐρωτικῶν ποικιλίας· τοὺς δὲ πόδας, εἰς ὀξύτητα τοῦ ἐκχέε αἷμα· καὶ τὴν μὲν γαστέραν, εἰς μέθην καὶ κόρον ἀπλήρωτον· ἅπερ πάντα· κακία καὶ ἁμαρτία ψυχῆς ἐστιν· αἰτία δὲ τούτων οὐδεμία, ἀλλ’ ἡ τῶν κρειττόνων ἀποστροφή. ὡς γὰρ ἐὰν ἡνίοχος ἐπιβὰς ἵππο ἐν σταδίω· καταφρονήση μὲν τοῦ σκοποῦ εἰς ἐλαύνειν αὐτὸν προσήκει· ἀποστραφεὶς δὲ τον, ἁπλῶς ἐλαύνη τὸν ἵππον ὡς ἂν δύνη δύναται δὲ ὡς βούλεται· καὶ πολλάκις μὲ τοὺς ἀπαντῶντας ὁρμᾶ· πολλάκις δὲ κ κρημνῶν ἐλαύνει· φερόμενος ὅπου δ’ ἂν τὸν τῆ ὀξύτητι τῶν ἵππων φέροι· νομί ὅτι οὕτως τρέχων, οὐκ ἐσφάλη τοῦ σκοποῦ· πρὸς γὰρ μόνον τὸν δρόμον ἀποβλέπει· καὶ οὐχ’ ὁ ὅτι ἔξω τοῦ σκοποῦ γέγονεν; οὕτως καὶ ἡ ψυχὴ ἀποστραφεῖσα τὴν πρὸς τὸν θεὸν θν ὁδὸν, καὶ ἐλαύνουσα παρὰ τὸ πρέπον τὰ τοῦ σώματος μέλη, μ δὲ καὶ αὐτὴ μετ’ αὐτῶν ὑφ’ ἑαυτῆς ἐλαυνομένη, ἁμαρτάνει καὶ τὸ κακὸν ἑαυτῆ πλάττει· οὐχ’ ὁρῶσα ὅτι πεπλάνηται τῆς ὁδοῦ, καὶ ἔξω γέγονε τοῦ τῆς ἀληθείας σκοποῦ· εἰς ὃν ὁ χριστοφόρος ἀνὴρ ὁ μακάριος παῦλος ἀποβλέπων, ἔλεγε· κατὰ σκοπὸν διώκω εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως χριστοῦ χῦ ἰησοῦ ἰῦ · σκοπῶν οὖν τὸ καλὸν ὁ ἅγιος, δέποτε τὸ κακὸν ἐποίει· ἑλλήνων μὲν οὖν τινες πλανηθέντες τῆς ὁδοῦ καὶ τὸν χριστὸν χν οὐκ ἐγνωκότες, ἐν ὑποστάσει καὶ καθ’ ἑαυτὴν εἶναι τὴν κακίαν ἀπεφήναντο· ἁμαρτάνοντες κατὰ δύο ταῦτα· ἢ τὸν δημιουργὸν ἀποστεροῦντες τοῦ εἶναι ποιητὴν τῶν ὄντων· οὐκ ἂν γὰρ εἴη τῶν ὄντων κύριος κς εἴ γε κατ’ αὐτοὺς ἡ κακία ὑπόστασιν ἔχει καθ’ ἑαυτὴν καὶ οὐσίαν· ἢ πάλιν· θέλοντες αὐτὸν ποιητὴν εἶναι τῶν ὅλων, ἐξ ἀνάγκης καὶ τοῦ κακοῦ δώσουσιν εἶναι· ἐν γὰρ τοῖς οὖσι καὶ τὸ κακὸν κατ’ αὐτούς ἐστι· τοῦτο δὲ ἄτοπον καὶ ἀδύνατον ἂν φανείη· οὐ γὰρ ἐκ τοῦ καλοῦ τὸ κακόν· οὐδὲ ἐν αὐτῶ ἐστιν· οὐδὲ· δι’ αὐτοῦ· ἐπεὶ οὐκέτι καλὸν ἂν εἴη μεμιγμένην ἔχον τὴν φύσιν· ἢ αἴτιον γινόμενον κακοῦ οἱ δὲ ἀπὸ τῶν αἱρέσεων ἐκπεσόντες τῆς ἐκκλησιαστικῆς διδασκαλίας καὶ περὶ τὴν πίστιν ναυαγήσαντες, καὶ οὗτοι μὲν ὑπόστασιν τοῦ κακοῦ παραφρονοῦσιν εἶναι· ἀναπλάττονται δὲ ἑαυτοῖς παρὰ τὸν ἀληθινὸν τοῦ χριστοῦ χῦ πατέρα πρα θεὸν θν ἕτερον· καὶ τοῦτον ἀγέννητον· τοῦ κακοῦ ποιητὴν καὶ τῆς κακίας ἀρχηγόν, τὸν καὶ τῆς κτίσεως δημιουργὸν. τούτοις δὲ εὐχερῶς ἄν τις ἐλέγξειεν, ἔκ τε τῶν θείων γραφῶν καὶ τῆς ἐξ αὐτῆς τῆς ἐν ἀνθρώποις ἀνοις διανοίας· ἀφ’ ἧς καὶ ταῦτα ἀναπλασσάμενοι μαίνονται. ὁ μὲν οὖν κύριος κς καὶ σωτὴρ σηρ ἡμῶν ἰησοῦς ἰς χριστὸς χς ἐν τοῖς ἑαυτοῦ εὐαγγελίοις φησὶ· βεβαιῶν τὰ μωϋσέως ῥήματα· ὅτι κύριος κς ὁ θεὸς θς , εἷς ἐστι· καί ἐξομολογοῦμαί σοι πάτερ περ κύριε κε τοῦ οὐρανοῦ καὶ τῆς γῆς. εἰ δὲ εἷς ἐστὶν ὁ θεὸς θς , καὶ οὗτος οὐρανοῦ οὐνοῦ καὶ γῆς κύριος κς , πῶς ἄλλος ἂν εἴη θεὸς παρὰ τοῦτον· ποῦ δὲ καὶ ἔσται ὁ κατ’ αὐτοὺς θεός· τὰ πάντα τοῦ μόνου καὶ μόνο καὶ ἀληθινοῦ πληροῦντος, κατὰ τὴν τοῦ οὐρανοῦ καὶ γῆς περίληψιν· πῶς δὲ καὶ ἄλλος ἂν εἴη ποιητής· ὧν αὐτὸς ὁ θεὸς θς καὶ πατὴρ πηρ τοῦ χριστοῦ χῦ ἐστι κύριος κς κατὰ τὴν τοῦ σωτῆρος σρς φωνὴν, εἰ μὴ ἄρα ὡς ἐν ἰσοστασίω καὶ τῶν τοῦ ἀγαθοῦ θεοῦ θῦ , τὸν φαῦλον δύνασθαι γενέσθαι κύριον κν εἴποιεν· ἀλλ’ ἐὰν τοῦτο λέγωσιν· ὅρα εἰς ὅσην ἀσέβειαν ἐκπίπτουσιν· ἐν γὰρ τοῖς τὰ ἶσα δυναμένοις, τὸ ὑπερέχον καὶ κρεῖττον οὐκ ἂν εὑρεθείη· καὶ γὰρ εἰ μὴ θέλοντος τοῦ ἑτέρου, τὸ ἕτερόν ἐστιν, ἴση ἀμφοτέρων ἡ δύναμις καὶ ἡ ἀσθένειά ἐστιν·λαυρας ἴση μὲν, ὅτι νικῶσιν ἀλλήλων τὴν βούλησιν ἐν τῶ ε ἀσθένεια δὲ ἀμφοτέρων ἐστὶν· ὅτι μὴ βουλομένοι οῖς· παρὰ γνώμην ἀποβαίνει τὰ πράγματα· ἔστιγὰρ καὶ ἀγαθὸς παρὰ γνώμην τοῦ φαύλου· ἔστι καὶ ὁ φαῦλος παρὰ βούλησιν τοῦ ἀγαθοῦ. ἄλλως καὶ τοῦτο γὰρ ἄν τις αὐτοῖς εἴποι· εἰ τὰ φαινόμενα ἔργα τοῦ φαύλου ἐστὶ, τί τὸ ἔργον τοῦ ἀγαθοῦ· νεται γὰρ οὐδὲν· πλὴν μόνης τῆς τοῦ δημιουργοῦ κτίσεως. τί δὲ καὶ τοῦ εἶναι τὸν ἀγαθὸν γνώρισμα, οὐκ ὄντων αὐτοῦ ἔργων δι’ ὧν ἂν γνωσθείη· ἐκ γὰρ τῶν ἔργων ὁ δημιουργὸς γινώσκεται. πῶς δὲ ὅλως καὶ δύο ἂν εἴη, ἐναντία ἀλλήλων· ἢ τί τὸ διαιροῦν ἐστι ταῦτα, ἵνα χωρὶς ἀλλήλων γένωνται· εἶναι γὰρ αὐτὰ ἅμα· ἀδύνατον διὰ τὸ ἀναιρετικὰ ἀλλήλων εἶναι· ἀλλ’ οὐδὲ ἕτερον ἐν ἑτέρω δυνηθείη ἂν εἶναι· διὰ τὸ ἄμικτον καὶ ἀνόμοιον αὐτῶν τῆς φύσεως. οὐκοῦν ἐκ τρί τὸ διαιροῦν· φανήσεται καὶ αὐτὸ θεός θς . ἀλλὰ ποίας ἂν εἴη καὶ τὸ τρίτον φύσεως· πότερον τῆς τοῦ καλοῦ ἢ τοῦ φαύλου· ἄδηλον φανήσεται· τῆς γὰρ ἀμφοτέρων εἶναι αὐτὸ, ἀδύνατον· σαθρᾶς δὴ τοίνυν τῆς τοιαύτης αὐτῶν διανοίας φαινομένης, ἀνάγκη τὴν ἀλήθειαν διαλάμπειν τῆς ἐκκλησιαστικῆς γνώσεως· ὅτι τὸ κακὸν, οὐ παρὰ θεοῦ θῦ . οὐδὲ ἐν θεῶ θῶ · οὔτε ἐξ ἀρχῆς γέγονεν· οὔτε οὐσία τίς ἐστὶν αὐτοῦ· ἀλλὰ ἄνθρωποι ἄνοι κατὰ στέρησιν τῆς τοῦ καλοῦ φαντασίας, ἑαυτοῖς ἐπινοεῖν ἤρξαντο καὶ ἀναπλάττειν τὰ οὐκ ὄντα· καὶ ἅπερ βούλονται· ὡς γὰρ ἄν τις ἡλίου φαίνοντος· καὶ πάσης τῆς γῆς τῶ φωτὶ τούτου καταλαμπομένης· καμμύων τοὺς ὀφθαλμούς σκότος ἑαυτῶ ἐπινοεῖ οὐκ ὄντος σκότους· καὶ λοιπὸν ὡς ἐν σκότει πλανόμενος περιπατεῖ· πολλάκις πίπτων, καὶ κατὰ κρημνῶν ὑπάγων, νομίζων οὐκ εἶναι φῶς, ἀλλὰ σκότος· δοκῶν γὰρ βλέπειν οὐδ’ ὅλως ὁρᾶ; οὕτως καὶ ἡ ψυχὴ τῶν ἀνθρώπων ἀνων · καμμύουασα τὸν ὀφθαλμὸν δι’ οὗ τὸν θεὸν θν ὁρᾶν δύναται, ἑαυτῆ τὰ κακὰ ἐπενόησεν· ἐν οἷς κινουμένη, οὐκ οἶδεν ὅτι δοκοῦσά τι ποιεῖν, οὐδὲν ποιεῖ· τὰ οὐκ ὄντα γὰρ ἀναπλάττττεται. καὶ οὐχ ὁποία γέγονε, τοιαύτη καὶ ἔμεινεν· ἀλλ’ ὁποίαν ἑαυτὴν ἐνέφυρε, τοιαύτη καὶ φαίνεται. γέγονε μὲν γὰρ εἰς τὸ ὁρᾶν τὸν θεὸν θν · καὶ ὑπ’ αὐτοῦ φωτίζεσθαι· αὕτη δὲ ἀντὶ τοῦ θεοῦ θῦ τὰ φθαρτὰ καὶ τὸ σκότος ἐζήτησεν· ὥς που καὶ τὸ πνεῦμα πνα ἐγγράφως φησὶν· ὁ θεὸς θς τὸν ἄνθρωπον ἄνον ἐποίησεν εὐθῆ. αὐτοὶ δὲ ἐζήτησαν λογισμοὺς πολλοὺς. κακίας οὖν εὕρεσις καὶ ἐπίνοια τοῖς ἀνθρώποις ἀνοις ἐξ ἀρχῆς, οὕτω γέγονε καὶ πέπλασται· πῶς δὲ καὶ εἰς τὴν τῶν εἰδώλων μανίαν καταβεβήκασιν. ἤ λέγειν ἀναγκαῖον· ἵνα γινώσκης ὅτι ὅλως ἡ τῶν εἰδώλων εὕρεσις· οὐκ ἀπὸ ἀγαθοῦ· ἀλλ’ ἀπὸ κακίας γέγονε· τὸ δὲ τὴν ἀρχὴν ἔχον κακὴν, ἐν οὐδενί ποτε καλὸν κριθείη, ὅλον ὂν φαῦλον· κ ἀρκεσθεῖσα δὲ τῆ τῆς κακίας ἐπινοία τῶν ἀνθρώπων ἀνων ἡ ψυχὴ, κατ’ ὀλίγον καὶ εἰς τὰ χείρονα ἑαυτὴν ἐξάγειν ἤρξατο· μαθοῦσα γὰρ διαφορὰς ἡδονῶν· καὶ ζωσαμένη τὴν τῶν θείων λήθην· ἡδομένη δὲ καὶ πρὸς τὰ τοῦ σώματος πάθη, καὶ πρὸς μόνα τὰ παρόντα, καὶ τὰς τούτων δόξας ἀποβλέπουσα, ἐνόμισε μηδὲν ἔτι πλέον εἶναι τῶν βλεπομένων· ἀλλὰ μόνα τὰ πρόσκαιρα, καὶ τὰ σωματικὰ, εἶναι τὰ καλά. ἀποστραφεῖσα δὲ καὶ ἐπιλαθομένη ἑαυτὴν εἶναι