The Greek Library Author

Athanasius of Alexandria

Contra gentes (Ms ti)

Author namesAthanase d’Alexandrie · Athanase d Alexandrie · Athanasius of Alexandria · Athanasius

Edition reference
Contra gentes, ed. R. W. Thomson, Athanasius. Contra gentes and de incarnatione, Oxford: Clarendon Press, 1971: 2–132.
CTS identifier
urn:cts:greekLit:tlg2035.tlg001.local050
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

καὶ γὰρ καὶ τὰ ἄστρα ἐστασίασαν ἂν πρὸς ἑαυτά· ὅτι τὰ μὲν, ἀνωτέρω· τὰ δέ, κατωτέρω τὴν θέσιν ἔχει· καὶ ἡ νὺξ δὲ, οὐκ ἂν παρεχώρησε τῆ ἡμέρα· ἀλλ’ ἔμενεν ἂν πάντως μαχομένη πρὸς αὐτὴν καὶ στασιάζουσα· τούτων δὲ γιγνομένων, λοιπὸν ἦν ἰδεῖν οὐκ ἔτι κόσμον, ἀλλ’ ἀκοσμίαν· οὐκ ἔτι τάξιν, ἀλλ’ ἀταξίαν· οὐκ ἔτι σύστασιν, ἀλλὰ ἀσύστατον τὸ ὅλον· οὐκ ἔτι μέτρα, ἀλλ’ ἀμετρίαν· τῆ γὰρ ἑκάστου στάσει καὶ μάχη, ἢ πάντα ἀνηροῦντο, ἢ τὸ κρατούμενον μόνον ἐφαίνετο· καὶ τοῦτο πάλιν, τὴν τοῦ παντὸς ἀκοσμίαν ἐδείκνυεν. μόνον γὰρ γενόμενον καὶ λειπόμενον τῆ τῶν ἄλλων χρεία, ἀνάρμοστον τὸ ὅλον ἐποίει· α´ ὥσπερ εἰ καὶ μόνος ποῦς, καὶ μόνη χεὶρ ἀπομείνασα, οὐκ ἂν ἔσωσεν ὁλόκληρον τὸ σῶμα· ποῖος γὰρ κόσμος ἦν εἰ μόνος ἥλιος ἔφαινεν· ἢ σελήνη μόνη περιεπόλει· ἢ νὺξ μόνη ἦν, ἢ ἡμέρα ἀεὶ ἐτύγχανεν· ποία δὲ πάλιν ἦν ἁρμονία· εἰ μόνος ἦν ὁ οὐρανὸς οὐνὸς χωρὶς τῶν ἄστρων, ἢ τὰ ἄστρα χωρὶς τοῦ οὐρανοῦ οὐνοῦ · τί δὲ καὶ χρήσιμον εἰ μόνη θάλασσα ἦν· καὶ εἰ μόνη γῆ χωρὶς τῶν ὑδάτων καὶ τῶν ἄλλων τῆς κτίσεως μερῶν ἔκοιτο· πῶς δὲ καὶ ἄνθρωπος ἄνος ἐφάνη ἢ ὅλως ζῶον ἐπὶ γῆς, τῶν στοιχείων πρὸς ἑαυτὰ στασιαζόντων καὶ ἑνὸς ὄντος τοῦ κρατοῦντος, καὶ μὴ δυναμένου πρὸς τὴν τῶν σωμάτων σύστασιν ἀρκεῖν· οὐκ ἂν γὰρ ἐκ μόνου θερμοῦ· ἢ μόνου ψυχροῦ· ἢ μόνου ὑγροῦ ἢ ξηροῦ, συνέστη τί τῶν ἄλλων· ἀλλ’ ἦν ἄτακτα πάντα καὶ ἀσύνθετα καθόλου· ἀλλ’ οὐδ’ ἂν αὐτὸ τὸ δοκοῦν κρατεῖν, ἠδυνήθη ἂν συστῆναι, χωρὶς τῆς τῶν ἄλλων ἐπικουρίας· οὕτω γὰρ καὶ νῦν συνέστηκεν· ἐπεὶ οὖν οὐκ ἀταξίαν ἀλλὰ τάξις ἐστὶν ἐκ τῶ παντὶ, καὶ οὐκ ἀμετρία ἀλλὰ συμμετρία· καὶ οὐκ ἀκοσμία ἀλλὰ κόσμος· καὶ κόσμου παναρμόνιος σύνταξις, ἀνάγκη λογίζεσθαι καὶ λαμβάνειν ἔννοιαν τοῦ ταῦτα συναγαγόντος καὶ συσφίγξαντος· καὶ συμφωνίαν ἐργαζομένου πρὸς αὐτὰ δεσπότου· κἂν γὰρ μὴ τοῖς ὀφθαλμοῖς ὁρᾶται, ἀλλ’ ἀπὸ τῆς τάξεως καὶ συμφωνίας τῶν ἐναντίων ἐννοεῖν ἔστι τὸν τούτων ἄρχοντα καὶ κοσμήτορα καὶ βασιλέα. ὥσπερ γὰρ πόλιν ἐκ πολλῶν καὶ διαφόρων ἀνθρώπων ἀνων συνεστῶσαν· μικρῶν καὶ μεγάλων· καὶ πλουσίων καὶ πενήτων· καὶ πάλιν γερόντων καὶ νεωτέρων· καὶ ἀρρένων καὶ θηλειῶν· εἰ θεωρήσαιμεν εὐτάκτως οἰκουμένην· καὶ τοὺς ἐν αὐτῆ διαφόρους μὲν ὄντας· ὁμονοοῦντας δὲ πρὸς ἑαυτοὺς· καὶ μήτε τοὺς πλουσίους κατὰ τῶν πενήτων· μήτε τοὺς μεγάλους κατὰ τῶν μικρῶν· μήτε τοὺς νέους κατὰ τῶν γερόντων γινομένους· ἀλλὰ πάντας κατὰ τὴν ἰσομοιρίαν εἰρηνεύοντας· εἰ ταῦτα βλέποιμεν, πάντως ἐννοοῦμεν ὅτι ἄρχοντος παρουσία τὴν ὁμόνοιαν πρυτανεύει, κἂν μὴ ὁρῶμεν αὐτόν· ἡ μὲν γὰρ ἀταξία, ἀναρχίας ἐστὶ γνώρισμα· ἡ δὲ τάξις, τὸν ἡγεμονεύοντα δείκνυσι. καὶ γὰρ τὴν ἐν τῶ σώματι τῶν μελῶν συμφωνίαν ὁρῶντες· ὅτι οὐ μάχεται ὁ ὀφθαλμὸς τῆ ἀκοῆ· οὐδὲ ἡ χεὶρ τῶ ποδὶ στασιάζει, ἀλλ’ ἕκαστον τὴν ἰδίαν ἀποτελεῖ χρείαν ἀστασιάστως, ἐννοοῦμεν ἐκ τούτου πάντως εἶναι ψυχὴν ἐν τῶ σώματι τὴν τούτων ἡγεμονεύουσαν, κἂν μὴ βλέπωμεν αὐτήν· οὕτως ἐν τῆ τοῦ παντὸς τάξει καὶ ἁρμονία τὸν τοῦ παντὸς ἡγεμόνα νοεῖν ἀνάγκη θεον θν , καὶ τοῦτον ἕνα καὶ οὐ πολλούς· καὶ ἡ τάξις δὲ αὕτη τῆς διακοσμήσεως· καὶ ἡ τῶν πάντων μεθ’ ὁμονίας ἁρμονία, οὐ πολλοὺς ἀλλ’ ἕνα τὸν αὐτῆς ἄρχοντα καὶ ἡγεμόνα δείκνυσι λόγον· οὐκ ἂν γὰρ εἴπερ ἦσαν πολλοὶ τῆς κτίσεως ἄρχοντες, ἐσώζετο τοιαύτη τάξις