Contra gentes (Ms y)
Author namesAthanase d’Alexandrie · Athanase d Alexandrie · Athanasius of Alexandria · Athanasius
- Edition reference
- Contra gentes, ed. R. W. Thomson, Athanasius. Contra gentes and de incarnatione, Oxford: Clarendon Press, 1971: 2–132.
- CTS identifier
urn:cts:greekLit:tlg2035.tlg001.local051- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
ἀποστεροῦντες ὄντων κατ’ αὐτοὺς ἡ κακία ὑπόστασιν πάλιν θέλοντες αὐτὸν ποιητὴν εἶναι τῶν ὅλων, ἐξ ἀνάγκης σιν εἶναι· ἐν γὰρ τοῖς κατ’ αὐτούς ἐστι· τοῦτο δὲ ἀδύνατον ἂν φανείη· οὐ γὰρ ἐκ μεμιγμένην ἔχον σιν ἢ αἴ νόμενον κακοῦ· οἱ δὲ ἀπὸ τῶν αἱρέσεων· ἐκπεσόντες τῆς ἐκκλησιαστικῆς διδασκαλίας· καὶ περὶ τὴν πίστιν ναυαγήσαντες καὶ οὗτοι μὲν ὑπόστασιν τοῦ κακοῦ παραφρονοῦσιν εἶναι· ἀναπλάττονται δὲ ἑαυτοῖς παρὰ τὸν ἀληθινὸν τοῦ χριστοῦ χῦ πατέρα πρα θεὸν θν ἕτερον· καὶ τοῦτον ἀγένητον· τοῦ κακοῦ ποιητὴν καὶ τῆς κακίας ἀρχηγόν· τὸν καὶ τῆς κτίσεως δημιουργόν· τούτους δὲ, εὐχερῶς ἄν τις ἐλέγξειεν· ἔκ τε τῶν θείων γραφῶν καὶ ἐξ αὐτῆς τῆς ἐν ἀνθρώποις διανοίας, ἀφ’ ἧς καὶ ταῦτα ἀναπλασάμενοι μαίνονται· ὁ μὲν οὖν κύριος κς καὶ σωτὴρ σηρ ἡμῶν ἰησοῦς ἰς χριστὸς χς · ἐν τοῖς ἑαυτοῦ εὐαγγελίοις φησὶ· βεβαιῶν τὰ μωϋσέως ῥήματα· ὅτι κύριος κς ὁ θεος θς εἷς ἐστι· καὶ ἐξομολογοῦμαί σοι πάτερ περ · κύριε κε τοῦ οὐρανοῦ οὐνου καὶ τῆς γῆς. εἰ δὲ εἷς ἐστιν ὁ θεος θς · καὶ οὗτος οὐρανοῦ οὐνοῦ καὶ γῆς κύριος κς , πῶς ἄλλος ἂν εἴη θεος θς παρὰ τοῦτον· ποῦ δὲ καὶ ἔσται ὁ κατ’ αὐτοὺς θεος θς , τὰ πάντα τοῦ μόνου καὶ ἀληθινοῦ θεοῦ θῦ πληροῦντος, κατὰ τὴν τοῦ οὐρανοῦ οὐνοῦ καὶ γῆς περίληψιν· πῶς δὲ καὶ ἄλλος ἂν εἴη ποιητὴς, ὧν αὐτὸς ὁ θεος θς καὶ πατὴρ πηρ τοῦ χριστοῦ χῦ ἔστι κύριος κς κατὰ τὴν τοῦ σωτῆρος σρς φωνὴν· εἰ μὴ ἆρα ὡς ἐν ἰσοστασίω καὶ τῶν τοῦ ἀγαθοῦ θεοῦ θῦ , τὸν φαῦλον δύνασθαι γενέσθαι κύριον κν εἴποιεν· ἀλλ’ ἐὰν τοῦτο λέγωσιν· ὅρα εἰς ὅσην ἀσέβειαν ἐκπίπτουσιν· ἐν γὰρ τοῖς τὰ ἴσα δυναμένοις, τὸ ὑπερέχον καὶ κρεῖττον οὐκ ἂν εὑρεθείη· καὶ γὰρ εἰ μὴ θέλοντος τοῦ ἑτέρου· τὸ ἕτερόν ἐστιν, ἴση ἀμφοτέρων ἡ δύναμις καὶ ἡ ἀσθένειά ἐστιν· ἴση μὲν, ὅτι νικῶσιν ἀλλήλων τὴν βούλησιν ἐν τῶ εἶναι· ἀσθένεια δὲ, ἀμφοτέρων ἐστὶν, ὅτι μὴ βουλομένοις αὐτοῖς, παρὰ γνώμην ἀποβαίνει τὰ πράγματα· ἔστι γὰρ καὶ ὁ ἀγαθὸς παραγνώμην τοῦ φαύλου· ἔστι καὶ ὁ φαῦλος παρὰ βούλησιν τοῦ ἀγαθοῦ· ἄλλως τε· καὶ τοῦτο γὰρ ἄν τις αὐτοῖς εἴποι· εἰ τὰ φαινόμενα ἔργα τοῦ φαύλου ἐστὶ, τί τὸ ἔργον τοῦ ἀγαθοῦ· φαίνεται γὰρ οὐδὲν, πλὴν μόνης τῆς τοῦ δημιουργοῦ κτίσεως· τί δὲ καὶ τοῦ εἶναι τὸν ἀγαθὸν γνώρισμα. οὐκ ὄντων αὐτοῦ ἔργων δι’ ὧν ἂν γνωσθείη· ἐκ γὰρ τῶν ἔργων ὁ δημιουργὸς γινώσκεται· πῶς δὲ ὅλως καὶ δύο ἂν εἴη, ἐναντία ἀλλήλων· ἢ τί τὸ διαιροῦν ἐστι ταῦτα· ἵνα χωρὶς ἀλλήλων γένωνται· εἶναι γὰρ αὐτὰ ἅμα ἀδύνατον, διὰ τὸ ἀναιρετικὰ ἀλλήλων εἶναι· ἀλλ’ οὐδὲ ἕτερον ἐν ἑτέρῳ δυνηθείη ἂν εἶναι, διὰ τὸ ἄμικτον καὶ ἀνόμοιον αὐτῶν τῆς φύσεως· οὐκοῦν ἐκ τρίτου τὸ διαιροῦν, φανήσεται καὶ αὐτὸ θεος θς · ἀλλὰ ποίας ἂν εἴη καὶ τὸ τρίτον φύσεως· πότερον, τῆς τοῦ καλοῦ, ἢ τοῦ φαύλου· ἄδηλον φανήσεται· τῆς γὰρ ἀμφοτέρων εἶναι αὐτὸ, ἀδύνατον· σαθρᾶς δὴ τοίνυν τῆς τοιαύτης αὐτῶν διανοίας φαινομένης· ἀνάγκη τὴν ἀλήθειαν διαλάμπειν τῆς ἐκκλησιαστικῆς γνώσεως· ὅτι τὸ κακὸν οὐ παρὰ θεοῦ θῦ · οὐδὲ ἐν θεῶ θῶ · οὔτε ἐξ ἀρχῆς γέγονεν· οὔτε οὐσία τίς ἐστιν αὐτοῦ· ἀλλὰ ἄνθρωποι ἄνοι · κατὰ στέρησιν τῆς τοῦ καλοῦ φαντασίας· ἑαυτοῖς ἐπινοεῖν ἤρξαντο καὶ ἀναπλάττειν τὰ οὐκ ὄντα· καὶ ἅπερ βούλονται· ὡς γὰρ ἄν τις ἡλίου φαίνοντος· καὶ πάσης τῆς γῆς τῶ φωτὶ τούτου καταλαμπομένης, καμμύων τοὺς ὀφθαλμοὺς σκότος ἑαυτῶ ἐπινοεῖ οὐκ ὄντος σκότους· καὶ λοιπὸν ὡς ἐν σκότει πλανώμενος περιπατεῖ, πολλάκις πίπτων καὶ κατακρημνῶν ὑπάγων· νομίζων οὐκ εἶναι φῶς ἀλλὰ σκότος· δοκῶν γὰρ βλέπειν οὐδ’ ὅλως ὁρᾶ, οὕτως καὶ ἡ ψυχὴ τῶν ἀνθρώπων καμμύσασα τὸν ὀφθαλμὸν δι’ οὗ τὸν θεον θν ὁρᾶν δύναται, ἑαυτῆ τὰ κακὰ ἐπενόησεν· ἐν οἷς κινουμένη, οὐκ οἶδεν ὅτι δοκοῦσά τι ποιεῖν, οὐδὲν ποιεῖ· τὰ οὐκ ὄντα γὰρ ἀναπλάττεται· καὶ οὐχ ὁποία γέγονεν, τοιαύτη καὶ ἔμεινεν· ἀλλ’ ὁποίαν ἑαυτὴν ἐνέφυρε, τοιαύτη καὶ φαίνεται· γέγονε μὲν γὰρ εἰς τὸ ὁρᾶν τὸν θεον θν καὶ ὑπ’ αὐτοῦ φωτίζεσθαι· αὕτη δὲ ἀντὶ τοῦ θεοῦ θῦ , τὰ φθαρτὰ καὶ τὸ σκότος ἐζήτησεν· ὥς που καὶ τὸ πνεῦμα πνα ἐγγράφως φησίν· ὁ θεος θς τὸν ἄνθρωπον ἄνον ἐποίησεν εὐθῆ· αὐτοὶ δὲ ἐζή τησαν λογισμοὺς πολλούς. κακίας δὴ οὖν εὕρεσις καὶ ἐπίνοια τοῖς ἀνθρώποις ἀνοις ἐξαρχῆς· οὕτω γέγονε καὶ πέπλασται. πῶς δὲ καὶ εἰς τὴν τῶν εἰδώλων μανίαν