The Greek Library Author

Athanasius of Alexandria

De sententia Dionysii

Author namesAthanase d’Alexandrie · Athanase d Alexandrie · Athanasius of Alexandria · Athanasius

Edition reference
Critical edition (without critical apparatus) Athanasius Werke. Band 2: Die Apologien. Lieferung 2: De decretis Nicaenae synodi 40,24 – Apologia de fuga sua 18,3 Hans-Georg Opitz Walter de Gruyter Berlin/Leipzig 41–80 1935
CTS identifier
urn:cts:greekLit:tlg2035.tlg004.local001
Corpus release
2.2.0 · 2026-08-29

Chapter 1

Βραδέως ἐδήλωσας περὶ τῆς νῦν διαλέξεως τῆς γενομένης παρ’ ὑμῖν πρὸς τοὺς χριστομάχους· καὶ γὰρ πρὶν γράψαι τὴν σὴν διάθεσιν ἔμαθον φιλοπευστῶν καὶ ἡδέως ἀκούων περὶ τῶν τοιούτων. τὴν μὲν οὖν σὴν εὐλάβειαν ἀπεδεξάμην καλῶς φρονοῦσαν περὶ τῶν μακαρίων πατέρων ἡμῶν, τῶν δ’ Ἀρειομανιτῶν τὴν ἀλογίαν καὶ νῦν ἐπέγνων.

οὐδὲν γὰρ οὔτ’ εὔλογον οὔτε πρὸς ἀπόδειξιν ἐκ τῆς θείας γραφῆς ῥητὸν ἐχούσης τῆς αἱρέσεως αὐτῶν ἀεὶ μὲν προφάσεις ἀναισχύντους ἐπορίζοντο καὶ σοφίσματα πιθανά, νῦν δὲ καὶ διαβάλλειν τοὺς πατέρας τετολμήκασι. καὶ οὐκ ἀλλότριόν γε ἀλλὰ καὶ οἰκεῖον τοῦτο τῆς κακονοίας ἐστὶν αὐτῶν· οἱ γὰρ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ μελετᾶν ἐπιχειρήσαντες, τί θαυμαστὸν εἰ καὶ τὸν μακαρίτην Διονύσιον τὸν ἐπίσκοπον Ἀλεξανδρείας ὡς ὁμόδοξον ἑαυτῶν καὶ ὁμόφρονα λοιδοροῦσιν;

ὃν γὰρ ἐὰν οὗτοι πρὸς σύστασιν τῆς ἑαυτῶν αἱρέσεως δόξωσιν εὐφημεῖν, κἂν μακάριον αὐτὸν ὀνομάζωσι, τοῦτον οὐχ ἁπλῶς ἀλλὰ καὶ μεγάλως διαβάλλουσιν ὥσπερ λῃσταί τινες καὶ τὸν τρόπον ἄσεμνοι, οἳ ἐπειδὰν ἐπὶ τοῖς ἰδίοις ἐπιτηδεύμασιν ὀνειδίζωνται, τοὺς σώφρονας συναριθμοῦσιν ἑαυτοῖς καταψευδόμενοι τῆς ἐκείνων σωφροσύνης.

Chapter 2

Εἰ μὲν οὖν θαρροῦσιν οἷς φρονοῦσι καὶ λέγουσι, προφερέτωσαν γυμνὴν τὴν αἵρεσιν καὶ δεικνύτωσαν ἐξ αὐτῆς εἴ τινα νομίζουσιν ἢ ἐκ τῶν γραφῶν ἔχειν ἢ κἂν ἀνθρώπινόν τινα λογισμὸν εὐσεβῆ πρὸς ἀπολογίαν, εἰ δὲ μηδέν τι τοιοῦτον ἔχουσι, σιωπάτωσαν.

οὐδαμόθεν γὰρ εὑρήσουσιν εἰ μὴ μᾶλλον ἔλεγχον καθ’ ἑαυτῶν, ἀπὸ μὲν τῶν γραφῶν, τοῦ μὲν Ἰωάννου λέγοντος· ἐν ἀρχῇ ἦν ὁ λόγος , ὃν οὗτοι λέγουσιν οὐκ ἦν πρὶν γεννηθῇ, τοῦ δὲ Δαυὶδ ψάλλοντος ἐκ προσώπου τοῦ πατρός· ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν , ὃν οὗτοι λέγουσι κατ’ ἐπίνοιαν εἶναι καὶ ἐξ οὐκ ὄντων γεγενῆσθαι, εἶτα τοῦ μὲν Ἰωάννου πάλιν εὐαγγελιζομένου, ὅτι πάντα δι’ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν , τοῦ δὲ Παύλου γράφοντος· εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα , καὶ ἐν ἑτέροις· ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα.

ποίαν παρρησίαν ἕξουσιν οὗτοι καὶ οὐ μᾶλλον αἰσχύνην ὀφλήσουσιν ἐναντιούμενοι τοῖς τῶν ἁγίων ῥήμασιν, ὅταν λέγωσι ποίημα εἶναι τὸν τῶν πάντων δημιουργὸν καὶ κτίσμα τοῦτον, ἐν ᾧ τὰ κτίσματα γέγονε καὶ συνέστηκεν;

οὐδὲ ἀνθρώπινος δέ τις αὐτοῖς λογισμὸς εὐσεβὴς εἰς ἀπολογίαν περιλείπεται. τίς γὰρ ἀνθρώπων ἢ Ἕλλην ἢ βάρβαρος, ὃν ὁμολογεῖ θεόν, τοῦτον ἐπιχειρήσει κτίσμα λέγειν ἢ ὅτι οὐκ ἦν πρὶν γένηται; ἢ τίς ἀνθρώπων ἀκούσας παρὰ τούτου, ὃν ἐπίστευσε μόνον εἶναι θεόν, λέγοντος· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός , καὶ ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν , τολμήσει κἂν εἰπεῖν ὅτι ὁ ἐκ καρδίας τοῦ θεοῦ λόγος ἐξ οὐκ ὄντων γέγονεν ἢ ὁ υἱὸς κτίσμα ἐστὶ καὶ οὐκ ἴδιον τοῦ λέγοντος γέννημα; πάλιν δὲ τίς ἀκούων τούτου, ὃν ἐπίστευσε κύριον εἶναι καὶ σωτῆρα, λέγοντος· ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί , καὶ ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν , ἐπιχειρήσει διαιρεῖν ἃ ἐκεῖνος ἥνωσε καὶ ἀμέριστα τετήρηκε;

Chapter 3

Ταῦτα γοῦν καὶ αὐτοὶ συνορῶντες καὶ παρρησίαν οὐκ ἔχοντες ἐν τοῖς ἰδίοις καταψεύδονται τῶν εὐσεβῶν. ἀλλ’ ἔδει πάντων αὐτοὺς ἐρήμους ὄντας καὶ συνορῶντας ἑαυτοὺς ἐν ταῖς ἐρωτήσεσι πανταχόθεν ἀποροῦντας καὶ χασμωμένους μεταγινώσκειν μᾶλλον ἀποστραφέντας ἀπὸ τῆς ὁδοῦ τῆς πλάνης καὶ μὴ συναριθμεῖν ἑαυτοῖς οὓς οὐκ ἴσασιν, ἵνα μὴ καὶ παρ’ αὐτῶν ἐλεγχόμενοι πλείονα τὴν αἰσχύνην ἀπενέγκωνται.

ἴσως δὲ τῆς τοιαύτης πανουργίας οὐ θελήσουσιν ἀποστῆναί ποτε· καὶ γὰρ καὶ τοῦτο τῶν περὶ Καιάφαν ἐζήλωσαν, ὥσπερ καὶ τὸ ἀρνεῖσθαι τὸν Χριστὸν παρ’ αὐτῶν μεμαθήκασι. καὶ γὰρ κἀκεῖνοι τοσαῦτα τοῦ κυρίου πεποιηκότος ἔργα, δι’ ὧν ἐγνώριζεν ἑαυτὸν εἶναι τὸν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τοῦ ζῶντος, ἐλεγχόμενοί τε παρ’ αὐτοῦ πάντα παρὰ τὰς γραφὰς λοιπὸν καὶ φρονοῦντες καὶ λέγοντες καὶ μὴ δυνάμενοι κἂν πρὸς τὸ βραχὺ πρὸς τοὺς κατ’ αὐτῶν ἐλέγχους ἀντιβλέπειν, εἰς τὸν πατριάρχην κατέφυγον λέγοντες· ἡμεῖς πατέρα ἔχομεν τὸν Ἁβραάμ , καὶ νομίζοντες ἐν τούτῳ δύνασθαι τὴν ἀλογίαν

αὐτῶν ἐπικαλύπτειν. ἀλλ’ οὔτε ἐκεῖνοι τοῦτο λέγοντες ὤνησάν τι οὔτε οὗτοι Διονύσιον ὀνομάζοντες φυγεῖν τὴν ὁμοίαν ἐκείνοις αἰτίαν δυνήσονται. καὶ γὰρ κἀκείνους ἐφ’ οἷς παρηνόμουν ἤλεγξεν ὁ κύριος λέγων· τοῦτο Ἁβραὰμ οὐκ ἐποίησε , καὶ τούτους ἀσεβοῦντας καὶ ψευδομένους ἡ αὐτὴ πάλιν ἀλήθεια διελέγξει, ὅτι τὰ Ἀρείου Διονύσιος ὁ ἐπίσκοπος οὔτ’ ἐφρόνησεν οὔτε τὴν ἀλήθειαν ἠγνόησεν. ἀλλὰ καὶ οἱ τότε Ἰουδαῖοι καὶ οἱ νέοι νῦν παρὰ τοῦ πατρὸς ἑαυτῶν τοῦ διαβόλου τὴν χριστομάχον ἐκληρώσαντο μανίαν.

