The Greek Library Author

Athanasius of Alexandria

De decretis Nicaenae synodi

Author namesAthanase d’Alexandrie · Athanase d Alexandrie · Athanasius of Alexandria · Athanasius

Edition reference
Critical edition (without critical apparatus) Athanasius Werke. Band 2: Die Apologien. Lieferung 1: De decretis Nicaenae synodi 1,4–40,24 Hans-Georg Opitz Walter de Gruyter Berlin/Leipzig 1–40 1935
CTS identifier
urn:cts:greekLit:tlg2035.tlg003.local001
Corpus release
2.2.0 · 2026-08-29

Chapter 1

Καλῶς ἐποίησας δηλώσας μοι τὴν γενομένην παρὰ σοῦ ζήτησιν πρὸς τοὺς τὰ Ἀρείου πρεσβεύοντας, ἐν οἷς ἦσαν καὶ τῶν Εὐσεβίου τινὲς ἑταίρων καὶ πλεῖστοι δὲ τῶν τὰ τῆς ἐκκλησίας φρονούντων ἀδελφῶν. τὴν μὲν οὖν σὴν φιλόχριστον νῆψιν ἀπεδεξάμην καλῶς διελέγξασαν τὴν τῆς αἱρέσεως ἀσέβειαν, τὴν δ’ ἐκείνων ἀναισχυντίαν τεθαύμακα, ὅτι καίτοι τῶν Ἀρειανῶν λογισμῶν δειχθέντων σαθρῶν τε καὶ ματαίων, ἀλλὰ καὶ παρὰ πάντων αὐτοὶ καταγνωσθέντες ἐπὶ πάσῃ κακοφροσύνῃ, ὅμως καὶ μετὰ ταῦτα διεγόγγυζον κατὰ τοὺς Ἰουδαίους λέγοντες· διατί οἱ ἐν τῇ Νικαίᾳ συνελθόντες ἔγραψαν ἀγράφους λέξεις τὸ ἐκ τῆς οὐσίας καὶ τὸ ὁμοούσιον;

σὺ μὲν οὖν ὡς λόγιος ἀνὴρ καὶ οὕτως αὐτοὺς σχηματιζομένους οὐδὲν ἧττον ἀπέδειξας κενολογοῦντας. ἐκεῖνοι δὲ οὐδὲν ξένον τῆς ἑαυτῶν κακονοίας πράττουσι πλαττόμενοι προφάσεις. εἰσὶ γὰρ ποικίλοι καὶ παλίμβολοι τὰς γνώμας ὡς οἱ χαμαιλέοντες ἐν τοῖς χρώμασι, καὶ ἐλεγχόμενοι μὲν ἐρυθριῶσιν, ἀνακρινόμενοι δὲ ἀποροῦσι καὶ λοιπὸν ἀναιδευόμενοι προφασίζονται. ἂν δέ τις αὐτοὺς καὶ ἐν τούτοις διελέγξῃ, κάμνουσιν ἕως ἂν ἐπινοήσωσι τὰ μὴ ὄντα καὶ κατὰ τὸ γεγραμμένον λογίσωνται μάταια, ἵνα μόνον διαμείνωσιν ἀσεβοῦντες.

τὸ δὲ τοιοῦτον ἐπιχείρημα οὐδὲν ἕτερόν ἐστιν ἢ γνώρισμα μὲν ἄντικρυς τῆς ἀλογίας αὐτῶν, μίμησις δὲ καθὰ προεῖπον τῆς ἰουδαικῆς κακοηθείας. καὶ γὰρ ἐλεγχόμενοι κἀκεῖνοι παρὰ τῆς ἀληθείας καὶ μὴ δυνάμενοι πρὸς αὐτὴν ἀντιβλέπειν ἐπροφασίζοντο λέγοντες· τί ποιεῖς σὺ σημεῖον, ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι; τί ἐργάζῃ; καίτοι σημείων τοσούτων γενομένων, ὥστε λέγειν καὶ αὐτούς· τί ποιοῦμεν, ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ ποιεῖ σημεῖα; νεκροὶ γὰρ ἠγείροντο, χωλοὶ περιεπάτουν, τυφλοὶ ἀνέβλεπον, λεπροὶ ἐκαθαρίζοντο, καὶ τὸ ὕδωρ οἶνος ἐγίνετο, καὶ ἀπὸ πέντε ἄρτων ἐκορέσθησαν πεντακισχίλιοι.

καὶ οἱ μὲν πάντες ἐθαύμαζον καὶ προσεκύνουν τὸν κύριον, ὁμολογοῦντες ἐν αὐτῷ πληροῦσθαι τὰς προφητείας καὶ αὐτὸν εἶναι θεὸν τοῦ θεοῦ τὸν υἱόν· μόνοι δὲ οἱ Φαρισαῖοι, εἰ καὶ λαμπρότερα ἡλίου φαινόμενα ἦν τὰ σημεῖα, ὅμως πάλιν ἐγόγγυζον ὡς ἀμαθεῖς καὶ ἔλεγον· διατί σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεόν; ἄφρονες καὶ τῷ ὄντι τυφλοὶ τὴν διάνοιαν.

δέον τὸ ἔμπαλιν αὐτοὺς λέγειν· διατί σὺ θεὸς ὢν ἄνθρωπος γέγονας; τὰ γὰρ ἔργα θεὸν αὐτὸν ἐδείκνυεν, ἵνα τὴν μὲν ἀγαθότητα τοῦ πατρὸς προσκυνήσωσι, τὴν δὲ δι’ ἡμᾶς αὐτοῦ οἰκονομίαν θαυμάσωσι. τοῦτο μὲν οὔτε ἔλεγον, ἀλλ’ οὔτε τὰ γινόμενα βλέπειν ἐβούλοντο. ἢ ἔβλεπον μέν – ἐξ ἀνάγκης γὰρ ἦν ὁρᾶν αὐτά – πάλιν δὲ ἐγόγγυζον μεταβαλλόμενοι· διατί ἐν τῷ σαββάτῳ θεραπεύεις τὸν παραλυτικόν, καὶ τὸν ἐκ γενετῆς τυφλὸν τότε ποιεῖς ἀναβλέπειν;

τοῦτο δὲ πρόφασις πάλιν ἦν καὶ μόνον γογγυσμός. καὶ γὰρ ἐν ταῖς ἄλλαις ἡμέραις θεραπεύοντος τοῦ κυρίου πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐκεῖνοι συνήθως ἐμέμφοντο καὶ μᾶλλον ἤθελον ἀθεότητος ἔχειν ὑπόνοιαν τὸν Βεελζεβοὺλ ὀνομάζοντες ἢ ἀρνήσασθαι τὴν ἰδίαν πονηρίαν.

ἀλλὰ καὶ οὕτως τοῦ σωτῆρος πολυμερῶς καὶ πολυτρόπως δεικνύοντος ἑαυτοῦ τὴν θεότητα καὶ εὐαγγελιζομένου πᾶσι τὸν πατέρα οὐδὲν ἧττον ὥσπερ εἰς κέντρα λακτίζοντες ἀντέλεγον ἐκεῖνοι μωρολογοῦντες, ἵνα μόνον κατὰ τὴν θείαν παροιμίαν προφάσεις ἐφευρίσκοντες χωρίσωσιν ἑαυτοὺς ἀπὸ τῆς ἀληθείας.

Chapter 2

Ἰουδαῖοι μὲν οὖν οἱ τότε τοιαῦτα πονηρευόμενοι καὶ ἀρνούμενοι τὸν κύριον εἰκότως τῶν τε νόμων καὶ τῆς πρὸς τοὺς πατέρας ἐπαγγελίας ἔξω γεγόνασι. καὶ Ἀρειανοὶ δὲ νῦν Ἰουδαίζοντες ταὐτόν μοι δοκοῦσι πάσχειν τῷ Καιάφᾳ καὶ τοῖς τότε Φαρισαίοις· οὐδὲν γὰρ ὁρῶντες εὔλογον ἔχουσαν ἑαυτῶν τὴν αἵρεσιν προφάσεις ἐπινοοῦσι, διατί τοῦτο καὶ μὴ τοῦτο γέγραπται; καὶ μήτοι θαυμάσῃς, εἰ τοιαῦτα νῦν μηχανῶνται.

μετ’ ὀλίγον γὰρ καὶ εἰς ὕβρεις ἐκτραπήσονται καὶ μετὰ ταῦτα τὴν σπείραν καὶ τὸν χιλίαρχον ἀπειλήσουσιν· ἐν τούτοις γάρ ἐστιν αὐτῶν ἡ δοκοῦσα σύστασις τῆς κακοδοξίας. τὸν γὰρ τοῦ θεοῦ λόγον ἀρνούμενοι εἰκότως καὶ λόγου παντός εἰσιν ἔρημοι.

ταῦτα γοῦν εἰδὼς οὐδὲν ἂν ἀπεκρινάμην ἐρωτῶσιν ἐκείνοις. ἐπειδὴ δὲ ἡ σὴ διάθεσις ἀπῄτησε γνῶναι τὰ ἐν τῇ συνόδῳ πραχθέντα, οὐχ ὑπερεθέμην· ἀλλ’ εὐθύς, ὡς τότε γέγονε, δεδήλωκα δείξας δι’ ὀλίγων, ὅσον εὐσεβοῦς φρονήσεως ἡ ἀρειανὴ αἵρεσις ἐστέρηται καὶ μόνον προφάσεις πλάττονται.

σκόπει δὲ καὶ σύ, ἀγαπητέ, εἰ μὴ οὕτως ἔχει. εἰ θαρροῦσιν οἷς ἐφεῦρον αὐτοὶ κακοῖς ἐπισπείραντος αὐτοῖς τοῦ διαβόλου τὴν κακοφροσύνην, ἀπολογείσθωσαν περὶ ὧν ἐγκληθέντες ἀπεδείχθησαν αἱρετικοί, καὶ τότε λοιπὸν αἰτιάσθωσαν, εἰ δύνανται, τὰ κατ’ αὐτῶν ὁρισθέντα. οὐδεὶς γὰρ ἐλεγχθεὶς ἐπὶ φόνῳ καὶ μοιχείᾳ μετὰ τὴν δίκην χώραν ἔχει τὴν ἀπόφασιν τοῦ κρίναντος αἰτιᾶσθαι, διατί μὴ οὕτως ἀλλ’ ἐκείνως ἐλάλησε. τοῦτο γὰρ οὐκ ἐλευθεροῖ τὸν κριθέντα, ἀλλὰ καὶ μᾶλλον αὐτοῦ τὸ ἔγκλημα διὰ τὴν προπέτειαν καὶ τὴν τόλμαν ἐπαυξάνει.

οὐκοῦν καὶ οὗτοι ἢ δεικνύτωσαν τὸ φρόνημα ἑαυτῶν εὐσεβές – κατηγορηθέντες γὰρ ἠλέγχθησαν, οὐ μεμψάμενοι πρότερον· καὶ δίκαιόν ἐστι τοὺς αἰτιαθέντας μηδὲν ἕτερον ποιεῖν ἢ ἀπολογεῖσθαι – ἢ εἰ τὸ συνειδὸς ἔχουσι ῥυπαρὸν καὶ συνορῶσιν ἑαυτοὺς ἀσεβοῦντας, μὴ αἰτιάσθωσαν ἃ ἀγνοοῦσιν, ἵνα μὴ καὶ διπλοῦν ἀσεβείας ἔγκλημα καὶ ἀπαιδευσίας ἀπενέγκωνται μέμψιν.

ἐξεταζέτωσαν δὲ μᾶλλον φιλομαθῶς, ἵν’ ἐπιγνόντες ἃ πρότερον ἠγνόουν, ἀπονίψωνται τὰς ἑαυτῶν ἀσεβεῖς ἀκοὰς τῷ τῆς ἀληθείας νάματι καὶ τοῖς τῆς εὐσεβείας δόγμασιν. οὕτω γὰρ καὶ ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ γέγονε τοῖς περὶ Εὐσέβιον.

Chapter 3

Ὡς ἐφιλονείκουν ἀσεβοῦντες καὶ θεομαχεῖν ἐπεχείρουν, τὰ μὲν λεγόμενα παρ’ αὐτῶν ἀσεβείας ἦν μεστά, οἱ δὲ συνελθόντες ἐπίσκοποι, ἦσαν δὲ πλέον ἢ ἔλαττον τριακόσιοι, πρᾴως καὶ φιλανθρώπως ἀπῄτουν αὐτούς, περὶ ὧν ἔλεγον διδόναι λόγον καὶ ἀποδείξεις εὐσεβεῖς. ὡς δὲ καὶ μόνον φθεγγόμενοι κατεγινώσκοντο καὶ πρὸς ἑαυτοὺς διεμάχοντο πολλὴν ὁρῶντες τῆς ἑαυτῶν αἱρέσεως τὴν ἀπορίαν, ἀχανεῖς μὲν ἔμενον οὗτοι καὶ διὰ τῆς σιωπῆς ὡμολόγουν τὴν ἐπὶ τῇ κενοδοξίᾳ αὐτῶν αἰσχύνην.

οἱ τοίνυν ἐπίσκοποι λοιπὸν ἀνελόντες τὰ παρ’ αὐτῶν ἐπινοηθέντα ῥήματα οὕτως ἐξέθεντο κατ’ αὐτῶν τὴν ὑγιαίνουσαν καὶ ἐκκλησιαστικὴν πίστιν· πάντων τε ὑπογραψάντων ὑπέγραψαν καὶ οἱ περὶ Εὐσέβιον τούτοις τοῖς ῥήμασιν, οἷς αἰτιῶνται νῦν οὗτοι· λέγω δὴ τῷ ἐκ τῆς οὐσίας καὶ τῷ ὁμοουσίῳ, καὶ ὅτι μήτε κτίσμα ἢ ποίημα μήτε τῶν γενητῶν ἐστιν ὁ τοῦ θεοῦ υἱός, ἀλλὰ γέννημα ἐκ τῆς οὐσίας τοῦ πατρός ἐστιν ὁ λόγος.

καὶ τό γε παράδοξον, Εὐσέβιος ὁ ἀπὸ Καισαρείας τῆς Παλαιστίνης, καίτοι πρὸ μιᾶς ἀρνούμενος, ὅμως ὕστερον ὑπογράψας ἐπέστειλε τῇ ἐκκλησίᾳ ἑαυτοῦ, λέγων ταύτην εἶναι τῆς ἐκκλησίας τὴν πίστιν καὶ τῶν πατέρων τὴν παράδοσιν, πᾶσί τε φανερῶς ἔδειξεν, ὅτι πρότερον ἐσφάλλοντο καὶ μάτην ἐφιλονείκουν πρὸς τὴν ἀλήθειαν.

εἰ γὰρ καὶ ᾐσχύνθη τότε ταύταις ταῖς λέξεσι γράψαι καὶ ὡς ἠθέλησεν αὐτὸς ἀπελογήσατο τῇ ἐκκλησίᾳ, ἀλλά γε διὰ τῆς ἐπιστολῆς τὸ ὁμοούσιον καὶ τὸ ἐκ τῆς οὐσίας μὴ ἀρνησάμενος φανερῶς τοῦτο σημᾶναι βούλεται. καὶ πέπονθέ τι δεινόν· ὡς γὰρ ἀπολογούμενος κατηγόρησε λοιπὸν τῶν Ἀρειανῶν, ὅτι γράψαντες οὐκ ἦν ὁ υἱὸς πρὶν γεννηθῆναι οὐκ ἤθελον αὐτὸν εἶναι οὐδὲ πρὸ τῆς κατὰ σάρκα γεννήσεως.

καὶ τοῦτο οἶδε καὶ Ἀκάκιος, ἂν μὴ καὶ αὐτὸς φοβηθεὶς νῦν διὰ τὸν καιρὸν ὑποκρίνηται καὶ ἀρνήσηται τὴν ἀλήθειαν. ὑπέταξα γοῦν ἐν τῷ τέλει τὴν ἐπιστολὴν Εὐσεβίου , ἵνα ἐκ ταύτης γνῷς τῶν τε χριστομάχων καὶ κατὰ περιττὸν τὴν Ἀκακίου πρὸς τοὺς ἑαυτῶν διδασκάλους ἀγνωμοσύνην.

Chapter 4

Πῶς τοίνυν οὐκ ἀδικοῦσιν οὗτοι κἂν ἐνθυμούμενοι μόνον ἀντιλέγειν τῇ τοσαύτῃ καὶ οἰκουμενικῇ συνόδῳ; πῶς οὐ παρανομοῦσι τολμῶντες ἀντιβλέπειν τοῖς καλῶς ὁρισθεῖσι κατὰ τῆς ἀρειανῆς αἱρέσεως καὶ μαρτυρουμένοις ὑπὸ τῶν αὐτοὺς πρότερον ἀσεβεῖν διδαξάντων;

εἰ δὲ καὶ μετὰ τὸ ὑπογράψαι μετεβάλοντο οἱ περὶ Εὐσέβιον καὶ ὡς κύνες εἰς τὸ ἴδιον ἐξέραμα τῆς ἀσεβείας ἐπέστρεψαν, πῶς οὐχὶ καὶ μᾶλλον ἄξιοι μίσους οἱ νῦν ἀντιλέγοντες, ὅτι τὴν ἐλευθερίαν τῆς ἑαυτῶν ψυχῆς ἄλλοις προπίνοντες τούτους καὶ καθηγεμόνας τῆς αἱρέσεως ἔχειν ἐθέλουσιν, ἀνθρώπους, ὡς εἶπεν ὁ Ἰάκωβος, διψύχους καὶ ἀκαταστάτους ὄντας ἐν πάσαις ταῖς ὁδοῖς αὐτῶν , καὶ μὴ μίαν μὲν ἔχοντας γνώμην, ἄλλοτε δὲ ἄλλως μεταβαλλομένους, καὶ νῦν μὲν ἐπαινοῦντας ὃ λέγουσι, μετ’ ὀλίγον δὲ ψέγοντας ὅπερ εἰρήκασι, καὶ πάλιν ἐπαινοῦντας ὅπερ πρὸ μικροῦ διέβαλλον.

τοῦτο δέ, ὡς ὁ Ποιμὴν εἴρηκεν, ἔκγονόν ἐστι διαβόλου καὶ καπήλων δὲ μᾶλλον καὶ οὐ διδασκάλων ἐστὶ γνώρισμα. ἔστι γάρ, ὡς οἱ πατέρες παραδεδώκασιν, ὄντως διδασκαλία καὶ διδασκάλων ἀληθῶν τοῦτο τεκμήριον τὸ τὰ αὐτὰ ἀλλήλοις ὁμολογεῖν καὶ μὴ ἀμφισβητεῖν μήτε πρὸς ἑαυτοὺς μήτε πρὸς τοὺς ἑαυτῶν πατέρας. οἱ γὰρ μὴ τοῦτον διακείμενοι τὸν τρόπον μοχθηροὶ μᾶλλον καὶ οὐκ ἀληθεῖς ἂν καλοῖντο διδάσκαλοι.

Ἕλληνες γοῦν οὐχ ὁμολογοῦντες τὰ αὐτά, ἀλλὰ καὶ πρὸς ἀλλήλους ἀμφισβητοῦντες, οὐκ ἀληθῆ τὴν διδασκαλίαν ἔχουσιν· οἱ δὲ ἅγιοι καὶ τῷ ὄντι τῆς ἀληθείας κήρυκες ἀλλήλοις τε συμφωνοῦσι καὶ οὐ διαφέρονται πρὸς ἑαυτούς. εἰ γὰρ καὶ διαφόροις χρόνοις γεγόνασιν, ἀλλ’ εἰς ταὐτὸν ἀλλήλοις ὁρμῶσιν ἑνὸς ὄντες τοῦ θεοῦ προφῆται καὶ τὸν αὐτὸν συμφώνως εὐαγγελιζόμενοι λόγον.