τῶν πάντων· ἀλλ’ ἦν πάλιν ἄτακτα πάντα διὰ τοὺς πολλοὺς ἕλκοντος ἑκάστου πρὸς τὴν ἑαυτοῦ βούλησιν τὰ πάντα· καὶ μαχομένου πρὸς τὸν ἕτερον· ὥσπερ γὰρ ἐλέγομεν τὴν πολυθεότητα ἀθεότητα εἶναι, οὕτως ἀνάγκη τὴν πολυαρχίαν ἀναρχίαν εἶναι· ἑκάστου γὰρ τὴν τοῦ ἑτέρου ἀρχὴν ἀναιροῦντος οὐδεὶς ἐφαίνετο λοιπὸν ὁ ἄρχων, ἀλλ’ ἦν ἀναρχία παρὰ πᾶσιν· ἔνθα δὲ μὴ ἔστιν ἄρχων, ἐκεῖ πάντως ἀταξία γίνεται· καὶ ἔμπαλιν ἡ τῶν πολλῶν καὶ διαφόρων μία τάξις καὶ ὁμόνοια, ἕνα καὶ τὸν ἄρχοντα δείκνυσι· καθάπερ εἴ τις πόρρωθεν ἀκούει λύρας ἐκ πολλῶν καὶ διαφόρων νευρῶν συγκειμένης· καὶ θαυμάζοι τούτων τὴν ἁρμονίαν τῆς συμφωνίας· ὅτι μὴ μόνον ἡ βαρεῖα τὸν ἦχον ἀποτελεῖ· μὴ δὲ μόνη ἡ ὀξεῖα μὴ δὲ μόνη ἡ μέση· ἀλλὰ πᾶσα κατὰ τὴν ἴσην ἀντίστασιν ἀλλήλαις συνηχοῦσι· καὶ πάντως ἐκ τούτων ἐννοεῖ οὐχ ἑαυτὴν κινεῖν τὴν λύραν· ἀλλ’ οὐδὲ ὑπὸ πολλῶν αὐτὴν τύπτεσθαι· ἕνα δὲ εἶναι μουσικὸν τὸν ἑκάστης νευρᾶς ἦχον πρὸς τὴν ἐναρμόνιον συμφωνίαν κεράσαντα τῆ ἐπιστήμη κἂν μὴ τοῦτο βλέπη· οὕτως παναρμονίου οὔσης τῆς τάξεως ἐν τῶ κόσμω παντὶ· καὶ μήτε τῶν ἄνω πρὸς τὰ κάτω· μήτε τῶν κάτω πρὸς τὰ ἄνω στασιαζόντων· ἀλλὰ μιᾶς τῶν πάντων ἀποτελουμένης τάξεως, ἕνα καὶ μὴ πολλοὺς νοεῖν ἀκόλουθόν ἐστι τὸν ἄρχοντα καὶ βασιλέα πάσης τῆς κτίσεως, τὸν τῶ ἑαυτοῦ φωτὶ τὰ πάντα καταλάμποντα καὶ κινοῦντα· οὐδὲ γὰρ πολλοὺς εἶναι δεῖ νομίζειν τοὺς τῆς κτίσεως ἄρχοντας καὶ ποιητάς· ἀλλὰ πρὸς εὐσέβειαν ἀκριβῆ καὶ ἀλήθειαν, ἕνα τὸν ταύτης δημιουργὸν πιστεύειν προσήκει· καὶ τοῦτο τῆς κτίσεως αὐτῆς ἐμφανῶς δεικνυούσης· γνώρισμα γὰρ ἀσφαλὲς τοῦ ἕνα τὸν ποιητὴν εἶναι τοῦ παντός ἐστι τοῦτο· τὸ μὴ πολλοὺς ἀλλ’ ἕνα εἶναι τὸν κόσμον· ἔδει γὰρ εἴπερ ἦσαν πολλοὶ θεοὶ, πολλοὺς εἶναι καὶ διαφόρους τοὺς κόσμους· οὔτε γὰρ ἔπρεπε τοὺς πολλοὺς ἕνα κόσμον κατασκευάζειν, οὔτε τὸν ἕνα ὑπὸ πολλῶν ποιεῖσθαι, διὰ τὰ ἐκ τούτων δεικνύμενα ἄτοπα· πρῶτον μὲν, ὅτι εἰ ὑπὸ πολλῶν ὁ εἷς ἐγεγόνει κόσμος, ἀσθένεια τῶν ποιησάντων ἦν, ὅτι ἐκ πολλῶν ἓν ἔργον ἀπετελέσθη· καὶ ἐκ τούτου γνώρισμα οὐ τὸ τυχὸν ἦν, τῆς ἀτελοῦς ἑκάστου πρὸς τὸ ποιεῖν ἐπιστήμης· εἰ γὰρ ἤρκει εἷς, οὐκ ἂν οἱ πολλοὶ τὴν ἀλλήλων ἀνεπλήρουν ἔλλειψιν· ἐν θεῶ θῶ δὲ λέγειν εἶναι τι ἐλλιπὲς, ἀσεβὲς οὐ μόνον, ἀλλὰ καὶ πέρα τῶν ἀθεμίτων ἐστί· καὶ γὰρ καὶ τεχνίτην ἐν ἀνθρώποις ἀνοις οὐκ ἄν τις εἴποι τέλειον· ἀλλὰ ἀσθενῆ, εἰ μὴ μόνος ἀλλὰ μετὰ πολλῶν ἓν ἀποτελοίη τὸ ἔργον· εἰ δὲ ἕκαστος μὲν ἠδύνατο τὸ ὅλον ἀποτελέσαι· οἱ πάντες δὲ εἰργάσαντο διὰ τὴν τοῦ γιγνομένου κοινωνίαν, γελοῖον μὲν ἂν εἴη τὸ τοιοῦτον· εἰ διὰ δόξαν ἕκαστος εἰργάσατο· ἵνα μὴ ὡς ἀδύνατος ὑπονοηθῆ· κενοδοξίαν πάλιν λέγειν ἐν θεοῖς, τῶν ἀτοπωτάτων ἐστίν· ἔπειτα εἰ ἕκαστος ἱκανὸς ἦν πρὸς τὴν τοῦ ὅλου δημιουργίαν, τίς ἡ χρεία τῶν πολλῶν, ἑνὸς αὐτάρκους γινομένου πρὸς τὸ πᾶν· ἄλλως τε· ἀσεβὲς καὶ ἄτοπον ἂν φανείη εἰ τὸ μὲν ποίημα ἓν τυγχάνει, οἱ δὲ ποιήσαντες διάφοροι καὶ πολλοί· λόγου ὄντος φυσικοῦ τὸ ἓν καὶ τέλειον, τῶν διαφόρων κρεῖττον εἶναι· καὶ τοῦτο δὲ ἰστέον· ὅτι εἰ ὑπο πολλῶν ὁ κόσμος ἐγεγόνει, διαφόρους εἶχε καὶ τὰς κινήσεις καὶ ἀνομοίους ἑαυτῶ· πρὸς ἕκαστον γὰρ τῶν ποιησάντων ἀποβλέπων, διαφόρους εἶχε καὶ τὰς κινήσεις· ἐν δὲ τῆ διαφορᾶ καθάπερ εἴρηται πρότερον, πάλιν ἦν ἀκοσμία καὶ τοῦ παντὸς ἀταξία· ἐπειδὴ οὐδὲ ναῦς ὑπὸ πολλῶν κυβερνωμένη κατ’ ὀρθὸν πλευσεῖται· εἰ μὴ εἷς ταύτης τοὺς οἴακας κρατοίη κυβερνήτης· οὐδὲ λύρα ὑπὸ πολλῶν κρουομένη, σύμφονον ἀποτελέσει τὸν ἦχον, εἰ μὴ εἷς ὁ ταύτην πλάττων εἴη τεχνίτης. οὐκοῦν μιᾶς οὔσης τῆς κτίσεως καὶ ἑνὸς ὄντος κόσμου, καὶ μιᾶς τῆς τούτου τάξεως, ἕνα δεῖ νοεῖν εἶναι καὶ τὸν ταύτης βασιλέα καὶ δημιουργόν· διατοῦτο γὰρ καὶ αὐτὸς ὁ δημιουργὸς ἕνα τὸν σύμπαντα