μέγα μὲν οὖν τεκμήριον τοῦ μηδὲ τοῦτο λέγειν αὐτοὺς ἀληθές, ἀλλὰ τὸν ἄνδρα συκοφαντεῖν, ὅτι μήτε παρ’ ἑτέρων ἐπισκόπων ἐπ’ ἀσεβείᾳ καταγνωσθεὶς ἀπεβλήθη τῆς ἐπισκοπῆς ὥσπερ οὗτοι τοῦ κλήρου μήτε αὐτὸς ὡς αἵρεσιν ἐκδικῶν ἐξῆλθε τῆς ἐκκλησίας, ἀλλ’ ἐν αὐτῇ κεκοίμηται καλῶς καὶ ἡ μνήμη μέχρι νῦν αὐτοῦ μετὰ τῶν πατέρων ἐστὶ καὶ γέγραπται. εἰ γὰρ ἦν τὰ τούτων φρονήσας ἢ περὶ ὧν ἔγραψε μὴ ἦν ἀπολογησάμενος, οὐκ ἦν ἀμφίβολον, ὅτι πάντως τὰ αὐτὰ καὶ αὐτὸς αὐτοῖς ἐπεπόνθει.

Chapter 4

Καὶ ἤρκει μὲν ταῦτα πρὸς πᾶσαν κατάγνωσιν τῶν νέων Ἰουδαίων τῶν καὶ τὸν κύριον ἀρνουμένων καὶ τοὺς πατέρας διαβαλλόντων καὶ πάντας Χριστιανοὺς ἐπιχειρούντων ἀπατᾶν. ἐπειδὴ δὲ προφάσεις ἔχειν νομίζουσι τῆς εἰς τὸν ἐπίσκοπον διαβολῆς μέρη τινὰ ἐπιστολῆς αὐτοῦ, φέρε καὶ ταύτας ἴδωμεν, ἵνα καὶ ἐκ τούτων αὐτῶν ἡ ματαιολογία δειχθῇ καὶ παύσωνται μὲν κἂν ὀψέ ποτε βλασφημοῦντες παρ’ ἑαυτοῖς τὸν κύριον, ὁμολογήσωσι δὲ κἂν μετὰ τῶν στρατιωτῶν βλέποντες μαρτυροῦσαν τὴν κτίσιν, ὅτι ἀληθῶς οὗτος ὁ υἱὸς τοῦ θεοῦ ἐστι καὶ οὐκ ἔστι τῶν κτισμάτων.

φασὶ τοίνυν ἐν ἐπιστολῇ τὸν μακάριον Διονύσιον εἰρηκέναι, ποίημα καὶ γενητὸν εἶναι τὸν υἱὸν τοῦ θεοῦ μήτε δὲ φύσει ἴδιον, ἀλλὰ ξένον κατ’ οὐσίαν αὐτὸν εἶναι τοῦ πατρός, ὥσπερ ἐστὶν ὁ γεωργὸς πρὸς τὴν ἄμπελον καὶ ὁ ναυπηγὸς πρὸς τὸ σκάφος· καὶ γὰρ ὡς ποίημα ὢν οὐκ ἦν πρὶν γένηται.

ναὶ ἔγραψεν, ὁμολογοῦμεν καὶ ἡμεῖς εἶναι τοιαύτην ἐπιστολὴν αὐτοῦ. ἀλλ’ ὥσπερ ταύτην ἔγραψεν, οὕτως καὶ ἑτέρας πλείστας ἐπιστολὰς ἔγραψε καὶ ἔδει καὶ ταύταις ἐντυχεῖν αὐτούς, ἵνα ἐκ πασῶν καὶ μὴ μόνης ἐκ τῆς μιᾶς ἡ πίστις δειχθῇ τοῦ ἀνδρός· καὶ γὰρ καὶ ναυπηγοῦ πολλὰς τριήρεις κατασκευάσαντος οὐκ ἐκ μιᾶς ἀλλ’ ἐκ πασῶν ἡ τούτου τέχνη κρίνεται.

εἰ μὲν οὖν ἁπλῶς ὡς πίστιν ἐκτιθέμενος ἔγραψεν ἣν λέγουσιν ἐπιστολὴν ἢ ταύτην μόνην ἔγραψε, κατηγορείτωσαν ὡς βούλονται· κατηγορία γὰρ ἀληθῶς τὸ τοιοῦτον φρόνημα· εἰ δὲ καιροῦ καὶ προσώπου πρόφασις εἵλκυσεν αὐτὸν τοιαῦτα γράψαι, ἔγραψε δὲ πάλιν καὶ ἄλλας ἐπιστολὰς ἀπολογούμενος περὶ ὧν ὑπωπτεύθη, ἔδει πάλιν αὐτοὺς μὴ ἀφέντας τὰ αἴτια φθόνον ἐπάγειν τῷ ἀνδρὶ προπετῶς, ἵνα μὴ δόξωσι λεξείδια μὲν μόνον θηρᾶν, παραπέμπεσθαι δὲ τὴν ἐν ταῖς ἄλλαις ἐπιστολαῖς ἀλήθειαν.

καὶ γὰρ καὶ γεωργὸς τῶν αὐτῶν δένδρων ἄλλοτε ἄλλως ἐπιμελεῖται διὰ τὴν ὑποκειμένην τῆς γῆς ποιότητα, καὶ οὐ διὰ τοῦτο μέμψαιτο ἄν τις αὐτόν, ὅτι τοῦτο μὲν τέμνει, ἐκεῖνο δὲ ἐγκεντρίζει, καὶ τοῦτο μὲν φυτεύει, ἕτερον δὲ ἐκτίλλει, ἀλλὰ καὶ μᾶλλον μαθὼν τὴν αἰτίαν θαυμάσει τὸ ποικίλον αὐτοῦ τῆς ἐπιστήμης.

οὐκοῦν εἰ μὴ παρέργως ἐνέτυχον τοῖς γράμμασιν, εἰπάτωσαν καὶ τὴν ὑπόθεσιν τῆς ἐπιστολῆς· οὕτω γὰρ αὐτῶν ἥ τε συκοφαντία καὶ ἡ πονηρία τῆς προαιρέσεως δειχθήσεται. ἐπειδὴ δὲ ἢ οὐκ ἴσασιν ἢ αἰσχύνονται, λέγειν ἀναγκαῖον ἡμᾶς.

Chapter 5

Ἐν Πενταπόλει τῆς ἄνω Λιβύης τηνικαῦτά τινες τῶν ἐπισκόπων ἐφρόνησαν τὰ Σαβελλίου καὶ τοσοῦτον ἴσχυσαν ταῖς ἐπινοίαις, ὡς ὀλίγου δεῖν μηκέτι ἐν ταῖς ἐκκλησίαις κηρύττεσθαι τὸν υἱὸν τοῦ θεοῦ. τοῦτο μαθὼν Διονύσιος, αὐτὸς γὰρ εἶχε τὴν μέριμναν τῶν ἐκκλησιῶν ἐκείνων, πέμπει καὶ συμβουλεύει τοῖς αἰτίοις παύσασθαι τῆς κακοδοξίας. ὡς δὲ οὐκ ἐπαύοντο, ἀλλὰ καὶ μᾶλλον ἀναιδέστερον ἠσέβουν, ἠναγκάσθη πρὸς τὴν ἀναίδειαν

ἐκείνων γράψαι τὴν τοιαύτην ἐπιστολὴν καὶ τὰ ἀνθρώπινα τοῦ σωτῆρος ἐκ τῶν εὐαγγελίων παραθέσθαι, ἵν’ ἐπειδὴ τολμηρότερον ἐκεῖνοι τὸν υἱὸν ἠρνοῦντο καὶ τὰ ἀνθρώπινα αὐτοῦ τῷ πατρὶ ἀνετίθεσαν, οὕτως οὗτος δείξας, ὅτι οὐχ ὁ πατὴρ ἀλλ’ ὁ υἱός ἐστιν ὁ γενόμενος ὑπὲρ ἡμῶν ἄνθρωπος, πείσῃ τοὺς ἀμαθεῖς μὴ εἶναι τὸν πατέρα υἱόν, καὶ οὕτως λοιπὸν κατ’ ὀλίγον ἐκείνους εἰς τὴν ἀληθινὴν ἀναγάγῃ θεότητα τοῦ υἱοῦ καὶ τὴν γνῶσιν τὴν περὶ τοῦ πατρός.

αὕτη τῆς ἐπιστολῆς ἡ ὑπόθεσις καὶ διὰ ταύτην τὴν αἰτίαν οὕτως ἔγραψε καὶ αὐτός, διὰ τοὺς οὕτως ἀναισχύντως θελήσαντας μεταθεῖναι τὴν τῆς ἀληθείας πίστιν.

Chapter 6

Τί τοίνυν ὅμοιον ἡ Ἀρείου αἵρεσις καὶ ἡ Διονυσίου διάνοια; ἢ διὰ τί Διονύσιος ὡς Ἄρειος ὀνομάζεται πολλῆς οὔσης αὐτῶν τῆς διαφορᾶς; ὁ μὲν γὰρ τῆς καθολικῆς ἐκκλησίας διδάσκαλός ἐστιν, ὁ δὲ καινῆς αἱρέσεως ἐφευρετὴς γέγονε. καὶ ὁ μὲν Ἄρειος τὴν ἰδίαν κακοδοξίαν ἐκτιθέμενος ἔργαψε Θαλίαν ἐκτεθηλυμένοις καὶ γελοίοις ἤθεσι κατὰ τὸν Αἰγύπτιον Σωσάτην, ὁ δὲ Διονύσιος ἔγραψε μὲν καὶ ἄλλας ἐπιστολάς, ἀπελογήσατο δὲ καὶ περὶ ὧν ὑπωπτεύθη καὶ ἐφάνη φρονῶν ὀρθῶς.