καταβεβήκασιν, ἤδη λέγειν ἀναγκαῖον· ἵνα γινώσκης ὅτι ὅλως ἡ τῶν εἰδώλων εὕρεσις· οὐκ ἀπὸ ἀγαθοῦ· ἀλλ’ ἀπὸ κακίας γέγονεν. τὸ δὲ τὴν αρχὴν ἔχον κακὴν, ἐν οὐδενί ποτε καλὸν κριθείη· ὅλον ὃν φαῦλον. οὐκ ἀρκεσθεῖσα τῆ τῆς κακίας ἐπινοία τῶν ἀνθρώπων ἀνων ἡ ψυχὴ, κατ’ ὀλίγον καὶ εἰς τὰ χείρονα ἑαυτὴν ἐξάγειν ἤρξατο. μαθοῦσα γὰρ διαφορᾶς ἡδονῶν· καὶ ζωσαμένη τὴν τῶν θείων λήθην· ἡδομένη δὲ καὶ πρὸς τὰ τοῦ σώματος πάθη· καὶ πρὸς μόνα τὰ παρόντα, καὶ τὰς τούτων δόξας ἀποβλέπουσα, ἐνόμισε μὴ δὲν ἔτι πλέον εἶναι τῶν βλεπομένων· ἀλλὰ μόνα τὰ πρόσκαιρα· καὶ τὰ σωματικὰ εἶναι τὰ καλά· ἀποστραφεῖσα δὲ καὶ ἐπιλαθομένη ἑαυτὴν εἶναι κατ’ εἰκόνα τοῦ ἀγαθοῦ θεοῦ θῦ , οὐκ ἔτι μὲν διὰ τῆς ἐν αὐτῆ δυνάμεως τὸν θεον θν λόγον καθ’ ὃν καὶ γέγονεν ὁρᾶ· ἔξω δὲ ἑαυτῆς γενομένη· τὰ οὐκ ὄντα λογίζεται καὶ ἀνατυποῦται· ἐπικρύψασα γὰρ ταῖς ἐπιπλοκαῖς τῶν σωμα· τικῶν ἐπιθυμιῶν τὸ ὡς ἐν αὐτῆ κάτοπτρον· δι’ οὗ μόνου ὁρᾶν ἠδύνατο τὴν εἰκόνα τοῦ πατρος πρς , οὐκ ἔτι μὲν ὁρᾶ ἃ δεῖ ψυχὴν νοεῖν, παντὶ δὲ περιφέρεται· καὶ μόνα ἐκεῖνα ὁρᾶ, τὰ τῆ αἰσθήσει προσπίπτοντα· ὅθεν δὴ πάσης σαρκικῆς ἐπιθυμίας γέμουσα καὶ ἐν ταῖς τούτων δόξαις ταραττομένη· λοιπόν ὃν ἐπελάθετο τῆ διανοία θεον θν , τοῦτον ἐν τοῖς σωματικοῖς καὶ αἰσθητοῖς ἀναπλάττεται· τοῖς φαινομένοις τὴν τοῦ θεοῦ θῦ προσηγορίαν ἀνατιθεῖσα· καὶ μόνα ταῦτα δοξάζουσα, ἅπερ αὐτὴ βούλεται καὶ ὡς ἡδέα ὁρᾶ· προηγεῖται τοίνυν αἰτία τῆς εἰδωλολατρίας, ἡ κακία. μαθόντες γὰρ οἱ ἄνθρωποι ἄνοι τὴν οὐκ οὖσαν κακίαν ἑαυτοῖς ἐπινοεῖν, οὕτως καὶ τοὺς οὐκ ὄντας θεοὺς ἑαυτοῖς ἀνεπλάσαντο· οἷον δὲ εἴ τις εἰς βυθὸν καταδὺς· μηκ ἔστι μὲν βλέποι τὸ φῶς μὴ δὲ τὰ ἐν τῶ φωτὶ φαινόμενα διὰ τὸ τῶν ὀφθαλμῶν αὐτοῦ πρὸς τὸ κάτω νεῦμα· καὶ τὴν τοῦ ὕδατος ἐπικειμένην ἐπίχυσιν αὐτῶ· μόνα δὲ τὰ ἐν τῶ βυθῶ αἰσθόμενος· νομίζοι μηδὲν πλέον ἐκείνων εἶναι· ἀλλ’ αὐτὰ τὰ φαινόμενα αὐτῶ, τῶν ὄντων εἶναι τὰ κύρια, οὕτως καὶ οἱ πάλαι τῶν ἀνθρώπων ἀνων παράφρονες· καταδύναν τες εἰς τὰς τῶν σαρκῶν ἐπιθυμίας καὶ φαντασίας· καὶ ἐπιλαθόμενοι τῆς περὶ θεοῦ θῦ ἐννοίας καὶ δόξης· ἀμυδρῶ τῶ λογισμῶ· μᾶλλον δὲ ἀλογία χρησάμενοι, τὰ φαινόμενα θεοὺς ἀνετυπώσαντο· τὴν κτίσιν παρὰ τὸν κτίσαντα δοξάζοντες. καὶ τὰ ἔργα μᾶλλον ἐκθειάζοντες, ἤπερ τὸν τούτων αἴτιον καὶ δημιουργὸν δεσπότην θεον θν · ὥσπερ δὲ κατὰ τὸ προλεχθὲν παράδειγμα· οἱ εἰς τὸν βυθὸν καταδυόμενοι· ὅσω μᾶλλον ἐπικαταβαίνουσι· τοσοῦτον εἰς τὰ σκοτεινότερα καὶ βαθύτερα ὁρμῶσιν, οὕτω καὶ τὸ τῶν ἀνθρώπων ἀνων πέπονθε γένος· οὐ γὰρ ἁπλῆν ἔσχον τὴν εἰδωλολατρίαν· οὐδὲ ἀφ’ ὧν ἤρξαντο, ἐν τούτοις καὶ διέμειναν· ἀλλ’ ὅσον τοῖς πρώτοις ἐνεχρόνιζον, τοσοῦτον ἑαυτοῖς καινοτέρας ἐφεύρισκον δεισιδαιμονίας· καὶ κόρον οὐ λαμβάνοντες τῶν πρώτων, ἄλλοις πάλιν ἐνεπίμπλαντο κακοῖς· προκόπτοντες ἐν τοῖς αἰσχίστοις· καὶ πλεῖον ἑαυτῶν ἐπεκτείνοντες τὴν ἀσέβειαν· τοῦτο δὲ καὶ ἡ θεία γραφὴ μαρτύρεται λέγουσα· ὅταν ἔλθη ἀσεβὴς εἰς βάθος κακῶν, κα ταφρονεῖ· ἄρτι γὰρ ἀπεπήδησεν ἡ διάνοια τῶν ἀνθρώπων ἀνων ἀπὸ θεοῦ θῦ · καὶ καταβαίνοντες ταῖς ἐννοίαις καὶ τοῖς λογισμοῖς οἱ ἄνθρωποι ἄνοι , α´πρώτοις οὐρανῶ οὐνῶ καὶ ἡλίω, καὶ σελήνη, καὶ τοῖς ἄστροις, τὴν τοῦ θεοῦ θῦ τιμὴν ἀνέθηκαν· ἐκείνους οὐ μόνον θεοὺς εἶναι νομίζοντες, ἀλλὰ καὶ τῶν ἄλλων τῶν μετ’ αὐτοὺς αἰτίους β´τυγχάνειν· εἶτ’ ἐπικαταβαίνοντες τοῖς σκοτεινοῖς λογισμοῖς, αἰθέρα καὶ τὸν ἀέρα καὶ τὰ ἐν τῶ ἀέρι προσηγόρευσαν θεούς· γ´προβαίνοντες δὲ τοῖς κακοῖς· ἤδη καὶ τὰ στοιχεῖα· καὶ τὰς ἀρχὰς τῆς τῶν σωμάτων συστάσεως τὴν θερμὴν, καὶ τὴν ψυχρὰν· καὶ τὴν ξηρὰν· καὶ τὴν ὑγρὰν οὐσίαν, θεοὺς ἀνύμνησαν· ὡς δὲ οἱ τέλεον πεσόντες· περὶ τὴν γῆν ἰλυσπῶνται δίκην τῶν ἐν τῆ χέρσω κοχλιῶν, οὕτως οἱ ἀσεβέστατοι τῶν ἀνθρώπων ἀνων · πεσόντες καὶ καταπεσόντες ἀπὸ τῆς περὶ θεοῦ θῦ φαντασίας, λοιπὸν καὶ ἀνθρώπους ἀνους καὶ ἀνθρώπων ἀνων μορφὰς. τῶν μὲν, ἔτι ζώντων· τῶν δὲ, καὶ μετὰ θάνατον, ς θεοὺς ἀνέθηκαν. ἔτι δὲ καὶ χείρονα βουλευόμενοι καὶ λογιζόμενοι, ἤδη καὶ εἰς λίθους καὶ ξύλα· καὶ ἑρπετὰ ἔνυδρά τε καὶ χερσαῖα· καὶ εἰς τὰ τῶν ἀλόγων ἀνήμερα ζῶα, τὴν θείαν καὶ ὑπερκόσμιον τοῦ θεοῦ θῦ προσηγορίαν μετήνεγκαν· πᾶσαν τιμὴν θεοῦ θῦ αὐτοῖς ἀπονέμοντες· καὶ τὸν ἀληθινὸν καὶ ὄντως ὄντα θεον θν τὸν τοῦ χριστοῦ χῦ πατέρα πρα , ἀποστρεφόμενοι· εἴθε δὲ κἂν μέχρι τούτων εἰστήκει τῶν ἀφρόνων ἡ τόλμα· καὶ μὴ περαιτέρω βαίνοντες, ἑαυτοὺς ταῖς ἀσεβείαις ἐνέφυρον· τοσοῦτον γάρ τινες καταπεπτώκασι τῆ διανοία καὶ ἐσκοτίσθησαν τὸν νοῦν, ὥστε καὶ τὰ μὴ δ’ ὅλως μηδαμῶς ὑπάρχοντα μὴ δὲ ἐν τοῖς γενομένοις φαινόμενα, ὅμως ἑαυτοῖς