Chapter 5

Ἃ γοῦν Μωσῆς ἐδίδασκε, ταῦθ’ Ἁβραὰμ ἐφύλαττεν· ἃ δὲ Ἁβραὰμ ἐφύλαττε, ταῦτα Νῶε καὶ Ἐνὼχ ἐγίνωσκον διακρίναντες καθαρὰ καὶ ἀκάθαρτα καὶ εὐάρεστοι γινόμενοι τῷ θεῷ. καὶ γὰρ καὶ Ἄβελ οὕτως ἐμαρτύρησεν ἐπιστάμενος ταῦτα, ἅπερ ἦν μαθὼν παρὰ τοῦ Ἀδὰμ τοῦ καὶ αὐτοῦ μαθόντος παρὰ κυρίου, ὃς καὶ ἐπὶ συντελείᾳ τῶν αἰώνων ἐλθὼν εἰς ἀθέτησιν τῆς ἁμαρτίας ἔλεγεν· οὐκ ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἀλλ’ ἐντολὴν παλαιάν, ἣν ἠκούσατε ἀπ’ ἀρχῆς.

διὰ τοῦτο καὶ ὁ παρ’ αὐτοῦ μαθὼν ὁ μακάριος ἀπόστολος Παῦλος τὰ μὲν ἐκκλησιαστικὰ διατυπῶν οὐδὲ διακόνους ἠθέλησεν εἶναι διλόγους, μήτι γε ἐπισκόπους, τοῖς δὲ Γαλάταις ἐπιπλήττων ἀπεφήνατο καθόλου λέγων· εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω, καθὼς προείρηκα, καὶ πάλιν λέγω· ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίσηται ὑμᾶς παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω.

τοῦ τοίνυν ἀποστόλου ταῦτα λέγοντος ἢ καὶ οὗτοι τοὺς περὶ Εὐσέβιον μεταβαλλομένους καὶ λέγοντας ἕτερα παρὰ τὰ ὑπέγραψαν ἀνάθεμα ποιείτωσαν, ἢ εἰ γινώσκουσιν αὐτοὺς καλῶς ὑπογράψαντας, μὴ γογγυζέτωσαν κατὰ τῆς τηλικαύτης συνόδου. εἰ δὲ μήτε τοῦτο μήτ’ ἐκεῖνο ποιοῦσι, δῆλοί εἰσι καὶ αὐτοὶ παντὶ ἀνέμῳ καὶ κλύδωνι περιφερόμενοι καὶ μὴ ταῖς ἰδίαις ἀλλὰ ἀλλοτρίαις ἑλκόμενοι γνώμαις.

τοιοῦτοι δὲ ὄντες οὐδὲ νῦν τοιαύτας προβαλλόμενοι προφάσεις ἀξιόπιστοί εἰσιν, ἀλλὰ καὶ παυέσθωσαν αἰτιώμενοι ἃ μὴ γινώσκουσι· τάχα δὲ οὐδὲ διακρίνειν εἰδότες ἁπλῶς τὸ μὲν πονηρὸν λέγουσι καλόν, τὸ δὲ καλὸν πονηρόν, καὶ νομίζουσι τὸ μὲν πικρὸν εἶναι γλυκύ, τὸ δὲ γλυκὺ πικρόν.

ἀμέλει τὰ μὲν κριθέντα κακὰ καὶ ἀποδοκιμασθέντα κρατεῖν ἐθέλουσι, τὰ δὲ καλῶς ὁρισθέντα βιάζονται διαβάλλειν. ἔδει μὲν οὖν μήθ’ ἡμᾶς ἔτι τινὰ τούτων ἀπόλογον ποιεῖσθαι καὶ πρὸς τὰς ματαίας αὐτῶν προφάσεις ἀποκρίνεσθαι μήτ’ ἐκείνους ἔτι φιλονεικεῖν, ἀλλὰ συντίθεσθαι, οἷς ὑπέγραψαν οἱ ἡγεμόνες τῆς αἱρέσεως αὐτῶν, εἰδότας ὡς ἡ μὲν μετὰ ταῦτα μεταβολὴ τῶν περὶ Εὐσέβιον ὕποπτός ἐστι καὶ κακοήθης.

τὸ δὲ ὑπογράψαι μετὰ τὸ δυνηθῆναι κἂν τὸ βραχύτατον ἀπολογήσασθαι τοῦτο δείκνυσιν ἀληθῶς ἀσεβῆ τὴν ἀρειανὴν αἵρεσιν. καὶ γὰρ οὐ πρότερον ὑπέγραψαν, εἰ μὴ κατέγνωσαν αὐτῆς· καὶ οὐ πρότερον κατέγνωσαν, εἰ μὴ πανταχόθεν ἀπορήσαντες ᾐσχύνθησαν· ὥστε τὸ μεταβάλλεσθαι τῆς εἰς ἀσέβειαν φιλονεικίας ἔλεγχός ἐστι.

διὸ ἔδει μέν, καθάπερ εἴρηται, καὶ τούτους ἠρεμεῖν. ἐπειδὴ δὲ δεινοὶ πρὸς ἀναισχυντίαν εἰσί, καὶ νομίζουσιν ἴσως αὐτοὶ μᾶλλον ἐκείνων δύνασθαι προστῆναι τῆς διαβολικῆς ταύτης ἀσεβείας. εἰ καὶ ἔφθασα διὰ τῆς προτέρας ἐπιστολῆς τῆς πρὸς σὲ γραφείσης πλατυτέρῳ τῷ κατ’ αὐτῶν ἐλέγχῳ κεχρημένος, ὅμως φέρε καὶ νῦν τούτους ὥσπερ ἐκείνους καθ’ ἕκαστον τῶν ὑπ’ αὐτῶν λεγομένων ἐξετάσωμεν. δειχθήσεται γὰρ οὐδὲν ἧττον καὶ νῦν οὐχ ὑγιής, ἀλλά τις δαιμονιώδης αὐτῶν ἡ αἵρεσις.

Chapter 6

Φασὶ τοίνυν, ὥσπερ κἀκείνοις ἐδόκει, καὶ τετολμήκασι λέγειν· οὐκ ἀεὶ πατήρ, οὐκ ἀεὶ υἱός· οὐκ ἦν γὰρ ὁ υἱὸς πρὶν γεννηθῇ, ἀλλ’ ἐξ οὐκ ὄντων γέγονε καὶ αὐτός· διὸ καὶ οὐκ ἀεὶ πατὴρ ὁ θεὸς γέγονε τοῦ υἱοῦ, ἀλλ’ ὅτε γέγονε καὶ ἐκτίσθη ὁ υἱός, τότε καὶ ὁ θεὸς ἐκλήθη πατὴρ αὐτοῦ. κτίσμα γάρ ἐστι καὶ ποίημα ὁ λόγος καὶ ξένος καὶ ἀνόμοιος κατ’ οὐσίαν τοῦ πατρός ἐστιν· οὔτε δὲ φύσει καὶ ἀληθινὸς λόγος τοῦ πατρός ἐστιν ὁ υἱὸς οὔτε ἡ μόνη καὶ ἀληθινὴ σοφία αὐτοῦ ἐστιν, ἀλλὰ κτίσμα καὶ εἷς τῶν ποιημάτων ὢν καταχρηστικῶς λέγεται λόγος καὶ σοφία. λόγῳ γὰρ τῷ ὄντι ἐν τῷ θεῷ γέγονε καὶ αὐτὸς ὥσπερ καὶ τὰ πάντα· διὸ οὐδὲ ἀληθινὸς θεός ἐστιν ὁ υἱός.

ἐγὼ δὲ τοῦτο πρῶτον καὶ τούτους ἐρωτῆσαι βούλομαι, τί ἐστιν ὅλως υἱός, καὶ τίνος ἐστὶ τὸ ὄνομα τοῦτο σημαντικόν, ἵν’ οὕτως αὐτοὶ τὰ λεγόμενα παρ’ αὐτῶν κἂν οὕτως νοῆσαι δυνηθῶσιν.

ἡ μὲν γὰρ θεία γραφὴ διπλῆν τὴν ἐκ τοῦ ὀνόματος τούτου διάνοιαν ἡμῖν σημαίνει, μίαν μὲν περὶ ὧν Μωυσῆς ἐν τῷ νόμῳ φησίν· ἐὰν εἰσακούσητε τῆς φωνῆς κυρίου τοῦ θεοῦ ὑμῶν, φυλάσσειν πάσας τὰς ἐντολὰς αὐτοῦ, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον, ποιεῖν τὸ καλὸν καὶ ἀρεστὸν ἐνώπιον κυρίου τοῦ θεοῦ σου, υἱοί ἐστε κυρίου τοῦ θεοῦ ἡμῶν , καθὼς καὶ ἐν τῷ εὐαγγελίῳ φησὶν ὁ Ἰωάννης· ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι· ἑτέραν δὲ διάνοιαν, καθ’ ἣν Ἰσαὰκ τοῦ Ἁβραάμ ἐστιν υἱὸς καὶ ὁ Ἰακὼβ τοῦ Ἰσαὰκ καὶ οἱ πατριάρχαι τοῦ Ἰακώβ.