εἰ μὲν οὖν ἐναντία ἑαυτῷ γράφει, μὴ ἑλκέτωσαν αὐτὸν πρὸς ἑαυτούς, οὐ γὰρ ἀξιόπιστος κατὰ τοῦτο. εἰ δὲ γράψας τὴν πρὸς Ἀμμώνιον ἐπιστολὴν ὑπωπτεύθη καὶ ἀπελογήσατο θεραπεύων τὰ πρῶτα ἀπολογησάμενός τε οὐ μεταβέβληται, δῆλον ἂν εἴη, ὅτι καὶ τὰ ὑποπτευθέντα κατ’ οἰκονομίαν ἔργαψεν.

οὐ δεῖ δὲ τὰ κατ’ οἰκονομίαν γραφόμενα καὶ γινόμενα ταῦτα κακοτρόπως δέχεσθαι καὶ εἰς τὴν ἰδίαν ἕλκειν ἕκαστον βούλησιν. καὶ γὰρ καὶ ἰατρὸς πολλάκις τὰ δοκοῦντά τισι μὴ εἶναι κατάλληλα ταῦτα τοῖς ὑποκειμένοις τραύμασιν, ὡς οἶδεν αὐτός, ἐπιτίθησιν οὐδὲν ἕτερον ἢ πρὸς τὴν ὑγιείαν ἔχων τὸν σκοπόν. καὶ διδασκάλου δὲ φρονίμου τρόπος οὗτος πρὸς τὰ τῶν διδασκομένων ἤθη διατίθεσθαι καὶ λαλεῖν, ἕως ἂν αὐτοὺς εἰς τὴν ὁδὸν τῆς τελειότητος μεταγάγῃ.

Chapter 7

Εἰ δὲ ὅτι μόνον ἔγραψεν οὕτως ὁ μακαρίτης, αἰτιῶνται αὐτόν (αἱ γὰρ τῶν Ἀρειανῶν ὑπὲρ αὐτοῦ προφάσεις αἰτίαι κατ’ αὐτοῦ τυγχάνουσι), τί ποιήσουσιν ἀκούοντες καὶ τῶν μεγάλων καὶ μακαρίων ἀποστόλων ἐν ταῖς Πράξεσι, τοῦ μὲν Πέτρου λέγοντος· ἄνδρες Ἰσραηλῖται, ἀκούσατε τοὺς λόγους τούτους. Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ἀποδεδειγμένον ἀπὸ τοῦ θεοῦ εἰς ὑμᾶς δυνάμεσι καὶ τέρασι καὶ σημείοις, οἷς ἐποίησεν ὁ θεὸς δι’ αὐτοῦ ἐν μέσῳ ὑμῶν, καθὼς οἴδατε, τοῦτον τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ θεοῦ ἔκδοτον διὰ χειρὸς ἀνόμων προσπήξαντες ἀνείλατε , καὶ πάλιν· ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ὃν ὑμεῖς ἐσταυρώσατε, ὃν ὁ θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής·

τοῦ δὲ Παύλου ἐξηγουμένου ἐν Ἀντιοχείᾳ τῆς Πισιδίας, ὅτι μεταστήσας ὁ θεὸς τὸν Σαοὺλ ἤγειρε τὸν Δαυὶδ εἰς βασιλέα, ᾧ καὶ εἶπε μαρτυρήσας· εὗρον Δαυὶδ τὸν τοῦ Ἰεσσαὶ ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει τὰ θελήματά μου· τούτου ὁ θεὸς ἀπὸ τοῦ σπέρματος κατ’ ἐπαγγελίαν ἤγαγε τῷ Ἰσραὴλ σωτῆρα Ἰησοῦν , καὶ πάλιν ἐν ταῖς Ἀθήναις·

τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ θεὸς τὰ νῦν παραγγέλλει τοῖς ἀνθρώποις, πάντας πανταχοῦ μετανοεῖν, καθότι ἔστησεν ἡμέραν, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρὶ ᾧ ὥρισε, πίστιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν · ἢ Στεφάνου τοῦ μεγαλομάρτυρος, ὅταν λέγῃ· ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς διηνοιγμένους καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ θεοῦ ;

ὥρα γὰρ λοιπὸν αὐτοὺς ἀποθρασύνεσθαι καὶ λέγειν (οὐδὲν γὰρ αὐτοῖς ἀτόλμητον), ὅτι καὶ αὐτοὶ οἱ ἀπόστολοι τὰ Ἀρείου ἐφρόνουν· ἄνθρωπον γὰρ ἀπὸ Ναζαρὲτ καὶ παθητὸν τὸν Χριστὸν ἀπαγγέλλουσιν.

Chapter 8

Ἐκείνων τοίνυν τοιαῦτα φανταζομένων, ἆρ’ ἐπειδὴ τοῖς ῥήμασι τούτοις ἐχρήσαντο, μόνον ἄνθρωπον ᾔδεισαν τὸν Χριστὸν οἱ ἀπόστολοι καὶ πλέον οὐδέν; μὴ γένοιτο· οὐκ ἔστιν οὐδὲ εἰς νοῦν ποτε τοῦτο λαβεῖν, ἀλλὰ καὶ τοῦτο ὡς ἀρχιτέκτονες σοφοὶ καὶ οἰκονόμοι μυστηρίων θεοῦ πεποιήκασι καὶ τὴν αἰτίαν ἔχουσιν εὔλογον.

ἐπειδὴ γὰρ οἱ τότε Ἰουδαῖοι πλανηθέντες τε καὶ πλανήσαντες Ἕλληνας ἐνόμιζον τὸν Χριστὸν ψιλὸν ἄνθρωπον μόνον ἐκ σπέρματος Δαυὶδ ἔρχεσθαι καθ’ ὁμοιότητα τῶν ἐκ τοῦ Δαυὶδ ἄλλων γενομένων τέκνων, οὔτε δὲ θεὸν αὐτὸν οὐδὲ ὅτι ὁ λόγος σὰρξ ἐγένετο ἐπίστευον, τούτου ἕνεκα μετὰ πολλῆς τῆς συνέσεως οἱ μακάριοι ἀπόστολοι τὰ ἀνθρώπινα τοῦ σωτῆρος πρῶτον ἐξηγοῦντο τοῖς Ἰουδαίοις, ἵν’ ὅλως πείσαντες αὐτοὺς ἐκ τῶν φαινομένων καὶ γενομένων σημείων ἐληλυθέναι τὸν Χριστὸν λοιπὸν καὶ εἰς τὴν περὶ τῆς θεότητος αὐτοῦ πίστιν αὐτοὺς ἀναγάγωσι δεικνύντες, ὅτι τὰ γενόμενα ἔργα οὐκ ἔστιν ἀνθρώπου, ἀλλὰ θεοῦ.

ἀμέλει Πέτρος ὁ λέγων ἄνδρα παθητὸν τὸν Χριστὸν εὐθὺς συνῆπτεν· οὗτος ἀρχηγὸς τῆς ζωῆς ἐστιν , ἐν δὲ τῷ εὐαγγελίῳ ὁμολογεῖ· σὺ εἶ ὁ Χριστός, ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος , ἐν δὲ τῇ ἐπιστολῇ φησιν αὐτὸν ἐπίσκοπον ψυχῶν καὶ κύριον ἑαυτοῦ τε καὶ ἀγγέλων καὶ δυνάμεων εἶναι.

πάλιν τε Παῦλος ὁ λέγων ἄνδρα ἐκ σπέρματος Δαυὶδ εἶναι τὸν Χριστόν, οὗτος ἐπέστελλεν Ἑβραίοις μέν· ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ , Φιλιππησίοις δέ· ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ. τὸ δὲ λέγειν ἀρχηγὸν τῆς ζωῆς καὶ υἱὸν τοῦ θεοῦ καὶ ἀπαύγασμα καὶ χαρακτῆρα καὶ ἴσα θεῷ καὶ κύριον καὶ ἐπίσκοπον ψυχῶν τί ἂν εἴη ἕτερον ἢ ὅτι ἐν σώματι λόγος ἦν θεοῦ, δι’ οὗ τὰ πάντα ἐγένετο, καὶ ἔστιν ἀδιαίρετος τοῦ πατρός, ὡς ἔστι τὸ ἀπαύγασμα πρὸς τὸ φῶς;

Chapter 9

Καὶ Διονύσιος τοίνυν παρὰ τῶν ἀποστόλων τοῦτο μαθὼν πεποίηκεν. ἐπειδὴ γὰρ εἷρπεν ἡ Σαβελλίου αἵρεσις, ἠναγκάσθη τὴν τοιαύτην, καθὰ προεῖπον, ἐπιστολὴν γράψαι καὶ τὰ ἀνθρωπίνως καὶ εὐτελῶς περὶ τοῦ σωτῆρος εἰρημένα ῥῖψαι κατ’ αὐτῶν, ἵνα τούτους ἀποσχοινίσας διὰ τὰ ἀνθρώπινα τοῦ μὴ λέγειν υἱὸν εἶναι τὸν πατέρα εὐκολωτέραν αὐτοῖς κατασκευάσῃ τὴν περὶ τῆς θεότητος τοῦ υἱοῦ διδασκαλίαν, ὅταν αὐτὸν ἐν ταῖς ἄλλαις ἐπιστολαῖς ἀπὸ τῶν γραφῶν λέγῃ λόγον, σοφίαν, δύναμιν, ἀτμίδα καὶ ἀπαύγασμα τοῦ πατρός.