κατ’ εἰκόνα τοῦ ἀγαθοῦ θεοῦ θῦ , οὐκέτι μὲν διὰ τῆς αὐτῆ δυνάμεως τὸν θεὸν θν λόγον καθ ὃν καὶ γέγο ὁρᾶ· ἔξω δὲ ἑαυτῆς γενομένη, τὰ οὐκ ὄντα λογίζεται καὶ ἀνατυποῦται· ἐπικρύψασα ταῖς ἐπιπλοκαῖς τῶν σωματικῶν ἐπιθυμιῶν, τὸ· ὡς ἐν αὐτῆ κάτοπτρον, δι’ οὗ μόνον ὁρᾶν ἠδύνατο τὴν εἰκόνα τοῦ πατρός πρς , οὐκέτι μὲν ὁρᾶ ἃ δεῖ ψυχὴ νοεῖν· παντὶ δὲ περιφέρεται, καὶ μόνα ἐκεῖνα ὁρᾶ, τὰ τῆ αἰσθήσει προσπίπτοντα καὶ ἐν ταῖς τούτων δόξαις ταραττομένη, λοιπόν ὃν ἐπελάθετο τῆ διανοία θεόν θν , τοῦτον ἐν σωματικοῖς καὶ αἰσθητοῖς ἀναπλάττεται· τοῖς φαινομένοις τὴν τοῦ θεοῦ θῦ προσηγορίαν ἀνατιθεῖσα· καὶ μόνα ταῦτα, δοξάζουσα· ἅπερ αὐτὴ βούλεται καὶ ὡς ἡδέα ὁρᾶ· προηγεῖται τοίνυν αἰτία τῆς εἰδωλολατρίας, ἡ κακία· μαθόντες γὰρ οἱ ἄνθρωποι ἄνοι τὴν οὐκ οὖσαν κακίαν ἑαυτοῖς ἐπινοεῖν, οὕτως καὶ τοὺς οὐκ ὄντας εαυτοῖς ἀνεπλάττοντο· οἷον δὲ· εἴ τις εἰς βυθὸν καταδὺς· μηκέτι μὲν βλέποι τὸ φῶς μὴ δὲ τὰ ἐν τῶ φωτὶ φαινόμενα διὰ τὸ τῶν ὀφθαλμῶν αὐτοῦ πρὸς τὸ κάτω νεῦμα, καὶ τὴν τοῦ ὕδατος ἐπικειμένην χύσιν αὐτῶ· μόνα δὲ τὰ ἐν τῶ βυθῶ αἰσθόμενος· νομίζοι μηδὲν πλέον ἐκείνων εἶναι· ἀλλ’ αὐτὰ τὰ φαινόμενα αὐτῶ· τῶν ὄντων εἶναι τὰ κύρια· οὕτως καὶ οἱ πάλαι τῶν ἀνθρώπων ἀνων παράφρονες· καταδύντες εἰς τὰς τῶν σαρκῶν ἐπιθυμίας καὶ φαντασίας· καὶ ἐπιλαθόμενοι τῆς περὶ καὶ δόξης. ἀμυδρῶ τῶ λογισμῶ. ον δὲ ἀλογία χρησάμενοι, τὰ φαινόμενα θεοὺς ετυπώσαντο· τὴν κτίσιν παρὰ τὸν κτί ντα δοξάζοντες, καὶ τὰ ἔργαμᾶλλον ἐκθειάζοντες, ἤπερ τὸν τούτων αἴτιον καὶ δημιουργὸν δεσπότην θεὸν θν . ὥσπερ δὲ κατὰ τὸ προλεχθὲν παράδειγμα· οἱ εἰς τὸν βυθὸν καταδυόμενοι· ὅσον μᾶλλον ἐπικαταβαίνουσι, τοσοῦτον εἰς τὰ σκοτεινότερα καὶ βαθύτερα ὁρμῶσιν· οὕτω καὶ τὸ τῶν ἀνθρώπων ἀνων πέπονθε γένος· οὐ γὰρ ἁπλῆν ἔσχον τὴν εἰδωλολατρίαν· οὐδὲ ἀφ’ ὧν αντο, ἐν τούτοις καὶ διέμειναν· ἀλλ’ ὅσον τοῖς πρώτοις ἐνεχρόνιζον, τοσοῦτον ἑαυτοῖς καινοτέραις ἐφεύρισκον δεισιδαιμονίας· καὶ κόρον οὐ λαμβάνοντες τῶν πρώτων· ἄλλοις πάλιν ἐνεπίμπλαντο κακοῖς· προκόπτοντες ἐν τοῖς αἰσχίστοις, καὶ πλεῖον ἑαυτῶν ἐπεκτείνοντες τὴν ἀσέβειαν· τοῦτο δὲ καὶ ἡ θεία γραφὴ μαρτύρεται λέγουσα· ὅταν ἔλθη ὁ ἀσεβὴς εἰς βάθος κακῶν καταφρονεῖ· ἄρτι γὰρ ἀπεπήδησεν ἡ διάνοια τῶν ἀνθρώπων ἀνων ἀπὸ θεοῦ θῦ · καὶ καταβαίνοντες ταῖς ἐννοίαις καὶ τοῖς λογισμοῖς οἱ ἄνθρωποι ἄνοι · πρώτοις οὐρανῶ οὐνῶ · καὶ ἡλίω· καὶ σελήνη· καὶ τοῖς ἄστροις· τὴν τοῦ θεοῦ θῦ τιμὴν ἀνέθηκαν· ἐκείνους οὐ μόνον θεοὺς εἶναι νομίζοντες, ἀλλὰ καὶ τῶν ἄλλων τῶν μετ’ αὐτοὺς αἰτίους τυγχάνειν· εἶτ’ ἐπικαταβαίνοντες τοῖς σκοτεινοῖς λογισμοῖς, αἰθέρα καὶ τὸν ἀέρα· καὶ τὰ ἐν τῶ ἀέρι· προσηγόρευσαν θεούς· προβαίνοντες δὲ τοῖς κακοῖς, ἤδη καὶ τὰ στοιχεῖα· καὶ τὰς ἀρχὰς τῆς τῶν σωμάτων συστάσεως· τὴν θερμὴν· καὶ τὴν ψυχράν· καὶ τὴν ξηρὰν· καὶ τὴν ὑγράν οὐσίαν θεοὺς ἀνύμνησαν. ὡς δὲ περὶ τὴν γῆν ἰλυσπῶνται, δίκην τῶν ἐν τ κοχλίων· οὕτως οἱ ἀσεβέστατοι τῶν ἀν πεσόντες καὶ καταπεσόντες ἀπὸ τῆς πε φαντασίας, λοιπὸν καὶ ἀνθρώπους ἀνους καὶ ἀνθρώπων ἀνων μορφὰς· τῶν μὲν, ἔτι ζώντων· τῶν δὲ καὶ μ θάνατον, ὡς θεοὺς ἀνέθηκαν. ἔτι δὲ καὶ χεί να βουλευόμενοι καὶ λογιζόμενοι, ἤδη εἰς λίθους καὶ ξύλα· καὶ ἑρπετὰ· ἔνυδρά τε καὶ χερσαῖα· καὶ εἰς τὰ τῶν ἀλόγων ἀνήμερα ζῶα, τὴν θείαν καὶ ὑπερκόσμιον τοῦ θεοῦ θῦ σηγορίαν μετήνεγκαν· πᾶσαν τιμὴν θεοῦ θῦ αὐ ἀπονέμοντες· καὶ τὸν ἀληθινὸν καὶ ὄντως ὄντα θεὸν θν τὸν τοῦ χριστοῦ χῦ πατέρα πρα , ἀποστρεφόμενοι· εἴθε δὲ κἂν μέχρι τούτων εἱστήκει τῶν ἀφρόνων ἡ τόλμα, καὶ μὴ περαιτέρω βαίνοντες, ἑαυ33τοὺς ταῖς ἀσεβείαις ἐνέφυρον· τοσοῦτον γάρ τίνες καταπεπτώκασι τῆ διανοία, καὶ ἐσκοτίσθησαν τὸν νοῦν· ὥστε καὶ τὰ μη λως μηδαμῶς ὑπάρχοντα μὴ δὲ ἐν τοῖς γενομένοις φαινόμενα, ὅμως ἑαυτοῖς ἐπινοῆσαι καὶ θεοποιῆσαι. λογικὰ γὰρ ἀλόγοις ἐπιμίξαντες, καὶ ἀνόμοια τῆ φύσει ἐνείραντες, ὡς θεοὺς θρησκεύουσιν· οἷοί εἰσὶν οἱ παρ’ αἰγυπτίοις κυνοκέφαλοι· καὶ ὀφιοκέφαλοι· καὶ ὀνοκέφαλοι· καὶ ὁ παρὰ λίβυσι κριοκέφαλος ἄμμων· ἄλλοι δὲ τὰ μέρη τῶν σωμάτων· κεφαλὴν· καὶ ὦμον· καὶ χεῖρα· καὶ πόδα καθ’ ἑαυτὰ διελόντες, ἕκαστον εἰς θεοὺς ἀνέθηκαν καὶ ἐξεθείασαν· ὥσπερ οὐκ ἀρκούμενοι ἐξ ὁλοκλήρου τοῦ ὅλου σώματος ἔχειν τὴν θρησκείαν· δὲ τὴν ἀσέβειαν ἕτεροι, τὴν πρόφα τῆς τούτων εὑρέσεως καὶ τῆς ἑαυτῶν κακίας· ν ἡδονὴν καὶ τὴν ἐπιθυμίαν, θεοποιήσαντες οσκυνοῦσιν· οἷός ἐστὶν ὁ παρ’ αὐτοῖς ἔρως· ἐν πάφω· ἀφροδίτη· οἱ δὲ, ὥσπερ αὐτῶν φιλοτιμούμενοι τοῖς χείροσιν, ἐτόλμησαν τοὺς ρ’ αὐτῶν ἄρχοντας· ἢ καὶ τοὺς τούτων παῖδας, εἰς θεοὺς ἀναθεῖναι· ἢ διὰ τιμὴν τῶν ἀρξάντων, ἢ διὰ φόβον τῆς αὐτῶν τυραννίδος· ὡς ὁ ἐν κρήτη παρ’ αὐτοῖς περιβόητος ζεύς· καὶ ὁ ἐν ἀρκαδία ἑρμῆς· καὶ παρὰ μὲν ἰνδοῖς διόνυσος· παρὰ δὲ αἰγυπτίοις· ἶσις· καὶ ὄσιρις καὶ ὦρος· καὶ ὁ νῦν ἀνδριανοῦ τοῦ ῥωμαίων βασιλέως παιδικὸς ἀντίνοος, ὃν καίπερ εἰδότες ἄνθρωπον ἄνον , καὶ ἄνθρωπον ἄνον οὐ σεμνόν, ἀλλ’ ἀσελγείας ἔμπλεων, διὰ φόβον τοῦ προστάξαντος σέβουσιν. ἐπιδημήσας γὰρ ἀδριανὸς τῆ χώρα τῶν αἰγυπτίων, τελευτήσαντα τὸν τῆς ἡδονῆς αὐτοῦ ὑπηρέτην ἀντίνοον, ἐκέλευσε θρησκεύεσθαι· αὐτὸς μὲν, καὶ μετὰ θάνατον ἐρῶν τοῦ παιδός· ἔλεγχον δὲ ὅμως καθ’ ἑαυτοῦ καὶ γνώρισμα κατὰ πάσης εἰδωλολατρίας παρέχων, ὅτι οὐκ ἄλλως εὑρέθη παρὰ τοῖς ἀνθρώποις ἀνοις αὕτη, ἢ δι’ ἐπιθυμίαν τῶν πλασαμένων· καθὼς καὶ ἡ σοφία τοῦ θεοῦ θῦ προμαρτύρεται λέγουσα· ἀρχὴ πορνείας, ἐπίνοια εἰδώλων· καὶ μή τι θαυμάσης· μὴ δὲ μακρὰν πίστεως νομίσης εἶναι τὸ λεγόμενον, ὅπου γε καὶ οὐ πολλῶ πρότερον· ἢ τάχα καὶ μέχρι νῦν ἡ ῥωμαίων σύγκλητος· τοὺς πώποτε αὐτῶν ἐξ ἀρχῆς ἄρξαντας βασιλέας, ἢ πάντας· ἢ οὓς ἂν αὐτοὶ βούλωνται νωσι, δογματίζουσιν ἐν θεοῖς εἶναι· καὶ θρησκεύεσθαι θεοὺς γράφουσιν· οἷς μὲν ἀπεχθάνονται, τούτους ὡς πολεμίους τὴν φύσιν ὁμολογοῦσι· καὶ ἀνθρώπους ἀνους ὀνομάζουσιν· οὓς δὲ καταθυμίους ἔχουσι, τούτους δι’ ἀνδραγαθίαν θρησκεύεσθαι προστάττουσιν· ὥσπερ ὅρα ὅλον ἐπ’ ἐξουσίας ἔχοντες τὸ θεοποιεῖν, αὐτοὶ ἄνθρωποι τυγχάνοντες· καὶ εἶναι θνητοὶ μὴ ἀρνούμενοι· ἔδει δὲ θεοποιοῦντας αὐτούς, μᾶλλον αὐτοὺς εἶναι θεούς· τὸ γὰρ ποιοῦν τοῦ ποιουμένου κρεῖττον εἶναι δοκεῖ· καὶ ὁ κρίνων τοῦ κρινομένου ἐξ ἀνάγκης ἄρχει· καὶ ὁ διδοὺς· πάντως ὃ ἔχει χαρίζεται· ὥσπερ ἀμέλει καὶ πᾶς βασιλεὺς ὃ μὲν ἔχει χαρίζεται· τῶν δὲ λαμβανόντων κρείττων καὶ μείζων ἐστίν· εἴπερ οὖν· οὓς θέλουσιν αὐτοὶ τούτους θεοὺς δογματίζουσιν εἶναι, ἔδει καὶ αὐτοὺς πρῶτον εἶναι θεοὺς· ἀλλὰ τὸ θαυμαστὸν, ἐστὶ τοῦτο· ὅτι