De incarnatione (Ms 57)
Author namesAthanase d’Alexandrie · Athanase d Alexandrie · Athanasius of Alexandria · Athanasius
- Edition reference
- De incarnatione verbi, ed. C. Kannengiesser, Sur l'incarnation du verbe [Sources chrétiennes 199. Paris: Éditions du Cerf, 1973]: 258–468.
- CTS identifier
urn:cts:greekLit:tlg2035.tlg002.local002- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
λόγος β´ αὐτάρκως ἐν τοῖς πρὸ τούτων ἐκ πολλῶν ὀλίγα διαλαβόντες περὶ τῆς τῶν ἐθνῶν περὶ τὰ εἴδωλα πλάνης· καὶ τῆς τούτων δεισιδαιμονίας πῶς ἐξ ἀρχῆς τούτων γέγονεν ἡ εὕρεσις, ὅτι ἐκ κακίας οἱ ἄνθρωποι ἑαυτοῖς τὴν πρὸς τὰ εἴδωλα θρησκείαν ἐπενόησαν· ἀλλὰ γὰρ χάριτι θεοῦ σημάναντες ὀλίγα· καὶ περὶ τῆς θειότητος τοῦ λόγου τοῦ πατρὸς πρς · καὶ τῆς εἰς πάντα προνοίας καὶ δυνάμεως αὐτοῦ· καὶ ὅτι ὁ ἀγαθὸς πατὴρ πὴρ , τούτω τὰ πάντα διακοσμεῖ· καὶ τὰ πάντα ὑπ’ αὐτοῦ κινεῖται· καὶ ἐν αὐτῷ ζωοποιεῖται· φέρε κατὰ ἀκολουθίαν καὶ μακάριε καὶ ἀληθῶς φιλόχριστε· τῇ περὶ τῆς εὐσεβείας πίστει· καὶ τὰ περὶ τῆς ἐνανθρωπήσεως τοῦ λόγου διηγησόμεθα· καὶ περὶ τῆς θείας αὐτοῦ πρὸς ἡμᾶς ἐπιφανείας δηλώσωμεν· ἣν ἰουδαῖοι μὲν διαβάλλουσιν· ἕλληνες δὲ ε χλευάζουσιν· ἡμεῖς δὲ προσκυνοῦμεν· ἵν’ ἔτι μᾶλλον ἐκ τῆς δοκούσης εὐτελείας τοῦ λόγου μείζονα καὶ πλείονα τὴν εἰς αὐτὸν εὐσέβειαν ἔχης· ὅσω γὰρ παρὰ τοῖς ἀπίστοις χλευάζεται τοσοῦτῳ μείζονα τὴν περὶ τῆς θεότητος αὐτοῦ μαρτυρίαν παρέχει· ὅτι τε ἃ μὴ καταλαμβάνουσιν ἄνθρωποι ὡς ἀδύνατα, ταῦτα αὐτὸς ἐπιδείκνυται δυνατὰ· καὶ ἅ ὥσπερ ἐπιχλευάζουσιν ἄνθρωποι· ταῦτα αὐτὸς τῇ ἑαυτοῦ ἀγαθότητι εὐπρεπῆ κατασκευάζει· καὶ ἃ σοφιζόμενοι οἱ ἄνθρωποι, ὡς ἀνθρώπινα γελῶσι, ταῦτα αὐτὸς τῇ αὐτοῦ δυνάμει, θεῖα ἐπιδείκνυται· τὴν μὲν τῶν εἰδώλων φαντασίαν, τῇ νομιζομένη ἑαυτοῦ εὐτελείᾳ, διὰ τοῦ σταυροῦ στροῦ καταστρέφων, τοὺς δὲ χλευάζοντας καὶ ἀπιστοῦντας, μεταπείθων ἀφανῶς, ὥστε τὴν θειότητα αὐτοῦ καὶ δύναμιν ἐπιγινώσκειν· εἰς δὲ τὴν περὶ τούτων διήγησιν, χρεία τῆς τῶν προειρημένων μνήμης, ἵνα καὶ τὴν αἰτίαν τῆς ἐν σώματι φανερώσεως, τοῦ τοσούτου καὶ τηλικούτου πατρικοῦ λόγου γνῶναι δυνηθῆς· καὶ μὴ νομίσης ὅτι φύσεως ἀκολουθία σῶμα πεφώρεκεν ὁ σωτήρ σήρ · ἀλλ’ ὅτι ἀσώματος ὢν τῇ φύσει καὶ λόγος ὑπάρχων· ὅμως κατὰ φιλανθρωπίαν καὶ ἀγαθότητα τοῦ ἑαυτοῦ πατρὸς διὰ τὴν ἡμῶν σωτηρίαν, ἐν ἀνθρωπίνω σώματι ἡμῖν πεφανέρωται· πρέπει δὲ ποιουμένους ἡμᾶς τὴν περὶ τούτου διήγησιν· πρότερον περὶ τῆς τῶν ὅλων κτίσεως, καὶ τοῦ ταύτης δημιουργοῦ θεοῦ εἰπεῖν· ἵνα οὕτως καὶ τὴν ταύτης ἀνακαίν η ι σιν ὑπὸ τοῦ κατὰ τὴν ἀρχὴν αὐτὴν δημιουργήσαντος λόγου γεγενῆσθαι· ἀξίως ἄν τις θεωρήσειεν· οὐδὲν γὰρ ἐναντίον φανήσεται· εἰ δι’ οὗ ταύτην ἐδημιούργησεν ὁ πατὴρ πὴρ · ἐν αὐτῶ καὶ τὴν ταύτης σωτηρίαν ο ἐ ργάσατο· τὴν δημιουργίαν τοῦ κόσμου καὶ τὴν τῶν πάντων κτίσιν· πολλοὶ διαφόρως ἐξειλήφασι· καὶ ὡς ἕκαστος ἠθέλησεν οὕτως καὶ ὡρίσατο· οἱ μὲν γὰρ, αὐτομάτως καὶ ὡς ἔτυχε τὰ πάντα γεγενῆσθαι λέγουσιν ὡς οἱ ἐπικούρειοι· οἳ καὶ τὴν τῶν ὅλων πρόνοιαν καθ’ ἑαυτῶν οὐκ εἶναι μυθολογοῦντες· ἄντικρυς παρὰ τὰ ἐναργῆ καὶ φαινόμενα λέγοντες· εἰ γὰρ αὐτομάτως τὰ πάντα χωρὶς προνοίας κατ’ αὐτοὺς γέγονεν· ἔδει τὰ πάντα ἁπλῶς γεγενῆσθαι, καὶ ὅμοια εἶναι καὶ μὴ διάφορα· ὡς γὰρ ἐπὶ σώματος ἑνὸς ἔδει τὰ πάντα εἶναι· ἥλιον ἢ σελήνην· καὶ ἐπὶ τῶν ἀνθρώπων ἔδει τὸ ὅλον εἶναι, χεῖρα ἢ ὀφθαλμὸν ἢ πόδα· νῦν δὲ οὐκ ἔστι μὲν οὕτως· ὁρῶμεν δὲ, τὸ μέν, ἥλιον· τὸ δὲ, σελήνην· τὸ δὲ, γῆν· καὶ πάλιν ἐπὶ τῶν ἀνθρωπίνων σωμάτων, τὸ μέν, πόδα· τὸ δὲ, χεῖρα· τὸ δὲ, ὀ κεφαλὴν· ἡ δὲ τοιαύτη διάταξις, οὐκ αὐτομάτως αὐτὰ γεγενῆσθαι γνωρίζει· ἀλλ’ αἰτίαν τούτων προηγεῖσθαι δείκνυσιν· ἀφ’ ἧς καὶ τὸν διαταξάμενον, καὶ πάντα ποιήσαντα θεόν ἐστι νοεῖν· ἄλλοι δὲ, ἐν οἷς ἔστι καὶ ὁ μέγας παρ’ ἕλλησι πλάτων· ἐκ προϋποκειμένης καὶ ἀγενήτου ὕλης πεποιηκέναι τὸν θεὸν θν τὰ ὅλα διηγοῦνται· μὴ, ἂν γὰρ δύνασθαί τι ποιῆσαι τὸν θεὸν, εἰ μὴ προϋπέκειτο ἡ ὕλη, ὥσπερ καὶ τῷ τέκτονι προϋποκεῖσθαι δεῖ τὸ ξύλον· ἵνα καὶ ἐργάσασθαι δυνηθῆ· οὐκ ἴσασι δὲ τοῦτο λέγοντες, ὅτι ἀσθένειαν περιτιθέασιν τῷ θεῶ· εἰ γὰρ οὐκ ἔστι τῆς ὕλης αὐτὸς αἴτιος, ἀλλ’ ὅλως ἐξ ὑποκειμένης ὕλης ποιεῖ τὰ ὄντα, ἀσθενὴς εὑρίσκεται, μὴ δυνάμενος ἄνευ τῆς ὕλης ἐργάσασθαί τι τῶν γενομένων· ὥσπερ ἀμέλει καὶ τοῦ τέκτονος ἀσθένειά ἐστι, τὸ μὴ δύνασθαι χωρὶς τῶν ξύλων ἐργάσασθαί τι τῶν ἀναγκαίων· καὶ καθ’ ὑπόθεσιν γὰρ, εἰ μὴ ἦν ἡ ὕλη, οὐκ ἂν εἰργάσατό τι ὁ θεὸς θς · καὶ πῶς ἔτι ποιητὴς καὶ δημιουργὸς ἂν λεχθείη· ἐξ ἑτέρου τὸ ποιεῖν ἐσχηκὼς· λέγω δὴ ἐκ τῆς ὕλης· ἔσται δέ εἰ οὕτως ἔχει κατ’ αὐτοὺς ὁ θεὸς θς