ἐν γοῦν ταῖς ἐπιστολαῖς τῆς ἀπολογίας τοιαῦτα λέγων παρρησιάζεται ἐν τῇ πίστει καὶ τῇ εἰς Χριστὸν εὐσεβείᾳ. ὥσπερ οὖν οὐ κατηγορητέοι οἱ ἀπόστολοι διὰ τὰ ἀνθρώπινα ῥήματα περὶ τοῦ κυρίου (καὶ γὰρ ἄνθρωπος γέγονεν ὁ κύριος), ἀλλὰ καὶ μᾶλλον θαύματος ἄξιοι διὰ τὴν οἰκονομίαν καὶ τὴν ἐν καιρῷ διδασκαλίαν, οὕτως οὐκ Ἀρειανὸς ὁ Διονύσιος διὰ τὴν πρὸς Εὐφράνορα καὶ Ἀμμώνιον κατὰ Σαβελλίου ἐπιστολήν. εἰ γὰρ καὶ ταπεινοῖς ἐχρήσατο λόγοις καὶ παραδείγμασιν, ἀλλ’ ἐκ τῶν εὐαγγελίων ἐστὶ καὶ ταῦτα, καὶ πρόφασιν ἔχει τούτων τὴν τοῦ σωτῆρος ἔνσαρκον παρουσίαν, δι’ ἣν καὶ ταῦτα καὶ τὰ ὅμοια γέγραπται.

καὶ γὰρ ὥσπερ λόγος ἐστὶ τοῦ θεοῦ, οὕτως μετὰ ταῦτα ὁ λόγος σὰρξ ἐγένετο , καὶ ἐν ἀρχῇ μὲν ἦν ὁ λόγος , ἡ δὲ παρθένος ἐπὶ συντελείᾳ τῶν αἰώνων ἐν γαστρὶ ἔσχε καὶ γέγονεν ὁ κύριος ἄνθρωπος. καὶ εἷς μέν ἐστιν ὁ ἐξ ἀμφοτέρων σημαινόμενος (ὁ γὰρ λόγος σὰρξ ἐγένετο ), τὰ δὲ περὶ τῆς θεότητος αὐτοῦ καὶ τῆς ἐνανθρωπήσεως εἰρημένα ῥήματα ἰδίαν καὶ κατάλληλον ἔχει πρὸς ἕκαστον τῶν λεγομένων τὴν ἑρμηνείαν.

καὶ ὁ τὰ ἀνθρώπινα τοῦ λόγου γράφων οἶδε καὶ τὰ περὶ τῆς θεότητος αὐτοῦ καὶ ὁ περὶ τῆς θεότητος ἐξηγούμενος οὐκ ἀγνοεῖ τὰ ἴδια τῆς ἐνσάρκου παρουσίας αὐτοῦ, ἀλλ’ ἕκαστον ὡς ἐπιστήμων καὶ δόκιμος τραπεζίτης διακρίνων κατ’ ὀρθὸν τῆς εὐσεβείας βαδιεῖται. ὅτε γοῦν αὐτὸν κλαίοντα λέγει, οἶδεν ὅτι ἄνθρωπος γενόμενος ὁ κύριος δείκνυσι τὸ μὲν κλαίειν τοῦ ἀνθρωπίνου, ἐγείρει δὲ Λάζαρον ὡς θεός, καὶ πεινῶντα μὲν αὐτὸν καὶ διψῶντα οἶδε σωματικῶς, θεικῶς δὲ χορτάζοντα ἀπὸ πέντε ἄρτων πεντακισχιλίους, καὶ κείμενον μὲν οἶδεν ἐν μνημείῳ σῶμα ἀνθρώπινον, ἐγειρόμενον δὲ ὡς θεοῦ σῶμα παρ’ αὐτοῦ τοῦ λόγου.

Chapter 10

Ταῦτα καὶ Διονύσιος διδάσκων ἐν μὲν τῇ πρὸς Εὐφράνορα καὶ Ἀμμώνιον ἐπιστολῇ περὶ τῶν ἀνθρωπίνως εἰρημένων περὶ τοῦ σωτῆρος διὰ Σαβέλλιον ἔγραψεν (ἀνθρωπίνως γάρ ἐστιν εἰρημένα περὶ αὐτοῦ τὸ ἐγὼ ἡ ἄμπελος, ὁ πατὴρ ὁ γεωργὸς καὶ τὸ πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν καὶ τὸ ἔκτισε καὶ τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων ), οὐκ ἠγνόει δὲ τὸ ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοὶ καὶ τὸ ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν πατέρα .

ταῦτα γὰρ αὐτὸν ἐν ταῖς ἄλλαις ἐπιστολαῖς ἔγνωμεν γράψαντα· καὶ γὰρ κἀκεῖ ταῦτα γράφων ἐμνημόνευσε τῶν ἀνθρωπίνων τοῦ κυρίου. ὥσπερ γὰρ ἐν μορφῇ θεοῦ ὢν οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν καὶ πλούσιος ὢν ἐπτώχευσε δι’ ἡμᾶς , οὕτως ὄντων ὑψηλῶν καὶ πλουσίων τῶν περὶ τῆς θεότητος αὐτοῦ λόγων εἰσὶ καὶ αἱ περὶ τῆς ἐνσάρκου παρουσίας αὐτοῦ ταπειναὶ καὶ πτωχαὶ λέξεις.

ὅτι δὲ ἀνθρωπίνως εἴρηται ταῦτα περὶ τοῦ σωτῆρος, σκοπεῖν ἐντεῦθεν προσήκει· ὁ μὲν γεωργὸς ξένος ἐστὶ κατ’ οὐσίαν τῆς ἀμπέλου, τὰ δὲ κλήματα ὁμοούσια καὶ συγγενῆ καὶ ἀδιαίρετα τῆς ἀμπέλου τυγχάνει ὄντα καὶ μίαν ἔχει καὶ τὴν αὐτὴν γένεσιν ταῦτά τε καὶ ἡ ἄμπελος. ἔστι δέ, ὡς εἶπεν ὁ κύριος, αὐτὸς ἡ ἄμπελος, ἡμεῖς τὰ κλήματα .

εἰ μὲν οὖν ὁμοούσιός ἐστιν ἡμῖν ὁ υἱὸς καὶ τὴν αὐτὴν ἡμῖν ἔχει γένεσιν, ἔστω κατὰ τοῦτο καὶ ὁ υἱὸς ἀλλότριος κατ’ οὐσίαν τοῦ πατρός, ὥσπερ καὶ ἡ ἄμπελος τοῦ γεωργοῦ, εἰ δὲ ἄλλος ἐστὶν ὁ υἱὸς παρ’ ὅ ἐσμεν ἡμεῖς, κἀκεῖνος μὲν λόγος τοῦ πατρός, ἡμεῖς δὲ ἐκ γῆς γεγόναμεν καὶ τοῦ Ἀδάμ ἐσμεν ἔκγονοι, οὐκ ὀφείλει τὸ ῥητὸν εἰς τὴν θεότητα ἀναφέρεσθαι τοῦ λόγου, ἀλλὰ λοιπὸν εἰς τὴν ἀνθρωπίνην αὐτοῦ παρουσίαν, ἐπεὶ καὶ οὕτως εἴρηκεν ὁ σωτήρ· ἐγὼ ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα, ὁ πατὴρ ὁ γεωργός.

ἡμεῖς γὰρ τοῦ κυρίου κατὰ τὸ σῶμα συγγενεῖς ἐσμεν καὶ αὐτὸς διὰ τοῦτο εἶπεν· ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου . καὶ ὥσπερ ἐστὶ τὰ κλήματα ὁμοούσια τῆς ἀμπέλου καὶ ἐξ αὐτῆς, οὕτως καὶ ἡμεῖς ὁμογενῆ τὰ σώματα ἔχοντες τῷ σώματι τοῦ κυρίου ἐκ τοῦ πληρώματος αὐτοῦ λαμβάνομεν, κἀκεῖνο ῥίζαν ἔχομεν εἰς τὴν ἀνάστασιν καὶ τὴν σωτηρίαν. ὁ δὲ πατὴρ εἴρηται ὁ γεωργός· αὐτὸς γὰρ εἰργάσατο διὰ τοῦ λόγου τὴν ἄμπελον, ἥτις ἐστὶ τὸ ἀνθρώπινον τοῦ σωτῆρος, καὶ αὐτὸς δι’ αὐτοῦ τοῦ λόγου τὴν εἰς βασιλείαν ὁδὸν ἡμῖν ἡτοίμασε, καὶ οὐδεὶς ἔρχεται πρὸς τὸν κύριον, εἰ μὴ ὁ πατὴρ αὐτὸν ἑλκύσει πρὸς αὐτόν .

Chapter 11

Ταύτην δὲ τοῦ ῥητοῦ τὴν ἑρμηνείαν ἔχοντος ἀνάγκη περὶ τῆς οὕτως λεγομένης ἀμπέλου γράφεσθαι πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν , καὶ τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων καὶ τὸ ἔκτισεν . ὅτε γὰρ ἔλαβεν ὅπερ εἶχε προσενεγκεῖν ὑπὲρ ἡμῶν, ἦν δὲ τοῦτο τὸ ἐκ Μαρίας τῆς παρθένου σῶμα, τότε καὶ ἐκτίσθαι καὶ πεποιῆσθαι καὶ γεγενῆσθαι περὶ αὐτοῦ γέγραπται· ἀνθρώποις γὰρ ἁρμόζουσιν αἱ τοιαῦται λέξεις· ἄλλως τε οὐ μετὰ τὸ σῶμα γέγονε κρείττων τῶν ἀγγέλων, ἵνα μὴ τὸ πρὶν ἐλάττων ἢ ἴσος αὐτῶν φαίνηται.

ἀλλὰ πρὸς Ἰουδαίους γράφων καὶ τὴν ἀνθρωπίνην τοῦ κυρίου διακονίαν συγκρίνων τῇ Μωσέως ἔφησε· τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων· διὰ γὰρ ἀγγέλων ὁ νόμος ἐλαλήθη · διότι ὁ μὲν νόμος διὰ Μωσέως ἐδόθη, ἡ δὲ χάρις διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο καὶ τοῦ πνεύματος ἡ χορηγία. καὶ τότε μὲν ἀπὸ Δὰν καὶ μέχρι Βηρσαβεὲ ὁ νόμος κατηγγέλλετο, νῦν δὲ εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ τὰ ἔθνη τὸν Χριστὸν προσκυνοῦσι καὶ δι’ αὐτοῦ τὸν πατέρα γινώσκουσιν. ἀνθρωπίνως ἄρα περὶ τοῦ σωτῆρος ἐκεῖνα γέγραπται καὶ οὐκ ἔστιν ἄλλως.