κόσμον πεποίηκεν· ἵνα μὴ τῆ τῶν πολλῶν συστάσει, πολλοὶ καὶ οἱ δημιουργοὶ νομίζοιντο· ἀλλ’ ἑνὸς ὄντος τοῦ ποιήματος, εἷς καὶ ὁ τούτου ποιητῆς πιστεύηται· καὶ οὐχ ὅτι εἷς ἐστιν ὁ δημιουργὸς· διατοῦτο καὶ εἷς ἐστιν ὁ κόσμος· ἠδύνατο γὰρ καὶ ἄλλους κόσμους ποιῆσαι ὁ θεος θς · ἀλλ’ ὅτι εἷς ἐστιν ὁ κόσμος ὁ γενόμενος, ἀνάγκη καὶ τὸν τούτου δημιουργὸν ἕνα πιστεύειν εἶναι· τίς οὖν ἂν εἴη οὗτος· καὶ τοῦτο γὰρ ἀναγκαῖον μάλιστα δηλῶσαι ΙΑ´ καὶ λέγειν, ἵνα μὴ τῆ περὶ τούτων ἀγνοία πλανηθείς τις· ἕτερον ὑπολάβη· καὶ εἰς τὴν αὐτὴν πάλιν τοῖς πρότερον ἀθεότητα ἐμπέση· νομίζω δὲ μηδένα περὶ τούτου τὴν διάνοιαν ἀμφίβολον ἔχειν· εἰ γὰρ δὴ τοὺς παρα ποιηταῖς λεγομένους θεοὺς οὐκ εἶναι θεοὺς ὁ λόγος ἔδειξεν· καὶ τοὺς τὴν κτίσιν θεοποιοῦντας ἤλεγξεν πλανωμένους· καὶ καθόλου τὴν τῶν ἐθνῶν εἰδωλολατρίαν ἀθεότητα καὶ ἀσέβειαν οὖσαν ἀπέδειξεν· ἀνάγκη πᾶσα τούτων ἀναιρουμένων λοιπὸν παρ’ ἡμῖν εἶναι τὴν εὐσεβῆ θρησκείαν· καὶ τὸν παρ’ ἡμῶν προσκυνούμενον καὶ κηρυττόμενον ΙΒ´τοῦτον μόνον εἶναι θεον θν ἀληθῆ· τὸν καὶ τῆς κτίσεως κύριον κν καὶ πάσης ὑποστάσεως δημιουργόν· τίς δὴ οὖν ἐ στιν οὗτος, ἀλλὴ ὁ πανάγιος καὶ ὑπερέκεινα πάσης γενητῆς οὐσίας, ὁ τοῦ χριστοῦ χῦ πατηρ πηρ , ὅστις καθάπερ ἄριστος κυβερνήτης, τῆ ἰδία σοφία καὶ τῶ ἰδίω λόγω τῶ κυρίω κω ἡμῶν ἰησοῦ ἰῦ χριστῶ χω , τὰ πανταχοῦ διακυβερνᾶ σωτηρίως καὶ διακοσμεῖ, καὶ ποιεῖ· ὡς ἂν αὐτῶ καλῶς ἔχειν δοκεῖ· ἔχει δὲ καλῶς, ὡς γέγονε καὶ ὁρῶμεν γιγνόμενα· ἐπειδὴ καὶ τοῦτο βούλεται· καὶ τοῦτο οὐκ ἄν τις ἀπιστήσειεν· εἰ μὲν γὰρ ἄλογος ἦν ἡ τῆς κτίσεως κίνησις· καὶ ἁπλῶς ἐφέρετο τὸ πᾶν, καλῶς ἄν τις καὶ τοῖς λεγομένοις ἠπίστησεν· εἰ δὲ λόγω καὶ σοφία καὶ ἐπιστήμη συνέστηκεν· καὶ παντὶ κόσμω διακεκόσμηται, ἀνάγκη τὸν ἐπικείμενον καὶ διακοσμήσαντα τοῦτον· οὐκ ἄλλόν τινα, ἢ λόγον εἶναι τοῦ θεοῦ θῦ · λόγον δέ φημι, οὐ τὸν ἐν ἑκάστω τῶν γενομένων συμπεπλεγμένον καὶ συμπεφυκότα· ὃν δὴ καὶ σπερματικόν τινές εἰώθασι καλεῖν· ἄψυχον ὄντα καὶ μὴ δὲν λογιζόμενον μήτε νοοῦντα· ἀλλὰ τῆ ἔξωθεν τέχνη μόνον ἐνεργοῦντα, κατὰ τὴν τοῦ ἐπιβάλλοντος αὐτὸν ἐπιστήμην· οὐδὲ οἷον ἔχει τὸ λογικὸν γένος λόγον· τὸν ἐκ συλλαβῶν συγκείμενον καὶ ἐν ἀέρι σημαινόμενον· ἀλλὰ τὸν τοῦ ἀγαθοῦ καὶ θεοῦ θῦ τῶν ὅλων ζῶντα καὶ ἐνεργῆ θεον θν αὐτον λόγον λέγω· ὃς ἄλλος μέν ἐστι τῶν γενητῶν καὶ πάσης τῆς κτίσεως· ἴδιος δὲ καὶ μόνος τοῦ ἀγαθοῦ πατρος πρς ὑπάρχει λόγος, ὃς τόδε τὸ πᾶν διεκόσμησε καὶ φωτίζει τῆ ἑαυτοῦ προνοία· ἀγαθοῦ γὰρ πατρος πρς · ἀγαθὸς λόγος ὑπάρχων, αὐτὸς τὴν τῶν πάντων διεκόσμησε διάταξιν· τὰ μὲν ἐναντία, τοῖς ἐναντίοις συνάπτων· ἐκ τούτων δὲ μίαν διακοσμῶν ἁρμονίαν· οὗτος θεοῦ θῦ δύναμις καὶ θεοῦ θῦ σοφία ὢν· οὐρανον οὐνον μὲν περιστρέφει· γῆν δὲ ἀναρτήσας καὶ ἐπὶ μηδενὸς κειμένην, τῶ ἰδίω νεύματι ἥδρασεν· τούτω φωτιζόμενος ἥλιος τὴν οἰκουμένην καταυγάζει, καὶ σελήνη μεμετρημένον ἔχει τὸ φῶς· διὰ τοῦτο καὶ τὸ ὕδωρ ἐπὶ νεφελῶν κρέμαται, καὶ ὑετοὶ τὴν γῆν ἐπικλύζουσι· καὶ ἡ μὲν θάλασσα περιορίζεται, ἡ δὲ γῆ παντοίοις φυτοῖς κομᾶ καὶ χλοηφορεῖ· καὶ εἴ τις ἄπιστος ζητοίη περὶ τῶν λεγομένων εἰ ὅλως ἐστὶ λόγος θεοῦ θῦ , μαίνοιτο μὲν ὁ τοιοῦτος ἀμφιβάλλων περὶ λόγου θεοῦ θῦ · ἔχει δὲ ὅμως ἐκ τῶν ὁρωμένων τὴν ἀπόδειξιν· ὅτι πάντα λόγω θεοῦ θῦ καὶ σοφία συνέστηκε· καὶ οὐκ ἂν ἡδράσθη τί τῶν γενομένων, εἰ μὴ λόγω ἐγεγόνει, καὶ λόγω τῶ θείω καθάπερ ἐλέχθη· λόγος δὲ ὢν, οὐ κατὰ τὴν τῶν ἀνθρώπων ἀνων ὁμοιότητα ὥσπερ εἶπον ἐστὶ συγκείμενος ἐκ συλλαβῶν· ἀλλὰ τοῦ ἑαυτοῦ πατρός ἐστιν εἰκὼν ἀπαράλλακτος· ἄνθρωποι ἄνοι μὲν γὰρ ἐκ μερῶν συγκείμενοι· καὶ ἐκ τοῦ μὴ ὄντ ω ο ς γενόμενοι, συγκείμενον ἔχουσι καὶ διαλυόμενον τὸν ἑαυτῶν λόγον· ὁ δὲ θεος θς , ὤν ἐστι καὶ οὐ σύνθετος· δι’ὃ καὶ ὁ τούτου λόγος, ὤν ἐστι καὶ οὐ σύνθετος· ἀλλ’ εἷς καὶ μονογενὴς θεος θς ὁ καὶ ἐκ πατρος πρς οἷα πηγῆς ἀγαθῆς ἀγαθὸς προελθὼν, τὰ πάντα διακοσμεῖ καὶ συνέχει· ἡ δὲ αἰτία δι’ ἣν ὅλως ὁ τοῦ θεοῦ θῦ λόγος τοῖς γενομένοις ἐπιβέβηκεν, ἔστιν ἀληθῶς θαυμαστὴ· καὶ γνωρίζουσα ὅτι οὐκ ἄλλως ἔπρεπεν, ἢ οὕτως γενέσθαι ὥσπερ καὶ ἔστι· τῶν μὲν γὰρ γενητῶν ἐστιν ἡ φύσις· ἅτε δὴ ἐξ οὐκ ὄντων ὑποστᾶσα, ῥευστή τις καὶ ἀσθενὴς καὶ θνητὴ καθ’ ἑαυτὴν συγκρινομένη τυγχάνει· ὁ δὲ τῶν ὅλων θεος θς ἀγαθὸς καὶ ὑπέρκαλος τὴν φύσιν ἐστὶ, διὸ καὶ φιλάνθρωπός ἐστιν. ἀγαθῶ γὰρ περὶ οὐδενὸς ἂν γένοιτο φθόνος, ὅθεν οὐδὲ τὸ εἶναί τινι φθονεῖ· ἀλλὰ πάντας εἶναι βούλεται, ἵνα καὶ φιλανθρωπεύεσθαι δύνηται· ὁρῶν οὖν τὴν γενητὴν πᾶσαν φύσιν, ὅσον κατὰ τοὺς ἰδίους αὐτῆς λόγους ῥευστὴν οὖσαν καὶ διαλυομένην· ἵνα μὴ τοῦτο πάθη· καὶ πάλιν εἰς τὸ μὴ εἶναι ἀναλυθῆ τὸ ὅλον· τούτου ἕνεκεν τῶ ἑαυτοῦ καὶ ἀϊδίω λόγω ποιήσας τὰ πάντα καὶ οὐσιώσας τὴν κτίσιν, οὐκ ἀφῆκεν αὐτὴν τῆ ἑαυτῆς φύσει φέρεσθαι καὶ χειμάζεσθαι, ἵνα μὴ καὶ κινδυνεύση πάλιν εἰς τὸ μὴ εἶναι· ἀλλ’ ὡς ἀγαθὸς τῶ ἑαυτοῦ λόγω καὶ αὐτῷῶ ὄντι θεῶ θῶ , τὴν σύμπασαν διακυβερνᾶ καὶ καθίστησιν· ἵνα τῆ τοῦ λόγου ἡγεμονία καὶ προνοία καὶ διακοσμήσει φωτιζομένη ἡ κτίσις, βεβαίως διαμένειν δυνηθῆ· ἅτε δὴ τοῦ ὄντως ὄντος ἐκ πατρος πρς λόγου μεταλαμβάνουσα· καὶ βοηθουμένη δι’ αὐτοῦ εἰς τὸ εἶναι, μὴ ἆρα πάθη ὅπερ ἔπαθεν, εἰ μὴ ὁ λόγος αὐτὴν ἐτήρει λέγω δὲ τὸ μὴ εἶναι· ὅς ἐστι γὰρ εἰκὼν τοῦ θεοῦ θῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως· ὅτι δι’ αὐτοῦ καὶ ἐν αὐτῶ συνέστηκεν τὰ πάν τα τά τε ὁρατὰ καὶ τὰ ἀόρα τα, καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τῆς ἐκκλησίας, οἱ τῆς ἀληθείας διάκονοι διδάσκουσιν ἐν ἁγίοις γράμμασιν· αὐτός γ’οὖν ὁ παντοδύναμος καὶ παντέλειος ἅγιος ὁ τοῦ πατρος πρς λόγος ἐπιβὰς τοῖς πᾶσι· καὶ πανταχοῦ τὰς ἑαυτοῦ δυνάμεις ἐφαπλώσας καὶ φωτίσας τά τε φαινόμενα καὶ τὰ ἀόρατα πάντα εἰς ἑαυτὸν συνέχει καὶ συσφίγγει· μὴ δὲν ἔρημον τῆς ἑαυτοῦ δυνάμεως ἀπολελιπὼς, ἀλλὰ πάντα καὶ διὰ πάντων· καὶ ἕκαστον ἰδία· καὶ ἀθρόως ὁμοῦ τὰ ὅλα ζωοποιῶν καὶ διαφυλάττων· τάς τε ἀρχὰς πάσης αἰσθητῆς οὐσίας αἱπέρ εἰσι θερμὴ καὶ ψυχρὰ καὶ ὑγρὰ καὶ ξηρὰ εἰς ἓν συγκεραννύων ποιῆ μὴ ἀντιστατεῖν, ἀλλὰ μίαν καὶ σύμφωνον ἀποτελεῖν ἁρμονίαν· δι’ αὐτὸν καὶ τὴν αὐτοῦ δύναμιν, οὔτε τὸ πῦρ τῶ ψυχρῶ μάχεται, οὔτε τὸ ὑγρὸν τῶ ξηρῶ· ἀλλ’ ὡς φίλα καὶ ἀδελφὰ τὰ καθ’ ἑαυτὰ ὄντα ἐναντία· συνελθόντα ὁμοῦ, τά τε φαινόμενα ζωογονεῖ, καὶ τοῦ εἶναι τοῖς σώμασιν ἀρχαί γίνονται· τούτω τῶ θεῶ θω λόγω πειθόμενα, τὰ μὲν ἐπὶ γῆς ζωογονεῖται, τὰ δὲ ἐν τοῖς οὐρανοῖς συνίσταται· καὶ διατοῦ τον θάλαττα μὲν πᾶσα καὶ ὁ μέγας ὠκεανὸς ὅροις ἰδίοις ἔχουσι τὴν ἑαυτῶν κίνησιν· ἡ δὲ ξηρὰ πᾶσα χλοηφορεῖ καὶ κομᾶ παντοίοις καὶ διαφόροις φυτοῖς ὡς προεῖπον· καὶ ἵνα μὴ τὸ καθ’ἕκαστον ἐπὶ φανεροῖς ὀνομάζων ἐνδιατρίβω, οὐδέν ἐστι τῶν ὄντων καὶ γινομένων ὃ, μὴ ἐν αὐτῶ καὶ δι’ ἑαυτοῦ γέγονε καὶ ἕστηκεν· ἤ φησι καὶ ὁ θεολόγος ἀνήρ· ἐν ἀρχὴ ἦν ὁ λόγος· καὶ ὁ λόγος ἦν πρὸς τὸν θεον θν · καὶ θεος θς ἦν ὁ λό γος· πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδε ἕν· οἷον γὰρ εἴ τις λύραν μουσικὸς ἁρμοσάμενος· καὶ τὰ βαρέα τοῖς ὀξέσι· καὶ τὰ μέσα τοῖς ἄλλοις τῆ τέχνη συναγαγὼν· ἓν τὸ σημαινόμενον μέλος ἀποτελοίη, οὕτως καὶ ἡ τοῦ θεοῦ θῦ σοφία· τὸ ὅλον ὡς λύραν ἐπέχων· καὶ τὰ ἐν ἀέρι τοῖς ἐπι γῆς συναγαγὼν· καὶ τὰ ἐν οὐρανῶ οὐνῶ τοῖς ἐν ἀέρι· καὶ τὰ ὅλα τοῖς κατὰ μέρος συνάπτων καὶ περιάγων τῶ ἑαυτοῦ νεύματι καὶ θελήματι, ἕνα τὸν κόσμον καὶ μίαν τὴν τούτου τάξιν ἀποτελεῖ καλῶς καὶ ἡρμοσμένως· αὐτὸς μὲν ἀκίνητος μένων παρὰ τῶ πατρὶ πρὶ · πάντα δὲ κινῶν τῆ ἑαυτοῦ συστάσει, ὡς ἂν ἕκαστον τῶ ἑαυτοῦ πατρὶ πρὶ δοκῆ· τὸ γὰρ παράδοξον αὐτοῦ τῆς θεότητος τοῦτό ἐστιν, ὅτι ἑνὶ καὶ τῶ αὐτῶ νεύματι πάντα ὁμοῦ· καὶ οὐκ ἐκ διαστημάτων· ἀλλὰ ἀθρόως ὅλα τά τε ὀρθὰ καὶ τὰ περιφερῆ· τὰ ἄνω· τὰ μέσα· τὰ κάτω· τὰ ὑγρὰ· τὰ ψυχρὰ· τὰ θερμὰ· τὰ φαινόμενα καὶ τὰ ἀόρατα περιάγει καὶ διακοσμεῖ κατὰ τὴν ἑκάστου φύσιν· ὁμοῦ γαρ τῶ αὐτῶ νεύματι αὐτοῦ· τὸ μὲν ὀρθὸν ὡς ὀρθὸν, τὸ δὲ περιφερές περιάγεται· τὸ δὲ μέσον ὡς ἔστι κινεῖται· τὸ θερμὸν θερμαίνεται, καὶ τὸ ξηρὸν ξηραίνεται· καὶ τὰ ὅλα ὡς ἔχει φύσεως ζωοποιεῖται καὶ συνίσταται παρ’ αὐτοῦ, καὶ θαυμαστή τις καὶ θεία ἀληθῶς ἁρμονία ἀποτελεῖται δι’ αὐτοῦ· καὶ ἵναι ἐκ παραδείγματος τὸ τηλικοῦτον νοηθείη, ἔστω τὸ λεγόμενον ὡς ἐν εἰκόνι χοροῦ μεγάλου· ὡς τοίνυν τοῦ χοροῦ συνεστῶτος ἐκ διαφόρων ἀνθρώπων ἀνων · παίδων· γυναικῶν αὖ καὶ γερόντων καὶ τῶν ἔτι νέων· καὶ ἑνὸς τοῦ καθηγεμόνος σημαίνοντος· ἕκαστος μὲν κατὰ τὴν φύσιν ἑαυτοῦ καὶ δύναμιν φωνεῖ· ὁ μὲν ἀνὴρ ὡς ἀνὴρ· ὁ δὲ παῖς ὡς παῖς· ὁ δὲ γέρων ὡς γέρων· καὶ ὁ νέος ὡς νέος· πάντες δὲ μίαν ἀποτελοῦσιν ἁρμονίαν· ἢ ὡς ἡ καθ’ ἡμᾶς ψυχὴ ἐν ταὐτῶ τὰς ἐν ἡμῖν αἰσθήσεις κατὰ τὴν ἑκάστης ἐνέργειαν κινεῖ· ὥστε παρόντος πράγματος ἑνὸς, τὰς πάσας ὁμοῦ κινεῖσθαι· καὶ τὸν μὲν ὀφθαλμὸν ὁρᾶν· τὴν δὲ ἀκοὴν ἀκούειν· τὴν δὲ χεῖρα ἅπτεσθαι· καὶ τὴν ὄσφρησιν ἀντιλαμβάνεσθαι· καὶ τὴν γεῦσιν γεύεσθαι· πολλάκις δὲ καὶ τὰ ἄλλα μέρη τοῦ σώματος, ὥστε καὶ τοὺς πόδας περιπατεῖν· ἢ ἵνα καὶ τρίτω παραδείγματι τὸ λεγόμενον σημανθῆ· ἔοικεν οἰκοδομηθείση μάλιστα μεγάλη πόλει καὶ οἰκονομουμένη· ἐπ ὶ ι παρουσία τοῦ καὶ ταύτην οἰκοδομήσαντος ἄρχοντος καὶ βασιλέως· ἐκείνου γὰρ παρόντος καὶ προστάττοντος· καὶ πρὸς πάντα τὸν ὀφθαλμὸν τείνοντος· ἑπόμενοι πάντες· οἱ μὲν, ἐπὶ τὴν γεωργίαν· οἱ δὲ, ἐπὶ τοὺς ὑδραγωγοὺς ὑδρευσόμενοι σπεύδουσιν· ἄλλος δὲ σιτισόμενος προέρχεται· καὶ ὁ μὲν, ἐπὶ τὴν βουλὴν βαδίζει· ὁ δὲ, ἐπὶ τὴν ἐκκλησίαν εἰσέρχεται· καὶ ὁ μὲν δικαστὴς ἐπὶ τὸ δικάζειν, ὁ δὲ ἄρχων ἐπὶ τὸ θεσμοθετεῖν· καθίσταται δὲ εὐθέως ὁ μὲν τεχνίτης ἐπὶ τὴν ἐργασίαν, ΙΒ´ ὁ δὲ ναύτης ἐπὶ τὴν θάλατταν κατέρχεται· ὁ τέκτων ἐπὶ τὸ τεκτονεύειν· ὁ ἰατρὸς ἐπὶ τὴν θεραπείαν· ὁ οἰκοδόμος ἐπὶ τὴν οἰκοδομήν· καὶ ὁ μὲν, εἰς τὸν ἀγρὸν βαδίζει· ὁ δὲ, ἀπὸ τοῦ ἀγροῦ ἀνέρχεται· καὶ οἱ μὲν, περὶ τὴν πόλιν ἀναστρέφονται· οἱ δὲ, ἀπὸ τῆς πόλεως ἐξέρχονται, καὶ πάλιν εἰς αὐτὴν ἐπανέρχονται· πάντα δὲ ταῦτα τῆ παρουσία τοῦ ἑνὸς ἄρχοντος καὶ τῆ τούτου διατάξει γίνονται καὶ συνίστανται, κατὰ ταῦτα δὴ καὶ ἐπὶ τῆς συμπάσης κτίσεως, κἂν μικρὸν ἦ τὸ παράδειγμα, ὅμως μείζονι διανοία χρὴ νοεῖν· ὑπὸ γὰρ μιᾶς ῥιπῆς ΙΓ´ νεύματός τινος τοῦ θεοῦ θῦ λόγου, ὁμοῦ τὰ πάντα διακοσμεῖται· καὶ τὰ οἰκεῖα παρ’ ἑκάστου γίνεται, καὶ παρὰ πάντων ὁμοῦ μία τάξις ἀποτελεῖται· νεύματι γὰρ καὶ ταῖς δυνάμεσι τοῦ ἐπιστατοῦντος καὶ ἡγεμονεύοντος τῶν πάντων ὅραθείου καὶ πατρι πρι κοῦ λόγου· οὐρανὸς μὲν περιστρέφεται, τὰ δὲ ἄστρα κινεῖται· καὶ ὁ μὲν ἥλιος φαίνει, ἡ δὲ σελήνη περιπολεῖ· καὶ ἀὴρ μὲν ὑπ’ αὐτοῦ φωτίζεται, αἰθὴρ δὲ θερμαίνεται· ἄνεμοι πνέουσι· τὰ ὄρη εἰς ὕψος ἀνατεταμένα ἵσταται· ἡ θάλασσα κυμαίνει, καὶ τὰ ἐν αὐτῆ ζῶα τρέφεται· ἡ γῆ ἀκίνητος μένουσα καρποφορεῖ· καὶ ὁ ἄνθρωπος ἄνος πλάττεται· καὶ ζῆ πάλιν καὶ θνήσκει, καὶ ἁπλῶς πάντα ψυχοῦται καὶ κινεῖται· τὸ πῦρ καίει· τὸ ὕδωρ ψύχει· πηγαὶ ἀναβλύζουσι· ποταμοὶ πλημμυροῦσι· καιροὶ καὶ ὥραι παραγίνονται· ὑετοὶ κατέρχονται· τὰ νέφη πληροῦται· χάλαζα γίνεται· χιὼν καὶ κρύσταλλος πήγνυται· πετεινὰ ἵπταται· ἑρπετὰ πορεύεται· ἔνυδρα νήχεται· θάλαττα πλέεται· γῆ σπείρεται, καὶ κατὰ τοὺς ἰδίους καιροὺς χλοηφορεῖ· φυτὰ αὔξει· καὶ τὰ μὲν, νεάζει, τὰ δὲ, πεπαίνεται· τὰ δὲ, αὐξάνοντα, γηράσκει καὶ φθίνει· καὶ τὰ μὲν, ἀφανίζεται, τὰ δὲ, γεννᾶται καὶ φαίνεται· ταῦτα δὲ πάντα καὶ ἔτι πλείω τούτων ἃ διὰ τὸ πλῆθος οὐκ ἰσχύομεν ἡμεῖς λέγειν, ὁ παραδοξοποιὸς καὶ θαυματοποιὸς τοῦ θεοῦ θῦ λόγος φωτίζων καὶ ζωοποιῶν, τῶ ἑαυτοῦ νεύματι κινεῖ καὶ διακοσμεῖ, ἕνα τὸν κόσμον ἀποτελῶν· οὐκ ἔξωθεν ἑαυτοῦ καὶ τὰς ἀοράτους δυνάμεις ἀφείς· καὶ γὰρ καὶ ταύτας οἷα δὴ καὶ αὐτῶν ποιητὴς ὑπάρχων, συμπεριλαβὼν ἐν τοῖς ὅλοις συνέχει καὶ ζωοποιεῖ πάλιν τῶ ἑαυτοῦ νεύματι καὶ τῆ ἑαυτοῦ προνοία· καὶ τούτου, οὐκ ἄν τις γένοιτο πρὸς ἀπιστίαν ἐφόδιον· ὡς γὰρ τῆ αὐτοῦ προνοία καὶ σώματα μὲν αὔξει· ψυχὴ δὲ ἡ λογικὴ κινεῖται· καὶ τὸ λογίζεσθαι καὶ τὸ ζῆν ἔχει· καὶ τοῦτο οὐ πολλῆς ἀποδείξεως δεῖται· ὁρῶμεν γὰρ τὰ γινόμενα· οὕτω δὴ πάλιν αὐτὸς ὁ τοῦ θεοῦ θῦ λόγος· ἑνὶ καὶ ἁπλῶ νεύματι τῆ ἑαυτοῦ δυνάμει τόν τε ὁρατὸν κόσμον· τὰς ἀοράτους δυνάμεις κινεῖ καὶ συνέχει, ἑκάστω τὴν ἰδίαν ἐνέργειαν ἀποδιδούς· ὥστε τὰς μὲν θείας, θειοτέρως κινεῖσθαι· τὰ δὲ ὁρατὰ, ὥσπερ καὶ ὁρᾶται· αὐτὸς δὲ ἐπι πάντων ἡγεμών τε καὶ βασιλεὺς καὶ σύστασις γινόμενος τῶν πάντων, τὰ πάντα πρὸς δόξαν καὶ γνῶσιν τοῦ ἑαυτοῦ πατρὸς πρς ἐργάζεται· μονονουχὶ διὰ τῶν γινομένων ἔργων αὐτοῦ, διδάσκων καὶ λέγων· ἐκ μεγέθους καὶ καλλονῆς κτισ μάτων, ἀναλόγως ὁ γενεσι ουργὸς θεωρεῖται· ὥσπερ γὰρ ἀναβλέψαντας εἰς τὸν οὐρανον οὐνον καὶ ἰδόντας τὸν κόσμον αὐτοῦ καὶ τὸ τῶν ἄστρων φῶς· ἔστιν ἐνθυμεῖσθαι τὸν ταῦτα διακοσμοῦντα λόγον. οὕτως νοοῦντας λόγον θεοῦ θῦ , νοεῖν ἐστιν ἀνάγκη καὶ τὸν τούτου πατέρα πρα θεον θν · ἐξ οὗ προϊὼν, εἰκότως τοῦ ἑαυτοῦ πατρος πρς ἑρμηνεὺς καὶ ἄγγελος λέγεται· καὶ τοῦτο, ἐκ τῶν καθ’ ἡμᾶς τίς ἂν ἴδοι· εἰ γὰρ δὴ λόγου προϊόντος παρὰ ἀνθρώπων· ἐνθυμούμεθα τὴν τούτου πηγὴν εἶναι τὸν νοῦν· καὶ τῶ λόγω ἐπιβάλλοντες τὸν νοῦν σημαινόμενον ὁρῶμεν τῶ λογισμῶ, πολλῶ πλέον μείζονι φαντασία καὶ ἀσυγκρίτω ὑπεροχῆ τοῦ λόγου τὴν δύναμιν ὁρῶντες, ἔννοιαν λαμβάνομεν καὶ τοῦ ἀγαθοῦ πατρος πρς αὐτοῦ, ὡς αὐτὸς ὁ σωτηρ σηρ φησίν· ὁ ἐμὲ ἑωρακὼς, ἑόρακε τὸν πατέρα πρα μου· ταῦτα δὲ καὶ πᾶσα θεόπνευστος γραφὴ, φανερώτερον καὶ κατὰ μεῖζον κηρύττει· ἀφ’ ὧν δὴ καὶ ἡμεῖς τεθαρρηκότες, ταῦτά σοι γράφομεν· καὶ σὺ ταύταις ἐντυγχάνων, δυνήση τῶν λεγομένων ἔχειν τὴν πίστιν· λόγος γὰρ ἐκ μειζόνων βεβαιούμενος, ἀναντίρρητον ἔχει τὴν ἀπόδειξιν· ἄνωθεν τοίνυν πε ρὶ τῆς τῶν εἰδώλων ἀναιρέσεως προησφαλίζετο τὸν ἰουδαίων λαὸν ὁ θεῖος λόγος λέγων· οὐ ποιήσεις σεαυτῶ εἴδωλον· οὐ δὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῶ οὐρανῶ οὐνῶ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω· τὴν δὲ αἰτίαν τῆς τούτων καθαιρέσεως, ἑτέρως σημαίνει λέ γων· τὰ εἴδωλα τῶν ἐθνῶν ἀρ γύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων ἀνων · στόμα ἔχουσι, καὶ οὐ λα λήσουσιν· ὀφθαλμοὺς ἔχου σι, καὶ οὐκ ὄψονται· ὦτα ἔχουσι, καὶ οὐκ ἀκούσονται· ῥῖνας ἔ χουσι, καὶ οὐκ ὀσφρανθήσονται· χεῖρας ἔχουσι, καὶ οὐ ψηλαφήσου σι· πόδας ἔχουσι, καὶ οὐ περιπατήσουσιν· οὐ σεσιώπηκε δὲ τὴν περὶ τῆς κτίσεως διδασκαλίαν· ἀλλὰ καὶ μάλα εἰδῶς αὐτῶν τὸ κάλλος· ἵνα μή τινες τῶ κάλλει τούτων ἀποβλέψαντες· οὐχ ὡς ἔργα θεοῦ θῦ · ἀλλ’ ὡς θεοὺς θρησκεύσωσι, προασφαλίζεται τοὺς ἀν θρώπους λέγων· καὶ μὴ ἀνα βλέψας τοῖς ὀφθαλμοῖς, καὶ ἰ δὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ οὐνοῦ πλανηθεὶς προσκυνήσεις αὐ τοῖς· ἃ, ἀπένειμε κύριος κς ὁ θεος θς σου πᾶσι τοῖς ἔθνεσι τοῖς ὑποκά τω τοῦ οὐρανοῦ οὐνοῦ · ἀπένειμε δὲ, οὐκ εἰς τὸ εἶναι θεοὺς αὐτοῖς αὐτά· ἀλλ’ ἵνα τῆ τούτων ἐνεργεία γινώσκωσιν οἱ ἀπὸ τῶν ἐθνῶν τὸν τῶν πάντων δημιουργὸν θεον θν , ὥσπερ εἴρηται· ὁ γὰρ ἰουδαίων πάλαι λαὸς· κατὰ πλεῖον εἶχε τὴν διδασκαλίαν· ὅτι μὴ μόνον ἐκ τῶν τῆς κτίσεως ἔργων· ἀλλὰ καὶ ἐκ τῶν θείων γραφῶν εἶχον τὴν περὶ θεοῦ θῦ γνῶσιν· καὶ καθόλου δὲ τοὺς ἀνθρώπους ἀνους · ἀπὸ τῆς περὶ τὰ εἴδωλα πλάνης καὶ ἀλόγου φαντασίας ἀφέλκων, φησίν· οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι, πλὴν ἐμοῦ· οὐχ ὡς ὄντων δὲ θεῶν ἄλλων, κωλύει τούτους αὐτοὺς ἔχειν· ἀλλ’ ἵνα μή τις τὸν ἀληθινὸν ἀποστραφεὶς θεον θν , ἑαυτῶ τὰ μὴ ὄντα θεοποιεῖν ἄρξηται· ὁποῖοί εἰσιν οἱ παραποιηταῖς καὶ συγγραφεῦσιν ὀνομασθέντες καὶ δειχθέντες οὐκ ὄντες θεοί· καὶ αὐτὴ δὲ ἡ λέξις, τὸ μὴ εἶναι αὐτοὺς θεοὺς δείκνυσι· δι’ ἧς φησιν· οὐκ ἐσονταί σοι θεοὶ ἕτεροι· ὅπερ ἐπὶ μέλλοντος σημαίνεται· τὸ δὴ ἐπι μέλλουσι γινόμενον, οὐκ ἔστι τότε ὅτε ταῦτα λέγεται· ἆρ’ οὖν ἀνελὼν τὴν τῶν ἐθνῶν ἢ εἰδώλων ἀθεότητα· σεσιώπηκεν ἡ ἔνθεος διδασκαλία, καὶ ἁπλῶς ἀφῆκε τὸ τῶν ἀνθρώπων γένος ἄμοιρον τῆς τοῦ θείου γνώσεως φέρεσθαι; οὐχί γε· ἀλλὰ καὶ προαπαντᾶ τῆ διανοία λέγουσα· ἄκουε ἰσραηλ ἰηλ · κύριος κς ὁ θεος θς σου, κύριος κς εἷς ἐστι· καὶ πάλιν· ἀγαπήσεις κύριον κν τὸν θεον θν σου ἐν ὅλη καρδία σου καὶ ἐν ὅλη τῆ ἰσχύϊ σου· καὶ πάλιν· κύριον κν τὸν θεον θν σου προσκυνήσεις καὶ αὐτῶ μόνω λατρεύσεις, καὶ πρὸς αὐτὸν κολληθήση· ὅτι δὲ καὶ ἡ διὰ πάντων καὶ εἰς πάντα τοῦ λόγου πρόνοια καὶ διακόσμησις· ἀπὸ πάσης θεοπνεύστου γραφῆς μαρτυρεῖται, ἀρκεῖ τὰ νῦν λεγόμενα δεῖξαι τοῦ λόγου τὴν πίστιν· ἥ φασὶν οἱ θεολόγοι ἄνδρες· ἐθεμελίωσας τὴν γῆν, καὶ δια μένει τῆ διατάξει σου· διαμέ νει ἡ ἡμέρα· καὶ πάλιν ψάλα τε τῶ θεῶ θω ἡμῶν ἐν κιθάρα· τῶ περιβάλλοντι τὸν οὐρανὸν οὐνον ἐν νε φέλαις, τῶ ἑτοιμάζοντι τῆ γῆ ὑετόν· τῶ ἐξαγαγόντι ἐν ὄρεσι χόρτον, καὶ χλόην τῆ δουλεία τῶν ἀνθρώπων ἀνων , καὶ διδόντι τοῖς κτή νεσι τροφήν· διὰ τίνος δὲ δίδωσιν, ἢ δι’ οὗ καὶ τὰ πάντα γέγονε· δι’ οὗ γὰρ γέγονε, δι’ αὐτοῦ καὶ ἡ τῶν πάντων ἀκολούθως ἐστὶ πρόνοια· τίς οὖν ἂν εἴη οὗτος, ἢ ὁ τοῦ θεοῦ θυ λόγος· περὶ οὗ καὶ ἐν ἑτέρω λέγει· τῶ λόγω κυρίου κυ οἱ οὐρανοὶ οὐνοὶ ἐστερεώθησαν, καὶ τῶ πνεύματι πνι τοῦ στόματος αὐτοῦ, πᾶ σα ἡ δύναμις αὐτῶν· καὶ γὰρ τὰ πάντα ἐν αὐτῶ καὶ δι’ αὐτοῦ γενόμενα διάγεται, ἀφ’ ὧν καὶ ἡ μᾶς πείθει λέγουσα· αὐτὸς εἶπεν καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλα το καὶ ἐκτίσθησαν· καθὼς καὶ ὁ πάντων μέγας μωϋσῆς, ἐν ἀρχῆ τῆς κοσμωποιίας βεβαιοῖ τὸ λεγόμενον, ἐξηγούμενος καὶ λέγων· καὶ εἶπεν ὁ θεος θς · ποιήσω μεν ἄνθρωπον ἄνον , κατ’ εἰκόνα ἡμετέ ραν καὶ καθ’ ὁμοίωσιν· ἐπειδὴ καὶ τὴν οὐρανοῦ οὐνοῦ καὶ γῆς καὶ πάντων ὑφιστὰς γένεσιν αὐτῶ εἶπεν ὁ πατηρ πηρ · γενηθήτω οὐρανός οὐνός · καὶ συναχθήτω τὰ ὕδατα καὶ ὀφθήτω ἡ ξηρὰ, καὶ ἐξαγαγέτω ἡ γῆ βοτάνην, καὶ πᾶν ζῶον· ἀφ’ ὧν καὶ ἰουδαίους ἄν τις ἐλέγξειεν· οὐ γνησίως ἐφιστάνοντας ταῖς γραφαῖς· τίνι γὰρ ἄν τις εἴποι πρὸς αὐτοὺς ὡμίλει ὁ θεος θς , ἵνα καὶ προστάττων λαλῆ· εἰ μὲν οὖν τοῖς ὅραγιγνομένοις προσέταττεν καὶ ὡμίλει, περιττὸς ἦν ὁ λόγος· οὔπω γὰρ ἦν, ἀλλ’ ἔμελλε γίνεσθαι· οὐδεὶς δὲ τῶ μὴ ὄντι λαλεῖ· οὐδὲ εἰς τὸ γενέσθαι, τῶ μηδέπω γινομένω προστάττει καὶ λαλεῖ· εἰ γὰρ τοῖς ἐσομένοις προσέταττεν ὁ θεος θς , ἔδει λέγειν αὐτὸν· γενοῦ οὐρανὲ οὐνὲ · καὶ γενοῦ γῆ· καὶ ἔξελθε βοτάνη, καὶ ποιήθητι ἄνθρωπε ἄνε · νῦν δὲ τοῦτο μὲν οὐκ ἐποίησε, προστάττει δὲ λέγων· ποιήσωμεν ἄνθρωπον ἄνον · καὶ ὅρα ἐξελθέτω βοτάνη· ἀφ’ ὧν δείκνυται θεος θς ὡς πλησίον τινὶ διαλεγόμενος περὶ τούτων· οὐκ οὖν ἀνάγκη συνεῖναί τινα τούτω, ὡς καὶ ὁμιλῶν ἐποίει τὰ ὅλα· τίς οὖν ἂν εἴη, εἰ μὴ ὁ τούτου λόγος· τίνι γὰρ ἄν τις φαίη θεον θν ὁμολογεῖν, ἢ τῶ ἑαυτοῦ λόγω· ἢ τίς τούτῳ συνῆν ποιοῦντι τὴν γενητὴν πᾶσαν οὐσίαν, ἢ ἡ τούτου σοφία· ἡ λέγουσα· ἡνίκα ἐποί ει τὸν οὐρανὸν