τεχνίτης μόνον καὶ οὐ κτίστης εἰς τὸ εἶναι· εἴ τε τὴν ὑποκειμένην ὕλην ἐργάζεται· τῆς δὲ ὕλης οὐκ ἔστιν αὐτὸς αἴτιος καθόλου γὰρ, οὐδὲ κτίστης ἂν λεχθείη· εἴ τε μὴ κτίζει τὴν ὕλην· ἐξ ἧς καὶ τὰ κτισθέντα γέγονεν· οἱ δὲ ἀπὸ τῶν αἱρέσεων, ἄλλον ἑαυτοῖς ἀναπλάττονται δημιουργὸν τῶν πάντων, παρὰ τὸν πατέρα πρα τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ χῦ , τυφλώττοντες μέγα καὶ περὶ ἃ φθέγγονται· τοῦ γὰρ κυρίου λέ γοντος πρὸς τοὺς ἰουδαίους· οὐκ ἀνέγνωτε ὅτι ἀπ’ ἀρχῆς ὁ κτίσας ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς, καὶ εἶπεν· ἕνε κεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα πρα καὶ τὴν μητέρα μρα αὐτοῦ, καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ· καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν· εἶτα σημαίνων τὸν κτίσαντα φησίν· ὃ οὖν ὁ θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω· πῶς οὗτοι ξένην τοῦ πρὸς τὴν κτίσιν εἰσάγουσιν· εἰ δὲ κατὰ τὸν ἰωάννην πάντα περιλαβόντα καὶ λέγοντα· πάντα δι’ αὐτοῦ ἐγένε το· καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν· πῶς ἂν ἄλλος εἴη ὁ δημιουργός· παρὰ τὸν πατέρα πρα τοῦ χριστοῦ χῦ , ταῦτα μὲν οὗτοι μυθολογοῦσιν· ἡ δὲ ἔνθεος διδασκαλία, καὶ ἡ κατὰ χριστὸν χν πίστις, τὴν μὲν τούτων ματαιολογίαν, ὡς ἀθεότητα διαβάλλει· οὔτε γὰρ αὐτομάτως, διὰ τὸ μὴ ἀπρονόητα εἶναι, οὔτε ἐκ προϋποκειμένης ὕλης, διὰ τὸ μὴ ἀσθενῆ εἶναι τὸν θεὸν θν · ἀλλ’ ἐξ οὐκ ὄντων καὶ μηδαμῆ μηδαμῶς ὑπάρχοντα, τὰ ὅλα εἰς τὸ εἶναι πεποιηκέναι τὸν θεὸν θν διὰ τοῦ λόγου οἶδεν· ἦ φησι διὰ μέν μωϋσέως· ἐν ἀρχῆ ἐποίησεν ὁ θεὸς θς τὸν οὐρανὸν οὐνὸν καὶ τὴν γῆν· διὰ δὲ τῆς ὠφελιμωτάτης βίβλου τοῦ ποιμένος· πρῶτον πάντων πίστευσον ὅτι εἷς ἐστὶν ὁ θεὸς θς ὁ τὰ πάντα κτί σας καὶ καταρτίσας· καὶ ποιήσας ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι· ὅπερ καὶ ὁ π αν αῦ λος σημαίνων φησί· πίστει νοοῦμεν κα τηρτίσθαι τοὺς αἰῶνας ῥήματι θεοῦ· εἰς τὸ μὴ ἐκ φαινομένων τὰ βλεπόμενα γεγονέναι ὁ θεὸς θς γὰρ ἀγαθός ἐστιν· μᾶλλον δὲ πηγὴ τῆς ἀγαθότητος ὑπάρχει· ἀγαθῶ δὲ περὶ οὐδενὸς ἂν γένοιτο φθόνος· ὅθεν οὐδενὶ τοῦ εἶναι φθονήσας, ἐξ οὐκ ὄντων τὰ πάντα πεποίηκε, διὰ τοῦ ἰδίου λόγου τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ χῦ · ἐν οἷς πάντων τῶν τ ἐπὶ γῆς τὸ ἀνθρώπων ἀνων γένος ἐλεήσας· καὶ θεωρήσας ὡς οὐχ ἱκανὸν εἴη κατὰ τὸν τῆς ἰδίας γέγονε γρ(άφε) γενέσεως λόγον διαμένειν ἀεὶ· πλέον τι χαριζόμενος αὐτοῖς· οὐχ’ ἁπλῶς ὥσπερ πάντα τὰ ἐπὶ γῆς ἄλογα ζῷα, ἔκτισε τοὺς ἀνθρώπους, ἀλλὰ κατὰ τὴν ἑαυτοῦ εἰκόνα ἐποίησεν αὐτοὺς· μεταδοὺς αὐτοῖς καὶ τῆς τοῦ ἰδίου λόγου δυνάμεως, ἵνα ὥσπερ σκι ῀ ά ς τινας ἔχοντες τοῦ λόγου· καὶ γενόμενοι λογικοὶ, διαμένειν ἐν μακαριότητι δυνηθῶσι· ζῶντες τὸν ἀληθινὸν καὶ ὄντως τῶν ἁγίων ἐν παραδείσω βίον· εἰδὼς δὲ πάλιν τὴν ἀνθρώπων εἰς ἀμφότερα νεύειν δυναμένην προαίρεσιν, προλαβὼν ἠσφαλίσατο νόμῳ καὶ τόπῳ τὴν δοθεῖσαν αὐτοῖς χάριν· εἰς τὸν ἑαυτοῦ γὰρ παράδεισον αὐτοὺς εἰσαγαγών, ἔδωκεν αὐτοῖς νόμον· ἵνα εἰ μὲν φυλάξοιεν τὴν χάριν· καὶ μένοιεν καλοὶ, ἔχωσι τὴν ἐν παραδείσω ἄλυπον, καὶ ἀνόδυνον, καὶ ἀμέριμνον ζωὴν· πρὸς τῶ καὶ τῆς ἐν οὐρανοῖς οὐνοῖς ἀφθαρσίας αὐτοὺς τὴν ἐπαγγελίαν ἔχειν· εἰ δὲ παραβαῖεν καὶ στραφέντες γένοιντο φαῦλοι, γινώσκ ει οι εν ἑαυτοὺς τὴν ἐν θανάτω κατὰ φύσιν φθοραν ὑπομένειν· καὶ μηκέτι μὲν ἐν παραδείσω ζῆν· ἔξω δὲ τούτου λοιπὸν ἀποθνήσκοντας, μένειν ἐν τῷ θανάτῳ καὶ ἐν τῇ φθορᾷ· τοῦτο δὲ καὶ ἡ θεία γραφὴ προσημένει λέγουσα ἐκ προσώπου τοῦ θεοῦ· ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσω βρώσει φαγῆ· ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν· οὐ φάγεσθαι ἀπ’ αὐτοῦ· ἧ δ’ ἂν ἡμέρα φάγησθε, θανάτῳ ἀποθανεῖσθε· τί ἂν ἄλλο εἴη· ἢ τὸ μὴ μόνον ἀποθνήσκειν, ἀλλὰ καὶ ἐν τῇ τοῦ θανάτου φθορᾶ διαμένειν· ἴσως θαυμάζεις τί δήποτε περὶ τῆς ἐνανθρωπήσεως τοῦ λόγου προθέμενοι λέγειν· νῦν περὶ τῆς ἀρχῆς τῶν ἀνθρώπων ἀνων διηγούμεθα· ἀλλὰ καὶ τοῦτο οὐκ ἀλλότριον ἐστὶ τοῦ σκοποῦ τῆς διηγήσεως· ἀνάγκη γὰρ ἡμᾶς λέγοντας, περὶ τῆς εἰς ἡμᾶς ἐπιφανείας τοῦ σωτῆρος σρς , λέγειν καὶ περὶ τῆς τῶν ἀνθρώπων ἀρχῆς· ἵνα γινώσκης ὅτι ἡ ἡμῶν αἰτία, ἐκείνω γέγονε πρόφασις τῆς καθόδου· καὶ ἡ ἡμῶν παράβασις τοῦ λόγου τὴν φιλανθρωπίαν ἐξεκαλέσατο· ὥστε καὶ εἰς ἡμᾶς φθάσαι καὶ φανῆναι τὸν κύριον κν ἐν ἀνθρώποις ἀνοις · τῆς γὰρ ἐκείνου ἐνσωματώσεως ἡμεῖς γεγόναμεν ὑπόθεσις· καὶ διὰ τὴν ἡμῶν σωτηρίαν ἐφιλανθρωπεύσατο· καὶ ἐν ἀνθρωπίνω γενέσθαι καὶ φανῆναι σώματι· οὕτως μὲν οὖν ὁ θεὸς θς , τὸν ἄνθρωπον πεποίηκε· καὶ μένειν ἠθέλησεν ἐν ἀφθαρσία· ἄνθρωποι δὲ κατολιγωρήσαντες, καὶ ἀποστραφέντες τὴν πρὸς τὸν θεὸν θν κατανόησιν, λογισάμενοι δὲ καὶ ἐπινοήσαντες ἑαυτοῖς τὴν κακίαν, ὥσπερ ἐν τοῖς πρώτοις ἐλέχθη· ἔσχον τὴν προαπειληθεῖσαν τοῦ θανάτου κατάκρισιν· καὶ λοιπὸν οὐκ ἔτι ὡς γεγόνασι διέμενον, ἀλλ’ ὡς ἐλογίζοντο διεφθείροντο· καὶ ὁ θάνατος αὐτῶν ἐκράτει βασιλεύων· ἡ γὰρ παράβασις τῆς ἐντολῆς, εἰς τὸ κατὰ φύσιν αὐτοὺς ἐπέστρεφεν· ἵνα ὥσπερ οὐκ ὄντες γεγόνασι· οὕτως καὶ τὴν εἰς τὸ εἶναι φθορὰν ὑπομείνωσι τῷ χρόνῳ εἰκότως· εἰ γὰρ φύσιν ἔχοντες τὸ μὴ εἶναί ποτε τῇ τοῦ λόγου παρουσία καὶ φιλανθρωπία εἰς τὸ εἶναι ἐκκλήθησαν· ἀκόλουθον ἦν κενωθέντας τοὺς ἀνθρώπους ἀνους τῆς περὶ θεοῦ θῦ ἐννοίας καὶ εἰς τὰ οὐκ ὄντα ἀποστραφέντας· οὐκ ὄντα γάρ ἐστι τὰ κακὰ· ὄντα δὲ τὰ καλὰ, ἐπειδήπερ ἀπὸ τοῦ ὄντος θεοῦ γεγόνασιν· κενωθ ει ῆ ναι καὶ τοῦ εἶναι ἀεὶ· τοῦτο δέ ἐστι τὸ διαλυθέντας, μένειν ἐν τῷ θανάτῳ καὶ τῇ φθορᾶ· ἔστι μὲν γὰρ κατὰ φύσιν ἄνθρωπος θνητός, ἅτε δὴ ἐξ οὐκ ὄντων γεγονὼς· διὰ δὲ τὴν πρὸς τὸν ὄντα ὁμοιότητα· ἣν εἰ ἐφύλαττε διὰ τῆς πρὸς αὐτὸν κατανοήσεως· ἤμβλυνεν ἂν τὴν κατὰ φύσιν φθοράν, καὶ ἔμεινεν ἄφθαρτος· καθάπερ ἡ σοφία φησί· προσοχὴ νόμων, βεβαίωσις ἀφθαρσίας· ἄφθαρτος δὲ ὢν ἔζη λοιπὸν, ὡς θεὸς θς · ὥς που καὶ ἡ θεία γραφὴ τοῦτο σημαίνει λέγουσα· ἐγὼ εἶπα θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες· ὑμεῖς δὲ ὡς ἄνθρωποι ἄνοι ἀποθνήσκετε· καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε· ὁ μὲν γὰρ θεὸς θς οὐ μόνον ἐξ οὐκ ὄντων ἡμᾶς πεποίηκε· ἀλλὰ καὶ τὸ κατὰ θεὸν θν ζῆν ἡμῖν ἐχαρίσατο, τῇ τοῦ λόγου χάριτι· οἱ δὲ ἄνθρωποι, ἀ ε ποστραφέντες τὰ αἰώνια, καὶ συμβουλία τοῦ διαβόλου εἰς τὰ τῆς φθορᾶς ἐπιστραφέντες, ἑαυτοῖς αἴτιοι τῆς ἐν τῷ θανάτω φθορᾶς γεγόνασιν· ὄντες μὲν ὡς προεῖπον κατὰ φύσιν φθαρτοὶ· χάριτι δὲ τῆς τοῦ λόγου μετουσίας τοῦ κατὰ φύσιν ἐκφυγόντες· εἰ μεμενήκεισαν καλοὶ· διὰ γὰρ τὸν συνόντα τούτοις λόγον καὶ ἡ κατὰ φύσιν φθορ ᾶ ὰ τούτων οὐκ ἤγγι ζε καθὼς καὶ ἡ σοφία φησὶν· ὁ θεὸς θς ἔκτισε τὸν ἄνθρωπον ἐπὶ ἀφθαρσία καὶ εἰκόνα τῆς ἰδίας ἀϊδιότητος· φθόνω δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον· τούτου δὲ γενομένου οἱ μὲν ἄνθρωποι ἀπέθνησκον· ἡ δὲ φθορὰ ἀλοιπὸν κατ’ αὐτῶν ἤκμαζε· καὶ πλεῖον τοῦ κατὰ φύσιν ἰσχύουσα καθόλου τοῦ γένους· ὅσω καὶ τὴν ἀπειλὴν τοῦ θείου διὰ τὴν παράβασιν τῆς ἐντολῆς κατ’ αὐτῶν προειλήφει· καὶ γὰρ καὶ ἐν τοῖς πλημμελήμασιν οἱ ἄνθρωποι· οὐκ ἄχρις ὅρων ὡρισμένων εἱστήκεισαν· ἀλλὰ κατ’ ὀλίγον ἐπεκτεινόμενοι· λοιπὸν καὶ εἰς ἄμετρον ἐληλύθασιν, ἐξ ἀρχῆς μὲν εὑρεταὶ τῆς κακίας γενόμενοι· καὶ καθ’ ἑαυτὸν τὸν θάνατον προκαλεσάμενοι καὶ τήν φθορὰν· ὕστερον δέ εἰς ἀδικίαν ἐκτραπέντες· καὶ παρανομίαν πᾶσαν ὑπερβαλόντες· καὶ μὴ ἑνὶ κακῶ ἱστάμενοι· ἀλλὰ πάντα καινὰ καινοῖς ἐπινοοῦντες· ἀκόρεστοι περὶ τὸ ἁμαρτάνειν γεγόνασι· μοιχεῖαι μὲν γὰρ ἦσαν καὶ κλοπαὶ πανταχοῦ· φόνων δὲ καὶ ἀρπαγῶν, πλήρης ἦν ἡ σύμπασα γῆ· καὶ νόμου μὲν οὐκ ἦν φροντίς περὶ φθορᾶς καὶ ἀδικίας· πάντα δὲ τὰ κακὰ καθ’ ἕνα καὶ κοινῆ παρὰ πᾶσιν ἐπράττετο· πόλεις μεν κατὰ πόλεων ἐπολέμουν· καὶ ἔθνη κατὰ ἐχθρῶν ἠγείρετο· διήρητο δὲ πᾶσα ἡ οἰκουμένη στάσεσι καὶ μάχαις, ἑκάστου φιλονεικοῦντος ἐν τῷ παρανομεῖν· οὐκ ἦν δὲ τούτων μακρὰν οὐδὲ τὰ παρὰ φύσιν· ἀλλ’ ὡς εἶπεν ὁ τοῦ χριστοῦ χῦ μάρτυς ἀπόστολος· αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν, εἰς τὴν παρὰ φύσιν· ὁμοίως δὲ καὶ οἱ ἄρρενες, ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας, ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐ τῶν εἰς ἀλλήλους· ἄρρενες ἐν ἄρσεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι· καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες· διὰ δὴ ταῦτα πλεῖον τοῦ θανάτου κρατήσαντος, καὶ τῆς φθορᾶς παραμενούσης κατὰ τῶν ἀνθρώπων· τὸ μὲν τῶν ἀνθρώπων γένος ἐφθείρετο· ὁ δὲ λογικὸς καὶ κατ’ εἰκόνα γενόμενος ἄνθρωπος ἠφανίζετο· καὶ τὸ ὑπὸ τοῦ θεοῦ γενόμενον ἔργον παραπώλλετο· καὶ γὰρ καὶ ὁ θάνατος ὡς προεῖπον νόμω λοιπὸν ἴσχ ύ υ ε καθ’ ἡμῶν· καὶ οὐχ’ οἷόν τε ἦν τὸν νόμον ἐκφυγεῖν διὰ τὸ ὑπὸ θεοῦ τεθεῖσθαι τοῦτον τῆς παραβάσεως χάριν· καὶ ἦν ἄτοπον ὁμοῦ καὶ ἀπρεπὲς τὸ γινόμενον ἀληθῶς· ἄτοπον μὲν γὰρ ἦν, εἰπόντα τὸν θεὸν θν ψεύσασθαι· ὥστε νομοθετήσαντος αὐτοῦ θανάτω ἀποθνήσκειν τὸν ἄνθρωπον· εἰ παραβαίη τὴν ἐντολὴν μετὰ τὴν παράβασιν μὴ ἀποθνήσκειν ἡμᾶς, ἀλλὰ λύεσθαι τὸν τούτου λόγον· οὐκ ἀληθὴς γὰρ ἦν ὁ θεὸς θς · εἰ εἰπόντος αὐτοῦ ἀποθνήσκειν ἡμᾶς· μὴ ἀπέθνησκεν ἄνθρωπος· ἀπρεπὲς δὲ ἦν πάλιν· τὰ ἅπαξ γενόμενα λογικὰ καὶ τοῦ λόγου αὐτοῦ μετασχόντα παραπόλλυσθαι· καὶ πάλιν εἰς τὸ μή εἶναι διὰ τῆς φθορᾶς ἐπιστρέφειν· οὐκ ἄξιον γὰρ ἦν τῆς ἀγαθότητος τοῦ θεοῦ, τὰ ὑπ’ αὐτοῦ γενόμενα διαφθείρεσθαι, διὰ τὴν παρὰ τοῦ διαβόλου γενομένην τοῖς ἀνθρώποις ἀπάτην· ἄλλως τε καὶ τῶν ἀπρεπεστάτων ἦν· τὴν τοῦ θεοῦ τέχνην ἐν τοῖς ἀνθρώποις ἀφανίζεσθαι· ἤ διὰ τὴν αὐτῶν ἀμέλειαν, ἤ διὰ τὴν τῶν δαιμόνων ἀπάτην· φθειρομένων τοίνυν τῶν λογικῶν καὶ παραπολλυμένων τῶν τοιούτων ἔργων· τί τὸν θεὸν ἔδει ποιεῖν ἀγαθὸν ὄντα· ἀφεῖναι τὴν φθορὰν κατ’ αὐτῶν ἰσχύειν, καὶ τὸν θάνατον αὐτῶν κρατεῖν· καὶ τίς ἡ χρεία τοῦ καὶ ἐξ ἀρχῆς αὐτὰ γενέσθαι· ἔδει γὰρ μὴ γενέσθαι· ἢ γενόμενα παραμεληθῆναι καὶ ἀπολέσθαι· ἀσθένεια γὰρ μᾶλλον καὶ οὐκ ἀγαθότης ἐκ τῆς ἀμελείας γινώσκεται τοῦ θεοῦ· εἰ ποιήσας παρορᾶ φθαρῆναι τὸ ἑαυτοῦ ἔργον· ἤπερ εἰ μὴ πεποιήκει κατὰ τὴν ἀρχὴν τὸν ἄνθρωπον ἄνον · μὴ ποιήσαντος μὲν γὰρ οὐκ ἦν ὁ λογιζόμενος τὴν ἀσθένειαν· ποιήσαντος δὲ καὶ εἰς τὸ εἶναι κτίσαντος, ἀτοπώτατον ἦν ἀπόλλυσθαι τὰ ἔργα· καὶ μάλιστα ἐπ’ ὄψει τοῦ πεποιηκότος· οὐκοῦν ἔδει τοὺς ἀνθρώπους ἀνους μὴ ἀφιέναι φέρεσθαι τῇ φθορᾶ, διὰ τὸ ἀπρεπὲς καὶ ἀνάξιον εἶναι τοῦτο τῆς τοῦ θεοῦ θῦ ἀγαθότητος· ἀλλ’ ὥσπερ ἔδει τοῦτο γενέσθαι· οὕτως καὶ ἐκ τῶν ἐναντίων πάλιν ἀντίκειται τὸ πρὸς τὸν θεὸν θν εὔλογον· ὥστε ἀληθῆ φανῆναι τὸν θεὸν θν ἐν τῇ περὶ τοῦ θανάτου νομοθεσία· ἄτοπον γὰρ ἦν διὰ τὴν ἡμῶν ὠφέλειαν καὶ διαμονὴν ψεύστην φανῆναι τὸν τῆς ἀληθείας πατέρα πρα θεὸν θν · τί οὖν ἔδει καὶ περὶ τούτου γενέσθαι, ἢ ποιῆσαι τὸν θεὸν θν · μετάνοιαν ἐπὶ τῇ παραβάσει τοὺς ἀνθρώπους ἀπαιτῆσαι· τοῦτο γὰρ ἄν τις ἄξιον φήσειε θεοῦ λέγων· ὅτι ὥσπερ ἐκ τῆς παραβάσεως εἰς φθορὰν γεγόνασιν· οὕτως ἐκ τῆς μετανοίας γένοιντο πάλιν ἂν εἰς ἀφθαρσίαν· ἀλλ’ ἡ μετάνοια, οὔτε τὸ εὔλογον τὸ πρὸς τὸν θεὸν θν ἐφύλαττεν· ἔμενε γὰρ πάλιν οὐκ ἀληθὴς μὴ κρατουμένων ἐν τῷ θανάτω τῶν ἀνθρώπων· οὔτε δὲ ἡ μετάνοια ἀπὸ τῶν κατὰ φύσιν ἀνακαλεῖται· ἀλλὰ μόνον παύει τῶν ἁμαρτημάτων· εἰ μὲν οὖν μόνον ἦν πλημμέλημα, καὶ μὴ φθορᾶς ἐπακολούθησις, καλῶς ἂν ἦν ἡ μετάνοια· εἰ δὲ ἅπαξ προλαβούσης τῆς παραβάσεως εἰς τὴν κατὰ φύσιν φθορὰν ἐκρατοῦντο οἱ ἄνθρωποι· καὶ τὴν τοῦ κατ’ εἰκόνα χάριν ἀφαιρεθέντες ἦσαν, τί ἄλλο ἔδει γενέσθαι· ἢ τίνος ἦν χρεία πρὸς τὴν τοιαύτην χάριν καὶ ἀνάκλησιν· ἢ, τοῦ καὶ κατὰ τὴν ἀρχὴν ἐκ τοῦ μὴ ὄντος πεποιηκότος τὰ ὅλα, τοῦ θεοῦ λόγου· αὐτοῦ γὰρ ἦν πάλιν καὶ τὸ φθαρτὸν εἰς ἀφθαρσίαν ἐνεγκεῖν· καὶ τὸ ὑπὲρ πάντων εὔλογον ἀποσῶσαι πρὸς τὸν πατέρα πρα · λόγος γὰρ ὢν τοῦ πατρὸς πρὸς καὶ ὑπὲρ πάντας ὤν, ἀκολούθως καὶ ἀνακτίσαι τὰ ὅλα μόνος ἦν δυνατὸς, καὶ ὑπὲρ πάντων παθεῖν· καὶ πρεσβεῦσαι περὶ πάντων ἱκανὸς πρὸς τὸν πατέρα πρα · τούτου δὴ ἕνεκεν ὁ ἀσώματος καὶ ἄφθαρτος καὶ ἄϋλος τοῦ θεοῦ λόγου παραγίνεται εἰς τὴν ἡμετέραν χώραν· οὔτι γε μακρὰν ὢν πρότερον· οὐδὲν γὰρ αὐτοῦ κενὸν ὑπολέλειπται τῆς κτίσεως μέρος· πάντα δὲ διὰ πάντων πεπλήρωκεν· αὐτὸς συνὼν τῷ ἑαυτοῦ πατρὶ πρὶ · ἀλλὰ παραγίνεται, συγκαταβαίνων τῆ εἰς ἡμᾶς αὐτοῦ φιλανθρωπία καὶ ἐπιφανεία· καὶ ἰδὼν τὸ λογικὸν ἀπολλύμενον γένος· καὶ τὸν θάνατον κατ’ αὐτῶν βασιλεύοντα τῇ φθορᾶ· ὁρῶν δὲ καὶ τὴν ἀπειλὴν τῆς παραβάσεως διακρατοῦσαν τὴν καθ’ ἡμῶν φθορὰν· καὶ ὅτι ἄτοπον ἦν πρὸ τοῦ πληρωθῆναι τὸν νόμον, λυθῆναι· ὁρῶν δὲ καὶ τὸ ἀπρεπὲς ἐν τῷ συμβεβηκότι· ὅτι ὧν αὐτὸς ἦν δημιουργὸς, ταῦτα παρηφανίζετο· ὁρῶν δὲ καὶ τὴν τῶν ἀνθρώπων ἀνων ὑπερβάλλουσαν κακίαν, ὅτι κατ’ ὀλίγον καὶ ἀφόρητον αὐτὴν ηὔξησαν καθ’ ἑαυτῶν· ὁρῶν δὲ καὶ τὸ ὑπεύθυνον πάντων ἀνθρωπ ο ω ν πρὸς τὸν θάνατον· ἐλεήσας τὸ γένος ἡμῶν καὶ τὴν ἀσθένειαν ἡμῶν οἰκτειρήσας, καὶ τῇ φθορᾶ ἡμῶν συγκαταβὰς, καὶ τὴν τοῦ θ ά α νάτου κράτησιν οὐκ ἐνεγκὼν ἵνα μὴ τὸ γενόμενον ἀπόληται, καὶ εἰς ἀργὸν τοῦ πατρὸς πρὸς τὸ εἰς ἀνθρώπους ἀνους ἔργον αὐτοῦ γένηται· λαμβάνει ἑαυτῷ σῶμα· καὶ τοῦτο οὐκ ἀλλότριον τοῦ ἡμετέρου· οὐ γὰρ ἁπλῶς ἠθέλησεν ἐν σώματι γενέσθαι· οὐδὲ μόνον ἤθελε φανῆναι· καὶ δι’ ἑτέρου κρείττονος τὴν θεοφάνειαν αὐτοῦ ποιήσασθαι· ἀλλὰ λαμβάνει τὸ ἡμέτερον· καὶ τοῦτο οὐχ’ ἁπλῶς, ἀλλ’ ἐξ ἀχράντου καὶ ἀμιάντου, ἀνδρὸς ἀπείρου παρθένου· καθαρὸν καὶ ὄντως ἀμιγὲς τῆς ἀνδρὸς συνουσίας· αὐτὸς γὰρ δυνατὸς ὢν καὶ δημιουργὸς τῶν ὅλων, ἐν τῇ παρθένω κατασκευάζει ἑαυτῶ ναὸν τὸ σῶμα· καὶ ἰδιοποιεῖται τοῦτο· ὥσπερ ὄργανον ἐν αὐτῷ γνωριζόμενος καὶ ἐνοικῶν· καὶ οὕτως ἀπὸ τῶν ἡμετέρων τὸ ὅμοιον λαβὼν, διὰ τὸ πάντας ὑπευθύνους εἶναι τῇ τοῦ θανάτου φθορᾶ· ἀντὶ πάντων αὐτ ῶ ὸ θανάτω παραδιδοὺς, προσῆγε τῷ πατρὶ πρὶ · καὶ τοῦτο φιλανθρώπως ποιῶν· ἵνα ὡς μὲν πάντων ἀποθανόντων ἐν αὐτῶ λυθῆ ὁ κατὰ τῆς φθορᾶς τῶν ἀνθρώπων ἀνων νόμος· ἅτε δὴ πληρωθείσης τῆς ἐξουσίας ἐν τῷ κυριακῶ σώματι· καὶ μηκέτι χώραν ἔχοντος κατὰ τῶν ὁμοίων ἀνθρώπων· ὡς δὲ εἰς φθορὰν ἀναστρέψαντας τοὺς ἀνθρώπους, πάλιν εἰς τὴν ἀφθαρσίαν ἐπιστρέψη καὶ ζωοποιήση τούτους ἀπὸ τοῦ θανάτου· τῇ τοῦ σώματος ἰδιοποιήσει, καὶ τῇ τῆς ἀναστάσεως χάριτι· τὸν θάνατον ἀπ’ αὐτῶν ὡς καλάμην ἀπὸ πυρὸς ἐξαφανίζων· συνιδὼν γὰρ ὁ λόγος ὅτι ἄλλως οὐκ ἂν λυθείη τῶν ἀνθρώπων ἡ φθορὰ· εἰ μὴ διὰ τοῦ πάντως ἀποθανεῖν· οὐχ’ οἷόν τε δὲ ἦν τὸν λόγον ἀποθανεῖν, ἀθάνατον ὄντα καὶ τοῦ πατρὸς πρὸς υἱὸν· το ῦ ύ του ἕνεκεν τὸ δυνάμενον ἀποθανεῖν ἑαυτῶ λαμβάνει σῶμα· ἵνα τοῦτο τοῦ ἐπὶ πάντων λόγου μεταλαβὸν· ἀντὶ πάντων ἱκανὸν γένηται τῷ θανάτῳ· καὶ διὰ τὸν ἐνοικήσαντα λόγον ἄφθαρτον διαμείνη· καὶ λοιπὸν ἀπὸ πάντων ἡ φθορὰ παύσηται τῇ τῆς ἀναστάσεως χάριτι· ὅθεν ὡς ἱερεῖον καὶ θῦμα, παντὸς ἐλεύθερον σπίλου· ὁ αὐτὸς ἑαυτῶ ἔλαβε σῶμα προσάγων εἰς θάνατον· ἀπὸ πάντων εὐθὺς τῶν ὁμοίων ἠφάνιζε τὸν θάνατον, τῇ προσφορᾶ τοῦ κατ’ ἀλλήλου· ὑπὲρ πάντας γὰρ ὢν ὁ λόγος τοῦ θεοῦ, εἰκότως τὸν ἑαυτοῦ ναὸν, καὶ τὸ σωματικὸν ὄργανον προσάγων ἀντίψυχον, ὑπὲρ πάντων ἐπλήρου τὸ ὀφειλόμενον ἐν τῷ θανάτῳ καὶ ὡς οἷόν τε διὰ τοῦ ὁμοίου τοῖς πᾶσιν ὁ ἄφθαρτος τοῦ θεοῦ θῦ υἱὸς, εἰκότως τοὺς πάντας ἐνέδυσεν ἀφθαρσία, ἐν τῇ περὶ τῆς ἀναστάσεως ἐπαγγελία· καὶ αὐτὴ γὰρ ἡ ἐν τῷ θανάτῳ φθορὰ κατὰ τῶν ἀνθρώπων οὐκ ἔτι χώραν ἔχει, διὰ τὸν ἐνοικήσαντα τὸν ἐνοικήσαντα λόγον ἐν τούτοις διὰ τοῦ ἑνὸς σώματος· καὶ ὥσπερ μεγάλου βασιλέως εἰσελθόντος εἴς τινα πόλιν μεγάλην· καὶ οἰκήσαντος εἰς μίαν τῶν ἐν αὐτῇ οἰκιῶν· πάντως ἡ τοιαύτη πόλις τιμῆς πολλῆς καταξιοῦται· καὶ οὐκ ἔτι τίς ἐχθρὸς αὐτὴν, οὔτε λῃστὴς ἐπιβαίνων καταστρέφει· πάσης δὲ μᾶλλον ἐπιμελείας ἀξιοῦται, διὰ τὸν εἰς μίαν αὐτῆς οἰκίαν οἰκήσαντα βασιλέα· οὕτως καὶ ἐπὶ τοῦ πάντων βασιλέως γέγονεν· ἐλθόντος γὰρ αὐτοῦ ἐπὶ τὴν ἡμετέραν χώραν· καὶ οἰκήσαντος εἰς ἓν τῶν ὁμοίων σῶμα· λοιπὸν πᾶσα ἡ κατὰ τῶν ἀνθρώπων παρὰ τῶν ἐχθρῶν ἐπιβουλὴ πέπαυται, καὶ ἡ τοῦ θανάτου ἠφάνισται φθορὰ· ἡ πάλαι κατ’ αὐτῶν ἰσχύουσα· παραπωλώλει γὰρ ἂν τὸ τῶν ἀνθρώπων γένος, εἰ μὴ ὁ πάντων δεσπότης καὶ σωτὴρ τοῦ θεοῦ υἱὸς παρεγεγόνει πρὸς τὸ τοῦ θανάτου τέλος· πρέπον δὲ καὶ μάλιστα τῆ ἀγαθότητι τοῦ θεοῦ ἀληθῶς τὸ μέγα τοῦτο ἔργον· εἰ γὰρ βασιλεὺς κατασκευάσας οἰκίαν ἢ πόλιν· καὶ ταύτην ἐξ ἀμελείας τῶν ἐνοικούντων πολεμουμένην ὑπὸ λῃστῶν, τὸ σύνολον ὑπερορᾶ· ἀλλ’ ὡς ἴδιον ἔργον ἐκδικεῖ καὶ περισώζει· οὐκ εἰς τὴν τῶν ἐνοικούντων ἀμέλειαν ἀφορῶν· ἀλλ’ εἰς τὸ ἑαυτοῦ πρέπον· πολλῶ πλέον ὁ τοῦ παναγάθου θεὸς θς λόγος πατρὸς πρὸς , εἰς φθορὰν κατερχόμενον τὸ δι’ αὐτοῦ γενόμενον τῶν ἀνθρώπων γένος, οὐ παρεῖδεν· ἀλλὰ τὸν μὲν συμβεβηκότα θάνατον ἀπήλειψε διὰ τῆς προσφορᾶς τοῦ ἰδίου σώματος· τὴν δὲ ἀμέλειαν αὐτῶν δι ο ω ρθώσατο τῇ ἑαυτοῦ διδασκαλία· πάντα τὰ τῶν ἀνθρώπων διὰ τῆς ἑαυτοῦ δυνάμεως κατορθώσας· ταῦτα δὲ καὶ παρὰ τῶν αὐτοῦ τοῦ σωτῆρος θεολόγων ἀνδρῶν πιστοῦσθαί τις δύναται ἐντυγχά νων τοῖς ἐκείνων γράμμασιν· ἦ φησιν· ἡ γὰρ ἀγάπη τοῦ χριστοῦ χῦ συνέχει ἡμᾶς· κρίναντας τοῦτο· ὅτι εἰ εἷς ὑπὲρ πάντ ων ἀπέθανεν· ἆρα οἱ πάντες ἀπέθανον· καὶ ὑπὲρ πάντων ἀπέθανεν· ἵνα ἡμεῖς μηκέτι ἑαυτοῖς ζῶμεν· ἀλλὰ τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἀναστάντι ἐκ νεκρῶν τῷ κυρίω κω ἡμῶν ἰησοῦ ἰῦ χριστῶ χῶ · καὶ πάλιν· τὸν δὲ βραχύ τι παρ’ ἀγγέ λους ἠλαττωμένον, βλέπομεν ἰησοῦν, διὰ τὸ πάθημα τοῦ θανάτου δόξη καὶ τιμῆ ἐστεφανωμένον· ὅπως χά ριτι θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου· εἶτα καὶ τὴν αἰτίαν τοῦ μὴ ἄλλον δεῖν· ἢ αὐτὸν τὸν θεὸν θν λόγον ἐνανθ ρωπῆσαι σημαίνει λέγων· ἔπρεπε γὰρ αὐτῶ, δι’ ὃν τὰ πάντα· καὶ δι’ οὗ τὰ πάντα· πολλοὺς υἱοὺς εἰς δόξαν ἀγα γόντα τὸν ἀρχηγὸν τῆς σωτηρίας σρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι· τοῦτο δὲ σημαίνει λέγων, ὡς οὐκ ἄλλου ἦν ἀπὸ τῆς γενομένης φθορᾶς τοὺς ἀνθρώπους ἀνενεγκεῖν, ἢ τοῦ θεοῦ λόγου, τοῦ καὶ κατὰ τὴν ἀρχὴν πεποιηκότ ω ο ς αὐτούς· ὅτι δὲ διὰ τὴν περὶ τῶν ὁμοίων σωμάτων θυσίαν· σῶμα καὶ αὐτὸς ὁ λόγος ἔλαβεν ἑαυτῶ· καὶ τοῦτο σημαίνουσι λέγοντες· ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν· ἵνα διὰ τοῦ θανάτου καταργήση τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον· καὶ ἀπαλλάξη τούτους· ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας· τῇ γὰρ τοῦ ἰδίου σώματος θυσία, καὶ τέλος ἐπέθηκε τῷ καθ’ ἡμᾶς νόμῳ· καὶ ἀρχὴν ζωῆς ἡμῖν ἐκαίνισεν· ἐλπίδα τῆς ἀναστάσεως δεδωκὼς· ἐπειδὴ γὰρ ἐξ ἀνθρώπων ἀνων εἰς ἀνθρώπους ανους ὁ θάνατος ἐκράτησε· διατοῦτο πάλιν διὰ τῆς ἐνανθρωπήσεως τοῦ θεοῦ λόγου, ἡ τοῦ θανάτου κατάλυσις γέγονε, καὶ ἡ τῆς ζωῆς ἀνάστασις· λέγοντος τοῦ χρι στοφόρου ἀνδρὸς· ἐπειδὴ γὰρ δι’ ἀνθρώπου θάνατος, καὶ δι’ ἀνθρώπου ἀνάστασις νεκρῶν· ὥσπερ γὰρ ἐν τῷ ἀ δὰμ πάντες ἀποθνήσκουσι, οὕτως καὶ ἐν τῷ χριστῷ χῷ πάντες ζωοποιηθήσονται· κατὰ τούτοις ἀκολουθίαν· γρ(άφε) ἀκόλουθα· οὐκ ἔτι γαρ νῦν ὡς κατακρινόμενοι ἀποθνήσκομεν, ἀλλ’ ὡς ἐγειρόμενοι περιμένομεν τὴν κοινὴν πάντων ἀνάστασιν· ἣν καιροῖς ἰδίοις δείξει ὁ καὶ ταύτην ἐργασάμενος καὶ χαρισάμενος θεός θς · αἰτία μὲν δὴ πρώτη τῆς ἐνανθρωπήσεως αὕτη τοῦ σωτῆρος αὕτη· γνοίη δ’ ἄν τις αὐτοῦ τὴν ἀγαθὴν εἰς ἡμᾶς παρουσίαν εὐλόγως γεγενῆσθαι· καὶ ἐκ τούτων, ὁ θεὸς θς ὁ πάντων ἔχων τὸ κράτος· ὅτε τὸ τῶν ἀνθρώπων γένος διὰ τοῦ ἰδίου λόγου ἐποίει· κατιδὼν πάλιν τὴν ἀσθένειαν τῆς φύσεως αὐτῶν· ὡς οὐχ’ ἱκανὴ εἴη ἐξ ἑαυτῆς γνῶναι τὸν δημιουργὸν· οὐδ’ ὅλως ἔννοιαν λαβεῖν θεοῦ· τῶ τὸν μὲν εἶναι ἀγένητον· τὰ δὲ ἐξ οὐκ ὄντων γεγενῆσθαι· καὶ τὸν μὲν ἀσώματον εἶναι· τοὺς δὲ ἀνθρώπους κάτω που σώματι πεπλᾶσθαι· καὶ ὅλως πολλὴν εἶναι τὴν τῶν γενητῶν ἔλλειψιν πρὸς τὴν τοῦ πεποιηκότως κατάληψιν καὶ γνῶσιν, ἐλεήσας πάλιν τὸ γένος τὸ ἀνθρώπινον ἅτε δὴ ἀγαθὸς ὤν, οὐκ ἀφῆκεν αὐτοὺς ἐρήμους τῆς ἑαυτοῦ γνώσεως, ἵνα μὴ ἀνόνητον ἔχωσιν καὶ τὸ εἶναι· ποῖα γὰρ ὄνησις τοῖς πεποιημένοις, μὴ γινώσκουσι τὸν ἑαυτῶν ποιητὴν· ἢ πῶς ἂν εἶεν λογικοὶ, μὴ γινώσκοντες τὸν τοῦ πατρὸς πρς λόγον, ἐν ᾧ καὶ γεγόνασιν· οὐδὲ γὰρ οὐδὲ ἀλόγων διαφέρειν ἔμελλον· εἰ πλέον οὐδὲν τῶν περιγείων ἐπεγίνωσκον· τί δὲ καὶ ὁ θεὸς θς ἐποίει τούτους· ἀφ’ ὧν οὐκ ἠθέλησε γινώσκεσθαι· ὅθεν ἵνα μὴ τοῦτο γένηται, ἀγαθὸς ὢν, τῆς ἰδίας εἰκόνος αὐτοῖς τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ἰῦ χριστοῦ χῦ μεταδίδωσι, καὶ ποιεῖ τούτους κατὰ τὴν ἑαυτοῦ εἰκόνα καὶ καθ’ ὁμοίωσιν· ἵνα διὰ τῆς τοιαύτης χάριτος, τὴν εἰκόνα νοων νοοῦντες, λέγω δὴ τὸν τοῦ πατρὸς πρς λόγον, δυνηθῶσιν ἔννοιαν δι’ αὐτοῦ τοῦ πατρὸς πρς λαβεῖν· καὶ γινώσκοντες τὸν ποιητὴν, ζῶσι τὸν εὐδαίμονα καὶ μακάριον ὄντως βίον· ἀλλ’ ἄνθρωποι πάλιν παράφρονες κατολιγωρήσαντες καὶ οὕτως τῆς δοθείσης αὐτοῖς χάριτος· τοσοῦτον ἀπεστράφησαν τόν θεόν θν , καὶ τοσοῦτον ἐθόλωσαν ἑαυτῶν τὴν ψυχὴν, ὡς μὴ μόνον ἐπιλαθέσθαι, τῆς περὶ θεοῦ ἐννοίας· ἀλλὰ καὶ ἕτερα ἀνθ’ ἑτέρων ἑαυτοῖς ἀναπλάσασθαι· εἴδωλά τε γὰρ ἀντὶ τῆς ἀληθείας ἑαυτοῖς ἀνετυπώσαντο· καὶ τὰ οὐκ ὄντα, τοῦ ὄντος θεοῦ προετίμησαν· τῇ κτίσει παρὰ τὸν κτίσαντα λατρεύοντες· καὶ τό γε χείριστον ὅτι καὶ εἰς ξύλα καὶ εἰς λίθους· καὶ εἰς πᾶσαν ὕλην καὶ ἀνθρώπους τὴν τοῦ θεοῦ θῦ τιμὴν μετετίθουν· καὶ πλείονα τούτων ποιοῦντες, ὥσπερ ἐν τοῖς ἔμπροσθεν εἴρηται· τοσοῦτον δὲ ἠσέβουν, ὅτι καὶ δαίμον αι α ς ἐθρήσκευον λοιπον, καὶ θεοὺς ἀνηγόρευον, τὰς ἐπιθυμίας αὐτῶν ἀποπληροῦντες· θυσίας τε γὰρ ζώων ἀλόγων, καὶ ἀνθρώπων σφαγὰς ὥσπερ εἴρηται πρότερον εἰς τὸ ἐκείνων καθῆκον ἐπετέλουν· πλεῖον ἑαυτοὺς τοῖς ἐκείνων οἰστρήμασι καταδεσμεύοντες, διατοῦτογοῦν καὶ μαγεῖα παρ’ αὐτοῖς ἐδιδάσκοντο· καὶ μαντεῖα κατὰ τόπον τοὺς ἀνθρώπους ἐπλάνα· καὶ πάντες τὰ γενέσεως καὶ τοῦ εἶναι ἑαυτῶν τὰ αἴτια τοῖς ἄστροις, καὶ τοῖς κατ’ οὐρανὸν οὐνὸν πᾶσιν ἀνετίθουν· μηδὲν πλέον τῶν φαινομένων λογιζόμενοι· καὶ ὅλως πάντα ἦν ἀσεβείας καὶ παρανομίας μεστά· καὶ μόνος ὁ θεὸς θς , οὐδὲ ὁ τούτου λόγος ἐπεγινώσκετο· καίτοι οὐκ ἀφανῆ ἑαυτον τοῖς ἀνθρώποις ἐπικρύψας· οὐδὲ ἁπλὴν τὴν περὶ ἑαυτοῦ γνῶσιν αὐτοῖς δεδωκ ὼ ώ ς· ἀλλὰ καὶ ποικίλως, καὶ διὰ πολλῶν αὐτὴν αὐτοῖς ἐφαπλώσας· αὐτάρκης μὲν γὰρ ἦν ἡ κατ’ εἰκόνα χάρις γνωρίζειν τὸν θεὸν θν λόγον· καὶ δι’ αὐτοῦ τὸν πατέρα πρα · εἰδὼς δὲ ὁ θεὸς θς τὴν ἀσθένειαν τῶν ἀνθρώπων προενοήσατο, καὶ τῆς ἀμελείας τούτων· ἵν’ ἐὰν ἀμελήσαιεν δι’ ἑαυτῶν τὸν θεὸν θν ἐπιγνῶναι· ἔχωσι διὰ τῶν τῆς κτίσεως ἔργων, τὸν δημιουργὸν μὴ ἀγνοεῖν· ἐπειδὴ δὲ ἡ ἀνθρώπων ἀμέλεια, ἐπὶ τὰ χείρονα κατ’ ὀλίγον ἐπικαταβαίνει· προενοήσατο πάλιν ὁ θεὸς θς καὶ τῆς τοιαύτης αὐτῶν ἀσθενείας, νόμον καὶ προφήτας τοὺς αὐτοῖς γνωρίμους ἀποστείλας· ἵνα ἐὰν καὶ εἰς τὸν οὐρανὸν οὐνὸν ὀκνήσωσιν ἀναβλέψαι καὶ γνῶναι τὸν ποιητὴν, ἔχωσιν ἐκ τῶν ἐγγὺς τὴν διδασκαλίαν· ἄνθρωποι γὰρ παρὰ ἀνθρώπων ἐγγυτέρω δύνανται μαθεῖν περὶ τῶν κρειττόνων· ἐξ ὃν οὖν ἦν ἀναβλέψαντας αὐτοὺς εἰς τὸ μέγεθ ω ος τοῦ οὐρανοῦ οὐνοῦ , καὶ κατανοήσαντας τὴν τῆς κτίσεως ἁρμονίαν· γνῶναι τὸν ταύτης ἡγεμόνα τὸν τοῦ πατρὸς πρς λόγον· τὸν τῇ ἑαυτοῦ εἰς πάντα προνοία γνωρίζοντα πᾶσι τὸν πατέρα πρα · καὶ διατοῦτο τὰ ὅλα κινοῦντα· ἵνα δι’ αὐτοῦ πάντες γινώσκωσι τὸν θεὸν θν · ἢ εἰ τοῦτο αὐτοῖς ἦν ὀκνηρὸν, κἂν τοῖς ἁγίοις δυνατὸν ἦν αὐτοὺς συντυγχάνειν, καὶ δι’ αὐτῶν μαθεῖν, τὸν