Chapter 12

Ἆρ’ οὖν, ὡς οἱ χριστομάχοι θρυλοῦσι, Διονύσιος τὰ ἀνθρώπινα τοῦ υἱοῦ γράφων καὶ λέγων οὕτως ποίημα αὐτὸν ἕνα τῶν ἀνθρώπων ἔλεγεν αὐτὸν εἶναι; ἢ λέγων μὴ εἶναι τὸν λόγον ἴδιον τῆς τοῦ πατρὸς οὐσίας ἐφρόνει τοῦτον ὁμοούσιον ἡμῶν εἶναι τῶν ἀνθρώπων; καὶ μὴν οὐχ οὕτως ἔγραψεν ἐν ταῖς ἄλλαις ἐπιστολαῖς, ἀλλὰ καὶ ὀρθῶς φρονῶν ἐν αὐταῖς φαίνεται καὶ δύναται δι’ αὐτῶν βοῆσαι κατὰ τούτων λέγων· οὔκ εἰμι τῆς αὐτῆς ὑμῖν δόξης, ὦ θεομάχοι, οὐδὲ τὰ ἡμέτερα πρόφασιν Ἀρείῳ παρέσχεν εἰς ἀσέβειαν.

ἀλλὰ πρὸς Ἄμμωνα καὶ Εὐφράνορα διὰ τοὺς Σαβελλίζοντας γράφων ἐμνήσθην τοῦ γεωργοῦ καὶ τῆς ἀμπέλου καὶ τῶν τοιούτων ἄλλων ῥητῶν, ἵνα τὰ ἀνθρώπινα τοῦ κυρίου δείξας πείσω μὴ λέγειν ἐκείνους, ὅτι ὁ πατήρ ἐστιν ὁ γενόμενος ἄνθρωπος. ὡς γὰρ ὁ γεωργὸς οὐκ ἔστιν ἄμπελος, οὕτως οὐκ ἔστιν ὁ ἐν τῷ σώματι γενόμενος ὁ πατὴρ ἀλλ’ ὁ λόγος, καὶ ὁ λόγος δὲ ἐν τῇ ἀμπέλῳ γενόμενος ἄμπελος ἐκλήθη διὰ τὴν πρὸς τὰ κλήματα, ἅπερ ἐσμὲν ἡμεῖς, σωματικὴν συγγένειαν. ταύτῃ μὲν οὖν τῇ διανοίᾳ τὴν πρὸς Εὐφράνορα καὶ Ἀμμώνιον ἔγραψα ἐπιστολήν, πρὸς δὲ τὴν ὑμῶν ἀναίδειαν τὰς ἑτέρας ἐπιστολὰς τὰς παρ’ ἐμοῦ γραφείσας ἀντιτίθημι, ἵνα γνῶσιν οἱ φρόνιμοι τὴν ἐν αὐταῖς ἀπολογίαν καὶ τῆς ἐν Χριστῷ πίστεως τὴν ὀρθήν μου φρόνησιν.

ἔδει μὲν οὖν καὶ τοὺς Ἀρειανούς, εἴπερ εἶχον ὑγιαίνοντα τὸν νοῦν, τοιαῦτα λογίζεσθαι καὶ φρονεῖν περὶ τοῦ ἐπισκόπου, πάντα γὰρ ἐνώπια τοῖς συνιοῦσίν ἐστι καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν . ἐπειδὴ δὲ μὴ μαθόντες τὴν πίστιν τῆς καθολικῆς ἐκκλησίας πεπτώκασιν εἰς ἀσέβειαν καὶ λοιπὸν τὸν νοῦν πεπηρωμένοι νομίζουσιν εἶναι καὶ τὰ ὀρθὰ στρεβλὰ καὶ λέγουσι τὸ μὲν φῶς σκότος, τὸ δὲ σκότος νομίζουσιν εἶναι φῶς, ἀναγκαῖον καὶ τὰ ἐκ τῶν ἄλλων ἐπιστολῶν τοῦ Διονυσίου παραθέσθαι καὶ τὸ αἴτιον αὐτῶν πρὸς πλείονα κατάγνωσιν τῶν αἱρετικῶν. ἐξ αὐτῶν γὰρ καὶ ἡμεῖς μαθόντες οὕτω περὶ τοῦ ἀνδρὸς φρονοῦμεν καὶ γράφομεν.

Chapter 13

Ἡ δὲ πρόφασις, δι’ ἣν ἔγραψε τὰς ἄλλας ἐπιστολάς, ἔστιν αὕτη. Διονυσίου τοῦ ἐπισκόπου μαθόντος περὶ τῶν ἐν Πενταπόλει καὶ ζήλῳ τῆς εὐσεβείας γράψαντος, καθὰ προεῖπον, κατὰ τῆς αἱρέσεως Σαβελλίου τὴν πρὸς Εὐφράνορα καὶ Ἀμμώνιον ἐπιστολήν, τινὲς τῶν ἀπὸ τῆς ἐκκλησίας ἀδελφῶν φρονοῦντες μὲν ὀρθῶς, μὴ ἐρωτήσαντες δὲ αὐτόν, ἵνα παρ’ αὐτοῦ μάθωσι πῶς ἔγραψεν, ἀνῆλθον πρὸς τὴν Ῥώμην καὶ κατειρήκασιν αὐτοῦ παρὰ τῷ ὁμωνύμῳ αὐτοῦ Διονυσίῳ τῷ ἐπισκόπῳ Ῥώμης.

κἀκεῖνος ἀκούσας ἔγραψεν ὁμοῦ κατά τε τῶν τὰ Σαβελλίου δοξαζόντων καὶ κατὰ τῶν φρονούντων ταῦτα, ἅπερ καὶ Ἄρειος λέγων ἐξεβλήθη τῆς ἐκκλησίας, ἴσην καὶ κατὰ διάμετρον ἀσέβειαν εἶναι λέγων τήν τε Σαβελλίου καὶ τὴν τῶν λεγόντων κτίσμα καὶ ποίημα καὶ γενητὸν εἶναι τὸν τοῦ θεοῦ λόγον.

ἐπέστειλε δὲ καὶ Διονυσίῳ δηλῶσαι περὶ ὧν εἰρήκασι κατ’ αὐτοῦ. καὶ ἀντέγραψεν εὐθὺς αὐτὸς καὶ ἐπέγραψε τὰ βιβλία ἐλέγχου καὶ ἀπολογίας. ἐνταῦθα τὸ μυσαρὸν ἐργαστήριον τῶν θεομάχων κατανόει καὶ πῶς αὐτοὶ καθ’ ἑαυτῶν τὴν αἰσχύνην ἐκίνησαν. Διονυσίου γὰρ τοῦ ἐπισκόπου Ῥώμης γράψαντος καὶ κατὰ τῶν λεγόντων κτίσμα καὶ ποίημα τὸν υἱὸν τοῦ θεοῦ δείκνυται μὴ νῦν πρῶτον ἀλλ’ ἔκπαλαι παρὰ πάντων ἀναθεματισθεῖσα τῶν χριστομάχων Ἀρειανῶν ἡ αἵρεσις. ἔπειτα Διονυσίου τοῦ ἐπισκόπου τῆς Ἀλεξανδρείας ἀπολογουμένου περὶ ἧς ἔγραψεν ἐπιστολῆς, φαίνεται καὶ αὐτὸς μήτε οὕτως φρονήσας, ὡς αὐτοὶ λέγουσι, μήτε ὅλως τὴν Ἀρείου κακοδοξίαν ἐσχηκώς.

Chapter 14

Καὶ ἀρκεῖ μὲν εἰς τελείαν κατάγνωσιν τῶν Ἀρειανῶν καὶ εἰς ἀπόδειξιν τῆς συκοφαντίας αὐτῶν τὸ καὶ μόνον ἀπολογήσασθαι τὸν Διονύσιον καὶ περὶ ὧν οὗτοι τεθρυλήκασιν. οὐ γὰρ ὡς φιλονεικῶν ἀντέγραψεν, ἀλλ’ ἀπολογούμενος περὶ ὧν ὑπωπτεύθη· ὁ δὲ ἀπολογούμενος περὶ ὧν κατηγορήθη τί ἕτερον ποιεῖ ἢ λύει μὲν πᾶν ἔγκλημα ὑποπτευθὲν κατ’ αὐτοῦ, ἐλέγχει δὲ καὶ ἐν τούτῳ συκοφάντας τοὺς Ἀρειομανίτας; ἵνα δὲ καὶ ἐξ ὧν ἀπολογούμενος ἔγραψε πλέον αἰσχυνθῶσιν οὗτοι, φέρε σοι καὶ τὰς λέξεις αὐτοῦ παραθῶμαι.