ἐπινοῆσαι καὶ θεοποιῆσαι· λογικὰ γὰρ ἀλόγοις ἐπιμίξαντες· καὶ ἀνόμοια τῆ φύσει ἐνείραντες, ὡς θεοὺς θρησκεύουσιν· οἷοί εἰσιν οἱ παρ’ αἰγυπτίοις κυνοκέφαλοι· καὶ ὀφιοκέφαλοι· καὶ ὀνοκέφαλοι· καὶ ὁ παρὰ λίβυσι κριοκέφαλος ἄμμων. ἄλλοι δὲ τὰ μέρη τῶν σωμάτων· κεφαλὴν καὶ ὦμον· καὶ χεῖρα καὶ πόδα καθ’ ἑαυτὰ διελόντες, ἕκαστον εἰς θεοὺς ἀνέθηκαν καὶ ἐξεθείασαν· ὥσπερ οὐκ ἀρκούμενοι ἐξ ὁλοκλήρου τοῦ ὅλου σώματος ἔχειν τὴν θρησκείαν· ἐπιτείνοντες δὲ τὴν ἀσέβειαν ἕτεροι, τὴν πρόφασιν τῆς τούτων εὑρέσεως καὶ τῆς ἑαυτῶν κακίας· τὴν ἡδονὴν καὶ τὴν ἐπιθυμίαν· θεοποιήσαντες προσκυνοῦσιν· οἷός ἐστιν ὁ παρ’ αὐτοῖς ἔρως, καὶ ἡ ἐν πάφω ἀφροδίτη· οἱ δὲ, αὐτῶν ὥσπερ φιλοτιμούμενοι τοῖς χείροσιν, ἐτόλμησαν τοὺς παρ’ αὐτῶν ἄρχοντας ἢ καὶ τοὺς τούτων παῖδας, εἰς θεοὺς ἀναθεῖναι· ἢ διὰ τιμὴν τῶν ἀρξάντων, ἢ διὰ φόβον τῆς αὐτῶν τυραννίδος· ὡς ὁ ἐν κρήτη παρ’ αὐτοῖς περιβόητος ζεὺς· καὶ ἐν ἀρκαδία ἑρμῆς· καὶ παρὰ μὲν ἰνδοῖς, διόνυσος· παρὰ δὲ αἰγυπτίοις ἴσις καὶ ὄσιρις καὶ ὧρος· καὶ ὁ νῦν αδριανοῦ τοῦ ῥωμαίων βασιλέως παιδικὸς ἀντίνοος· ὃν καίπερ εἰδότες ἄνθρωπον ἄνον · καὶ ἄνθρωπον ἄνον οὐ σεμνὸν ἀλλ’ ἀσελγείας ἔμπλεων διὰ φόβον τοῦ προστάξαντος σέβουσιν. ἐπιδημήσας γὰρ ἀδριανὸς τῆ χώρα τῶν αἰγυπτίων· τελευτήσαντα τὸν τῆς ἡδονῆς αὐτοῦ ὑπηρέτην ἀντίνοον, ἐκέλευσε θρησκεύεσθαι· αὐτὸς μὲν, καὶ μετὰ θάνατον ἐρῶν τοῦ παιδός· ἔλεγχον δὲ, ὅμως καθ’ ἑαυτοῦ καὶ γνώρισμα καταπάσης εἰδωλολατρίας παρέχων· ὅτι οὐκ ἄλλως εὑρέθη παρὰ τοῖς ἀνθρώποις αὕτη, ἢ δι’ ἐπιθυμίαν τῶν πλασαμένων· καθὼς καὶ ἡ σοφία τοῦ θεοῦ θῦ προμαρτύρεται λέγουσα· ἀρχὴ πορνείας, ἐπίνοια εἰδώλων· καὶ μήτοι θαυμάσης· μὴ δὲ μακρὰν πίστεως νομίσης εἶναι τὸ λεγόμενον· ὅπου γε καὶ οὐ πολλῶ πρότερον· ἢ τάχα καὶ μέχρι νῦν ἡ ῥωμαίων σύγκλητος· τοὺς πώποτε αὐτῶν ἐξ ἀρχῆς ἄρξαντας καὶ βασιλέας· ἢ πάντας· ἢ οὓς ἂν αὐτοὶ βούλωνται καὶ κρίνωσι, δογματίζουσιν ἐν θεοῖς εἶναι· καὶ θρησκεύεσθαι θεοὺς γράφουσιν· οἷς μὲν γὰρ ἀπεχθάνονται, τούτους ὡς πολεμίους τὴν φύσιν ὁμολογοῦσι· καὶ ἀνθρώπους ὀνομάζουσιν· οὓς δὲ καταθυμίους ἔχουσι, τούτους δι’ ἀνδραγαθίαν θρησκεύεσθαι προστάττουσιν, ὥσπερ ἐπεξουσίας ἔχοντες τοῦ θεοποιεῖν· αὐτοὶ ἄνθρωποι τυγχάνοντες· καὶ εἶναι θνητοὶ μὴ ἀρνούμενοι. ἔδει δὲ θεοποιοῦντας αὐτοὺς, μᾶλλον αὐτοὺς εἶναι θεούς· τὸ γὰρ ποιοῦν, τοῦ ποιουμένου κρεῖττον εἶναι δεῖ· καὶ ὁ κρίνων, τοῦ κρινομένου, ἐξ ἀνάγκης ἄρχει· καὶ ὁ διδοὺς, πάντως ὃ ἔχει χαρίζεται· ὥσπερ ἀμέλει καὶ πᾶς βασιλεὺς ὃ μὲν ἔχει χαρίζεται· τῶν δὲ λαμβανόντων κρεῖττον καὶ μείζων ἐστίν· εἴπερ οὖν οὓς θέλουσιν αὐτοὶ τούτους θεοὺς δογματίζουσιν εἶναι, ἔδει καὶ αὐτοὺς πρῶτον εἶναι θεούς. ἀλλὰ τὸ θαυμαστόν ἐστι τοῦτο· ὅτι αὐτοὶ ἀποθνήσκοντες ὡς ἄνθρωποι ἄνοι , ἐλέγχουσι τὴν ἑαυτῶν περὶ τῶν θεοποιηθέντων ὑπ’ αὐτῶν ψῆφον εἶναι ψευδῆ. τοῦτο δὲ τὸ ἔθος οὐ καινὸν· οὐδὲ ἀπὸ τῆς ῥωμαίων ἤρξατο βουλῆς· ἀλλ’ ἦν ἄνωθεν προγιγνόμενον καὶ προμελετώμενον ἐπὶ τὴν τῶν εἰδώλων ἔννοιαν· καὶ γὰρ οἱ πάλαι παρ’ ἕλλησι διαβεβοημένοι θεοὶ ζεὺς καὶ ποσειδὼν καὶ ἀπόλλων· καὶ ἥφαιστος καὶ ἑρμῆς· καὶ ἐν θηλείαις ἥρα καὶ δημήτρα καὶ ἀθηνᾶ καὶ ἄρτεμις· ταῖς θησέως τοῦ παρὰ τοῖς ἕλλησιν ἱστορουμένου διαταγαῖς, ἐκρίθησαν λέγεσθαι θεοί· καὶ οἱ μὲν διαταξάμενοι, ὡς ἄνθρωποι ἄνοι ἀποθνήσκοντες θρηνοῦνται· οὓς δὲ διετάξαντο, οὗτοι ὡς θεοὶ προσκυνοῦνται· ὢ πολλῆς ἐναντιότητος καὶ μανίας· τὸν διαταξάμενον εἰδότες, οὓς διετάξατο προτιμῶσι· καὶ εἴθε μέχρις ἀρρένων εἱστήκει τούτων ἡ εἰδωλομανία. καὶ μὴ εἰς θηλείας κατέφερον τὴν θείαν προσηγορίαν· καὶ γὰρ καὶ γυναῖκας ἃς οὐδὲ εἰς κοινὴν περὶ πραγμάτων συμβουλίαν λαμβάνειν ἀσφαλὲς, ταύτας τῆ τοῦ θεοῦ θῦ τιμῆ θρησκεύουσι καὶ σέβουσιν· ὡς αἱ μὲν παρὰ θησέως διαταγεῖσαι ὡς προειρήκαμεν· παρὰ δὲ αἰγυπτίοις ἴσις καὶ κόρη· καὶ νεωτέρα· καὶ παρ’ ἄλλοις ἀφροδίτη· τὰ γὰρ τῶν ἄλλων ὀνόματα, οὐδὲ λέγειν εὐαγὲς ἡγοῦμαι, πάσης χλεύης ὄντα μεστά. πολλοὶ γὰρ οὐ μόνον ἐν τοῖς πάλαι· ἀλλὰ καὶ ἐν τοῖς καθ’ ἡμᾶς χρόνοις· ἀποβαλόντες φίλτατα καὶ ἀδελφοὺς· καὶ συγγενεῖς καὶ γυναῖκας· πολλαὶ δὲ καὶ ἄνδρας ἀποβαλοῦσαι οὓς πάντας ἡ φύσις ἤλεγξεν ἀνθρώπους ἀνους εἶναι θνητοὺς· τούτους καὶ ταύτας διὰ τὸ πολὺ περὶ αυτῶν πένθος ἀναζωγραφήσαντες καὶ θυσίας ἀναπλάσαντες, ἀνέθηκαν· οὓς οἱ μετὰ ταῦτα διὰ τὴν πλάσιν καὶ τὴν τοῦ τεχνίτου φιλοτιμίαν, θεοὺς ἐθρήσκευσαν· πρᾶγμα πάσχοντες, οὐ κατὰ φύσιν· οὓς γὰρ οἱ γονεῖς ὡς μὴ ὄντας θεοὺς ἐθρήνησαν. οὐκ ἂν γὰρ εἴπερ ᾔδεισαν αὐτοὺς θεοὺς ὡς ἀπολομένους ἐκόψαντο· τούτου γὰρ χάριν οὐ μόνον οὐ νομίζοντες αὐτοὺς εἶναι θεοὺς, ἀλλὰ μηδ’ ὅλως ὑπάρχειν· ἐν εἰκόνι τούτους ἐτυπώσαντο· ἵνα τοῦ μηκἔτι εἶναι τὴν διὰ τῆς εἰκόνος δόκησιν ὁρῶντες παραμυθῶνται, τούτοις ὅμως οἱ ἄφρονες ὡς θεοῖς εὔχονται· καὶ τὴν τοῦὅραἀληθινοῦ τιμὴν τούτοις περιτιθέασιν· ἐν γοῦν αἰγύπτω εἰς ἔτι καὶ νῦν· ὁ περὶ ὀσίρεως καὶ ὥρου καὶ τύφωνος καὶ τῶν ἄλλων θρῆνος τῆς ἀπωλείας ἐπιτελεῖται· καὶ τὰ ἐν δωδώνη χαλκεῖα· καὶ οἱ ἐν κρήτη κορύβαντες· τὸν δῖα μὴ εἶναι θεὸν θν ἐλέγχουσιν ἀλλ’ ἄνθρωπον ἄνον · καὶ τοῦτον ἐκ πατρὸς πρς ὠμοβόρου γενόμενον· καὶ τό γε θαυμαστόν· ὅτι καὶ ὁ πάνυ παρ’ ἕλλησι σοφὸς καὶ πολλὰ καυχησάμενος ὡς περὶ θεοῦ διανοηθεὶς, ὁ πλάτων· εἰς τὸν πειραιᾶ μετὰ σωκράτους κατέρχεται, τὴν ἀνθρώπου ἀνου τέχνη πλασθεῖσαν ἄρτεμιν προσκυνήσων· ταύτας δὲ καὶ τὰς τοιαύτας καὶ τῆς εἰδωλομανίας εὑρέσεις, ἄνωθεν καὶ πρὸ πολλοῦ προεδίδασκεν ἡ γραφὴ λέγουσα· ἀρχὴ πορνείας, ἐπί νοια εἰδώλων· εὕρεσις δὲ αὐτῶν· φθορὰ ζωῆς· οὔτε γὰρ ἦν ἀπ’ ἀρχῆς, οὔτε εἰς τὸν αἰῶνα ἔσται· κενοδοξία γὰρ ἀνθρώπων ἀνων ἦλθεν εἰς τὸν κόσμον· καὶ διατοῦτο σύν τομον αὐτῶν τέλος ἐπενοήθη· ἀώρω γὰρ πένθει τρυχόμενος πατήρ πηρ · τοῦ ταχέως ἀφαιρεθέντος τέκνου εἰκόνα ποιήσας, τὸν τότε νεκρὸν ἄνθρωπον ἄνον · νῦν ὡς ζῶντα ἐτί μησεν· καὶ παρέδωκε τοῖς ὑποχειρίοις, μυστήρια καὶ τελετάς. εἶτ’ ἐν χρόνω κρα τυνθὲν τὸ ἀσεβὲς ἔθος, ὡς νόμος ἐφυλά χθη· καὶ τυράννων ἐπιταγαῖς· ἐθρησ κεύετο τὰ γλυπτά· οὓς ἐν ὄψει μὴ δυνά μενοι τιμᾶν ἄνθρωποι ἄνοι διὰ τὸ μακρὰν οἰκεῖν, τὴν πόρρωθεν ὄψιν ἀνατυπωσάμενοι, εμφανῆ εἰκόνα τοῦ τετιμημένου βασιλέως ἐποίησαν· ἵνα τὸν ἀπόντα, ὡς παρόν τα κολακεύωσι διὰ τῆς σπουδῆς· εἰς ἐ πίτασιν δὲ θρησκείας· καὶ τοὺς ἀγνοοῦν τας ἡ τοῦ τεχνίτου προετρέψατο φιλοτι μία· ὁ μὲν γὰρ ἴσως τῶ κρατοῦντι βου λόμενος ἀρέσαι. ἐξεβιάσατο τῆ τέχνη τὴν ὁμοιότητα ἐπὶ τὸ κάλλιον· τὸ δὲ πλῆ θος ἐφελκόμενον διὰ τὸ εὔχαρι τῆς ἐρ γασίας· τὸν πρὸ ὀλίγου τιμηθέντα ἄνθρωπον ἄνον , νῦν σέβασμα ἐλογίσαντο· καὶ τοῦτο ἐγεγό νει τῶ βίω εἰς ἔνεδρον· ὅτι ἢ συμφορᾶ, ἢ τυραννίδι δουλεύσαντες ἄνθρωποι ἄνοι , τὸ ἀ κοινώνητον ὄνομα λίθοις καὶ ξύλοις περιέθηκαν· τοιαύτης τοίνυν τῆς εἰδώλων εὑρέσεως ἐπὶ μάρτυρι τῆ γραφῆ παρὰ τοῖς ἀνθρώποις ἀνοις ἀρξαμένης καὶ ἀναπλασθείσης· ὥρα λοιπόν σοι καὶ τὸν κατ’ αὐτῆς ἔλεγχον ἀποδεῖξαι· οὐ τοσοῦτον ἔξωθεν, ὅσον ἀφ’ ὧν οὗτοι περὶ αὐτῶν φρονοῦσι τὰ τεκμήρια λαμβάνοντας. εἰ γάρ τις τῶν παρ’ αὐτοῖς λεγομένων θεῶν· ἵνα πρῶτον ἀπὸ τούτων τῶν κάτωθεν ἄρξωμαι· λάβοι τὰς πράξεις· εὑρήσει μὴ μόνον οὐκ εἶναι αὐτοὺς θεοὺς, ἀλλὰ καὶ τῶν ἀνθρώπων τοὺς αἰσχίστους γεγονότας· ὅραοἷον γὰρ οἷόν ἐστιν ἰδεῖν τοὺς παρὰ ποιηταῖς τοῦ διὸς ἔρωτας καὶ τὰς ἀσελγείας· οἷόν ἐστιν αὐτῶν ἀκούειν ἀρπάζοντα μὲν τὸν γανυμήδην· καὶ τὰς κλοπιμαίους ἐργαζόμενον μοιχείας· δεδιότα δὲ καὶ δειλιῶντα· μὴ παρὰ γνώμην αὐτοῦ τὰ τῶν τρώων ἀπόληται τείχη· οἷόν ἐστιν ἰδεῖν αὐτὸν ἀχθόμενον ἐπὶ τῶ θανάτω τοῦ υἱέος αὐτοῦ σαρπηδόνος· καὶ βουλόμενον αὐτῶ βοηθῆσαι καὶ μὴ δυνάμενον· καὶ ἐπιβουλευόμενον μὲν ὑπὸ τῶν ἄλλων λεγομένων θεῶν· ἀθηνᾶς δὴ λέγω καὶ ἥρας καὶ ποσειδῶνος· βοηθούμενον δὲ ὑπὸ θέτιδος γυναικὸς. καὶ τοῦ ἑκατονταχείρου αἰγαίωνος· καὶ νικώμενον ὑπὸ ἡδονῶν, δουλεύοντα δὲ γυναιξὶ· δι’ αὐτὰς ἐν ἀλόγοις ζώοις τετράποσί τε πτηνοῖς ταῖς φαντασίαις παρακινδυνεύοντα· καὶ πάλιν αὐτὸν μὲν κρυπτόμενον διὰ τὴν τοῦ πατρὸς πρς ἐπιβουλὴν· τὸν δὲ κρόνον ὑπ’ αὐτοῦ δεσμούμενον· κἀκεῖνον ἀποτέμνοντα τὸν πατέρα πρα ἄρ’ οὖν ἄξιον τοῦτον ὑπονοεῖν θεον θν · τοσαῦτα δράσαντα καὶ διαβληθέντα, ἃ μὴ δὲ οἱ κοινοὶ ῥωμαίων νόμοι, καὶ τοὺς ἁπλῶς ἀνθρώπους ἀνους ἐπιτρέπουσι ποιεῖν; ἵνα γὰρ ἐκ πολλῶν ὀλίγα μνημονεύσω διὰ τὸ πλῆθος· τίς ἰδὼν αὐτοῦ τὴν εἰς σεμέλην καὶ λήδαν καὶ ἀλκμήνην καὶ ἄρτεμιν· καὶ λητῶ καὶ μαῖαν καὶ εὐρώπην καὶ δανάην καὶ ἀντιόπην παρανομίαν καὶ φθοράν· ἢ τίς ἰδὼν τὴν εἰς τὴν ἰδίαν αὐτοῦ ἀδελφὴν ἐπιχείρησιν καὶ τόλμαν· ὅτι τὴν αὐτὴν ἀδελφὴν εἶχε καὶ γυναῖκα, οὐκ ἂν χλευάσειεν καὶ ζημιώσειεν θανάτω· ὅτι μὴ μόνον ἐμοίχευσεν· ἀλλὰ καὶ τοὺς ἐκ τῆς μοιχείας γενομένους αὐτῶ παῖδας, θεοποιήσας ἀνέθηκεν· ἐπικάλυμμα τῆς παρανομίας αὐτοῦ· τὴν τῆς θεοποιίας φαντασίαν κατασκευάζων· ὧν εἰσι διόνυσος καὶ ἡρακλῆς καὶ διόσκουροι καὶ ἑρμῆς· καὶ περσεὺς καὶ σώτειρα· τίς ἰδὼν τὴν τῶν λεγομένων θεῶν ἀκατάλλακτον πρὸς ἑαυτοὺς ἔριν ἐν ἰλίω τῶν ἑλλήνων καὶ τῶν τρώων χάριν, οὐ καταγνώσεται τῆς ἀσθενείας αὐτῶν· ὅτι διὰ τὴν πρὸς ἀλλήλους φιλονεικίαν, καὶ τοὺς ἀνθρώπους παρώξυναν· τίς ἰδὼν ὑπὸ μὲν διομήδους τιτρωσκομένους ἄρεα καὶ ἀφροδίτην· υπὸ δὲ ἡρακλέος τὴν ἥραν καὶ τὸν ὑποχθόνιον· ὃν