οὐνὸν καὶ τὴν γῆν, συμπα ρήμην αὐτῶ· ἐν δὲ τῆ οὐρανοῦ οὐνοῦ καὶ γῆς ὀνομασία, πάντα τὰ ἐν οὐρανῶ οὐνῶ καὶ γῆ γενητὰ συμπεριλαμβάνει· συνὼν δὲ ὡς σοφία καὶ ὡς λόγος, τὸν πατέρα πρα βλέπων ἐδημιούργει τὸ πᾶν καὶ συνίστη καὶ διεκόσμει· καὶ δύναμις δὲ ὢν τοῦ πατρος πρς , τὰ ὅλα εἰς τὸ εἶναι ΙΓ´ ἰσχυροποίει, ἥ φησι καὶ ὁ σωτηρ σηρ · πάντα ὅσα βλέπω τὸν πατέρα πρα ποι οῦντα, καγὼ ὁμοίως ποιῶ· καὶ δι’ αὐτοῦ δὲ καὶ εἰς αὐτὸν τὰ πάντα γεγονέναι, οἱ ἱεροὶ τούτου διδάσκουσι μαθηταί· καὶ ὅτι ἀγαθὸς ἐξ ἀγαθοῦ γέννημα καὶ ἀληθινὸς υἱὸς ὑπάρχων, δύναμίς ἐστι τοῦ πατρος πρς καὶ σοφία καὶ λόγος· οὐ κατα μετοχὴν ταῦτα ὢν· οὐδὲ ἔξωθεν ἐπιγενομένων τούτων αὐτῶ· κατὰ τοὺς αὐτοῦ μετέχοντας καὶ σοφιζομένους δι’ αὐτοῦ· καὶ δυνατοὺς καὶ λογικοὺς ἐν αὐτῶ γινομένους· ἀλλ’ αὐτσοοφία· αὐτολόγος· αὐτοδύναμις ἰδία τοῦ πατρός πρς ἐστιν· αὐτοφῶς ΙΔ´ αὐτοαλήθεια· αὐτοδικαιοσύνη· αὐτοαρετή· ναὶ μὴν καὶ χαρακτήρ· καὶ ἀπαύγασμα· καὶ εἰκών· καὶ συνελόντι φράσαι, καρπὸς παντέλειος τοῦ πατρος πρς ὑπάρχει καὶ μόνος ἐστὶν υἱὸς, εἰκὼν ἀπαράλλακτος τοῦ πατρος πρς · τίς οὖν ἄν τις ἐξαριθμήσειε τὸν πατέρα πρα , ἵνα καὶ τοῦ λόγου τούτου τὰς δυνάμεις ἐξεύροι· ἔστι γὰρ ὥσπερ τοῦ πατρος πρς λόγος καὶ σοφία, οὕτως καὶ τοῖς γενητοῖς συγκαταβαίνων, γίνεται πρὸς τὴν τοῦ γεννήτορος γνῶσιν καὶ ἔννοιαν· αὐτοαγιασμὸς καὶ αὐτοζωή· καὶ θύρα· καὶ ποιμήν· καὶ ὁδός· καὶ βασιλεύς· καὶ ἡγεμών· καὶ ἐπι πᾶσι σωτηρ σηρ · καὶ ζωοποιός· καὶ φῶς· ὡς πρόνοια τῶν πάντων· τοιοῦτον ἆρα ἀγαθὸν καὶ δημιουργὸν υἱὸν ἔχων ἐξ ἑαυτοῦ ὁ πατηρ πηρ , οὐκ ἀφανῆ αὐτὸν τοῖς γενητοῖς ἀπέκρυψεν· ἀλλὰ καὶ ὁσημέραι τοῦτον ἀποκαλύπτει τοῖς πᾶσι, διὰ τῆς τῶν πάντων δι’ αὐτοῦ συστάσεως καὶ ζωῆς· ἐν αὐτῶ δὲ καὶ δι’ αὐτοῦ καὶ ἑαυτὸν ἐμφαίνει, καθὼς ὁ σωτηρ σηρ φησί· ἐγὼ ἐν τῶ πατρι πρι καὶ ὁ πατηρ πηρ ἐν ἐμοί· ὥστε ἐξ ἀνάγκης εἶναι τὸν λόγον ἐν τῶ γεννήσαντι, καὶ τὸν γεννηθέντα σὺν τῶ πατρι πρι διαιωνίζειν· τούτων δὲ οὕτως ἐχόντων, καὶ οὐδενὸς ἔξωθεν αὐτοῦ τυγχάνοντος· ἀλλὰ καὶ οὐρανοῦ οὐνοῦ καὶ γῆς, καὶ πάντων τῶν ἐν αὐτοῖς ἐξηρτημένων αὐτοῦ· ὅμως ἄνθρωποι ἄνοι παράφρονες· παραγκωνισάμενοι τὴν πρὸς τοῦτον γνῶσιν καὶ εὐσέβειαν, τὰ οὐκ ὄντα πρὸ τῶν ὄντων ἐτίμησαν· καὶ ἀντὶ τοῦ ὄντως ὄντος θεοῦ θῦ , τὰ μὴ ὄντα ἐθεοποίησαν, τῆ κτίσει παρὰ τὸν κτίσαντα λατρεύοντες· πρᾶγμα πάσχοντες, ἀνόητον καὶ δυσσεβές· ὅμοιον γὰρ ὡς εἴ τις τὰ ἔργα πρὸ τοῦ τεχνίτου θαυμάσιεν· καὶ τὰ ἐν τῆ πόλει δημιουργήματα καταπλαγεὶς, τὸν τούτων δημιουργὸν καταπατοίη· ἢ ὡς εἴ τις τὸ μὲν μουσικὸν ὄργανον ἐπαινοίη, τὸν δὲ συνθέντα καὶ ἁρμοσάμενον ἐκβάλλοι· ἄφρονες καὶ πολὺ τὸν ὀφθαλμὸν πεπηρωμένοι· πῶς γὰρ ἂν ἔγνωσαν ἄλλως οἰκοδομὴν ἢ ναῦν· ἢ λύραν· μὴ οὐχὶ τοῦ ναυπηγοῦ ἐργασαμένου· καὶ τοῦ ἀρχιτέκτονος οἰκοδομήσαντος, καὶ τοῦ μουσικοῦ συνθέντος· ὥσπερ οὖν ὁ ταῦτα λογιζόμενος μαίνεται, καὶ ὑπερέκεινα πάσης μανίας ἐστὶν, οὕτως οὔ μοι δοκοῦσιν ὑγιαίνειν τὴν διάνοιαν οἱ τὸν θεον θν μὴ ἐπιγινώσκοντες· καὶ τὸν τούτου λόγον μὴ θρησκεύοντες τὸν σωτῆρα σρα τῶν πάντων τὸν κύριον κν ἡμῶν ἰησοῦν ἰν χριστον χν , δι’ οὗ τὰ πάντα ὁ πατηρ πηρ διακοσμεῖ καὶ συνέχει καὶ προνοεῖται τῶν ὅλων· εἰς ὃν σὺ τὴν πίστιν ἔχων· καὶ τὸ θεοσεβὲς ὦ φιλόχριστε, χαῖρε καὶ εὔελπις γίνου· ὅτι τῆς εἰς αὐτὸν πίστεως καὶ εὐσεβείας, ἀθανασία καὶ βασιλεία οὐρανῶν οὐνῶν ἐστὶν ὁ καρπός· μόνον ἐὰν κατὰ τοὺς αὐτοῦ νόμους ἡ ψυχὴ κεκοσμημένη γένηται· ὥσπερ γὰρ τοῖς κατ’ αὐτὸν πολιτευομένοις ἔστι τὸ ἔπαθλον ζωὴ αἰώνιος, οὕτως τοῖς τὴν ἐναντίαν καὶ μὴ τὴν τῆς ἀρετῆς ἀτραπὸν ὁδεύουσιν, αἰσχύνη μεγάλη καὶ κίνδυνος ἀσύγγνωστος ἐν ἡμέρα κρίσεως· ὅτι καίτοι γνόντες τὴν τῆς ἀληθείας ὁδὸν, ἐναντία ὧν ἔγνωσαν ἔπραξαν.