γνώσῃ γὰρ ἀπ’ αὐτῶν, ὅτι οἱ μὲν Ἀρειανοὶ κακόφρονές εἰσιν, ὁ δὲ Διονύσιος ἀλλότριος τῆς ἐκείνων ἑτεροδοξίας ἐστί. πρῶτον μὲν οὖν ἐλέγχου καὶ ἀπολογίας ἐπέγραψεν ἑαυτοῦ τὴν ἐπιστολήν· τοῦτο δὲ τί ἐστιν ἢ ὅτι τοὺς μὲν ψευδομένους ἐλέγχει, περὶ δὲ ὧν ἔγραψεν ἀπολογεῖται δεικνὺς ὅτι μὴ ὡς Ἄρειος ὑπενόησεν ἔγραψεν αὐτός, ἀλλ’ ὅτι τῶν ἀνθρωπίνως εἰρημένων περὶ τοῦ κυρίου μνησθεὶς οὐκ ἠγνόει τοῦτον εἶναι λόγον καὶ σοφίαν ἀδιαίρετον τοῦ πατρός;

ἔπειτα αἰτιᾶται τοὺς κατειπόντας αὐτοῦ ὡς μὴ ὁλοκλήρους λέγοντας ἀλλὰ περικόπτοντας αὐτοῦ τὰς λέξεις καὶ ὡς μὴ καλῇ συνειδήσει ἀλλὰ πονηρᾷ λαλοῦντας ὡς θέλουσι· τούτους τε τούτοις ἀπεικάζει τοῖς τὰς τοῦ μακαρίου ἀποστόλου διαβάλλουσιν ἐπιστολάς. ἡ δὲ τοιαύτη μέμψις αὐτοῦ πάντως ἀπὸ φαύλης ὑποψίας αὐτὸν ἀπολύει. εἰ γὰρ τοὺς Παύλου κατειπόντας οὕτως ἡγεῖται ὡς τοὺς αὐτοῦ κατειπόντας, οὐδὲν ἕτερον δείκνυσιν ἢ ὅτι τὰ τοῦ Παύλου φρονῶν οὕτως ἔγραψεν.

ἀμέλει καὶ πρὸς ἕκαστον τῶν ὑπὸ τῶν κατηγόρων εἰρημένων ἀπαντῶν πάντα τὰ παρ’ αὐτῶν προφερόμενα θεραπεύει, καὶ Σαβέλλιον μὲν ἐν ἐκείνοις ἀνατρέπει, ἐν τούτοις δὲ δείκνυσιν ὁλόκληρον ἑαυτοῦ τὴν εὐσεβῆ πίστιν. φασκόντων τοίνυν ἐκείνων φρονεῖν τὸν Διονύσιον οὐκ ἀεὶ ἦν ὁ θεὸς πατήρ, οὐκ ἀεὶ ἦν ὁ υἱός, ἀλλ’ ὁ μὲν θεὸς ἦν χωρὶς τοῦ λόγου, αὐτὸς δὲ ὁ υἱὸς οὐκ ἦν πρὶν γεννηθῇ, ἀλλ’ ἦν ποτε ὅτε οὐκ ἦν, οὐ γὰρ ἀίδιός ἐστιν, ἀλλ’ ὕστερον ἐπιγέγονεν, ὅρα πῶς ἀποκρίνεται.

τὰ μὲν οὖν πλεῖστα τῶν αὐτοῦ ῥημάτων, ἅπερ ἢ ζητῶν ἐξετάζει ἢ συλλογιζόμενος συνάγει ἢ ἐρωτῶν ἐλέγχει ἢ τοὺς κατειρηκότας αἰτιᾶται, ταῦτα παρεὶς διὰ τὸ μῆκος τῶν λόγων μόνα τὰ πρὸς τὴν κατηγορίαν ἀναγκαῖα τίθημι. ἀπολογούμενος τοίνυν πρὸς ἐκεῖνα γράφει ταῖς λέξεσι ταύταις ἐν τῷ πρώτῳ τῷ ἐπιγραφομένῳ ἐλέγχου καὶ ἀπολογίας μεθ’ ἕτερα οὕτως·

Chapter 15

Οὐ γὰρ ἦν ὅτε ὁ θεὸς οὐκ ἦν πατήρ. καὶ τοῦτο οἶδεν ἐν τοῖς ἑξῆς· ἀεὶ τὸν Χριστὸν εἶναι, λόγον ὄντα καὶ σοφίαν καὶ δύναμιν, οὐ γὰρ δὴ τούτων ἄγονος ὢν ὁ θεὸς εἶτα ἐπαιδοποιήσατο, ἀλλ’ ὅτι μὴ παρ’ ἑαυτοῦ ὁ υἱὸς ἀλλ’ ἐκ τοῦ πατρὸς ἔχει τὸ εἶναι .

καὶ μετ’ ὀλίγα πάλιν περὶ τοῦ αὐτοῦ φησιν· ἀπαύγασμα δὲ ὢν φωτὸς ἀιδίου πάντως καὶ αὐτὸς ἀίδιός ἐστιν. ὄντος γὰρ ἀεὶ τοῦ φωτὸς δῆλον ὡς ἔστιν ἀεὶ τὸ ἀπαύγασμα. τούτῳ γὰρ καὶ ὅτι φῶς ἐστι τῷ καταυγάζειν νοεῖται, καὶ φῶς οὐ δύναται μὴ φωτίζον εἶναι.

πάλιν γὰρ ἔλθωμεν ἐπὶ τὰ παραδείγματα. εἰ ἔστιν ἥλιος, ἔστιν αὐγή, ἔστιν ἡμέρα· εἰ τοιούτων μηδὲν ἔστι, πολύ γε δεῖ καὶ παρεῖναι ἥλιον. εἰ μὲν οὖν ἀίδιος ὁ ἥλιος, ἄπαυστος ἂν ἦν καὶ ἡ ἡμέρα, νῦν δέ (οὐ γάρ ἐστιν) ἀρξαμένου τε ἤρξατο καὶ παυομένου παύεται. ὁ δέ γε θεὸς αἰώνιόν ἐστι φῶς οὔτε ἀρξάμενον οὔτε λῆξόν ποτε. οὐκοῦν αἰώνιον πρόκειται καὶ σύνεστιν αὐτῷ τὸ ἀπαύγασμα, ἄναρχον καὶ ἀειγενὲς προφαινόμενον αὐτοῦ, ὅπερ ἐστὶν ἡ λέγουσα σοφία ἐγὼ ἤμην ᾗ προσέχαιρε· καθ’ ἡμέραν δὲ ηὐφραινόμην ἐν προσώπῳ αὐτοῦ ἐν παντὶ καιρῷ.

καὶ αὖθις ἐπάγει μετ’ ὀλίγα περὶ τοῦ αὐτοῦ λέγων· ὄντος οὖν αἰωνίου τοῦ πατρὸς αἰώνιος ὁ υἱός ἐστι, φῶς ἐκ φωτὸς ὤν· ὄντος γὰρ γονέως ἔστι καὶ τέκνον. εἰ δὲ μὴ τέκνον εἴη, πῶς καὶ τίνος εἶναι δύναται γονεύς; ἀλλ’ εἰσὶν ἄμφω καὶ εἰσὶν ἀεί.

εἶτα πάλιν προστίθησι ταῦτα· φωτὸς μὲν οὖν ὄντος τοῦ θεοῦ ὁ Χριστός ἐστιν ἀπαύγασμα. πνεύματος δὲ ὄντος (πνεῦμα γάρ, φησίν, ὁ θεός ), ἀναλόγως πάλιν ὁ Χριστὸς ἀτμὶς λέλεκται· ἀτμὶς γάρ, φησίν, ἐστὶ τῆς τοῦ θεοῦ δυνάμεως .

καὶ ἐκ τοῦ δευτέρου πάλιν φησί· μόνος δὲ ὁ υἱὸς ἀεὶ συνὼν τῷ πατρὶ καὶ τοῦ ὄντος πληρούμενος καὶ αὐτός ἐστιν ὢν ἐκ τοῦ πατρός.

Chapter 16

Ταῦτα εἰ μὲν ἀμφιβόλως εἴρηται, χρείαν εἶχε τοῦ ἑρμηνεύοντος, ἐπειδὴ δὲ λευκῶς καὶ πολλάκις περὶ τῶν αὐτῶν ἔγραψεν, ὁ μὲν Ἄρειος τριζέτω τοὺς ὀδόντας ὁρῶν τὴν αἵρεσιν αὐτοῦ καταστρεφομένην ὑπὸ Διονυσίου καὶ ἀκούων, ἅπερ μὴ βούλεται, λέγοντος αὐτοῦ· ἀεὶ ὁ θεὸς πατὴρ ἦν καὶ ὁ υἱὸς οὐχ ἁπλῶς ἀίδιός ἐστιν, ἀλλὰ τοῦ πατρὸς ἀιδίου ὄντος ἀίδιος ἂν εἴη καὶ ὁ υἱός, καὶ σύνεστιν αὐτῷ ὡς τῷ φωτὶ τὸ ἀπαύγασμα.

οἱ δὲ κἂν μόνον ὑπονοήσαντες Διονύσιον τὰ Ἀρείου φρονεῖν κατατιθέσθωσαν τὴν περὶ αὐτοῦ τοιαύτην δυσφημίαν. ποία γὰρ κοινωνία τούτοις ἐστί, τοῦ μὲν Ἀρείου λέγοντος· οὐκ ἦν ὁ υἱὸς πρὶν γεννηθῇ, ἀλλ’ ἦν ποτε ὅτε οὐκ ἦν, τοῦ δὲ Διονυσίου διδάσκοντος· ὁ δέ γε θεὸς αἰώνιόν ἐστι φῶς οὔτε ἀρξάμενον οὔτε λῆξόν ποτε· οὐκοῦν αἰώνιον πρόκειται καὶ σύνεστιν αὐτῷ τὸ ἀπαύγασμα, ἄναρχον καὶ ἀειγενὲς προφαινόμενον αὐτοῦ;

καὶ γὰρ καὶ πρὸς τὴν ἄλλην ὑποψίαν τῶν λεγόντων, ὅτι πατέρα λέγων ὁ Διονύσιος οὐκ ὀνομάζει τὸν υἱὸν καὶ πάλιν υἱὸν λέγων οὐκ ὀνομάζει τὸν πατέρα, ἀλλὰ διαιρεῖ καὶ μακρύνει καὶ μερίζει τὸν υἱὸν ἀπὸ τοῦ πατρός, ἀποκρίνεται καὶ δυσωπεῖ τούτους λέγων ἐν τῷ δευτέρῳ βιβλίῳ·

Chapter 17

Τῶν ὑπ’ ἐμοῦ λεχθέντων ὀνομάτων ἕκαστον ἀχώριστόν ἐστι καὶ ἀδιαίρετον τοῦ πλησίον. πατέρα εἶπον, καὶ πρὶν ἐπαγάγω τὸν υἱόν, ἐσήμανα καὶ τοῦτον ἐν τῷ πατρί· υἱὸν ἐπήγαγον, εἰ καὶ μὴ προειρήκειν τὸν πατέρα, πάντως ἂν ἐν τῷ υἱῷ προείληπτο. ἅγιον πνεῦμα προσέθηκα, ἀλλ’ ἅμα καὶ πόθεν καὶ διὰ τίνος ἧκεν ἐφήρμοσα. οἱ δὲ οὐκ ἴσασιν, ὅτι μήτε ἀπηλλοτρίωται πατὴρ υἱοῦ ᾗ πατήρ, προκαταρκτικὸν γάρ ἐστι τῆς συναφείας τὸ ὄνομα, οὔτε ὁ υἱὸς ἀπῴκισται τοῦ πατρός. ἡ γὰρ πατὴρ προσηγορία δηλοῖ τὴν κοινωνίαν, ἔν τε ταῖς χερσὶν αὐτῶν ἐστι τὸ πνεῦμα μήτε τοῦ πέμποντος μήτε τοῦ φέροντος δυνάμενον στέρεσθαι.

πῶς οὖν ὁ τούτοις χρώμενος τοῖς ὀνόμασι μεμερίσθαι ταῦτα καὶ ἀφωρίσθαι παντελῶς ἀλλήλων οἴομαι; καὶ μετ’ ὀλίγα ἐπάγει λέγων· οὕτω μὲν ἡμεῖς εἴς τε τὴν τριάδα τὴν μονάδα πλατύνομεν ἀδιαίρετον, καὶ τὴν τριάδα πάλιν ἀμείωτον εἰς τὴν μονάδα συγκεφαλαιούμεθα.

Chapter 18

Εἶτα καὶ αἰτιωμένων αὐτὸν ὡς ἕνα λέγοντα τῶν γενητῶν εἶναι τὸν υἱὸν καὶ μὴ ὁμοούσιον τῷ πατρί, αὐτὸς πάλιν ἐν μὲν τῷ πρώτῳ βιβλίῳ τοὺς τοιούτους διελέγχει λέγων· πλὴν ἐγὼ γενητά τινα καὶ ποιητά τινα φήσας νοεῖσθαι τῶν μὲν τοιούτων ὡς ἀχρειοτέρων ἐξ ἐπιδρομῆς εἶπον παραδείγματα, ἐπεὶ μήτε τὸ φυτὸν ταὐτὸν ἔφην τῷ γεωργῷ μήτε τῷ ναυπηγῷ τὸ σκάφος.

εἶτα τοῖς ἱκνουμένοις καὶ προσφυεστέροις ἐνδιέτριψα καὶ πλέον διεξῆλθον περὶ τῶν ἀληθεστέρων ποικίλα προσεξευρὼν τεκμήρια, ἅπερ καὶ σοὶ δι’ ἄλλης ἐπιστολῆς ἔγραψα, ἐν οἷς ἤλεγξα καὶ ὃ προφέρουσιν ἔγκλημα, κατ’ ἐμοῦ ψεῦδος ὄν, ὡς οὐ λέγοντος τὸν Χριστὸν ὁμοούσιον εἶναι τῷ θεῷ. εἰ γὰρ καὶ τὸ ὄνομα τοῦτό φημι μὴ εὑρηκέναι μηδ’ ἀνεγνωκέναι που τῶν ἁγίων γραφῶν, ἀλλά γε τὰ ἐπιχειρήματά μου τὰ ἑξῆς, ἃ σεσιωπήκασι, τῆς διανοίας ταύτης οὐκ ἀπᾴδει. καὶ γὰρ ἀνθρωπείαν γονὴν παρεθέμην δῆλον ὡς οὖσαν ὁμογενῆ, φήσας πάντως τοὺς γονεῖς μόνον ἑτέρους εἶναι τῶν τέκνων, ὅτι μὴ αὐτοὶ εἶεν τὰ τέκνα, ἢ μήτε γονεῖς ἀναγκαῖον ὑπάρχειν εἶναι μήτε τέκνα.

καὶ τὴν μὲν ἐπιστολήν, ὡς προεῖπον, διὰ τὰς περιστάσεις οὐκ ἔχω προκομίσαι· εἰ δ’ οὖν, αὐτά σοι τὰ τότε ῥήματα, μᾶλλον δὲ καὶ πάσης ἂν ἔπεμψα τὸ ἀντίγραφον· ὅπερ ἂν εὐπορήσω, ποιήσω. οἶδα δὲ καὶ μέμνημαι πλείονα προσθεὶς τῶν συγγενῶν ὁμοιώματα· καὶ γὰρ καὶ φυτὸν εἶπον ἀπὸ σπέρματος ἢ ἀπὸ ῥίζης ἀνελθὸν ἕτερον εἶναι τοῦ ὅθεν ἐβλάστησε, καὶ πάντως ἐκείνῳ καθέστηκεν ὁμοφυές. καὶ ποταμὸν ἀπὸ πηγῆς ῥέοντα ἕτερον σχῆμα καὶ ὄνομα μετειληφέναι· μήτε γὰρ τὴν πηγὴν ποταμὸν μήτε τὸν ποταμὸν πηγὴν λέγεσθαι καὶ ἀμφότερα ὑπάρχειν καὶ τὴν μὲν πηγὴν οἱονεὶ πατέρα εἶναι, τὸν δὲ ποταμὸν εἶναι τὸ ἐκ τῆς πηγῆς ὕδωρ.

ἀλλὰ ταῦτα μὲν καὶ τὰ τοιαῦτα μηδὲ ὁρᾶν γεγραμμένα, ἀλλ’ οἱονεὶ τυφλώττειν ὑποκρίνονται· τοῖς δὲ δυσὶ ῥηματίοις ἀσυνθέτοις καθάπερ λίθοις μακρόθεν ἐπιχειροῦσίν με βάλλειν ἀγνοοῦντες ὡς τῶν ἀγνοουμένων καὶ προσαγωγῆς εἰς ἐπίγνωσιν δεομένων οὐ μόνον ἀλλοῖα πολλάκις, ἀλλὰ καὶ ὑπεναντία τεκμήρια γίνεται τῶν ἐπιζητουμένων δηλώματα.

ἐν δὲ τῷ τρίτῳ βιβλίῳ φησί· ζωὴ ἐκ ζωῆς ἐγεννήθη καὶ ὥσπερ ποταμὸς ἀπὸ πηγῆς ἔρρευσε καὶ ἀπὸ φωτὸς ἀσβέστου λαμπρὸν φῶς ἀνήφθη.

Chapter 19

Τίς τούτων ἀκούων οὐ μανίας λοιπὸν καταψηφίσεται τῶν ὑπονοούντων Διονύσιον τὰ Ἀρείου φρονεῖν; ἰδοὺ γὰρ διὰ τούτων φανερῶς πᾶσαν αὐτοῦ πατεῖ τὴν αἵρεσιν τοῖς τῆς ἀληθείας λογισμοῖς. τὸ μὲν γὰρ οὐκ ἦν πρὶν γεννηθῇ καὶ τὸ ἦν ποτε ὅτε οὐκ ἦν ἀναιρεῖ τῷ τοῦ ἀπαυγάσματος λόγῳ καὶ λέγων, ὅτι τούτου ὁ πατὴρ οὐκ ἦν ποτε ἄγονος, τὸ δὲ ἐξ οὐκ ὄντων αὐτῶν ἀναιρεῖ ἐν τῷ λέγειν, τὸν λόγον εἶναι ὡς ποταμὸν ἀπὸ πηγῆς καὶ βλαστὸν ἀπὸ ῥίζης καὶ τέκνον ἀπὸ γονέως καὶ φῶς ἐκ φωτὸς καὶ ζωὴν ἐκ ζωῆς· καὶ τὸ μὲν ἀποσχοινίζειν καὶ διαιρεῖν αὐτοὺς τὸν λόγον ἀπὸ τοῦ θεοῦ διαβάλλει λέγων αὐτὸς ἀδιαίρετον καὶ ἀμείωτον τὴν τριάδα εἰς μονάδα συγκεφαλαιοῦσθαι, τὸ δὲ λέγειν αὐτοὺς ἀλλότριον εἶναι τὸν υἱὸν τῆς τοῦ πατρὸς οὐσίας ἄντικρυς πατεῖ λέγων ὁμοούσιον εἶναι τοῦ πατρὸς τὸν υἱόν.

ἐφ’ ᾧ καὶ θαυμάσειεν ἄν τις τὴν ἀναίδειαν τῶν δυσσεβῶν, πῶς Διονυσίου, ὃν λέγουσιν ὁμόδοξον ἑαυτῶν εἶναι, λέγοντος ὁμοούσιον τὸν υἱόν, αὐτοὶ περιέρχονται ὡς κώνωπες περιβομβοῦντες, ὡς οὐκ ὀρθῶς γραψάσης τῆς συνόδου τὸ ὁμοούσιον.

εἰ γὰρ Διονύσιός ἐστιν αὐτοῖς φίλος, μὴ ἀρνείσθωσαν τὰ τοῦ ὁμόφρονος· εἰ δὲ νομίζουσι μὴ ὀρθῶς εἰρῆσθαι, πῶς τὸν τοῦτο λέγοντα Διονύσιον θρυλοῦσιν ὡς τὰ αὐτῶν φρονοῦντα; μάλιστα ὅτι οὐδὲ ἐκ παρέργου ταῦτα λέγων φαίνεται, ἀλλὰ πρότερον ἄλλας ἐπιστολὰς γράψας τοὺς μὲν κατειρηκότας αὐτοῦ ὡς μὴ λέγοντος ὁμοούσιον τὸν υἱὸν τῷ πατρὶ διελέγχει ψευδομένους, τοὺς δὲ νομίζοντας αὐτὸν λέγειν γενητὸν τὸν λόγον παρακρούεται, ὅτι μὴ οὕτως ὡς νομίζουσιν ἐφρόνησεν, ἀλλ’ εἰ καὶ τὰς λέξεις εἴρηκε, διὰ τοῦτό φησιν εἰρηκέναι πρὸς τὸ μόνον δεῖξαι, ὅτι μὴ ὁ πατήρ ἐστιν ἀλλ’ ὁ υἱὸς ὁ τὸ γενητὸν καὶ κτιστὸν καὶ ποιητὸν ἐνδυσάμενος σῶμα· διὸ καὶ γεγενῆσθαι καὶ πεποιῆσθαι καὶ ἐκτίσθαι λέγεται ὁ υἱός.