αὐτοὶ δὲ κατὰ ποίαν ἄρα τούτων νομίσαντες εἶναι τὸν τοῦ θεοῦ υἱὸν τοιαῦτα περὶ αὐτοῦ μυθολογοῦσιν; εἰς γὰρ τὴν αὐτὴν ἀσέβειαν εὖ οἶδ’ ὅτι συνδραμοῦνται τοῖς περὶ Εὐσέβιον. εἰ μὲν οὖν κατὰ τὴν πρώτην, οἷοί εἰσιν οἱ ἐκ βελτιώσεως τρόπων ἐπικτώμενοι τὴν τοῦ ὀνόματος χάριν καὶ λαμβάνοντες ἐξουσίαν, ἵνα υἱοὶ θεοῦ γένωνται (τοῦτο γὰρ ἔλεγον κἀκεῖνοι), οὐδὲν διαφέρειν ἡμῶν δόξειεν οὐδὲ μονογενὴς ἂν εἴη ἐξ ἀρετῆς καὶ αὐτὸς ἐσχηκὼς τὴν τοῦ υἱὸς προσηγορίαν.

κἂν γάρ, ὥς φασι, προγνωσθεὶς ἔσεσθαι τοιοῦτος προλαμβάνῃ καὶ ἅμα τῷ γενέσθαι δέχηται τό τε ὄνομα καὶ τὴν τοῦ ὀνόματος δόξαν, ἀλλ’ οὐδὲν διοίσει τῶν μετὰ τὰς πράξεις λαμβανόντων τὸ ὄνομα, ἕως οὕτω καὶ αὐτὸς υἱὸς εἶναι μεμαρτύρηται.

καὶ γὰρ Ἀδὰμ προλαμβάνων τὴν χάριν καὶ ἅμα τῷ γενέσθαι τεθεὶς ἐν τῷ παραδείσῳ οὐδὲν διήνεγκεν οὔτε τοῦ Ἐνώχ, ὃς μετὰ χρόνον τῆς γενέσεως εὐαρεστήσας μετετέθη, οὔτε τοῦ ἀποστόλου καὶ αὐτοῦ μετὰ τὰς πράξεις ἁρπαγέντος εἰς τὸν παράδεισον, ἀλλ’ οὐδὲ τοῦ ποτε λῃστοῦ, ὃς διὰ τὴν ὁμολογίαν ἐπαγγελίαν ἔλαβεν εὐθὺς εἰς τὸν παράδεισον ἔσεσθαι.

Chapter 7

Ἀλλ’ ἐν τούτοις διωκόμενοι λέξουσιν ἴσως, ὃ πολλάκις λέγοντες ᾐσχύνθησαν· οὕτως νομίζομεν τὸν υἱὸν πλέον ἔχειν παρὰ τὰ ἄλλα καὶ διὰ τοῦτο μονογενῆ λέγεσθαι, ὅτι μόνος μὲν αὐτὸς ὑπὸ μόνου τοῦ θεοῦ γέγονε, τὰ δ’ ἄλλα πάντα παρὰ τοῦ θεοῦ διὰ τοῦ υἱοῦ ἐκτίσθη. τίς ἄρα ταύτην ὑμῖν τὴν μωρὰν καὶ καινὴν ἐπίνοιαν ὑπέβαλεν, ἵνα εἴπητε· τὸν μὲν υἱὸν μόνον μόνος ὁ πατὴρ αὐτούργησε, τὰ δ’ ἄλλα πάντα διὰ τοῦ υἱοῦ γέγονεν ὡς δι’ ὑπουργοῦ;

εἰ μὲν γὰρ διὰ τὸ κάμνειν ἠρκέσθη μόνον αὐτουργῆσαι τὸν υἱὸν ὁ θεός, τὰ δ’ ἄλλα οὐκέτι, ἀσεβὲς τοιαῦτα περὶ τοῦ θεοῦ λογίζεσθαι μάλιστα τοὺς ἀκούσαντας Ἡσαίου λέγοντος· θεὸς αἰώνιος, θεὸς ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, οὐ πεινάσει οὐδὲ κοπιάσει οὐδέ ἐστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ. καὶ γὰρ μᾶλλον αὐτὸς τοῖς πεινῶσι δίδωσιν ἰσχὺν καὶ διὰ τοῦ λόγου ἑαυτοῦ τοὺς κάμνοντας ἀναπαύει.

εἰ δὲ ὡς ταπεινὸν ἀπηξίωσεν αὐτὸς τὰ μετὰ τὸν υἱὸν αὐτουργῆσαι, καὶ τοῦτο μὲν ἀσεβές. οὐκ ἔστι γὰρ τύφος ἐν τῷ θεῷ, ὅς γε μετὰ τοῦ Ἰακὼβ εἰς Αἴγυπτον κατέρχεται, καὶ διὰ μὲν τὸν Ἁβραὰμ διορθοῦται τὸν Ἀβιμέλεχ χάριν τῆς Σάρρας, τῷ δὲ Μωυσῇ ἀνθρώπῳ ὄντι στόμα κατὰ στόμα λαλεῖ, καὶ εἰς μὲν τὸ Σινᾶ ὄρος κατέρχεται, τῷ δὲ λαῷ συνεπολέμει κρυφαίᾳ χάριτι τὸν Ἀμαλήκ.

ψεύδεσθε δὲ ὅμως καὶ τοῦτο λέγοντες· αὐτὸς γὰρ ἐποίησεν ἡμᾶς, καὶ οὐχ ἡμεῖς· αὐτός τέ ἐστιν ὁ διὰ τοῦ λόγου ἑαυτοῦ τὰ πάντα τά τε μικρὰ καὶ τὰ μεγάλα ποιήσας, καὶ οὐκ ἔστι διελεῖν τὴν κτίσιν, ὥστε εἰπεῖν τοῦτο μὲν τοῦ πατρός, τοῦτο δὲ τοῦ υἱοῦ, ἀλλ’ ἑνός ἐστι θεοῦ ὡς χειρὶ χρωμένου τῷ ἰδίῳ λόγῳ καὶ ἐν αὐτῷ ποιοῦντος τὰ πάντα, καὶ τοῦτ’ αὐτὸς μὲν ὁ θεὸς δεικνὺς ἔλεγεν· ἡ χείρ μου ἐποίησε ταῦτα πάντα. ὁ δὲ Παῦλος τοῦτο μαθὼν ἐδίδασκεν· εἷς θεὸς ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστὸς δι’ οὗ τὰ πάντα.

αὐτὸς γοῦν ἀεὶ καὶ νῦν λέγει τῷ μὲν ἡλίῳ καὶ ἀνατέλλει, ταῖς δὲ νεφέλαις ἐντέλλεται καὶ βρέχει ἐπὶ μίαν μερίδα, ἐφ’ ἣν δὲ οὐ βρέχει, ξηραίνεται. καὶ τὴν μὲν γῆν κελεύει τοὺς καρποὺς ἀποδιδόναι, τὸν δὲ Ἰερεμίαν ἐν τῇ κοιλίᾳ πλάττει. εἰ δὲ ταῦτα νῦν αὐτὸς ποιεῖ, οὐκ ἔστιν ἀμφίβολον, ὅτι καὶ κατὰ τὴν ἀρχὴν οὐκ ἀπηξίωσεν αὐτὸς τὰ πάντα διὰ τοῦ λόγου ποιῆσαι· μέρη γὰρ τῶν ὅλων ἐστὶ ταῦτα.

Chapter 8

Εἰ δὲ ὅτι μὴ ἐδύνατο τὰ λοιπὰ κτίσματα τῆς ἀκράτου χειρὸς τοῦ ἀγενήτου τὴν ἐργασίαν βαστάξαι, μόνος ὁ υἱὸς ὑπὸ μόνου τοῦ θεοῦ γέγονε, τὰ δ’ ἄλλα ὡς δι’ ὑπουργοῦ καὶ βοηθοῦ τοῦ υἱοῦ γέγονε· καὶ τοῦτο γὰρ Ἀστέριος ὁ θύσας ἔγραψεν, ὁ δὲ Ἄρειος μεταγράψας δέδωκε τοῖς ἰδίοις καὶ λοιπὸν ὡς καλάμῳ τεθραυσμένῳ χρῶνται τῷ ῥηματίῳ τούτῳ ἀγνοοῦντες τὸ ἐν αὐτῷ σαθρὸν οἱ παράφρονες.

εἰ γὰρ ἀδύνατον ἦν τὰ γενητὰ βαστάξαι τὴν χεῖρα τοῦ θεοῦ – ἔστι δὲ καθ’ ὑμᾶς ὁ υἱὸς εἷς τῶν γενητῶν – πῶς αὐτὸς ἠδυνήθη γενέσθαι παρὰ μόνου τοῦ θεοῦ; καὶ εἰ ἵνα τὰ γενητὰ γένηται, μεσίτου γέγονε χρεία, γενητὸς δὲ καθ’ ὑμᾶς ἐστιν ὁ υἱός, ἔδει καὶ πρὸ αὐτοῦ μέσον τινὰ εἶναι, ἵνα κτισθῇ. τοῦ δὲ μεσίτου πάλιν καὶ αὐτοῦ κτίσματος τυγχάνοντος ἄραρεν ὅτι κἀκεῖνος ἐδέετο μεσίτου ἑτέρου πρὸς τὴν ἰδίαν σύστασιν. κἄν τις ἄλλον ἐπινοήσῃ, προεπινοήσει τὸν ἐκείνου μεσίτην, ὥστε καὶ εἰς ἄπειρον ἐκπεσεῖν. οὕτω δὲ ἀεὶ τοῦ μεσίτου ζητουμένου οὐδὲ ἡ κτίσις συστῆναι δυνήσεται διὰ τὸ μὴ δύνασθαι, ὡς λέγετε, μηδένα τῶν γενητῶν βαστάξαι τὴν ἄκρατον χεῖρα τοῦ ἀγενήτου.