αὐτοὶ ἀποθνήσκοντες ὡς ἄνθρωποι ἄνοι ἐλλέγχουσι τὴν ἑαυτῶν περὶ τῶν θεοποιηθέντων ὑπ’ αὐτῶν ψῆφον· εἶναι ψευδῆ. τοῦτο δὲ τὸ ἔθος οὐ καινόν· οὐδὲ ἀπὸ τῆς ῥωμαίων ἤρξατο βουλῆς· ἀλλ’ ἢ ἄνωθεν προγινόμενον καὶ προμελετώμενον ἐπὶ τὴν τῶν εἰδώλων ἔννοιαν. καὶ γὰρ οἱ πάλαι παρ’ ἕλλησι διαβεβοημένοι θεοὶ· ζεὺς· καὶ ποσειδὼν· καὶ ἀπόλλων· καὶ ἥφαιστος· καὶ ἑρμῆς· καὶ ἐν θηλείαις, ἥρα· καὶ δήμητρα· καὶ ἀθηνά· καὶ ἄρτεμις· ταῖς θησέως· τοῦ παρὰ τοῖς ἕλλησιν ἱστορουμένου διαταγαῖς, ἐκρίθησαν λέγεσθαι θεοὶ· καὶ οἱ μὲν διαταξάμενοι ὡς ἄνθρωποι ἄνοι ἀποθνήσκοντες, θρηνοῦνται· οὓς δὲ διετάξαντο, οὗτοι ὡς θεοὶ προσκυνοῦνται· ὢ πολλῆς ἐναντιότητος καὶ μανίας· διαταξάμενον εἰδότες, οὓς διετάξατο προ μῶσι. καὶ εἴθε μέχρις ἀρόνων εἱστήκει τούτων δωλομανία, καὶ μὴ εἰς θηλείας κατέφε τὴν θείαν προσηγορίαν· καὶ γὰρ καὶ γυναῖ ς ἃς οὐδὲ εἰς κοινὴν περὶ πραγμάτων συμβουλίαν λαμβάνειν ἀσφαλές, ταύτας τῆ τοῦ θεοῦ θῦ τιμῆ, θρησκεύουσι καὶ σέβουσιν· ὡς αἱ μὲν παρὰ θησέως διαταγεῖσαι ἃς προειρήκαμεν· παρὰ δὲ αἰγυπτίοις, ἶσις· καὶ κόρη· καὶ νεωτέρα· καὶ παρ’ ἄλλοις, ἀφροδίτη· τὰ γὰρ τῶν ἄλλων ὀνόματα, οὐδὲ λέγειν εὐαγὲς ἡγοῦμαι· πάσης χλεύης ὄντα μεστά. πολλοὶ γὰρ οὐ μόνον ἐν τοῖς πάλαι, ἀλλὰ καὶ ἐν τοῖς καθ’ ἡμᾶς χρόνοις· ἀποβαλόντες φίλτατα καὶ ἀδελφοὺς καὶ συγγενεῖς, καὶ γυναῖκας· πολλαὶ δὲ καὶ ἄνδρας ἀποβαλοῦσαι· οὓς πάντας ἡ φύσις ἤλεγξεν ἀνθρώπους ἀνους εἶναι θνητούς, τούτους καὶ ταύτας διὰ τὸ πολὺ περὶ αὐτῶν πένθος· ἀναζωγραφήσαντες καὶ θυσίας ἀναπλάσαντες, ἀνέθηκαν· οὓς οἱ μετὰ ταῦτα διὰ τὴν πλάσιν καὶ τὴν τοῦ τεχνίτου φιλοτιμίαν, θεοὺς ἐθρήσκευσαν· πρᾶγμα πάσχοντες, οὐ κατὰ φύσιν· οὓς γὰρ οἱ γονεῖς ὡς μὴ ὄντας θεοὺς ἐθρήνησαν. οὐκ ἂν γὰρ εἴπερ ἤδεισαν αὐτοὺς θεοὺς, ὡς ἀπολλομένους ἐκόψαντο· τούτου γὰρ χάριν, οὐ μόνον νομίζοντες αὐτοὺς εἶναι θεούς, ἀλλὰ μηδόλως ὑπάρχειν ἐν εἰκόνι τούτους ἐτυπώσαντο· ἵνα τὸ μηκέτι εἶναι τὴν διὰ τῆς εἰκόνος δόκησιν ὁρῶντες, παραμυθῶνται, τούτοις ὅμως οἱ ἄφρονες, ὡς θεοῖς εὔχονται· καὶ τὴν ὅρατοῦ ἀληθινοῦ τιμὴν τούτοις περιτιθέασιν· ἐν γοῦν αἰγύπτω εἰσέτι καὶ νῦν, ὁ περὶ ὀσίρεως· καὶ ὥρου· καὶ τύφωνος, καὶ τῶν ἄλλων, θρῆ τῆς ἀπωλείας ἐπιτελεῖται· καὶ τὰ ἐν δωδώ χαλκεῖα· καὶ οἱ ἐν κρήτη κορύβαντες· τὸν μὴ εἶναι θεὸν ἐλέγχουσιν· ἀλλ’ ἄνθρωπον ἄνον · καὶ τοῦτον ἐκ πατρὸς πρς ὠμοβόρου γενόμενον· καὶ τό γε θαυμαστὸν· ὅτι καὶ ὁ πάνυ παρ’ ἕλλησι σοφὸς καὶ πολλὰ καυχησάμενος ὡς περὶ θεοῦ διανοηθεὶς ὁ πλάτων, εἰς τὸν πειραιᾶ μετὰ σωκράτους κατέρχεται, τὴν ἀνθρώπου ἀνου τέχνη πλασθεῖσαν ἄρτεμιν προσκυνήσων· ταύτας δὲ καὶ τὰς τοιαύτας τῆς εἰδωλομανίας εὑρέσεις, ἄνωθεν καὶ πρὸ πολλοῦ προεδίδασκεν ἡ γραφὴ λέγουσα· ἀρχὴ πορνείας, ἐπίνοια εἰδώλων· εὕρεσις δὲ αὐ τῶν· φθορὰ ζωῆς· οὔτε γὰρ ἦν ἀπ’ ἀρχῆς, οὔτε εἰς τὸν αἰῶνα ἔσται. κενοδοξία γὰρ ἀνθρώπων ἀνων ἦλθεν εἰς τὸν κόσμον· καὶ διατοῦτο σύντομον αὐτῶν τέλος ἐπενοήθη. ἀώρω γὰρ πένθει τρυχόμενος πατήρ πηρ τοῦ ταχέως ἀφαιρεθέντος τέκνου εἰκόνα ποιήσας· τὸν τότε νεκρὸν ἄνθρωπον ἄνον , νῦν ὡς ζῶντα ἐτίμησε· καὶ παρέδωκε τοῖς ὑποχειρίοις, μυστήρια καὶ τελετάς. εἶτ’ ἐν χρόνω κρατυνθὲν τὸ ἀσεβὲς ἔθος, ὡς νόμος ἐφυλάχθη· καὶ τυράννων ἐπιταγαῖς, ἐθρησκεύετο τὰ γλυπτά· οὓς ἐν ὄψει μὴ δυνά μενοι τιμᾶν ἄνθρωποι ἄνοι διὰ τὸ μακρὰν οἰκεῖν, τὴν πόρρωθεν ὄψιν ἀνατυπωσάμενοι, ἐμφανῆ εἰ κόνα τοῦ τετιμημένου βασιλέως ἐποίησαν· ἵ να τὸν ἀπόντα, ὡς παρόντα κολακεύωσι διὰ τῆς σπουδῆς· εἰς ἐπίτασιν δὲ θρησκείας· καὶ τοὺς ας ἡ τοῦ τεχνίτου προετρέψατο φιλοτιμία· ν γὰρ ἴσως τῶ κρατοῦντι βουλόμενος σαι, ἐξεβιάσατο τῆ τέχνη τὴν ὁμοιότητα πὶ τὸ κάλλιον· τὸ δὲ πλῆθος ἐφελκόμενον διὰ τὸ εὔχαρι τῆς ἐργασίας, τὸν πρὸ ὀλίγου τιμηθέντα ἄνθρωπον ἄνον , νῦν σέβασμα ἐλογίσαντο· καὶ τοῦ ἐγεγόνει τῶ βίω εἰς ἔνεδρον· ὅτι ἢ συμφορᾶ, ἢ τυραννίδι δουλεύσαντες ἄνθρωποι ἄνοι , τὸ ἀκοινώνητον ὄνομα λίθοις καὶ ξύλοις περιέθηκαν· τοιαύτης τοίνυν τῆς τῶν εἰδώλων εὑρέσεως ἐπὶ μάρτυρι τῆ γραφῆ· παρὰ τοῖς ἀνθρώποις ἀνοις ἀρξαμένης καὶ ἀναπλασθείσης· ὥρα λοιπόν σοι καὶ τὸν κατ’ αὐτῆς ἔλλεγχον ἀποδεῖξαι· οὐ τοσοῦτον ἔξωθεν, ὅσον ἀφ’ ὧν οὗτοι περὶ αὐτῶν φρονοῦσι τὰ τεκμήρια λαμβανόντες. εἰ γάρ τις τῶν παρ’ αὐτοῖς λεγομένων θεῶν· ἵνα πρῶτον ἀπὸ τούτων τῶν κάτωθεν ἄρξωμαι· λάβοι τὰς πράξεις· εὑρήσει μὴ μόνον οὐκ εἶναι αὐτοὺς θεοὺς, ἀλλὰ καὶ τῶν ἀνθρώπων ἀνων τοὺς αἰσχίστους γεγονότας. οἷον γὰρ οἷόν ἐστὶν· ἰδεῖν τοὺς παρὰ ποιηταῖς τοῦ διὸς ἔρωτας καὶ τὰς ἀσελγείας· οἷόν ἐστιν αὐτὸν ἀκούειν ἁρπάζοντα μὲν τὸν γαννυμήδην· καὶ τὰς κλοπιμαίους ἐργαζόμενον μοιχείας· δεδιότα δὲ καὶ δειλιῶντα, μὴ παρὰ γνώμην αὐτοῦ τὰ τῶν τρώων ἀπόλληται τείχη· οἷόν ἐστιν ἰδεῖν αὐτὸν ἀχθόμενον· ἐπὶ τῶ θανάτω τοῦ υἱέος αὐτοῦ σαρπηδόνος· καὶ βουλόμενον αὐτῶ βοηθῆσαι· καὶ μὴ δυνάμενον· καὶ ἐπιβουλευόμενον ἐπὶ τῶν ἄλλων λεγομένων θεῶν· ἀθηνᾶς δὴ λέγω καὶ ἥρας· καὶ ποσειδῶνος· βοηθούμενον δὲ ὑπὸ θέτι ἑκατονταχείρου αἰγαίωνος· καὶ νι ὑπὸ ἡδονῶν, δουλεύοντα δὲ γυναιξὶ· δι’ αὐτὰς· ἐν ἀλόγοις ζώοις· τετράποσί τε πτηνοῖς ταῖς φαντασίαις παρακινδυνεύ καὶ πάλιν αὐτὸν μὲν κρυπτόμενον διὰ τὴν τοῦ ἐπιβουλὴν· τὸν δὲ κρόνον ὑπ’ αὐτοῦ δε μενον· κἀκεῖνον ἀποτέμνοντα τὸν πατέρα πρα ἆρ’ οὖν· ἄξιον τοῦτον ὑπονοεῖν θεὸν, τοσαῦτα δράσαντα καὶ διαβληθέντα, ἃ μὴ δὲ οἱ κοινοὶ ῥωμαίων νόμοι, καὶ τοὺς ἁπλῶς θρώπους ἐπιτρέπουσι ποιεῖν; ἵνα γὰρ πολλῶν ὀλίγα μνημονεύσω διὰ τὸ πλῆθος· ἰδὼν αὐτοῦ τὴν εἰς σεμέλην καὶ λήδαν· ἀλκμήνην· καὶ ἄρτεμιν· καὶ λητῶ· καὶ μαῖαν· καὶ εὐρώπην· καὶ δανάην· καὶ ἀν πην· παρανομίαν καὶ φθορὰν· ἢ τίς ἰδὼν τὴν εἰς τὴν ἰδίαν αὐτοῦ ἀδελφὴν ἐπιχεί καὶ τόλμαν· ὅτι τὴν αὐτὴν ἀδελφὴν εἶχε καὶ γυναῖκα, οὐκ ἂν χλευάσειε· καὶ ζημι σειε θανάτω· ὅτι μὴ μόνον ἐμοίχευσεν, ἀλλὰ καὶ τοὺς ἐκ τῆς μοιχείας γενομένους αὐ παῖδας, θεοποιήσας, ἀνέθηκεν· ἐπικάλυμμα τῆς παρανομίας αὐτοῦ, τὴν τῆς θεοποιίας φαντασίαν κατασκευάζων· ὧν εἰσι· δ νυσος καὶ ἡρακλὴς· καὶ διόσκουροι· καὶ μῆς· καὶ περσεὺς· καὶ σώτειρα. τίς ἰδὼν τὴν τῶν λεγομένων θεῶν ἀκατάλλακτον πρὸς ἑαυτοὺς ἔριν ἐν ἰλίω· τῶν ἑλλήνων καὶ τῶν τρώων χάριν, οὐ καταγνώσεται τῆς ἀσθενείας αὐτῶν, ὅτι διὰ τὴν πρὸς ἀλλήλους αν, καὶ τοὺς ἀνθρώπους ἀνους παρώξυναν, ν ὑπὸ μὲν διομήδους· τιτρωσκομένους εα καὶ ἀφροδίτην· ὑπὸ δὲ ἡρακλέους, ν ἥραν καὶ τὸν ὑποχθόνιον· ὃν καλοῦσι θεὸν ϊδωνέα· καὶ διόνυσον μὲν ὑπὸ περσέως· νᾶν δὲ ὑπὸ ἀρκάδος· καὶ τὸν ἥφαιστον ῥι μενον καὶ χωλαίνοντα, οὐ καταγνώσεται ς φύσεως· καὶ ἀποστραφήσεται μὲν τοῦ λέγειν τοὺς ἔτι εἶναι θεοὺς. φθαρτοὺς δὲ καὶ παθητοὺς τοὺς ἀκούων, οὐδὲν ἄλλο, ἢ ἀνθρώπους ἀνους αὐτούς, καὶ ἀνθρώπους ἀνους ἀσθενεῖς ἐπιγνώσεται· καὶ μᾶλλον τοὺς τρώσαντας, ἢ τοὺς τρωθέντας θαυμά ιεν· ἢ τίς ἰδὼν τὴν ἄρεως πρὸς ἀφροδίτην μοιχείαν· καὶ τὸν ἡφαίστου κατ’ ἀμφοτέρων κατασκευαζόμενον δόλον· καὶ τοὺς ἄλλους λεγομένους θεοὺς, ἐπὶ θέαν· τῆς μοι είας ὑπὸ τοῦ ἡφαίστου καλουμένους· καὶ αὐ οὺς ἐρχομένους καὶ ὁρῶντας αὐτῶν τὴν ἀ έλγειαν· οὐκ ἂν γελάσειε καὶ καταγνώσεται ς φαυλότητος αὐτῶν· ἢ τίς οὐκ ἂν γελάσειεν ρῶν τὴν ἡρακλέους πρὸς τὴν ὀμφάλην ἐκ μέθης παραφροσύνην καὶ ἀσωτίαν· τὰς γὰρ καθ’ ἡδονὴν αὐτῶν πράξεις· καὶ τοὺς παραλόγους αὐτῶν ἔρωτας· καὶ τὰς ἐν χρυσῶ καὶ ἀργύρῶ· καὶ χαλκῶ· καὶ σιδήρῶ καὶ λίθοις· καὶ ξύλοις θεοπλαστίας, οὐ δεῖ διελέγχειν μετὰ σπουδῆς· τῶν πραγμάτων καὶ ἀφ’ ἑαυτῶν ἐχόντων τὸ μῦσος· καὶ δι’ ἑαυτῶν ἐπιδεικνυμένων τὸ τῆς πλάνης γνώρισμα· ἐφ’ οἷς μάλιστα καὶ οἰκτειρήσειεν ἄν τις τοὺς ἀπατωμένους ἐν αὐτοῖς. τῆ γὰρ ἑαυτῶν γυναικὶ· μισοῦντες τὸν ἐπιβαίνοντα τῆς μοιχείας διδασκάλους θεοποιοῦν κ αἰσχύνονται· καὶ ταῖς ἀδελφαῖς αὐτο κ ἐπιμιγνύμενοι, τοὺς τοῦτο ποιήσαντα προσκυνοῦσι· καὶ ὁμολογοῦντες εἶναι κα τὴν παιδοφθορίαν, τοὺς ἐπὶ ταύτη διαβαλλομένους θρησκεύουσι· καὶ ἃ μὴ δὲ ἐν ἀνθρώποις ἀνοις εἶναι ἐπιτρέπουσιν οἱ νόμοι, ταῦτα τοῖς ὑπ’ αὐτῶν ὀνομαζομένοις εἶναι θεοῖς περιτιθέντες, οὐκ ἐρυθριῶσιν· εἶτα προσκυνοῦντες λίθοις καὶ ξύλοις, οὐχ ὁρῶσιν ὅτι τὰ μὲν ὅμοια τοῖς ποσὶ πατοῦσι καὶ· καίουσι· τὰ δὲ τούτων μέρη θεοὺς προσαγορεύουσι· καὶ ἃ πρὸς ὀλίγον εἰς χρῆσιν εἶχον, ταῦτα διὰ παραφροσύνην γλύψαντες σέβουσιν· οὐχ ὁρῶντες δὲ λογιζόμενοι τὸ σύνολον· ὅτι οὐ θεοὺς, ἀλλὰ τὴν τέχνην τοῦ γλύψαντος προσκυνοῦσιν. ἕ μὲν γὰρ ἄξυστός ἐστιν ὁ λίθος, καὶ ἡ ὕλη ἀρ ἐπὶ τοσοῦτον ταῦτα πατοῦσι· καὶ τούτοις ὑπηρεσίας τὰς ἑαυτῶν· πολλάκις καὶ ἀτιμοτέρας χρῶνται· ἐπειδὰν δὲ ὁ τεχνίτης εἰς αὐτά· τῆς ἰδίας ἐπιστήμης ἐπι λη τὰς συμμετρίας· καὶ ἀνδρὸς ἢ γυναικὸς εἰς τὴν ὕλην σχῆμα τυπώση, τότε δὴ χάριν ὁμολογήσαντες τῶ τεχνίτη, λοιπὸν ὡς θεοὺς προσκυνοῦσι· μισθοῦ παρὰ τοῦ γλύψαντος αὐτοὺς ἀγοράσαντες. πολλάκις δὲ καὶ αὐτ ὁ ἀγαλματοποιὸς· ὥσπερ ἐπιλαθόμενος ω αὐτὸς εἰργάσατο, τοῖς ἰδίοις ἔργοις προσεύ καὶ ἃ πρὸ ὀλίγου κατέξεε καὶ κατέκοπτε, ταῦτα μετὰ τὴν τέχνην θεοὺς προσαγορεύει· ἔδει δὲ ειν ταῦτα, τὴν τοῦ ἐπιστήμονος ἀποδέχεσθαι· καὶ μὴ τὰ ὑπ’ αὐτοῦ πλα ντα, τοῦ πεποιηκότος προτιμᾶν· οὐ γὰρ ἡ λη τὴν τέχνην, ἀλλ’ ἡ τέχνη τὴν ὕλην ἐκόσ ε καὶ ἐθεοποίησε· πολλῶ οὖν μᾶλλον δικαι ον ἦν τὸν τεχνίτην αὐτοὺς προσκυνεῖν, ἤπερ τὰ ὑπ’ αὐτοῦ πεποιημένα· ὅτι τε καὶ προϋπῆρχε τῶν ἐκ τέχνης θεῶν· καὶ ὅτι ὡς ἐβουλήθη· οὕτω καὶ γεγόνασι· νῦν δὲ παραγκωνισά νοι τὸ δίκαιον· καὶ τὴν ἐπιστήμην καὶ τὴν χνην ἀτιμάσαντες τὰ μετ’ ἐπιστήμης καὶ τέχνης γεγονότα προσκυνοῦσι· καὶ τοῦ ποιήσαντος ἀνθρώπου ἀνου ἀποθνήσκοντος· τὰ ὑπ’ αὐτοῦ γενόμενα ὡς ἀθάνατα προσκυνοῦσι καὶ τιμῶσιν· ἃ εἰ μὴ τύχοιεν τῆς καθ’ ἡμέραν ἐ μελείας, πάντως τῶ χρόνω διὰ τὴν φύσιν ἀφανίζονται· πῶς δὲ οὐκ ἄν τις αὐτοὺς οἰ τειρήσειε καὶ κατὰ τοῦτο· ὅτι βλέποντες αὐ · τοὺς μὴ βλέποντας προσκυνοῦσι· καὶ ἀκού ντες αὐτοὶ, τοῖς μὴ ἀκούουσι προσεύχονται· ἔμψυχοι καὶ λογικοὶ κατὰ φύσιν ὄντες οἱ ἄνθρωποι ἄνοι · τοὺς μὴ δόλως κινουμένους· ἀλλὰ ἀψύχους ὄντας, ὡς θεοὺς προσαγορεύουσι· καὶ τό γε θαυμαστὸν ὅτι οὓς αὐτοὶ φυλάττουσιν ὑπ’ ἐξουσίαν ἔχοντες, τούτοις ὡς δεσπόταις δουλεύουσι· καὶ μή τι νομίσης ταῦτα με λέγειν ἁπλῶς ἢ ψεύδεσθαι κατ’ αὐτῶν, ἔστι μὲν γὰρ καὶ τοῖς ὀφθαλμοῖς ἡ πίστις ἀπαντῶσα τούτων· καὶ πάρεστι τοῖς βουλομένοις ὁρᾶν τὰ τοιαῦτα· κρείττων δὲ μαρτυρία περὶ τούτων ἐστὶ καὶ παρὰ τῆς θείας γραφῆς, προδιδασκούσης ἄνωθεν καὶ λεγούσης· τὰ εἴδωλα τῶν ἐθνῶν, ἀργύριον καὶ χρυσίον ἔργα χειρῶν ἀνθρώπων ἀνων ἔχουσι καὶ οὐκ ὄψονται· στόμα ἔχουσι καὶ ο σιν· ὦτα ἔχουσι καὶ οὐκ ἀκούσονται· ῥῖνας καὶ οὐκ ὀσφρανθήσονται. χεῖρας ἔχουσι κ ψηλαφήσουσι· πόδας ἔχουσι καὶ οὐ περιπ σουσιν· οὐ φωνήσουσιν ἐν τῶ λάρυγγι αὐτῶν· ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτά. οὐδὲ προφητικὴ δὲ τούτων ἄπεστι μέμψις· ἀλλ’ ἔστι καὶ ἐν τούτοις ὁ κατ’ αὐτῶν ἔλεγχος· λέγον τος τοῦ πνεύματος πνς · αἰσχυνθήσονται οἱ πλάσσοντες θεόν θν · καὶ γλύφοντες πάντα μάταια· καὶ πάντες ὅθεν ἐγένοντο ἐξηράνθησαν καὶ κωφοὶ ἀπὸ ἀνθρώπων ἀνων · συναχθήτωσαν πάντες καὶ στήτωσαν ἅμα· καὶ ἐντραπήτωσαν καὶ αἰσχυνθήτωσαν ἅμα· ὅτι ὤξυνε τέκτων σίδηρον· καὶ σκεπάρνω γάσατο αὐτό· καὶ ἔστησεν αὐτὸ τῶ βραχίονι τῆς ἰσχύος αὐτοῦ· καὶ πεινάσει καὶ ἀσθενήσει καὶ οὐ μὴ πίει ὕδωρ· ξύλον γὰρ ἐκλεξάμενος ἔστησεν αὐτὸ, ἐν μέτρω· καὶ ἐν κόλλη ἐρύθμισεν αὐτὸ· καὶ ἐποίησεν αὐτὸ ὡς μορφὴν ἀνδρός· καὶ ὡς ὡ ραιότητα ἀνθρώπου ἀνου · ἔστησεν αὐτὸ ἐν οἴκω· καὶ ὃ ἔκο ψε ξύλον ἐκ τοῦ δρυμοῦ· καὶ ὃ ἐφύτευσεν ὁ κύριος κς · καὶ ὑετὸς ἐμήκυνεν· ἵνα ἦ ἀνθρώποις ἀνοις εἰς καῦσιν· καὶ λαβὼν ἀπ’ αὐτοῦ θερμανθῆ· καὶ καύσαντες ἔ πεψαν ἄρτους ἐπ’ αὐτῶ· τὸ δὲ λοιπὸν εἰργάσα εἰς θεοὺς καὶ προσεκύνησαν αὐτοῖς· οὗ τὸ ἥμι συ αὐτοῦ κατέκαυσαν πυρὶ· καὶ ἐπὶ τοῦ ἡμί αὐτοῦ κρέας ὀπτήσας· ἔφαγε καὶ ἐνεπλήσθη καὶ θερμανθεὶς, εἶπεν· ἡδύ μοι ὅτι ἐθερμάνθην καὶ εἶδον πῦρ· τὸ δὲ λοιπὸν προσεκύνει λέγων· ἐξελοῦ με ὅτι θεός θς μου εἶ σύ· οὐκ ἔγνωσαν φρο αν τοῦ βλέπειν τοῖς ὀφθαλμοῖς καὶ τοῦ νοῆσαι τῆ καρδία· καὶ οὐκ ἀνε ίσατο ἐν τῆ καρδία αὐτοῦ· οὐδὲ ἀνελογίσατο ψυχῆ αὐτοῦ· οὐδὲ ἔγνω τῆ φρονήσει ὅτι τὸ ἥ υ αὐτοῦ κατέκαυσεν ἐν πυρὶ· καὶ ἔπεψεν τῶν ἀνθράκων αὐτοῦ ἄρτους· καὶ ὀπτήσας έα ἔφαγε· καὶ τὸ λοιπὸν αὐτοῦ εἰς βδέλυγμα ἐποίησε· καὶ προσκυνοῦσιν αὐτό. γνῶτε ὅτι σποδὸς ἡ καρδία αὐτῶν καὶ πλανῶνται· καὶ οὐδεὶς δύναται ἐξελέσθαι τὴν ψυχὴν αὐτῶν· ἴδετε καὶ οὐκ ἐρεῖτε ὅτι ψεῦδος ἐν τῆ δεξιᾶ μου. πῶς οὖν οὐκ ἄθεοι παρὰ πᾶσι κριθεῖεν οἱ καὶ παρὰ τῆς θείας γραφῆς ἀσεβείας κατηγορούμενοι; ἢ πῶς οὐκ ἂν εἶεν κακοδαίμονες, οἱ οὕτω φανερῶς ἐλεγχόμενοι, τὰ ἄψυχα θρησκεύοντες ἀντὶ τῆς ἀληθείας· ποία δὲ τούτοις ἐλπίς· ἢ τίς ἂν αὐτοῖς γένοιτο συγγνώμη· πεποιθόσιν ἐπὶ τὰ ἄλογα καὶ ἀκίνητα· ἃ ἀντὶ τοῦ ἀληθινοῦ θεοῦ θῦ σέβουσιν· εἴθε γὰρ εἴθε κἂν χωρὶς σχήματος αὐτοῖς τοὺς θεοὺς ἔπλαττεν ὁ τεχνίτης· ἵνα μὴ τῆς ἀναισθησίας φανερὸν ἔχωσι τὸν ἔλ χον. ὑπέκλεψαν γὰρ ἂν τὴν ὑπόνοιαν τῶν ἀκεραίων ὡς αἰσθομένων τῶν εἰδώλων· εἰ μὴ τὰ σύμβολα τῶν αἰσθήσεων· οἷον ὀφθαλμοὺς· καὶ ῥῖνας· καὶ ὦτα καὶ…