τῶν πάντων δημιουργὸν θεόν θν , τὸν τοῦ χριστοῦ χῦ πατέρα πρα · καὶ ὅτι τῶν εἰδώλων ἡ θρησκεία, ἀθεότης ἐστὶ, καὶ πάσης ἀσεβείας μεστή· ἐξὸν δὲ ἦν αὐτοὺς, καὶ τὸν νόμον ἐγνωκότας, παύσασθαι, πάσης παρανομίας, καὶ τὸν κατ’ ἀρετὴν ζῆσαι βίον· οὐδὲ γὰρ διὰ ἰουδαίους μόνους ὁ νόμος ἦν· οὐδὲ δι’ αὐτοὺς μόνους οἱ προφῆται ἐπέμποντο· καὶ παρὰ ἰουδαίων ἐδιώκοντο· πάσης δὲ τῆς οἰκουμένης ἦσαν διδασκάλιον ἱερὸν τῆς περὶ θεοῦ γνώσεως, καὶ τῆς κατὰ ψυχὴν πολιτείας· τοσαύτης οὖν οὔσης τῆς τοῦ θεοῦ θῦ ἀγαθότητος καὶ φιλανθρωπίας· ὅμως οἱ ἄνθρωποι νικώμενοι ταῖς παρ’ αὐτίκα ἡδοναῖς· καὶ ταῖς παρὰ δαιμόνων φαντασίαις καὶ ἀπάταις· οὐκ ἀνένευσαν πρὸς τὴν ἀλήθειαν· ἀλλ’ ἑαυτοὺς πλείοσι κακοῖς καὶ ἁμαρτήμασιν ἐνεφόρησαν, ὡς μηκέτι δοκεῖν αὐτοὺς λογικοὺς, ἀλλὰ ἀλόγους ἐκ τῶν τρόπων νομίζεσθαι· οὕτω τοίνυν ἀλογωθέντων τῶν ἀνθρώπων ἀνων , καὶ οὕτως τῆς δαιμονικῆς πλάνης ἐπισκιαζούσης πανταχοῦ, καὶ κρυπτούσης τὴν περὶ τοῦ ἀληθινοῦ θεοῦ γνῶσιν· τί τὸν θεὸν ἔδει ποιεῖν· σιωπῆσαι τὸ τηλικοῦτον, καὶ ἀφεῖναι τοὺς ἀνθρώπους ὑπὸ δαιμόνων πλανᾶσθαι· καὶ μὴ γινώσκειν αὐτοὺς τὸν θεὸν θν · καὶ τίς ἡ χρεία τοῦ καὶ ἐξ ἀρχῆς κατ’ εἰκόνα θεοῦ γενέσθαι τὸν ἄνθρωπον· ἔδει γὰρ αὐτὸν ἁπλῶς ὡς ἄλογον γενέσθαι· ἤ γενόμενον λογικὸν, τὴν τῶν ἀλόγων ζωὴν μὴ βιοῦν· τίς δὲ ὅλως ἦν χρεία· ἐννοίας αὐτὸν λαβεῖν, περὶ θεοῦ ἐξ ἀρχῆς· εἰ γὰρ οὐδὲ νῦν ἄξιός ἐστι λαβεῖν, ἔδει μηδὲ κατὰ τὴν ἀρχὴν αὐτῷ δοθ ει ῆ ναι· τί δὲ καὶ ὄφελος τῷ πεποιηκότι θεῷ· ἤ ποία δόξα αὐτῶ ἂν εἴη· εἰ οἱ ὑπ’ αὐτοῦ γενόμενοι ἄνθρωποι οὐ προσκυνοῦσιν αὐτῶ· ἀλλ’ ἑτέρους εἶναι τοὺς πεποιηκότας αὐτοὺς νομίζουσιν· εὑρίσκεται γὰρ ὁ θεὸς θς ἑτέροις, καὶ οὐχ ἑαυτῶ τούτους δημιουργήσας· εἶτα βασιλεὺς μὲν ἄνθρωπος ὢν, τὰς ὑπ’ αὐτοῦ κτισθείσας χώρας, οὐκ ἀφίησιν ἐκδότους ἑτέροις δουλεύειν, οὐδὲ πρὸς ἄλλους καταφεύγειν· ἀλλὰ γράμμασιν αὐτοὺς ὑπομιμνήσκει, πολλάκις δὲ καὶ διὰ φίλων αὐτοῖς ἐπιστέλλει· εἰ δὲ καὶ χρεία γένηται, αὐτὸς παραγίνεται τῆ παρουσία λοιπὸν αὐτοὺς δυσωπῶν, μόνον ἵνα μὴ ἑτέροις δουλεύσωσι· καὶ ἀργον αὐτοῦ τὸ ἔργον γένηται· οὐ πολλῶ πλέον ὁ θεὸς θς τῶν ἑαυτοῦ κτισμάτων φείσεται· πρὸς τὸ μὴ πλανηθῆναι ἀπ’ αὐτοῦ καὶ τοῖς οὐκ οὖσι δουλεύειν· μάλιστα ὅτι ἡ τοιαύτη πλάνη ἀπωλείας αὐτοῖς αἰτία καὶ ἀφανισμοῦ γίνεται· οὐκ ἔδει δὲ τὰ ἅπαξ κοινωνήσαντα τῆς τοῦ θεοῦ εἰκόνος ἀπολέσθαι· τί οὖν ἔδει ποιεῖν τὸν θεὸν· ἤ τί ἔδει γενέσθαι· ἀλλ’ ἤ ἢ τὸ κατ’ εἰκόνα πάλιν ἀνανεῶσαι, ἵνα δι’ αὐτοῦ πάλιν αὐτὸν γνῶναι δυνηθῶσιν οἱ ἄνθρωποι· τοῦτο δὲ πῶς ἂν ἐγεγόνει· εἰ μὴ αὐτῆς τῆς τοῦ θεοῦ εἰκόνος παραγενομένης, τοῦ σωτῆρος σρς ἡμῶν ἰησοῦ ἰῦ χριστοῦ χῦ · δι’ ἀνθρώπων ἀνων μὲν γὰρ οὐκ ἦν δυνατὸν, ἐπεὶ καὶ αὐτοὶ κατ’ εἰκόνα γεγόνασιν· ἀλλ’ οὐδὲ δι’ ἀγγέλων· οὐδὲ γὰρ οὐδὲ αὐτοί εἰσιν εἰκόνες, ὅθεν ὁ τοῦ θεοῦ λόγος δι’ αὐτοῦ παρεγένετο· ἵνα ὡς εἰκὼν ὢν τοῦ πατρὸς πρὸς , τὸν κατ’ εἰκόνα ἄνθρωπον ἀνακτίσαι δυνηθῇ· ἄλλ’ως δε πάλιν οὐκ ἂν ἐγεγόνει εἰ μὴ ὁ θάνατος ἦν καὶ ἡ φθορὰ ἐξαφανισθεῖσα· ὅθεν εἰκότως ἔλαβε σῶμα θνητὸν, ἵνα καὶ ὁ θανατος ἐν αὐτῷ λοιπόν ἐξαφανισθῆναι δυνηθῆ· καὶ οἱ κατ’ εἰκόνα πάλιν ἀνακαινισθῶσιν ἄνθρωποι, οὐκοῦν ἑτέρου πρὸς ταύτην τὴν χρείαν οὐκ ἦν, εἰ μὴ τῆς εἰκόνος τοῦ πατρὸς πρὸς , ὡς γὰρ τῆς γραφείσης ἐν ξύλω μορφῆς, παραφανισθείσης ἐκ τῶν ἔξωθεν ῥύπων· πάλιν χρεία τοῦτον παραγενέσθαι· οὗ καὶ ἔστιν ἡ μορφὴ· ἵνα ἀνακαινισθῆναι ἡ εἰκὼν δυνηθῆ ἐν τῇ αὐτῇ ὕλη· διὰ γὰρ τὴν ἐκείνου γραφὴν, καὶ αὕτη ἡ ὕλη ἐν ἧ καὶ γέγραπται οὐκ ἐκβάλλεται· ἀλλ’ ἐν αὐτῆ ἀνατυποῦται· κατὰ τοῦτο καὶ ὁ πανάγιος τοῦ πατρὸς πρὸς υἱὸς, εἰκὼν ὤν τοῦ πατρὸς πρὸς παρεγένετο ἐπὶ τοὺς ἡμετέρους τόπους· ἵνα τὸν κατ’ αὐτὸν πεποιημένον ἄνθρωπον ἀνακαινίση· καὶ ὡς ἀπολόμενον εὕρη, διὰ τῆς τῶν ἁμαρτιῶν ἀφέσε ως· ἤ φησι καὶ αὐτὸς ἐν τοῖς εὐαγγελίοις· ἦλθον τὸ ἀπολόμε νον εὑρεῖν καὶ σῶσαι· ὅθεν καὶ πρὸς τοὺς ἰουδαίους ἔλεγεν· ἐὰν μή τις ἀναγεννηθῆ· οὐ τὴν ἐκ γυναικῶν γέννησιν σημαίνων ὥσπερ ὑπενόουν ἐκεῖνοι, ἀλλὰ τὴν ἀναγεννωμένην καὶ ἀνακτιζομένην ψυχὴν ἐν τῷ κατ’ εἰκόνα δηλῶν· ἐπειδὴ δὲ καὶ εἰδωλομανία καὶ ἀθεότης κατεῖχε τὴν οἰκουμένην· καὶ ἡ περὶ θεοῦ γνῶσις ἐκέκρυπτο· τίνος ἦν διδάξαι τὴν οἰκουμένην περὶ πατρὸς· ἀνθρώπου ἀνου φαίη τις ἄν· ἀλλ’ οὐκ ἦν ἀνθρώπων ἐνὸν τὴν ὑφήλιον πᾶσαν ὑπελθεῖν· οὔτε τῇ φύσει τοσοῦτον ἰσχυόντων δραμεῖν· οὔτε ἀξιοπίστων περὶ τούτου δυναμένων γενέσθαι· οὔτε πρὸς τὴν τῶν δαιμόνων ἀπάτην καὶ φαντασίαν ἱκανῶν δι’ ἑαυτῶν ἀντιστῆναι· πάντων γὰρ κατὰ ψυχὴν πληγέντων, καὶ ταραχθέντων παρὰ τῆς δαιμονικῆς ἀπάτης, καὶ τῆς τῶν εἰδώλων ματαιότητος· πῶς οἷόν τε ἦν ἀνθρώπου ἀνου