εἰ δὲ τὸ ἄτοπον τοῦτο συνορῶντες ἄρχεσθε λέγειν, ὅτι ὁ υἱὸς κτίσμα ὢν ἱκανὸς γέγονεν, ὥστε ὑπὸ τοῦ ἀγενήτου γενέσθαι, ἐξ ἀνάγκης καὶ τὰ ἄλλα πάντα γενητὰ ὄντα δυνατὰ ἦν παρὰ τοῦ ἀγενήτου ὑπουργηθῆναι· κτίσμα γὰρ καθ’ ὑμᾶς κἀκεῖνος ὥσπερ οὖν καὶ ταῦτα πάντα ἐστί. καὶ περιττὴ λοιπὸν τοῦ λόγου ἡ γένεσις κατὰ τὴν ἀσεβῆ καὶ μωρὰν ὑμῶν ἐπίνοιαν, αὐτάρκους ὄντος τοῦ θεοῦ τὰ πάντα αὐτουργεῖν πάντων τε τῶν γενητῶν δυναμένων τὴν ἄκρατον χεῖρα βαστάξαι τοῦ θεοῦ.

ἀνοήτου δὴ οὔσης αὐτῶν τῆς τοιαύτης φρενοβλαβείας, ἴδωμεν εἰ μὴ καὶ τὸ λεγόμενον τοῦτο τῶν ἀσεβῶν τὸ σόφισμα πλέον τῶν ἄλλων αὐτῶν ἀλογώτερον ἀναφανείη. Ἀδὰμ μόνος ὑπὸ μόνου τοῦ θεοῦ διὰ τοῦ λόγου γέγονεν. ἀλλ’ οὐκ ἐν τῷ πάλιν τὸν Ἀδὰμ πλέον τι τῶν πάντων ἀνθρώπων ἔχειν ἢ διαφέρειν τῶν μετ’ αὐτὸν ἄν τις φήσειεν, εἰ μόνος μὲν αὐτὸς ὑπὸ μόνου τοῦ θεοῦ πεποίηται καὶ πέπλασται, ἡμεῖς δὲ πάντες ἐκ τοῦ Ἀδὰμ γεννώμεθα καὶ κατὰ διαδοχὴν τοῦ γένους συνιστάμεθα, ἕως μόνον καὶ αὐτὸς ἐκ γῆς ἐπλάσθη, καὶ μὴ ὢν πρότερον ὕστερον γέγονεν.

Chapter 9

Εἰ δὲ καὶ πλέον τις τῷ πρωτοπλάστῳ δοίη διὰ τὸ κατηξιῶσθαι τῆς τοῦ θεοῦ χειρὸς αὐτόν, ἀλλ’ ἐν τιμῇ καὶ μὴ τῇ φύσει τὸ πλέον εἰς αὐτὸν ὁ τοιοῦτος λογιζέσθω. ἐκ γῆς γὰρ γέγονεν ὥσπερ καὶ πάντες· καὶ ἡ χεὶρ δὲ ἡ πλάσασα τότε τὸν Ἀδὰμ αὕτη καὶ νῦν καὶ ἀεὶ τοὺς μετ’ ἐκεῖνον πάλιν πλάττει καὶ διασυνίστησι.

καὶ τοῦτο ὁ θεὸς αὐτὸς τῷ μὲν Ἰερεμίᾳ, ὡς προεῖπον, φησίν· πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε. περὶ δὲ τῶν πάντων ἔλεγεν· ἡ χείρ μου ἐποίησε ταῦτα πάντα. καὶ πάλιν διὰ Ἡσαίου φησίν· οὕτως λέγει κύριος ὁ λυτρούμενός σε καὶ πλάσσων σε ἐν κοιλίᾳ· ἐγὼ κύριος ὁ συντελῶν πάντα ἐξέτεινα τὸν οὐρανὸν μόνος καὶ ἐστερέωσα τὴν γῆν. ὁ δὲ Δαυὶδ τοῦτο γινώσκων ἔψαλλεν· αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με. καὶ ὁ ἐν τῷ Ἡσαίᾳ λέγων· οὕτως λέγει κύριος ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ τοῦτο σημαίνει. οὐκοῦν κατὰ τὴν φύσιν οὐδὲν ἡμῶν διαφέρει, κἂν προάγῃ τῷ χρόνῳ, ἕως καὶ τῇ αὐτῇ χειρὶ συνιστάμεθα καὶ κτιζόμεθα πάντες.

εἰ τοίνυν οὕτως, ὦ Ἀρειανοί, καὶ περὶ τοῦ υἱοῦ τοῦ θεοῦ φρονεῖτε, ὅτι οὕτως καὶ αὐτὸς ὑπέστη καὶ γέγονεν, οὐδὲν καθ’ ὑμᾶς τῶν ἄλλων κατὰ τὴν φύσιν διοίσει, ἕως καὶ αὐτὸς οὐκ ἦν καὶ γέγονε καὶ ἐξ ἀρετῆς καὶ αὐτῷ συνεκτίσθη τοῦ ὀνόματος ἡ χάρις. εἷς γάρ ἐστι καὶ αὐτός, ἀφ’ ὧν λέγετε, περὶ ὧν ἐν Ψαλμοῖς τὸ πνεῦμά φησιν· αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.

τίς τοίνυν ἐστίν, ᾧ ὁ θεὸς ἐνετείλατο, ἵνα καὶ οὗτος κτισθῇ; εἶναι γὰρ δεῖ λόγον, ᾧ ἐντέλλεται ὁ θεὸς καὶ ἐν ᾧ τὰ ποιήματα κτίζεται. ἀλλ’ οὐκ ἂν ἔχοιτε δεῖξαι ἕτερον παρὰ τὸν ἀρνεῖσθε λόγον, εἰ μὴ ἄρα τινὰ πάλιν ἔννοιαν ἐπινοήσητε. ναὶ γάρ, φήσουσιν, εὕρομεν· ἥν ποτε λεγόντων καὶ τῶν περὶ Εὐσέβιον ἤκουσα· διὰ τοῦτο πλέον τῶν ἄλλων ἔχειν τὸν τοῦ θεοῦ υἱὸν καὶ λέγεσθαι μονογενῆ τοῦτον νομίζομεν, ἐπειδὴ μόνος μὲν αὐτὸς μετέχει τοῦ πατρός, τὰ δ’ ἄλλα πάντα τοῦ υἱοῦ μετέχει. κεκμήκασι μὲν οὖν ἤδη μεταβαλλόμενοι καὶ μεταλλάσσοντες τὰ ῥήματα ὡς τὰ χρώματα, δειχθήσονται δὲ ὅμως καὶ οὕτως ὡς οἱ ἐκ τῆς γῆς κενολογοῦντες καὶ κυλιόμενοι ὡς ἐν βορβόρῳ ταῖς ἰδίαις ἐννοίαις.

Chapter 10

Εἰ μὲν γὰρ ἐκεῖνος μὲν τοῦ θεοῦ υἱός, ἡμεῖς δὲ τοῦ υἱοῦ υἱοὶ καλούμεθα, πιθανὸν ἦν αὐτῶν τὸ πλάσμα· εἰ δὲ τοῦ θεοῦ καὶ ἡμεῖς υἱοὶ λεγόμεθα, οὗ καὶ αὐτός ἐστιν υἱός, δηλονότι καὶ ἡμεῖς τοῦ πατρὸς μετέχομεν τοῦ λέγοντος· υἱοὺς ἐγέννησα καὶ ὕψωσα. εἰ μὴ γὰρ μετείχομεν αὐτοῦ, οὐκ ἔλεγεν· ἐγέννησα· εἰ δὲ αὐτὸς ἐγέννησεν, οὐχ ἕτερος ἀλλ’ αὐτὸς ἡμῶν ἐστι πατήρ.

καὶ οὐ διαφέρει πάλιν, εἰ πλέον ἐκεῖνος ἔχει καὶ πρῶτον γέγονεν· ἡμεῖς δὲ εἰ ἔλαττον καὶ ὕστερον γεγόναμεν, ἕως τοῦ αὐτοῦ πάντες μετέχομεν καὶ τοῦ αὐτοῦ πατρὸς υἱοὶ λεγόμεθα. τὸ γὰρ πλέον καὶ ἔλαττον οὐ τὴν φύσιν ἄλλην δείκνυσιν· ἑκάστῳ γὰρ τῆς ἀρετῆς ἡ πρᾶξις τοῦτο προστίθησι. καὶ ὁ μὲν ἐπὶ δέκα πόλεων, ὁ δὲ ἐπὶ πέντε καθίσταται· καὶ οἱ μὲν καθέζονται ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ , οἱ δὲ ἀκούουσι· δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου· καί·

εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ. τοιαῦτα μὲν οὖν ἐκεῖνοι φρονοῦντες εἰκότως φαντάζονται τοιούτου υἱοῦ ἀεὶ μὴ εἶναι τὸν θεὸν πατέρα μηδὲ τὸν τοιοῦτον υἱὸν ἀεὶ εἶναι, ἀλλ’ ἐξ οὐκ ὄντων κτίσμα γεγενῆσθαι καὶ μὴ εἶναι πρὶν γεννηθῇ· ἄλλος γάρ ἐστιν οὗτος παρὰ τὸν ἀληθινὸν τοῦ θεοῦ υἱόν.

ἐπειδὴ δὲ ταῦτα λέγειν ἔτι τούτους οὐκ ἔστιν εὐαγές, μᾶλλον γὰρ Σαδδουκαίων καὶ τοῦ Σαμοσατέως ἐστὶ τοῦτο τὸ φρόνημα, λείπει ἄρα κατὰ τὴν ἑτέραν διάνοιαν, καθ’ ἣν Ἰσαὰκ τοῦ Ἁβραάμ ἐστιν υἱός, λέγειν εἶναι καὶ τὸν τοῦ θεοῦ υἱόν· τὸ γὰρ ἔκ τινος φύσει γεννώμενον καὶ μὴ ἔξωθεν ἐπικτώμενον υἱὸν οἶδεν ἡ φύσις, καὶ τοῦτο τοῦ ὀνόματός ἐστι τὸ σημαινόμενον.