καλοῦσι θεὸν θν ἀϊδωνέα· καὶ διόνυσον μὲν ὑπὸ περσέως· ἀθηνᾶν δὲ ὑπὸ ἀρκάδος· καὶ τὸν ἥφαιστον ῥιπτόμενον καὶ χωλαίνοντα, οὐ καταγνώσεται τῆς φύσεως· καὶ ἀποστραφήσεται μὲν τοῦ λέγειν αὐτοὺς εἶναι ἔτι θεοὺς. φθαρτοὺς δὲ καὶ παθητοὺς αὐτοὺς ἀκούων· οὐδὲν ἄλλο· ἢ ἀνθρώπους ἀνους αὐτοὺς· καὶ ἀνθρώπους ἀσθενεῖς ἐπιγνώσεται· καὶ μᾶλλον τοὺς τρώσαντας, ἢ τοὺς τρωθέντας θαυμάσειεν· ἢ τίς ἰδὼν τὴν ἄρεως πρὸς ἀφροδίτην μοιχείαν· καὶ τὸν ἡφαίστου κατ’ ἀμφοτέρων κατασκευαζόμενον δόλον· καὶ τοὺς ἄλλους λεγομένους θεοὺς, ἐπὶ θέαν τῆς μοιχείας ὑπὸ τοῦ ἡφαίστου καλουμένους· καὶ αὐτοὺς ἐρχομένους καὶ ὁρῶντας αὐτῶν τὴν ἀσέλγειαν, οὐκ ἂν γελάσειεν καὶ καταγνώσεται τῆς φαυλότητος αὐτῶν· ἢ τίς οὐκ ἂν γελάσειεν ὁρῶν τὴν ἡρακλέους πρὸς τὴν ὀμφάλην εκ μέθης παραφροσύνην καὶ ἀσωτίαν· τὰς γὰρ καθ’ ἡδονὴν αὐτῶν πράξεις· καὶ τοὺς παραλόγους αὐτῶν ἔρωτας· καὶ τὰς ἐν χρυσῶ καὶ ἀργύρῶ καὶ χαλκῶ καὶ σιδήρω· καὶ λίθοις καὶ ξύλοις θεοπλαστίας, οὐ δεῖ διελέγχειν μετὰ σπουδῆς· τῶν πραγμάτων καὶ ἀφ’ ἑαυτῶν ἐχόντων τὸ μῦσος· καὶ δι’ ἑαυτῶν ἐπιδεικνυμένων τὸ τῆς πλάνης γνώρισμα· ἐφ’ οἷς μάλιστα καὶ οἰκτειρήσειεν ἄν τις τοὺς ἀπατωμένους ἐν αὐτοῖς· τῆ γὰρ ἑαυτῶν γυναικὶ μισοῦντες τὸν ἐπιβαίνοντα μοιχὸν, τοὺς τῆς μοιχείας διδασκάλους θεοποιοῦντες· οὐκ αἰσχύνονται· καὶ ταῖς ἀδελφαῖς αὐτοὶ οὐκ ἐπιμιγνύμενοι, τοὺς τοῦτο ποιήσαντας προσκυνοῦσι· καὶ ὁμολογοῦντες εἶναι κακὸν τὴν παιδοφθορίαν, τοὺς ἐπὶ ταύτη διαβαλλομένους θρησκεύουσι· καὶ ἃ μὴ δὲ ἐν ἀνθρώποις ἀνοις εἶναι ἐπιτρέπουσιν οἱ νόμοι. ταῦτα τοῖς ὑπ’ αὐτῶν ὀνομαζομένοις εἶναι θεοῖς περιτιθέντες, οὐκ ἐρυθριῶσιν· εἶτα προσκυνοῦντες λίθοις καὶ ξύλοις, οὐχ ὁρῶσιν ὅτι τὰ μὲν ὅμοια τοῖς ποσὶ πατοῦσι καὶ καίουσι· τὰ δὲ τούτων μέρη θεοὺς προσαγορεύουσι· καὶ ἃ πρὸς ὀλίγο ν υ εἰς χρῆσιν εἶχον, ταῦτα διὰ παραφροσύνην γλύψαντες σέβουσιν· οὐχ ὁρῶντες οὐδὲ λογιζόμενοι τὸ σύνολον· ὅτι οὐ θεοὺς, ἀλλὰ τὴν τέχνην τοῦ γλύψαντος προσκυνοῦσιν. ἕως μὲν γὰρ ἄξυστός ἐστιν ὁ λίθος· καὶ ἡ ὕλη ἀργὴ, ἐπὶ τοσοῦτον ταῦτα πατοῦσι· καὶ τούτοις εἰς ὑπηρεσίας τὰς ἑαυτῶν· πολλάκις καὶ ἀτιμοτέρας χρῶνται· ἐπειδ’ ἂν δὲ ὁ τεχνίτης εἰς αὐτὰ· τῆς ἰδίας επιστήμης ἐπιβάλη τὰς συμμετρίας· καὶ ἀνδρὸς ἢ γυναικὸς εἰς τὴν ὕλην σχῆμα τυπώση· τότε δὴ χάριν ὁμολογήσαντες τῶ τεχνίτη, λοιπὸν ὡς θεοὺς προσκυνοῦσι· μισθοῦ παρὰ τοῦ γλύψαντος αὐτοὺς ἀγοράσαντες· πολλάκις δὲ καὶ αὐτὸς ὁ ἀγαλματοποιὸς, ὥσπερ ἐπιλαθόμενος ὧν αὐτὸς εἰργάσατο, τοῖς ἰδίοις ἔργοις προσεύχεται· καὶ ἃ πρὸ ὀλίγου κατέξεε καὶ κατέκοπτεν, ταῦτα μετὰ τὴν τέχνην θεοὺς προσαγορεύει· ἔδει δὲ εἴπερ ἦν θαυμάζειν ταῦτα, τὴν τοῦ ἐπιστήμονος τέχνην ἀποδέχεσθαι· καὶ μὴ τὰ ὑπ’ αὐτοῦ πλασθέντα τοῦ πεποιηκότος προτιμᾶν· οὐ γὰρ ἡ ὕλη τὴν τέχνην· ἀλλ’ ἡ τέχνη τὴν ὕλην ἐκόσμησε καὶ ἐθεοποίησεν· πολλῶ οὖν μᾶλλον δικαιότερον ἦν τὸν τεχνίτην αὐτοὺς προσκυνεῖν, ἤπερ τὰ ὑπ’ αὐτοῦ πεποιημένα· ὅτι τε καὶ προυπῆρχε τῶν ἐκ τέχνης θεῶν, καὶ ὅτι ὡς ἐβουλήθη οὕτω καὶ γεγόνασι· νῦν δὲ παραγκωνισάμενοι τὸ δίκαιον· καὶ τὴν ἐπιστήμην καὶ τὴν τέχνην ἀτιμάσαντες, τὰ μετ’ επιστήμης καὶ τέχνης γεγονότα προσκυνοῦσι· καὶ τοῦ ποιήσαντος ἀνθρώπου ἀνου ἀποθνήσκοντος· τὰ ὑπ’ αὐτοῦ γενόμενα ὡς ἀθάνατα τιμῶσιν· ἃ εἰ μὴ τύχοιεν τῆς καθ’ ἡμέραν ἐμελείας, πάντως τῶ χρόνω διὰ τὴν φύσιν ἀφανίζονται· πῶς δὲ οὐκ ἄν τις αὐτοὺς οἰτειρήσειεν καὶ κατὰ τοῦτο· ὅτι βλέποντες αὐτοὶ· τοὺς μὴ βλέποντας προσκυνοῦσι· καὶ ἀκούοντες αὐτοὶ, τοῖς μὴ ἀκούουσι προσεύχονται· καὶ ἔμψυχοι καὶ λογικοὶ κατὰ φύσιν ὄντες οἱ ἄνθρωποι ἄνοι · τοὺς μὴ δ’ ὅλως κινουμένους· ἀλλὰ ἀψύχους ὄντας, ὡς θεοὺς προσαγορεύουσι· καὶ τό γε θαυμαστόν· ὅτι οὓς αὐτοὶ φυλάττουσιν ὑπ’ ἐξουσίαν ἔχοντες· τούτοις ὡς δεσπόταις δουλεύουσι καὶ μή τοι νομίσης ταῦτα με λέγειν ἁπλὼς ἢ ψεύδεσθαι κατ’ αὐτῶν· ἔστι μὲν γὰρ καὶ τοῖς ὀφθαλμοῖς ἡ πίστις ἀπαντῶσα τούτων· καὶ πάρεστι τοῖς βουλομένοις ὁρᾶν τὰ τοιαῦτα· κρείττων δὲ μαρτυρία περὶ τούτων ἐστὶ καὶ παρὰ τῆς θείας γραφῆς· προδιδασκού σης ἄνωθεν καὶ λεγούσης· τὰ εἴδωλα τῶν γρ(άφε) τὰ εἴδωλα τῶν ἐθνῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χει ρῶν ἀνθρώπων ἀνων · ὀφθαλμοὺς ἔχουσι, καὶ οὐκ ὄψον ται· στόμα ἔχουσι, καὶ οὐ λαλήσουσιν· ὦτα ἔχουσι, καὶ οὐκ ἀκούσονται· ῥῖνας ἔχουσι, καὶ οὐκ ὀσφρανθήσονται. χεῖρας ἔχουσι, καὶ οὐ ψηλαφήσουσι· πόδας ἔχουσι, καὶ οὐ περιπατήσουσιν· οὐ φωνήσουσιν ἐν τῶ λάρυγγι αὐτῶν· ὅμοιοι αὐτοῖς γένοιν το οἱ ποιοῦντες αυτά· οὐδὲ προφητικὴ δὲ τούτων ἄπεστι μέμψις· ἀλλ’ ἔστι καὶ ἐν τούτοις ὁ κατ’ αὐτῶν ἔλεγχος λέγοντος τοῦ πνεύματος πνς · αἰσχυνθήσονται οἱ πλάσσοντες θεον θν · καὶ γλύφοντες πάντα μάταια· καὶ πάντες ὅθεν ἐγένοντο ἐξηράνθησαν καὶ κωφοὶ ἀπὸ ἀνθρώπων ἀνων · συναχθή τωσαν πάντες καὶ στήτωσαν ἅμα· καὶ ἐντραπήτωσαν καὶ αἰσχυνθήτω σαν ἅμα· ὅτι ὤξυνε τέκτων σίδηρον· καὶ σκεπάρνω εἰργάσατο αὐτὸ· καὶ ἔστη σεν αὐτὸ τῶ βραχίονι τῆς ἰσχύος αὐτοῦ· καὶ πεινάσει καὶ ἀσθενήσει, καὶ οὐ μὴ πίη ὕδωρ· ξύλον γὰρ ἐκλεξάμενος τέκτων, ἔστησεν αὐτὸ ἐν μέτρω· καὶ ἐν κόλλη ἐῤῥύθ μισεν αὐτὸ· καὶ ἐποίησεν αὐτὸ ὡς μορ φὴν ἀνδρὸς· καὶ ὡς ὡραιότητα ἀνθρώπου ἀνου · ἔστη σεν αὐτὸ ἐν οἴκω· καὶ ὃ, ἔκοψε ξύλον ἐκ τοῦ δρυμοῦ· καὶ ὃ, ἐφύτευσεν ὁ κύριος κς καὶ ὑετὸς ἐμήκυνεν· ἵνα ἦ ἀνθρώποις ἀνοις εἰς καῦσιν· καὶ λαβὼν ἀπ’ αὐτοῦ θερμανθῆ· καὶ καύ σαντες ἔπεμψαν ἄρτους ἐπ’ αὐτῶ· τὸ δὲ λοιπὸν εἰργάσαντο εἰς θεοὺς καὶ προσεκύνησαν αὐτοῖς· οὗ τὸ ἥμισυ αὐτοῦ κατέκαυσαν πυρὶ· καὶ ἐπὶ τοῦ ἡμίσεος αὐτοῦ κρέας ὀπτήσας ἔφαγε καὶ ἐνεπλήσθη, καὶ θερμανθεὶς εἶπεν· ἡδύ μοι ὅτι ἐθερ μάνθην καὶ εἶδον πῦρ· τὸ δὲ λοιπὸν προσεκύνει λέγων· ἐξελοῦ με ὅτι θεός θς μου εἶ σύ· οὐκ ἔγνωσαν φρονῆσαι, ὅτι ἀπη μαυρώθησαν τοῦ βλέπειν τοῖς ὀφθαλ μοῖς αὐτῶν, καὶ τοῦ νοῆσαι τῆ καρδία· καὶ οὐκ ἀνελογίσατο ἐν τῆ καρδία αὐτοῦ· οὐδὲ ἀνελογίσατο τῆ ψυχῆ αὐτοῦ· οὐδὲ ἔγνω τῆ φρονήσει ὅτι τὸ ἥμισυ αὐτοῦ κατέκαυ σεν ἐν πυρὶ καὶ ἔπεψεν ἐπὶ τῶν ἀνθρά κων αὐτοῦ ἄρτους· καὶ ὀπτήσας κρέα ἔφαγεν· καὶ τὸ λοιπὸν αὐτοῦ εἰς βδέλυγ μα ἐποίησεν· καὶ προσκυνοῦσιν αὐτό· γνῶτε ὅτι σποδὸς ἡ καρδία αὐτῶν καὶ πλανῶνται· καὶ οὐδεὶς δύναται ἐξε λέσθαι τὴν ψυχὴν αὐτῶν· ἴδετε καὶ οὐ κ ἐρεῖτε ὅτι ψεῦδος ἐν τῆ δεξιᾶ μου. πῶς οὖν οὐκ ἄθεοι παρὰ πᾶσι κριθεῖεν, οἱ καὶ παρὰ τῆς θείας γραφῆς ἀσεβείας κατηγορούμενοι· ἢ πῶς οὐκ ἂν εἶεν κακοδαίμονες, οἱ οὕτω φανερῶς ἐλεγχόμενοι τὰ ἄψυχα θρησκεύοντες ἀντὶ τῆς ἀληθείας· ποία δὲ τούτοις ἐλπὶς· ἢ τίς ἂν αὐτοῖς γένοιτο συγγνώμη, πεποιθόσιν ἐπὶ τὰ ἄλογα καὶ ἀκίνητα· ἃ ἀντὶ τοῦ ἀληθινοῦ θεοῦ θῦ σέβουσιν· εἴθε γὰρ εἴθε κἂν χωρὶς σχήματος αὐτοῖς τοὺς θεοὺς ἔπλαττεν ὁ τεχνίτης· ἵνα μὴ τῆς ἀναισθησίας φανερὸν ἔχωσι τὸν ἔλεγχον· ὑπέκλεψαν γὰρ ἂν τὴν ὑπόνοιαν τῶν ἀκεραίων ὡς αἰσθομένων τῶν εἰδώλων, εἰ μὴ τὰ σύμβολα τῶν αἰσθήσεων· οἷον ὀφθαλμοὺς· καὶ ῥῖνας· καὶ ὦτα καὶ χεῖρας καὶ στόμα εἶχον ἀκινήτως κείμενα πρὸς τὴν τῆς αἰσθήσεως χρῆσιν· καὶ τὴν τῶν αἰσθητῶν ἀντίληψιν· νῦν δὲ ἔχοντες οὐκ ἔχουσι· καὶ στήκοντες οὐ στήκουσι· καὶ καθεζόμενοι οὐ καθέζονται, οὐ γὰρ ἔχουσι τούτων τὴν ἐνέργειαν· ἀλλ’ ὡς ὁ πλάσας ἠθέλησεν, οὕτως καὶ μένουσι κείμενοι· θεοῦ θῦ μὲν γνώρισμα, μηδὲν παρέχοντες· ἄψυχοι δὲ καθόλου. μόνον ἀνθρώπου ἀνου τέχνη φαινόμενοι τεθέντες· εἴθε δὲ καὶ οἱ τῶν τοιούτων ψευδοθέων κήρυκες καὶ μάντεις, ποιηταὶ λέγω καὶ συγγραφεῖς, ἁπλῶς θεοὺς αὐτοὺς εἶναι γεγραφήκεισαν· ἀλλὰ μὴ καὶ τὰς πράξεις αὐτῶν πρὸς ἔλεγχον ἀθεότητος καὶ αἰσχροποιοῦ πολιτείας ἀναγεγραφήκεισαν· ἠδύναντο γὰρ καὶ μόνω τῶ τῆς θεότητος ὀνόματι τὴν ἀλήθειαν ὑφαρπάσαι· μᾶλλον δὲ τοὺς πολλοὺς ἀπὸ τῆς ἀληθείας πλανῆσαι. νῦν δὲ ἔρωτας καὶ ἀσελγείας διηγούμενοι τοῦ διὸς· καὶ παιδοφθορίας τῶν ἄλλων· καὶ ζηλοτυπίας πρὸς ἡδονὴν τῶν θηλειῶν· καὶ φόβους καὶ δειλίας καὶ τὰς ἄλλας κακίας, οὐδὲν ἄλλο ἢ ἑαυτοὺς ἐλέγχουσιν· ὅτι οὐ μόνον οὐ περὶ θεῶν διηγοῦνται, ἀλλ’ οὐδὲ περὶ ἀνθρώπων σεμνῶν· περὶ δὲ αἰσχρῶν καὶ τοῦ καλοῦ μακρὰν ὄντων μυθολογοῦσιν· ἀλλ’ ἴσως περὶ τούτων οἱ δυσσεβεῖς· ἐπὶ τὴν ἰδιότητα τῶν ποιητῶν καταφεύξονται· λέγοντες τῶν ποιητῶν ἴδιον εἶναι χαρακτῆρα τὰ μὴ ὄντα πλάττεσθαι· καὶ ψεύδεσθαι περὶ μύθων· εἰς ἡδονὴν τῶν ἀκουόντων· οὗ χάριν καὶ τὰ περὶ θεῶν αὐτοὺς πεποιηκέναι φήσουσιν· ἀλλ’ αὕτη καὶ πάντων μᾶλλον ἡ πρόφασις αὐτοῖς ἔωλος δειχθήσεται, ἀφ’ ὧν αὐτοὶ περὶ τούτων ἔχουσι δόξαν καὶ προτίθενται· εἰ γὰρ τὰ παρὰ ποιηταῖς ἐστὶ πλάσματα καὶ ψευδῆ, ψευδὴς ἂν εἴη καὶ αὐτὴ ἡ περὶ τοῦ διὸς καὶ κρόνου καὶ ἥρας καὶ ἄρεως καὶ τῶν ἄλλων ὀνομασία· ἴσως γὰρ ὡς αὐτοί φασι καὶ τὰ ὀνόματα πέπλασται· καὶ οὐκ ἔστι μὲν ὅλως ζεὺς οὐδὲ κρόνος οὐδὲ ἄρης· πλάττονται δὲ τούτους ὡς ὄντας οἱ ποιηταὶ· πρὸς ἀπάτην τῶν ἀκουόντων· πλαττόντων δὲ τῶν ποιητῶν τὰ μὴ ὄντα, πῶς ὄντας αὐτοὺς θρησκεύουσιν· ἢ ἴσως γὰρ ἂν πάλιν φήσουσι· τὰ μὲν ὀνόματα οὐ πλάττονται· τὰς δὲ πράξεις ψεύδονται κατ’ αὐτῶν· ἀλλὰ καὶ τοῦτο οὐδὲν ἦττον πρὸς ἀπολογίαν αὐτῶν οὐκ ἀσφαλές. εἰ γὰρ τὰς πράξεις ἐψεύσαντο, ἐψεύσαντο πάντως καὶ τὰ ὀνόματα· ὧν καὶ τὰς πράξεις εἶναι διηγήσαντο· ἢ ἀληθεύουσι περὶ τὰ ὀνόματα, ἀληθεύουσι καὶ περὶ τὰς πράξεις ἐξανάγκης· ἄλλως τε· οἱ εἶναι τούτους θεοὺς μυθολογήσαντες, ἴσασιν ἀληθῶς καὶ ἃ δεῖ θεοὺς πράττειν· καὶ οὐκ ἄν ποτε τὰς ἀνθρώπων ἀνων θεοῖς προάψοιεν ἐννοίας· ὥσπερ οὐδὲ τὸ τοῦ πυρὸς ἔργον, τῶ ὕδατι τίς ἀναθήσει· τὸ μὲν, γὰρ καίει· τὸ δὲ, ἔμπαλιν τὴν οὐσίαν ἔχει ψυχράν. εἰ μὲν οὖν αἱ πράξεις εἰσὶ θεῶν ἄξιαι, θεοὶ ἂν εἶεν καὶ οἱ τούτων ἐργάται· εἰ δὲ ἀνθρώπων ἀνων ἐστὶ, καὶ ἀνθρώπων οὐ καλῶν, τὸ μοιχεύειν καὶ τὰ προειρημένα ἔργα ἄνθρωποι ἂν εἶεν οἱ ταῦτα πράξαντες καὶ οὐ θεοί· κατ’ ἀλλήλους γὰρ ταῖς οὐσίαις, καὶ τὰς πράξεις εἶναι χρή· ἵνα καὶ ἐκ τῆς ἐνεργείας ὁ πράξας μαρτυρηθῆ, καὶ ἐκ τῆς οὐσίας ἡ πρᾶξις γνωσθῆναι δυνηθῆ· ὥσπερ οὖν εἴ τις διαλεγόμενος περὶ ὕδατος καὶ πυρὸς· καὶ τὰς τούτων ἐνεργείας ἀπαγγέλλων· οὐκ ἂν εἶπεν τὸ μὲν ὕδωρ καίειν, τὸ δὲ πῦρ ψύχειν· οὐδ’ εἴ τις περὶ ἡλίου καὶ γῆς διηγεῖτο, ἔλεγεν ἂν τὴν μὲν γῆν φωτίζειν, τὸν δὲ ἥλιον βοτάνας καὶ καρποὺς σπείρεσθαι· ἀλλὰ καὶ λέγων πᾶσαν παραπληξίαν ὑπερέβαλεν, οὕτως οὐκ ἂν οἱ παρ’ αὐτοῖς συγγραφεῖς· καὶ μάλιστα ὁ πάντων ἐξοχώτατος ποιητὴς· εἴπερ ἤδεισαν θεοὺς εἶναι τὸν δία καὶ τοὺς ἄλλους· τοιαύτας αὐτοῖς περιέθηκαν πράξεις, αἳ μὴ εἶναι θεοὺς αὐτοὺς ἐλέγχουσιν· ἀλλὰ μᾶλλον ἀνθρώπους ἀνους εἶναι· καὶ ἀνθρώπους οὐ σώφρονας· ἢ εἰ ἐψεύσαντο ὡς ποιηταὶ, καὶ σὺ τούτων καταψεύδη, διὰ τί μὴ ἐπὶ τῆς ἀνδρείας τῶν ἡρώων ἐψεύσαντο· καὶ ἀντὶ μὲν ἀνδρίας ἀσθένειαν· ἀντὶ δὲ ἀσθενείας, ἀνδρίαν ἐπλάσαντο· ἔδει γὰρ ὥσπερ ἐπὶ τοῦ διὸς καὶ τῆς ἥρας, οὕτως καὶ τοῦ μὲν ἀχιλέως ἀνανδρίαν καταψεύσασθαι· τοῦ δὲ θερσίτου δύναμιν θαυμάσαι· καὶ τοῦ μὲν ὀδυσσέως ἀσυνεσίαν διαβαλεῖν, τοῦ δὲ νέστορος παραφροσύνην πλάσασθαι· καὶ τοῦ μὲν διομήδους καὶ ἕκτορος γυναικείας πράξεις· τῆς δὲ ἐκάβης ἀνδρῖαν μυθολογῆσαι· ἐπὶ πάντων γὰρ ὡς αὐτοὶ λέγουσιν, ἔδει τοὺς ποιητὰς πλάττεσθαι καὶ ψεύδεσθαι· νῦν δὲ τοῖς μὲν ἀνθρώποις ἀνοις , τὴν ἀλήθειαν ἐφύλαξαν· τῶν δὲ λεγομένων θεῶν· οὐκ ἐφοβήθησαν καταψεύσασθαι· καὶ τοῦτο γὰρ ἄν τις αὐτῶν εἴποι· ἐν μὲν ταῖς περὶ ἀσελγείας αὐτῶν πράξεσι ψεύδονται· ἐν δὲ τοῖς ἐπαίνοις· ὅταν πατέρα πρα θεῶν καὶ ὕπατον καὶ ὀλύμπιον· καὶ ἐν οὐρανῶ οὐνῶ βασιλεύοντα λέγωσι τὸν δία, οὐ πλάττονται ἀλλ’ ἀληθεύοντες λέγουσι· το ῦ ύ των δὲ, οὐ μόνος ἐγὼ· ἀλλὰ καὶ πᾶς ὅστις, ἐλέγξειεν, κατ’ αὐτῶν εἶναι τὸν λόγον· πάλιν γὰρ ταῖς πρώταις ἀποδείξεσιν ἡ ἀλήθεια κατ’ αὐτῶν φανήσεται· αἱ μὲν γὰρ πράξεις, ἀνθρώπους ἀνους αὐτοὺς εἶναι ἐλέγχουσι· τὰ δὲ ἐγκώμια, ὑπὲρ τὴν ἀνθρώπων ἐστὶ φύσιν· ἑκάτερον δὲ τούτων ἀκατάλληλόν ἐστι πρὸς ἑαυτό· οὔτε γὰρ τῶν ἐν οὐρανοῖς οὐνοῖς ἴδιόν ἐστι τοιαῦτα πράττειν, οὔτε τοὺς τὰ τοιαῦτα πράττοντας· ὑπονοεῖν τίς δύναται θεούς. τί οὖν ὑπολείπεται νοεῖν· ἢ ὅτι τὰ μὲν ἐγκώμια ψευδῆ καὶ κεχαρισμένα τυγχάνειν· αἱ δὲ πράξεις ἀληθεύουσαι κατ’ αὐτῶν· καὶ τοῦτο ἀληθὲς, ἐκ τῆς συνηθείας ἄν τις ἐπιγνώσεται· οὐδεὶς γὰρ ἐγκωμιάζων τινὰ, καὶ κατηγορεῖ τῆς τούτου πολιτείας· ἀλλὰ μᾶλλον οἷς εἰσιν αἱ πράξεις αἰσχραὶ, τούτους διὰ τὸν ἐκ τούτων ψόγον ἐπαίρουσι τοῖς ἐγκωμίοις· ἵνα τῇ τούτων ὑπερβολῆ τοὺς ἀκούοντας ἀπατήσαντες, ἐπικρύψωσι τὴν ἐκείνων παρανομίαν· ὥσπερ οὖν εἴ τις ἐγκωμιάσαι τινὰ προθέμενος· μὴ εὑρίσκοι μὲν ἐκ πολιτείας μὴ δὲ ἐξ ἀρετῆς τῆς ψυχῆς, τὴν πρόφασιν τῶν ἐγκωμίων διὰ τὴν ἐν τούτοις αἰσχύνην· ἄλλως δὲ αὐτοὺς ἐπαίροι· τὰ ὑπὲρ αὐτοὺς αὐτοῖς χαριζόμενος, οὕτως καὶ οἱ παρ’ αὐτοῖς θαυμαστοὶ ποιηταὶ, δυσωπούμενοι ἐπὶ ταῖς αἰσχραῖς πράξεσι τῶν λεγομένων παρ’ αὐτοῖς θεῶν, τὸ ὑπὲρ ἄνθρωπον αὐτοῖς προσῆψαν ὄνομα· οὐκ εἰδότες ὅτι οὐ ταῖς ὑπὲρ ἄνθρωπον ἄνον ὑπονοίαις ἐπισκιάσουσιν αὐτῶν τὰ ἀνθρώπινα· ἀλλὰ μᾶλλον τοῖς ἀνθρωπίνοις αὐτῶν ἐλαττώμασι, τὰς θεοῦ ἐννοίας μὴ ἁρμόζειν αὐτοῖς διελέγξουσι· καὶ ἔγωγε νομίζω, καὶ παρὰ γνώμην αὐτοῖς εἰρῆσθαι τὰ τούτων πάθη καὶ τὰς τούτων πράξεις· ἐπειδὴ γὰρ τὴν τοῦ θεοῦ θῦ ἀκοινώνητον ὡς εἶπεν ἡ γραφὴ προσηγορίαν καὶ τιμὴν τοῖς οὐκ οὖσι θεοῖς ἀλλὰ ἀνθρώποις θνητοῖς ἐσπούδαζον ἀναθεῖναι· καὶ μέγα καὶ δυσσεβὲς ἦν τὸ ὑπ’ αὐτῶν τολμώμενον, τούτου ἕνεκεν καὶ ἄκοντες ὑπὸ τῆς ἀληθείας ἠναγκάσθησαν τὰ τούτων ἐκθέσθαι πάθη πρὸς ἔλεγχον τοῦ μὴ εἶναι τούτους θεοὺς, ἐν ταῖς περὶ αὐτῶν γραφαῖς κείμενα πᾶσι φαίνηται· τίς οὖν ἀπολογία· τίς ἀπόδειξις περὶ τοῦ εἶναι τούτους θεοὺς γένοιτ’ ἂν, τοῖς ἐν τούτοις δεισιδαιμονοῦσιν· ἐκ μὲν γὰρ τῶν λεχθέντων μικρῶ πρότερον, ἀνθρώπους ἀνους αὐτοὺς· καὶ ἀνθρώπους ἀνους οὐ σεμνοὺς ὄντας, ὁ λόγος ἀπέδειξεν· εἰς ἐκεῖνο δὲ τάχα τραπήσονται καὶ μέγα φρονεῖήσουσιν, ἐπὶ τοῖς ὑπ’ αὐτῶν εὑρεθεῖσι τῶ βίω χρησίμοις· λέγοντες διὰ ταῦτα αὐτοὺς ὅρα καὶ θεοὺς ἡγεῖσθαι, ὅτι τοῖς ἀνθρώποις χρήσιμοι γεγόνασι· ζεὺς μὲν γὰρ λέγεται