Chapter 20

Ἀμέλει ἐπειδὴ προελήφθη γράψαι τὰς τοιαύτας λέξεις, τοῖς μὲν Ἀρειανοῖς μακρὰ φράζει χαίρειν, παρὰ δὲ τῶν ἀκουόντων συνείδησιν ἀγαθὴν ἀπαιτεῖ τὸ δυσχερὲς ἢ τάχα καὶ τὸ ἀπερίδρακτον τῶν ζητουμένων προβαλλόμενος, ἵνα μὴ τὰς λέξεις ἀλλὰ τὴν διάνοιαν τοῦ γράφοντος κρίνωσι, καὶ μάλισθ’ ὅταν τὰ πλεῖστα μαρτυρῇ τῇ τούτου φρονήσει. ἔφησε γοῦν καὶ αὐτὸς ὅτι τῶν μὲν τοιούτων ὡς ἀχρειοτέρων ἐξ ἐπιδρομῆς εἶπον τὰ παραδείγματα τὸ φυτὸν καὶ τὸν γεωργόν· τοῖς δὲ προσφυεστέροις ἐνδιέτριψα καὶ πλέον διεξῆλθον περὶ τῶν ἀληθεστέρων.

ὁ δὲ τοῦτο λέγων δείκνυσιν ἀληθέστερον εἶναι τὸ λέγειν ἀίδιον καὶ ἐκ τοῦ πατρὸς τὸν υἱὸν ἤπερ γενητόν. ἐκ τούτου μὲν γὰρ τὸ σωματικὸν τοῦ κυρίου σημαίνεται, ἐξ ἐκείνων δὲ τὸ ἀίδιον τῆς θεότητος αὐτοῦ. ἐν τούτοις γοῦν καὶ ἠλέγχθαι παρ’ αὐτοῦ τοὺς ἐγκαλέσαντας, ὡς μὴ λέγοντος αὐτοῦ ὁμοούσιον τοῦ πατρός, διαβεβαιοῦται οὐχ ἁπλῶς, ἀλλὰ μετὰ φρονήσεως καὶ ἀποδείξεως ἀληθοῦς λέγων· εἰ καὶ μὴ τὴν λέξιν ταύτην εὗρον ἐν ταῖς γραφαῖς, ἀλλ’ ἐξ αὐτῶν τῶν γραφῶν τὸν νοῦν συναγαγών, ἔγνων ὅτι υἱὸς ὢν καὶ λόγος οὐ ξένος ἂν εἴη τῆς οὐσίας τοῦ πατρός.

ὅτι γὰρ οὐ κτίσμα οὐδὲ ποίημα φρονεῖ τὸν υἱὸν εἶναι (καὶ γὰρ καὶ ἐν τούτῳ τεθρυλήκασιν αὐτόν), οὕτως ἐν τῷ δευτέρῳ βιβλίῳ φησίν· ἐὰν δέ τις τῶν συκοφαντῶν, ἐπειδὴ τῶν ἁπάντων ποιητὴν τὸν θεὸν καὶ δημιουργὸν εἶπον, οἴηταί με καὶ τοῦ Χριστοῦ λέγειν, ἀκουσάτω μου πρότερον πατέρα φήσαντος αὐτόν, ἐν ᾧ καὶ ὁ υἱὸς προσγέγραπται. μετὰ γὰρ τὸ εἰπεῖν πατέρα ποιητὴν ἐπαγήοχα· καὶ οὔτε πατήρ ἐστιν ὢν ποιητής, εἰ κυρίως ὁ γεννήσας πατὴρ ἀκούοιτο (τὴν γὰρ πλατύτητα τῆς τοῦ πατρὸς προσηγορίας ἐν τοῖς ἑξῆς ἐπεξεργασόμεθα), οὔτε ποιητὴς ὁ πατήρ, εἰ μόνος ὁ χειροτέχνης ποιητὴς λέγοιτο. παρ’ Ἕλλησι γὰρ ποιηταὶ καὶ τῶν ἰδίων καλοῦνται λόγων οἱ σοφοί· καὶ ποιητὰς ὁ ἀπόστολος εἶπε νόμου· καὶ τῶν ἐγκαρδίων γὰρ ἀρετῆς ἢ κακίας ποιηταὶ καθίστανται, ὡς εἶπεν ὁ θεός· ἔμεινα τοῦ ποιῆσαι κρίσιν, ἐποίησε δὲ ἀνομίαν .

Chapter 21

Ἔστιν ἀληθῶς ἀκούοντα ταῦτα μνησθῆναι τοῦ θείου λογίου λέγοντος· οὗ ἐὰν στραφῇ ὁ ἀσεβής, ἀφανίζεται. ἰδοὺ γὰρ ποικίλως στρεφόμενοι καθ’ ἑκάστην οἱ δυσσεβεῖς ἀφανίζονται μὴ ἔχοντες μηδὲ εἰς τοῦτο πρόφασιν περὶ Διονυσίου. φανερῶς μὲν γὰρ διδάσκει μὴ εἶναι ποίημα μηδὲ κτίσμα τὸν υἱόν. αἰτιᾶται δὲ καὶ θεραπεύει τοὺς δια βάλλοντας αὐτὸν ὡς εἰπόντα ποιητὴν τὸν θεόν, ὅτι μὴ συνεῖδον εἰπόντα αὐτὸν πρότερον πατέρα τὸν θεόν, ἐν ᾧ καὶ ὁ υἱὸς προσγέγραπται.

τοῦτο δὲ λέγων δείκνυσι μὴ εἶναι τῶν ποιημάτων τὸν υἱόν, μηδὲ ποιητὴν ἀλλὰ πατέρα τοῦ ἰδίου λόγου τὸν θεὸν εἶναι. καὶ ἐπειδὴ ἀσυνειδήτως τινὲς ἐπήγαγον αὐτῷ, ὅτι ποιητὴν εἶπε τὸν θεὸν τοῦ Χριστοῦ, διὰ τοῦτο ποικίλως ἀπολογούμενός φησι μηδ’ οὕτως ἐπιλήψιμον εἶναι τὸν λόγον. εἰρηκέναι γὰρ ποιητήν φησι διὰ τὴν σάρκα, ἣν ἀνέλαβε γενητὴν οὖσαν αὐτὴν ὁ λόγος.

εἰ δὲ καὶ περὶ τοῦ λόγου τις ὑπονοήσοι τοῦτο λελέχθαι, καὶ οὕτως ἔπρεπεν αὐτοὺς ἀφιλονείκως ἀκοῦσαι· ὡς γὰρ οὐ ποίημα φρονῶ τὸν λόγον, καὶ οὐ ποιητὴν ἀλλὰ πατέρα τὸν θεὸν αὐτοῦ λέγω. κἂν ἐξ ἐπιδρομῆς εἴπω ποιητὴν τὸν θεὸν διηγούμενος περὶ τοῦ υἱοῦ, ἀλλὰ καὶ οὕτως ἀπολογήσασθαι δυνατόν. ποιητὰς γὰρ τῶν ἰδίων λόγων Ἑλλήνων μὲν οἱ σοφοί φασι καίτοι πατέρας ἑαυτοὺς ὄντας τῶν ἰδίων λόγων. ἡ δὲ θεία γραφὴ καὶ τῶν ἀπὸ καρδίας κινημάτων ποιητὰς ἡμᾶς διαγορεύει, ποιητὰς νόμου καὶ κρίσεως καὶ δικαιοσύνης λέγουσα. ὥστε πανταχόθεν τὸν μὲν υἱὸν μὴ εἶναι κτίσμα μηδὲ ποίημα, ἑαυτὸν δὲ ἀλλότριον τῆς ἀρειανῆς κακοδοξίας ἀποδείκνυσι.

Chapter 22

Μὴ γὰρ δή τις Ἀρειανὸς μηδὲ ἐν τούτῳ ὑπονοείτω κατ’ αὐτοῦ ὡς οὕτως λέγοντος· σύνεστιν ὁ υἱὸς τῷ πατρί, ὡς τὰ μὲν ὀνόματα συνῆφθαι ἀλλήλοις, τὰ δὲ πράγματα πλεῖστον ἀλλήλων διεστάναι, καὶ μὴ ἀεὶ μὲν συνεῖναι τὸν υἱὸν τῷ πατρί, ἀφ’ οὗ δὲ γέγονεν ὁ υἱός, ἐξ ἐκείνου καὶ πατέρα τὸν θεὸν εἰρῆσθαι καὶ λοιπὸν αὐτῷ συνεῖναι, ὥσπερ καὶ ἐπ’ ἀνθρώπων τοῦτο γίνεται. ἀλλ’ ἐνθυμείσθω καὶ μνημονευέτω τῶν προειρημένων καὶ ὄψεται Διονυσίου τὴν πίστιν ὀρθήν.

λέγων γάρ· οὐ γὰρ ἦν ὅτε ὁ θεὸς οὐκ ἦν πατήρ, καὶ πάλιν· ὁ δέ γε θεὸς αἰώνιόν ἐστι φῶς οὔτε…

Chapter 23

Ἐπειδὴ…

γ…

The complete text is available when the reading interface loads.