ἆρ’ οὖν ἀνθρωποπαθὴς ἡ τοῦ υἱοῦ γέννησις; τοῦτο γὰρ ἴσως κατ’ ἐκείνους καὶ αὐτοὶ θελήσουσιν ἀντιθεῖναι μὴ γινώσκοντες. οὐδαμῶς. οὐ γὰρ ὡς ἄνθρωπος ὁ θεός, ἐπεὶ μηδὲ οἱ ἄνθρωποι ὡς ὁ θεός. οἱ μὲν γὰρ ἐξ ὕλης καὶ ταύτης οὔσης παθητικῆς ἐκτίσθησαν, ὁ δὲ θεὸς ἄυλος καὶ ἀσώματος.

εἰ δὲ αἱ αὐταὶ λέξεις ἐπὶ θεοῦ καὶ ἀνθρώπων ἐν ταῖς θείαις ποτὲ κεῖνται γραφαῖς, ἀλλ’ ἀνθρώπων ἐστὶ διορατικῶν, ὡς παρήγγειλεν ὁ Παῦλος, προσέχειν τῇ ἀναγνώσει καὶ οὕτω διακρίνειν καὶ κατὰ τὴν ἑκάστου τῶν σημαινομένων φύσιν τὰ γεγραμμένα διαγινώσκειν καὶ μὴ συγχέειν τὴν διάνοιαν, ὥστε τὰ τοῦ θεοῦ μὴ ἀνθρωπίνως νοεῖν μηδὲ τὰ τῶν ἀνθρώπων ὡς περὶ θεοῦ ποτε λογίζεσθαι. τοῦτο γάρ ἐστι τὸν οἶνον ὕδατι μίξαι καὶ πῦρ ἀλλότριον ἐπιβάλλειν ἐπὶ τὸ θυσιαστήριον τῷ θείῳ πυρί.

Chapter 11

Καὶ γὰρ καὶ ὁ θεὸς κτίζει, καὶ ἐπ’ ἀνθρώπων δὲ τὸ κτίζειν εἴρηται. καὶ ὁ μὲν θεὸς ὤν ἐστι, λέγονται δὲ καὶ οἱ ἄνθρωποι εἶναι παρὰ θεοῦ καὶ τοῦτο λαβόντες ἔχειν. ἆρ’ οὖν οὕτως ὁ θεὸς κτίζει ὡς ἄνθρωποι; ἢ οὕτως ὤν ἐστιν ὡς ἄνθρωπος; μὴ γένοιτο. ἄλλως ἐπὶ θεοῦ τὰς λέξεις λαμβάνομεν καὶ ἑτέρως ἐπὶ τῶν ἀνθρώπων ταύτας διανοούμεθα.

ὁ μὲν γὰρ θεὸς κτίζει καλῶν τὰ μὴ ὄντα εἰς τὸ εἶναι οὐδενὸς ἐπιδεόμενος, οἱ δὲ ἄνθρωποι τὴν ὑποκειμένην ὕλην ἐργάζονται εὐξάμενοι πρότερον καὶ τὴν ἐπιστήμην τοῦ ποιεῖν λαβόντες παρὰ τοῦ πάντα δημιουργήσαντος θεοῦ διὰ τοῦ ἰδίου λόγου.

πάλιν τε οἱ μὲν ἄνθρωποι οὐ δυνάμενοι καθ’ ἑαυτοὺς εἶναι ἐν τόπῳ τυγχάνοντές εἰσι περιεχόμενοι καὶ συνεστῶτες ἐν τῷ τοῦ θεοῦ λόγῳ, ὁ δὲ θεὸς ὤν ἐστι καθ’ ἑαυτὸν περιέχων τὰ πάντα καὶ ὑπ’ οὐδενὸς περιεχόμενος, καὶ ἐν πᾶσι μέν ἐστι κατὰ τὴν ἑαυτοῦ ἀγαθότητα καὶ δύναμιν, ἔξω δὲ τῶν πάντων πάλιν ἐστὶ κατὰ τὴν ἰδίαν φύσιν. ὥσπερ οὖν οὐ τὸν αὐτὸν τρόπον οἱ ἄνθρωποι κτίζουσιν, ὅνπερ τρόπον ὁ θεὸς κτίζει, οὐδ’ οὕτως εἰσὶν οἱ ἄνθρωποι, ὥσπερ ἐστὶν ὁ θεός· οὕτως ἄλλως ἐστὶν ἡ τῶν ἀνθρώπων γένεσις καὶ ἄλλως ἐστὶν ὁ υἱὸς ἐκ τοῦ πατρός.

τῶν μὲν γὰρ ἀνθρώπων τὰ γεννήματα μέρη πως τῶν γεννώντων εἰσίν, ἐπεὶ καὶ αὐτῶν τῶν σωμάτων ἡ φύσις οὐχ ἁπλῆ τίς ἐστιν, ἀλλὰ ῥευστή, καὶ ἐκ μερῶν ἔχει τὴν σύνθεσιν. ἀπορρέουσί τε ἄνθρωποι γεννῶντες καὶ πάλιν ἐπιρρεῖ τὰ ἐκ τῶν τροφῶν εἰς αὐτοὺς εἰσαγόμενα· δι’ ἣν αἰτίαν καὶ πολλῶν κατὰ καιρὸν τέκνων γίνονται πατέρες οἱ ἄνθρωποι. ὁ δὲ θεὸς ἀμερὴς ὢν ἀμερίστως ἐστὶ καὶ ἀπαθὴς τοῦ υἱοῦ πατήρ. οὔτε γὰρ ἀπορροὴ τοῦ ἀσωμάτου ἔστιν οὔτ’ ἐπιρροή τις εἰς αὐτὸν γίνεται ὡς ἐπ’ ἀνθρώπων·

ἁπλοῦς δὲ ὢν τὴν φύσιν ἑνὸς καὶ μόνου τοῦ υἱοῦ πατήρ ἐστι. διὰ τοῦτο γὰρ καὶ μονογενής ἐστι καὶ μόνος ἐν τοῖς κόλποις τοῦ πατρός ἐστι, μόνον τε αὐτὸν ἐξ ἑαυτοῦ δείκνυσιν ὁ πατὴρ λέγων· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα· λόγος δέ ἐστιν οὗτος τοῦ πατρός, ἐν ᾧ τὸ ἀπαθὲς καὶ ἀμερὲς τοῦ πατρὸς νοεῖν δυνατόν. λόγος γὰρ οὐδὲ ὁ τῶν ἀνθρώπων κατὰ πάθος καὶ μέρος γεννᾶται, μήτι γε ὁ τοῦ θεοῦ.

διὸ καὶ καθέζεται μὲν αὐτὸς ἐν δεξιᾷ τοῦ πατρὸς ὡς λόγος· ἔνθα γάρ ἐστιν ὁ πατήρ, ἐκεῖ καὶ ὁ τούτου λόγος ἐστίν· ἡμεῖς δὲ στήκομεν κρινόμενοι παρ’ αὐτοῦ ὡς ποιήματα. καὶ προσκυνεῖται μὲν αὐτὸς διὰ τὸ εἶναι αὐτὸν υἱὸν τοῦ προσκυνητοῦ πατρός, ἡμεῖς δὲ προσκυνοῦμεν κύριον καὶ θεὸν αὐτὸν ὁμολογοῦντες διὰ τὸ εἶναι ἡμᾶς κτίσματα καὶ ἄλλους παρ’ ἐκεῖνον.

Chapter 12

Τούτων δὲ οὕτως ὄντων σκοπείτω λοιπὸν ὁ βουλόμενος αὐτῶν καὶ γενέσθω τις αὐτοὺς ἐντρέπων, εἰ τὸ ἐκ τοῦ θεοῦ καὶ ἴδιον αὐτοῦ γέννημα θέμις εἰπεῖν ἐξ οὐκ ὄντων ἢ λόγον ἔχει κἂν εἰς ἐνθύμησίν τινος ὅλως ἐλθεῖν, ὅτι τὸ ἐκ τοῦ θεοῦ ἐπισυμβέβηκεν αὐτῷ, ἵνα καὶ τολμήσας εἴπῃ, ὅτι οὐκ ἔστιν ἀεὶ ὁ υἱός. καὶ γὰρ ἐν τούτῳ πάλιν τὰς ἀνθρώπων ἐννοίας ὑπερεξῆλθε καὶ ὑπεραναβέβηκεν ἡ τοῦ υἱοῦ γέννησις.

ἡμεῖς μὲν γὰρ τῶν ἰδίων τέκνων ἐν χρόνῳ γινόμεθα πατέρες, ἐπεὶ καὶ αὐτοὶ οὐκ ὄντες πρότερον ὕστερον γεγόναμεν· ὁ δὲ θεὸς ἀεὶ ὢν ἀεὶ τοῦ υἱοῦ πατήρ ἐστι. καὶ τῶν μὲν ἡ γένεσις ἐκ τῶν ὁμοίως ὄντων ἔχει τὴν πίστιν. ἐπειδὴ δὲ οὐδεὶς οἶδε τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱός, καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ , διὰ τοῦτο οἱ ἅγιοι, οἷς ἀπεκάλυψεν ὁ υἱός, εἰκόνα τινὰ δεδώκασιν ἡμῖν ἐκ τῶν ὁρωμένων λέγοντες· ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ· καὶ πάλιν· ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς· ὅτε καὶ μεμφόμενος τὸν Ἰσραὴλ ὁ λόγος φησίν· ἐγκατέλιπες τὴν πηγὴν τῆς σοφίας· αὕτη δέ ἐστιν ἡ πηγὴ ἡ λέγουσα· ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος.