πλαστικὴν τέχνην ἐσχηκέναι· ποσειδῶν δὲ, τὴν τοῦ κυβερνήτου· καὶ ἥφαιστος μὲν, χαλκευτικήν· ἀθηνᾶ δὲ, τὴν ὑφαντικήν· καὶ ἀπόλλων μὲν, τὴν μουσικὴν· ἄρτεμις δὲ, τὴν κυνηγετικήν· καὶ ἥρα στολισμόν· δήμητρα γεωργίαν· καὶ ἄλλοι ἄλλως, ὡς οἱ ἱστοροῦντες περὶ αὐτῶν ἐξηγήσαντο· ἀλλὰ ταύτας καὶ τὰς τοιαύτας ἐπιστήμας, οὐκ αὐτοῖς μόνοις ἔδει τοὺς ἀνθρώπους ἀνους ἀναθῆναι· ἀλλὰ τῆ κοινῆ τῶν ἀνθρώπων ἀνων φύσει· εἰς ἣν ἀτενίζοντες ἄνθρωποι ἄνοι , τὰς τέχνας ἐφευρίσκουσι· τὴν γὰρ τέχνην καὶ οἱ πολλοὶ λέγουσι φύσεως αὐτὴν εἶναι μίμημα. εἰ τοίνυν ἐπιστήμονες περὶ ἃς ἐσπούδασαν τέχνας γεγόνασιν, οὐ διατοῦτο καὶ θεοὺς αὐτοὺς νομίζειν ἀνάγκη· ἀλλὰ μᾶλλον ἀνθρώπους ἀνους · οὐ γὰρ ἐξ αὐτῶν αἱ τέχναι· ἀλλ’ ἐν ταύταις καὶ αὐτοὶ τὴν φύσιν ἐμιμήσαντο· ὄντες γὰρ ἄνθρωποι ἄνοι κατὰ φύσιν δεκτικοὶ ἐπιστήμης κατὰ τὸν περὶ αὐτῶν τεθέντα ὅρον, οὐδὲν θαυμαστὸν εἰ τῆ ἀνθρωπίνη διανοία καὶ αὐτοὶ εἰς τὴν ἑαυτῶν φύσιν ἀποβλέποντες· καὶ ταύτης ἐπιστήμην λαβόντες, τὰς τέχνας ἐπενόησαν. ἢ εἰ διὰ τὰς τῶν τεχνῶν εὑρέσεις θεοὺς αὐτοὺς ἄξιον ἀναγορεύεσθαι λέγουσιν, ὥρα καὶ τοὺς τῶν ἄλλων τεχνῶν εὑρετὰς θεοὺς ἀναγορεύειν· καθ’ ὃν λόγον κἀκεῖνοι τῆς τοιαύτης ὀνομασίας ἠξιώθησαν· ὅραγράμματα μὲν, γὰρ ἐφεῦρον φοίνικες· ποίησιν δὲ ἡρωϊκὴν, ὅμηρος· καὶ διαλεκτικὴν μὲν, ζήνων ὁ ἐλεάτης· ῥητορικὴν δὲ, τέχνην κόραξ ὁ συρακούσιος· καὶ καρπὸν μὲν μελισσῶν, ἀρισταῖος· σίτου δὲ σπορὰν τριπτόλεμος· καὶ νόμους μὲν, λυκοῦργος ὁ σπαρτιάτης καὶ σόλων ὁ ἀθηναῖος· τῶν δὲ γραμμάτων τὴν σύνταξιν καὶ ἀριθμοὺς καὶ μέτρα καὶ στάθμια, παλαμήδης ἐφεῦρεν· καὶ ἄλλοι ἄλλα, καὶ διάφορα τῷ βίῷ τῶν ἀνθρώπων ἀνων ἀπήγγειλαν χρήσιμα κατὰ τὴν τῶν ἀνθρώπων ἀνων μαρτυρίαν. εἴπερ οὖν αἱ ἐπιστῆμαι θεοποιοῦσι καὶ διὰ ταύτας εἰσὶ θεοὶ γλυπτοὶ, ἀνάγκη καὶ τοὺς ὕστερον ἐκείνων ἐφευρετὰς τῶν ἄλλων γενομένους· εἶναι κατ’ αὐτοὺς θεούς· ἢ εἰ μὴ τούτους ἀξιοῦσι τῆς τοῦ θεοῦ θῦ τιμῆς· ἀλλ’ ἀνθρώπους ἐπιγινώσκουσιν, ἀκολουθεῖ καὶ τὸν δία καὶ τὴν ἥραν καὶ τοὺς ἄλλους, μὴ δὲ ὀνομάζεσθαι θεούς· ἀλλὰ καὶ αὐτοὺς ἀνθρώπους γεγενῆσθαι πιστεύειν· καὶ κατὰ περιττὸν, ὅτι μὴ δὲ σεμνοὶ γεγόνασιν· ὡς καὶ ἀπ’ αὐτῆς τῆς τῶν ἀγαλμάτων γλυφῆς· οὐδὲν ἕτερον, ἢ ἀνθρώπους ἀνους αὐτοὺς ἐλέγχουσι· τίνα γὰρ ἄλλην αὐτοῖς γλύφοντες ἐπιβάλλουσι μορφὴν, ἢ τὴν ἀρρένων καὶ γυναικῶν· καὶ τῶν ἔτι κατωτέρω τούτων κατὰ λόγωον ὄντων τὴν φύσιν· πετεινῶν παντοίων· τετραπόδων ἡμέρων τὲ καὶ ἀγρίων· καὶ ἑρπετῶν ὅσα γῆ καὶ θάλασσα, καὶ πᾶσα τῶν ὑδάτων ἡ φύσις φέρει· εἰς γὰρ τὴν τῶν παθῶν καὶ ἡδονῶν ἀλογίαν πεσόντες οἱ ἄνθρωποι ἄνοι · καὶ πλέον οὐδὲν ὁρῶντες ἢ ἡδονὰς καὶ σαρκὸς ἐπιθυμίας, ὡς ἐν τούτοις τοῖς ἀλόγοις καὶ τὸ θεῖον ἀνεπλάσαντο· κατὰ τὴν ποικιλίαν τῶν παθῶν ἑαυτῶν, καὶ θεοὺς τοσούτους γλύψαντες· τετραπόδων γὰρ εἰκόνες καὶ ἑρπετῶν καὶ πετεινῶν εἰσι παρ’ αὐτοῖς· καθὼς καὶ ὁ τῆς θείας καὶ ἀληθοῦς εὐσεβείας ἑρμηνεύς φησίν· ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν· καὶ ἐσκοτίσθη ἡ ἀ σύνετος αὐτῶν καρδία· φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν· καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ θῦ · ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου ἀνου · καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν· διὸ καὶ πα ρέδωκεν αὐτοὺς ὁ θεὸς θς εἰς πάθη ἀτιμίας· προπαθόντες γὰρ τὴν ψυχὴν ταῖς τῶν ἡδονῶν ἀλογίαις ὡς προεῖπον ἐπὶ τὴν τοιαύτην θεοπλαστίαν κατέπεσον· καὶ πεσόντες λοιπὸν ὡς παραδοθέντες ἐν τῶ ἀποστραφῆναι τὸν θεον θν αὐτοὺς. οὕτως ἐν αὐτοῖς κυλίονται, καὶ ἐν ἀλόγοις τὸν τοῦ λόγου πατέρα πρα θεον θν ἀπεικάζουσι· περὶ ὧν οἱ παρ’ ἕλλησι λεγόμενοι φιλόσοφοι καὶ ἐπιστήμονες· ἐλεγχόμενοι μὲν, οὐκ ἀρνοῦνται ἀνθρώπων εἶναι καὶ ἀλόγων μορφὰς καὶ τύπους· τοὺς φαινομένους αὐτῶν θεούς· ἀπολογού μενοι δὲ, λέγουσι διατοῦτο αὐτοὺς ἔχειν· ἵνα διὰ τούτων τὸ θεῖον αὐτοῖς ἀποκρίνη ται καὶ φαίνηται· οὐκ ἄλλως γὰρ αὐτὸν τὸν ἀόρατον δύνασθαι γνῶναι· ἢ διὰ τῶν τοιούτων ἀγαλμάτων καὶ τελετῶν· οἱ δὲ ἔτι τούτων φιλοσοφώτεροι καὶ βαθύτερα λέγειν νομίζοντες, φασὶ διατοῦτο ταῦτα κατεσκευάσθαι καὶ τετυπῶσθαι, πρὸς ἐπίκλησιν καὶ ἐπιφάνειαν θείων ἀγγέλων καὶ δυνάμεων· ἵνα διὰ τούτων ἐπιφαι νόμενοι, γνωρίζωσιν αὐτοῖς περὶ τῆς τοῦ θεοῦ θῦ γνώσεως· καὶ εἶναι τούτους ὥσπερ γράμματα τοῖς ἀνθρώποις ἀνοις · οἷς ἐντυγχάνον τες, δύνανται γινώσκειν περὶ τῆς τοῦ θεοῦ θῦ καταλήψεως· ἀπὸ τῆς δι’ αὐτῶν γινο μένης τῶν θείων ἀγγέλων ἐπιφανείας· ταῦτα μὲν οὕτως ἐκεῖνοι μυθολογοῦσιν· οὐ…
ὀφθ…
The complete text is available when the reading interface loads.