ψυχὴν, καὶ ἀνθρώπων νοῦν μεταπ οι εῖ σαι, ὅπουγε οὐδὲ ὁρᾶν αὐτοὺς δύνανται· ὃ, δὲ μὴ ὁρᾶ τις, πῶς δύναται μεταπαιδεῦσαι· ἀλλ’ ἴσως ἄν τις εἴποι, τὴν κτίσιν ἀρκεῖσθαι· ἀλλ’ εἰ ἡ κτίσις ἤρκει, οὐκ ἂν ἐγεγόνει, τὰ τηλικαῦτα κακὰ· ἦν γὰρ καὶ ἡ κτίσις, καὶ οὐδὲ ἧττον οἱ ἄνθρωποι ἐν αὐτῆ περὶ θεοῦ πλάνη ἐκυλίοντο· τίνος οὖν ἦν πάλιν χρεία· ἤ ἢ τοῦ θεοῦ λόγου, τοῦ καὶ ψυχὴν καὶ νοῦν ὁρῶντος· τοῦ καὶ τὰ ὅλα ἐν τῇ κτίσει κινοῦντος, καὶ δι’ αὐτῶν γνωρίζοντος τὸν πατέρα πρα · τοῦ γὰρ διὰ τῆς ἰδίας προνοίας καὶ διακοσμήσεως τῶν ὅλων διδάσκοντος περὶ τοῦ πατρὸς πρς , αὐτοῦ η ἦν καὶ τὴν αὐτὴν διδασκαλίαν ἀνανεῶσαι· πῶς οὖν ἂν ἐγεγόνει τοῦτο ἴσως ἄν τις εἴποι· ὅτι ἐξὸν ἦν διὰ τῶν αὐτῶν· ὥστε πάλιν διὰ τῶν τῆς κτίσεως ἔργων τὰ περὶ αὐτοῦ δεῖξαι· ἀλλ’ οὐκ ἦν ἀσφαλὲς ἔτι τοῦτο· οὐχί γε· παρεῖδον γὰρ τοῦτο πρότερον οἱ ἄνθρωποι, καὶ οὐκ ἔτι μὲν ἄνω, κάτω δὲ τοὺς ὀφθαλμοὺς ἐσχήκασιν· ὅθεν εἰκότως ἀνθρώπους θέλων ὠφελῆσαι, ὡς ἄνθρωπος ἐπιδημεῖ· λαμβάνων ἑαυτῷ σῶμα ὅμοιον ἐκείνοις· καὶ ἐκ τῶν κάτω· λέγω δὴ διὰ τῶν τοῦ σώματος ἔργων· ἵνα οἱ μὴ θελήσαντες αὐτὸν γνῶναι, ἐκ τῆς εἰς τὰ ὅλα προνοίας καὶ ἡγεμονίας αὐτοῦ· κἄν ἐκ τῶν δι’ αὐτοῦ τοῦ σώματος ἔργων γνώσονται τὸν ἐν τῷ σώματι τοῦ θεοῦ λόγον· καὶ δι’ αὐτοῦ τὸν πατέρα πρα · ὡς γὰρ ἀγαθὸς διδάσκαλος κηδόμενος τῶν ἑαυτοῦ μαθητῶν· τοὺς μὴ δυναμένους ἐκ τῶν μειζόνων ὠφεληθῆναι, πάντως διὰ τῶν εὐτελεστέρων συγκαταβαίνων αὐτοὺς παιδεύει· οὕτως καὶ ὁ τοῦ θεοῦ λόγος, καθὼς ν κ αὶ ὁ παῦ λός φησιν· ἐπειδὴ γὰρ ἐν τῇ σοφία τοῦ θεοῦ, οὐκ ἔ γνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν θεὸν θν · εὐδόκησεν ὁ θεὸς θς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας· ἐπειδὴ γὰρ οἱ ἄνθρωποι ἀποστραφέντες τὴν πρὸς τὸν θεὸν θεωρίαν· καὶ ὡς ἐν βυθῷ βυθισθέντες· κάτω τοὺς ὀφθαλμοὺς ἔχοντες ἐν γενέσει καὶ τοὺς τοῖς αἰσθητοῖς τὸν θεὸν θν ἀνεζήτουν· ἀνθρώπους θνητοὺς, καὶ δαίμονας ἑαυτοῖς θεοὺς ἀνατυπούμενοι· τούτου ἕνεκα ὁ φιλάνθρωπος καὶ κοινὸς πάντων σωτήρ σήρ ὁ τοῦ θεοῦ λόγος λαμβάνει ἑαυτῷ σῶμα· καὶ ὡς ἄνθρωπος ἀνος ἐν ἀνθρώποις ἀναστρέφεται· καὶ τὰς αἰσθήσεις πάντων ἀνθρώπων προσλαμβάνει· ἵνα οἱ ἐν σωματικοῖς νοοῦντες εἶναι τὸν θεὸν θν · ἀφ’ ὧν ὁ κύριος κς ἐργάζεται διὰ τῶν τοῦ σώματος ἔργων· ἀπ’ αὐτῶν νοήσωσι τὴν ἀλήθειαν· καὶ δι’ αὐτοῦ τὸν πατέρα πρα λογίσ ο ω νται· ἄνθρωποι δὲ ὄντες, καὶ ἀνθρώπινα πάντα νοοῦντες· οἷς ἐὰν ἐπέβαλον τὰς ἑαυτῶν αἰσθήσεις· ἐν τούτοις προσλαμβανομένους ἑαυτοὺς ἑώρων, καὶ πανταχόθεν διδασκομένους τὴν ἀλήθειαν· εἴτε γὰρ εἰς τὴν κτίσιν ἐπτόηντο· ἀλλ’ ἑώρων αὐτὴν ὁμολογοῦσαν τὸν χριστὸν χν κύριον· εἴτε εἰς ἀνθρώπους ἦν αὐτῶν ἡ διάνοια προληφθεῖσα, ὥστε τούτους θεοὺς νομίζειν· ἀλλ’ ἐκ τῶν ἔργων τοῦ σωτῆρος, συγκρινόντων τε καὶ ἐκείνων ἐφαίνετο ἐν ἀνθρώποις μόνος ὁ σωτὴρ σὴρ θεοῦ υἱὸς· οὐκ ὄντων παρ’ ἐκείνοις τοιούτων, ὁποῖα παρὰ τοῦ θεοῦ λόγου γέγονε· εἰ δὲ καὶ εἰς δαίμονας ἦσαν προληφθέντες· ἀλλ’ ὁρῶντες αὐτοὺς διωκομένους ὑπὸ τοῦ κυρίου κυ · ἐγίνωσκον μόνον εἶναι τοῦτον τὸν τοῦ θεοῦ λόγον· καὶ οὐκ εἶναι θεοὺς τοὺς δαίμονας· εἰ δὲ καὶ εἰς νεκροὺς ἤδη τούτων ἦν ὁ νοῦς κατασχεθεὶς ὥστε θρησκεύειν ἥρωας, καὶ τοὺς παρὰ ποιηταῖς λεγομένους θεοὺς· ἀλλ’ ὁρῶντες τὴν τοῦ σωτῆρος σρς ἀνάστασιν, ὠμολόγουν ἐκείνους εἶναι ψευδεῖς· καὶ μόνον τὸν κύριον ἀληθινον τὸν τοῦ πατρὸς πρς λόγον τὸν καὶ τοῦ θανάτου κυριεύοντα, διατοῦτο καὶ γεγέννηται, καὶ ἄνθρωπος ἐφάνη καὶ ἀπέθανε, καὶ ἀνέστη· ἀμβλύνας καὶ ἐπισκιάσας τὰ τῶν πώποτε γενομένων ἀνθρώπων διὰ τῶν ἰδίων ἔργων· ἵνα ὅπου δ’ ἂν ὦσι προσληφθέντες οἱ ἄνθρωποι· ἐκεῖθεν αὐτοὺς ἀναγάγη, καὶ διδάξη τὸν ἀληθινον ἑαυτοῦ πατέρα πρα · καθάπερ καὶ αὐτός φησιν· ἦλθον σῶσαι καὶ εὑρεῖν τὸ ἀπολωλὸς· ἅπαξ γὰρ εἰς αἰσθητὰ πεσούσης τῆς διανοίας τῶν ἀνθρώπων, ὑπέβαλεν ἑαυτὸν διὰ σώματος φανῆναι ὁ λόγος· ἵνα μετενέγκῃ εἰς ἑαυτὸν ὡς ἄνθρωπον τοὺς ἀνθρώπους, καὶ τὰς αἰσθήσεις αὐτῶν εἰς ἑαυτὸν ἀποκλίνη· καὶ λοιπὸν ἐκείνους ὡς ἄνθρωπον αὐτὸν ὁρῶντας δι’ ὧν ἐργάζεται ἔργων, πείση μὴ εἶναι ἑαυτὸν ἄνθρωπον μόνον, ἀλλὰ καὶ θεὸν· καὶ θεοῦ ἀληθινοῦ λόγον καὶ σοφίαν· τοῦτο δὲ καὶ ὁ παῦλος βουλόμενος σημᾶναι φησὶν· ἐν ἀγάπη ἐρριζω μενοι καὶ τεθεμελιωμένοι, ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις· τί τὸ πλάτος καὶ μῆκος καὶ ὕψος καὶ βάθος· γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγά πην τοῦ χριστοῦ χῦ · ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ· πανταχοῦ γὰρ τοῦ λόγου ἑαυτὸν ἁπλώσαντος, καὶ ἄνω καὶ κάτω, καὶ εἰς τὸ βάθος καὶ εἰς τὸ πλάτος· ἄνω μὲν εἰς τὴν κτίσιν· κάτω δὲ εἰς τὴν…