καὶ μικρὸν μέν ἐστι τὸ παράδειγμα καὶ λίαν ἀμυδρὸν πρὸς τὸ ποθούμενον, δυνατὸν δὲ ὅμως ἐξ αὐτοῦ πλέον τῆς ἀνθρώπου φύσεως κατανοεῖν καὶ μὴ νομίζειν ἴσην τὴν ἡμῶν εἶναι καὶ τὴν τοῦ υἱοῦ γέννησιν. τίς γὰρ δύναται κἂν λογίσασθαι μὴ εἶναί ποτε τὸ ἀπαύγασμα, ἵνα καὶ τολμήσας εἴπῃ μὴ εἶναι ἀεὶ τὸν υἱόν, ἢ ὅτι οὐκ ἦν ὁ υἱὸς πρὶν γεννηθῇ; ἢ τίς ἱκανὸς διελεῖν ἀπὸ τοῦ ἡλίου τὸ ἀπαύγασμα ἢ τὴν πηγὴν ἐπινοῆσαί ποτε τῆς ζωῆς ἔρημον, ἵνα καὶ μανεὶς εἴπῃ, ἐξ οὐκ ὄντων ἐστὶν ὁ υἱὸς ὁ λέγων· ἐγώ εἰμι ἡ ζωή , ἢ ἀλλότριος τῆς τοῦ πατρὸς οὐσίας ὁ λέγων· ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν πατέρα ; οὕτω γὰρ ἡμᾶς οἱ ἅγιοι βουλόμενοι νοεῖν τοιαῦτα καὶ παραδείγματα δεδώκασι, καὶ ἔστιν ἄτοπον καὶ λίαν ἀσεβὲς τοιαύτας ἐχούσης τῆς γραφῆς τὰς εἰκόνας ἐξ ἄλλων ἡμᾶς περὶ τοῦ κυρίου διανοεῖσθαι τῶν μήτε γεγραμμένων μήτε τινὰ διάνοιαν εἰς εὐσέβειαν ἐχόντων.

Chapter 13

Οὐκοῦν λοιπὸν λεγέτωσαν, πόθεν ἄρα καὶ οὗτοι μαθόντες ἢ τίνος αὐτοῖς παραδεδωκότος τοιαῦτα περὶ τοῦ σωτῆρος ὑπονοεῖν ἤρξαντο. ἀνέγνωμεν, φήσουσιν, ἐν ταῖς Παροιμίαις· κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ.

καὶ γὰρ καὶ οἱ περὶ Εὐσέβιον τοῦτο λέγειν ἐδόκουν, καὶ σὺ δὲ γράφων ἐδήλωσας, ὅτι διὰ πολλῶν μὲν ἀποδείξεων ἀνατρεπόμενοι καὶ οὗτοι κατεγινώσκοντο, τοῦτο δὲ ὅμως αὐτοὶ τὸ ῥητὸν ἄνω καὶ κάτω περιφέροντες ἓν τῶν κτισμάτων τὸν υἱὸν εἶναι ἔλεγον καὶ τοῖς γενητοῖς αὐτὸν συνηρίθμουν.

ἀλλὰ καὶ τοῦτο δοκοῦσί μοι μὴ νενοηκέναι καλῶς· ἔχει γὰρ τὴν διάνοιαν εὐσεβῆ καὶ λίαν ὀρθήν, ἣν εἰ καὶ αὐτοὶ νενοήκεισαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐβλασφήμησαν. τὰ γὰρ προειρημένα εἰς τὸ ῥητὸν τοῦτο συμβαλλέτωσαν, καὶ ὄψονται πολλὴν ἐν αὐτοῖς οὖσαν τὴν διαφοράν.

τίς γὰρ οὐ συνορᾷ διάνοιαν ἔχων ὀρθήν, ὅτι τὰ μὲν κτιζόμενα καὶ ποιούμενα ἔξωθεν τοῦ ποιοῦντος, ὁ δὲ υἱός, ὡς ἐν τοῖς ἔμπροσθεν ἔδειξεν ὁ λόγος, οὐκ ἔξωθεν ἀλλ’ ἐκ τοῦ γεννῶντος πατρὸς ὑπάρχει; καὶ γὰρ ἄνθρωπος κτίζει μὲν οἰκίαν, γεννᾷ δὲ υἱόν, καὶ οὐκ ἄν τις ἀναστρέφων εἴποι τὴν μὲν οἰκίαν καὶ τὴν ναῦν γεννᾶσθαι παρὰ τοῦ κατασκευάζοντος, τὸν δὲ υἱὸν κτίζεσθαι καὶ ποιεῖσθαι παρὰ τοῦ αὐτοῦ, οὐδὲ πάλιν τὴν μὲν οἰκίαν εἰκόνα τοῦ κτίζοντος, τὸν δὲ υἱὸν ἀνόμοιον τοῦ γεννῶντος. ἀλλὰ μᾶλλον τὸν μὲν υἱὸν εἰκόνα τοῦ πατρὸς ὁμολογήσει, τὴν δὲ οἰκίαν τέχνης εἶναι δημιούργημα, εἰ μή τις ἄρα τὴν διάνοιαν νοσοίη καὶ τὰς φρένας παρεξεστηκὼς τυγχάνοι.

ἀμέλει πάντων μᾶλλον ἡ θεία γραφὴ γινώσκουσα τὴν ἑκάστου φύσιν περὶ μὲν τῶν κτιζομένων διὰ Μωυσέος φησίν· ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· περὶ δὲ τοῦ υἱοῦ οὐχ ἕτερον, ἀλλ’ αὐτὸν τὸν πατέρα σημαίνει λέγοντα· ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε· καὶ πάλιν· υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε· αὐτός τε περὶ ἑαυτοῦ ὁ κύριος ἐν Παροιμίαις λέγει· πρὸ δὲ πάντων βουνῶν γεννᾷ με· καὶ περὶ μὲν τῶν γενητῶν καὶ κτιστῶν ὁ Ἰωάννης φησί· πάντα δι’ αὐτοῦ ἐγένετο· περὶ δὲ τοῦ κυρίου εὐαγγελιζόμενος λέγει· ὁ μονογενὴς υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο.

εἰ τοίνυν υἱός, οὐ κτίσμα, εἰ δὲ κτίσμα, οὐχ υἱός· πολλὴ γὰρ ἐν αὐτοῖς ἡ διαφορά. καὶ οὐκ ἂν εἴη αὐτὸς υἱὸς καὶ κτίσμα, ἵνα μὴ καὶ ἐκ τοῦ θεοῦ καὶ ἔξωθεν τοῦ θεοῦ ἡ οὐσία αὐτοῦ νομίζηται.

Chapter 14

Ἆρ’ οὖν μάτην γέγραπται τοῦτο τὸ ῥητόν; τοῦτο γὰρ πάλιν ἐκεῖνοι περιβομβοῦσιν ὡς ἀγέλη κωνώπων. οὐχί γε, οὐ μάτην γέγραπται, ἀλλὰ καὶ μάλα ἀναγκαίως. καὶ γὰρ καὶ κτίζεσθαι λέγεται, ἀλλ’ ὅτε γέγονεν ἄνθρωπος· ἀνθρώπου γὰρ ἴδιον τοῦτο. τὴν δὲ διάνοιαν ταύτην εὑρήσει καλῶς ἐν τοῖς λογίοις κειμένην ὁ μὴ πάρεργον ἡγούμενος τὴν ἀνάγνωσιν, ἀλλὰ καὶ τὸν καιρὸν καὶ τὰ πρόσωπα καὶ τὴν χρείαν τῶν γεγραμμένων ἐρευνῶν καὶ οὕτω τὰ ἀναγνώσματα διακρίνων καὶ διανοούμενος.

τὸν μὲν οὖν καιρὸν τοῦ ῥητοῦ τούτου εὑρήσει καὶ γνώσεται, ὅτι ἀεὶ ὢν ὁ κύριος ὕστερον ἐπὶ συντελείᾳ τῶν αἰώνων γέγονεν ἄνθρωπος, καὶ υἱὸς ὢν τοῦ θεοῦ γέγονε καὶ υἱὸς ἀνθρώπου. τὴν δὲ χρείαν νοήσειεν, ὅτι τὸν ἡμῶν θάνατον καταργῆσαι θέλων ἔλαβεν ἑαυτῷ σῶμα ἐκ τῆς παρθένου Μαρίας, ἵνα τοῦτο προσενέγκας θυσίαν ὑπὲρ πάντων τῷ πατρὶ ἀπαλλάξῃ πάντας ἡμᾶς, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦμεν δουλείας. τὸ δὲ πρόσωπον τοῦ μὲν σωτῆρός ἐστι, τότε δὲ λέγεται, ὅτε λοιπὸν λαβὼν τὸ σῶμα λέγει· κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ.

ὡς γὰρ υἱῷ θεοῦ ὄντι ἁρμόζει καλῶς τὸ ἀιδίως εἶναι καὶ ἐν κόλποις εἶναι τοῦ πατρός, οὕτως καὶ ἀνθρώπῳ γενομένῳ πρέπουσα φωνὴ τὸ κύριος ἔκτισέ με. τότε γὰρ λέγεται περὶ αὐτοῦ· καὶ ἐπείνασε, καὶ ἐδίψησε, καὶ ἐπυνθάνετο ποῦ Λάζαρος κεῖται, καὶ πέπονθε, καὶ ἀνέστη. καὶ ὥσπερ ἀκούοντες αὐτὸν κύριον καὶ θεὸν καὶ φῶς ἀληθινὸν νοοῦμεν αὐτὸν ὄντα ἐκ τοῦ πατρός, οὕτως δίκαιόν ἐστιν ἀκούοντας τὸ ἔκτισε καὶ τὸ δοῦλος καὶ τὸ πέπονθε μὴ τῇ θεότητι λογίζεσθαι, ἀνοίκειον γάρ, ἀλλὰ τῇ σαρκὶ ταῦτα μετρεῖν, ἣν δι’ ἡμᾶς ἐφόρεσε. ταύτης γὰρ ἴδια ταῦτα, καὶ αὐτὴ ἡ σὰρξ οὐχ ἑτέρου, ἀλλὰ τοῦ λόγου ἐστίν.

εἰ δὲ καὶ τὸ ἐκ τούτου χρήσιμον ἐθέλοι τις μαθεῖν, εὑρήσει καὶ τοῦτο· ὁ γὰρ λόγος σὰρξ ἐγένετο , ἵνα καὶ προσενέγκῃ τοῦτο ὑπὲρ πάντων καὶ ἡμεῖς ἐκ τοῦ πνεύματος αὐτοῦ μεταλαβόντες θεοποιηθῆναι δυνηθῶμεν ἄλλως οὐκ ἂν τούτου τυχόντες, εἰ μὴ τὸ κτιστὸν ἡμῶν αὐτὸς ἐνεδύσατο σῶμα· οὕτω γὰρ καὶ ἄνθρωποι θεοῦ λοιπὸν καὶ ἐν Χριστῷ ἄνθρωποι χρηματίζειν ἠρξάμεθα.

ἀλλ’ ὥσπερ ἡμεῖς τὸ πνεῦμα λαμβάνοντες οὐκ ἀπόλλυμεν τὴν ἰδίαν ἑαυτῶν οὐσίαν, οὕτως ὁ κύριος γενόμενος δι’ ἡμᾶς ἄνθρωπος καὶ σῶμα φορέσας οὐδὲν ἧττον ἦν θεός· οὐ γὰρ ἠλαττοῦτο τῇ περιβολῇ τοῦ σώματος, ἀλλὰ καὶ μᾶλλον ἐθεοποιεῖτο τοῦτο καὶ ἀθάνατον ἀπετέλει.

Chapter 15

Ἱκανὰ μὲν οὖν ταῦτα στηλιτεῦσαι τὴν αἵρεσιν τῶν Ἀρειανῶν. καὶ γάρ, ὡς ὁ κύριος δέδωκεν, ἐξ ὧν ἔλεγον αὐτοὶ διηλέγχθησαν ἀσεβοῦντες. φέρε δὴ καὶ ἡμεῖς προτείνωμεν καὶ ἀπαιτήσωμεν καὶ αὐτοὺς ἀποκρίνασθαι· καιρὸς γάρ ἐστιν ἀπορήσαντας αὐτοὺς ἐν τοῖς ἰδίοις ἐρωτᾶσθαι λοιπὸν παρ’ ἡμῶν· τάχα κἂν οὕτως ἐντραπέντες ἀναβλέψωσιν, ὅθεν κατέπεσαν, οἱ κακόφρονες.

τὸν υἱὸν τοῦ θεοῦ μεμαθήκαμεν ἐκ τῶν θείων γραφῶν, ὡς προείπομεν, αὐτὸν εἶναι τὸν λόγον καὶ τὴν σοφίαν τοῦ πατρός. ὁ μὲν γὰρ ἀπόστολός φησι· Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία· ὁ δὲ Ἰωάννης εἰρηκώς· καὶ ὁ λόγος σὰρξ ἐγένετο , ἐπήγαγεν εὐθύς· καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας· ὡς τοῦ λόγου ὄντος μονογενοῦς υἱοῦ ἔν τε τούτῳ τῷ λόγῳ καὶ τῇ σοφίᾳ γεγενῆσθαι τόν τε οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς.

καὶ ταύτης τῆς σοφίας πηγὴν εἶναι τὸν θεὸν ἐν τῷ Βαροὺχ μεμαθήκαμεν, αἰτιαθέντος τοῦ Ἰσραήλ, ὅτι ἐγκατέλιπε τὴν πηγὴν τῆς σοφίας. εἰ μὲν οὖν ἀρνοῦνται τὰ γεγραμμένα αὐτόθεν ἀλλότριοι καὶ τοῦ ὀνόματος ὄντες, οἰκείως ἂν καλοῖντο καὶ παρὰ πάντων ἄθεοι καὶ χριστομάχοι· οὕτω γὰρ ἑαυτοὺς ἐπωνόμασαν καὶ αὐτοί.

εἰ δὲ συνομολογοῦσιν ἡμῖν εἶναι θεόπνευστα τὰ τῆς γραφῆς ῥήματα, τολμησάτωσαν φανερῶς εἰπεῖν, ἃ κεκρυμμένως φρονοῦσιν, ὅτι ἄλογος καὶ ἄσοφος ἦν ὁ θεός ποτε, καὶ μανέντες εἴπωσιν· ἦν ὅτε οὐκ ἦν καὶ πρὶν γεννηθῆναι οὐκ ἦν ὁ Χριστός· πάλιν τε ἀποφηνάσθωσαν τὴν πηγὴν μὴ ἐξ ἑαυτῆς γεγεννηκέναι τὴν σοφίαν, ἀλλ’ ἔξωθεν ἑαυτῆς κεκτῆσθαι ταύτην, ἵνα καὶ τολμήσωσιν εἰπεῖν· ἐξ οὐκ ὄντων γέγονεν ὁ υἱός. τοῦτο γὰρ οὐκ ἔτι πηγὴν ταύτην δείκνυσιν, ἀλλά τινα λάκκον ὥσπερ ἔξωθεν ὕδωρ λαβόντα κεχρημένον τῷ ὀνόματι τῆς πηγῆς.

Chapter 16

Ὅσης μὲν οὖν ἀσεβείας ἐστὶ τοῦτο μεστόν, οὐδένα τῶν κἂν βραχεῖαν αἴσθησιν ἐχόντων ἀμφιβάλλειν ἡγοῦμαι. ἐπειδὴ δὲ τονθορύζοντες λέγουσιν, ὀνόματα μόνον εἶναι τοῦ υἱοῦ λόγος καὶ σοφία, ἀναγκαῖον ἐρωτῆσαι τούτους· εἰ ὀνόματα μόνον ἐστὶ ταῦτα τοῦ υἱοῦ, ἄλλος ἂν αὐτὸς εἴη παρὰ ταῦτα.

καὶ εἰ μὲν βελτίων ἐστὶ τῶν ὀνομάτων, οὐχ ὅσιον ἐκ τῶν ἐλαττόνων τὸν βελτίονα σημαίνεσθαι· εἰ δὲ ἐλάττων ἐστὶ τῶν ὀνομάτων, πάντως ἔχει καὶ τὴν αἰτίαν τῆς ἐπὶ τὸ κάλλιον προσηγορίας· τοῦτο δὲ πάλιν προκοπὴν αὐτοῦ σημαίνει, καὶ οὐ μεῖόν ἐστι τῶν προτέρων καὶ τοῦτο τὸ ἀσέβημα. τὸν γὰρ ἐν τῷ πατρὶ ὄντα, ἐν ᾧ καὶ ὁ πατήρ ἐστι, τὸν λέγοντα· ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν , ὃν καὶ ὁ ἑωρακὼς ἑώρακε τὸν πατέρα , ὀνομάζειν ὑπό τινος ἔξωθεν βελτιοῦσθαι, πᾶσαν ὑπερβάλλει μανίαν.

ἀλλὰ τούτων ἐκπίπτοντες καὶ κατὰ τοὺς περὶ Εὐσέβιον ὑπὸ πολλῆς συνεχόμενοι τῆς ἀπορίας ἐκεῖνο λοιπὸν ἔχουσιν ὑπολειπόμενον, ὃ καὶ ἐν ᾀσματίοις Ἄρειος καὶ ἐν τῇ ἑαυτοῦ Θαλίᾳ ὡς ἐπαπορῶν μυθολογεῖ· πολλοὺς λαλεῖ λόγους ὁ θεός. ποῖον αὐτῶν ἄρα λέγομεν ἡμεῖς υἱὸν καὶ λόγον μονογενῆ τοῦ πατρός, ἀνόητοι καὶ πάντα μᾶλλον ἢ Χριστιανοί;

πρῶτον μὲν γὰρ τοιαῦτα λαλοῦντες περὶ θεοῦ μικροῦ δεῖν ἄνθρωπον τὸν θεὸν ὑπολαμβάνουσιν, οὕτω λαλοῦντα καὶ παραμείβοντα τοὺς προτέρους τοῖς δευτέροις λόγοις, ὥσπερ οὐκ ἀρκοῦντος ἑνὸς τοῦ ἐκ τοῦ θεοῦ λόγου πᾶσαν τὴν ἐκ τοῦ βουλήματος τοῦ πατρὸς δημιουργίαν καὶ τὴν τούτου πρόνοιαν πληρῶσαι.

τὸ μὲν γὰρ πολλοὺς αὐτὸν λαλεῖν λόγους ἀσθένεια τῶν πάντων ἐστίν, ἑκάστου λειπομένου τῆς τοῦ ἑτέρου χρείας, τὸ δὲ ἑνὶ κεχρῆσθαι λόγῳ τὸν θεόν, ὡς καὶ ἔστιν ἀληθῶς, τοῦτο καὶ τοῦ θεοῦ τὴν δύναμιν δείκνυσι καὶ τοῦ ἐξ αὐτοῦ λόγου τὴν τελειότητα καὶ τῶν οὕτω φρονούντων τὴν εὐσεβῆ σύνεσιν.

Chapter 17

Εἴθε δὲ καὶ οὗτοι κἂν ἐξ ὧν λέγουσι νῦν ἐθελήσουσιν ὁμολογεῖν τὴν ἀλήθειαν. εἰ γὰρ ἅπαξ διδόασι τὸν θεὸν προφέροντα λόγους, ἴσασιν ὅλως αὐτὸν πατέρα. τοῦτο δὲ γινώσκοντες σκοπείτωσαν, ὅτι μὴ θέλοντες ἕνα διδόναι τοῦ θεοῦ λόγον πολλῶν αὐτὸν εἶναι πατέρα φαντάζονται. καὶ τὸ μὲν ὅλως εἶναι τοῦ θεοῦ λόγον οὐ θέλουσιν ἀρνεῖσθαι, τὸ δὲ εἶναι τοῦτον τοῦ θεοῦ υἱὸν οὐχ ὁμολογοῦσιν. ἔστι δὲ τοῦτο τῆς ἀληθείας ἀγνωσία καὶ τῶν θείων…

The complete text is available when the reading interface loads.