The Greek Library Author

Anonymous

Epistula ad monachos

Authority group
Athanasius of Alexandria (catalogue association; authorship remains anonymous)
Edition reference
Epistula ad monachos, ed. Opitz, op. cit., 181–182.
CTS identifier
urn:cts:greekLit:tlg2035.tlg008.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

ἐστι καὶ ὅτι οὐδὲν τῶν γενητῶν θέμις ἐπινοεῖν ἐν αὐτῷ. οὕτω δὴ καὶ περὶ τοῦ υἱοῦ τοῦθεοῦ, εἰ καὶ πολὺ τοῦ καταλαβεῖν μακράν ἐσμεν τῇ φύσει, ἀλλὰ δυνατὸν καὶ εὔκολον κατα-γνῶναι τῶν προφερομένων παρὰ τῶν αἱρετικῶν καὶ εἰπεῖν, ὅτι οὐκ ἔστι ταῦτα υἱὸς ὁ τοῦθεοῦ οὐδὲ θέμις περὶ τῆς θεότητος αὐτοῦ τοιαῦτα κἂν ἐννοεῖν οἷα λέγουσιν ἐκεῖνοι, μήτιγεκαὶ φθέγγεσθαι διὰ χειλέων. Οὕτω τοίνυν, ὅσον ἠδυνήθην, ἐγὼ μὲν ἔγραψα, ὑμεῖς δέ, ἀγαπητοί, δέξασθε ταῦταμὴ ὡς τελείαν ἔχοντα τὴν ἑρμηνείαν περὶ τῆς τοῦ λόγου θεότητος, ἀλλ' ὡς μόνον ἐλέγ-χοντα μὲν τὴν ἀσέβειαν τῶν χριστομάχων, ἔχοντα δὲ καὶ διδόντα τοῖς βουλομένοις ἀφορ-μὴν εἰς εὐσέβειαν τῆς ὑγιαινούσης ἐν Χριστῷ πίστεως. εἰ δέ τι παραλέλειπται (πάντα δὲνομίζω παραλελεῖφθαι), συγγινώσκετε μετὰ συνειδήσεως καθαρᾶς καὶ μόνον ἀποδέξασθετὸ τολμηρὸν τῆς εἰς εὐσέβειαν προθέσεως. εἰς γὰρ τελείαν κατάγνωσιν τῆς αἱρέσεωςτῶν Ἀρειανῶν αὐτάρκης ἡ περὶ τοῦ θανάτου Ἀρείου γενομένη παρὰ τοῦ κυρίου κρίσις,ἣν ἤδη φθάσαντες καὶ παρ' ἑτέρων ἔγνωτε. «ἃ γὰρ ὁ θεὸς ὁ ἅγιος βεβούλευται, τίς δια-σκεδάσει»; καὶ ὃν ὁ κύριος κατέκρινε, τίς ὁ δικαιῶν; τίς γὰρ ἐκ τοῦ τοιούτου γενομένουσημείου οὐ γινώσκει λοιπὸν ὅτι θεομίσητός ἐστιν ἡ αἵρεσις, κἂν ἀνθρώπους ἔχῃ προστά-τας; ἐντυχόντες μέντοι εὔχεσθε μὲν καὶ ἀλλήλους εἰς τοῦτο προτρέπεσθε ποιεῖν ὑπὲρἡμῶν, εὐθὺς δὲ ἀντιπέμψατε ταῦτα πρὸς ἡμᾶς. καὶ μηδενὶ τὸ σύνολον ἀντίγραφον ἔκδοτεμηδὲ ἑαυτοῖς μεταγράψητε, ἀλλ' ἀρκέσθητε ὡς δόκιμοι τραπεζῖται τῇ ἐντεύξει, κἂν πολ-λάκις ἐντυχεῖν θελήσητε. οὐ γὰρ ἀσφαλὲς τοῖς μετὰ ταῦτα τὰ παρ' ἡμῶν τῶν ψελλιζόν-των καὶ ἰδιωτῶν ἐστὶ γράμματα. ἀσπάσασθε ἀλλήλους ἐν ἀγάπῃ καὶ πάντας τοὺςἐρχομένους πρὸς ὑμᾶς ἐν εὐσεβείᾳ καὶ πίστει. «εἰ γάρ τις», ὡς εἶπεν ὁ ἀπόστολος, «οὐ φιλεῖτὸν κύριον, ἤτω ἀνάθεμα. ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ' ὑμῶν. ἀμήν.»{Τοῦ αὐτοῦ πρὸς ἁπανταχοῦ μοναχοὺς περὶ τῶν γεγενημένων παρὰ τῶνἈρειανῶν ἐπὶ Κωνσταντίου.} ... αὐτοὶ δὲ ὧν ταῦτα ἐμηχανήσαντο χάριν, οὐκ εἰς μακρὰν ἐπλήρωσαν. ἅμαγὰρ ἐπεβούλευσαν καὶ εὐθὺς τοὺς περὶ Ἄρειον εἰς κοινωνίαν ἐδέξαντο. καὶ τὰς μὲν τοσαύταςκατ' αὐτῶν κρίσεις παρεωράκασι, βασιλικὴν δὲ πάλιν ἐξουσίαν ὑπὲρ αὑτῶν προεφασίσαντο·γράφοντές τε οὐκ ᾐσχύνθησαν εἰπεῖν ὅτι ‘Ἀθανασίου παθόντος ὁ μὲν φθόνος πέπαυται,τοὺς δὲ περὶ Ἄρειον λοιπὸν δεξώμεθα’, προστιθέντες πρὸς φόβον τῶν ἀκουόντων ὅτι ‘τοῦ-το γὰρ βασιλεὺς προσέταξεν’. εἶτα οὐκ ᾐσχύνθησαν προσθεῖναι, ὅτι καὶ ὀρθῶς φρονοῦ-σιν οἱ ἄνθρωποι, μὴ φοβηθέντες τὸ γεγραμμένον· «οὐαὶ οἱ λέγοντες τὸ πικρὸν γλυκύ, οἱτιθέντες τὸ σκότος φῶς». πάντα γὰρ ὑπὲρ τῆς αἱρέσεως ὑπομένειν εἰσὶν ἕτοιμοι. ἆρ' οὖνοὐχὶ καὶ ἐκ τούτου πᾶσιν ἄντικρυς δείκνυται, ὡς οὐκ ἐκκλησιαστικῇ κρίσει, ἀλλ' ἐκ βασιλέωςἀπειλῆς διὰ τὴν εἰς Χριστὸν εὐσέβειαν καὶ τότε πεπόνθαμεν καὶ νῦν διωκόμεθα; καὶ γὰρ καὶἑτέροις οὕτως ἐπεβούλευσαν ἐπισκόποις πλασάμενοι καὶ κατ' ἐκείνων πάλιν προφάσεις,ὧν οἱ μὲν ἐν τοῖς ἐξορισμοῖς ἐκοιμήθησαν ἔχοντες τὸ καύχημα τῆς εἰς Χριστὸν ὁμολογίας,οἱ δὲ ἔτι καὶ νῦν ὑπερόριοι τυγχάνουσιν, ἀνδριζόμενοι μᾶλλον κατὰ τῆς αἱρέσεως ἐκείνωνκαὶ λέγοντες· «οὐδὲν ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ». Ἔξεστι δὲ καὶ ἐκ τούτου πάλιν αὐτὴν καταμαθεῖν καὶ μᾶλλον αὐτῆς καταγνῶναι.ὁ μὲν γὰρ φίλος καὶ συνασεβῶν ἐκείνοις, κἂν ἐν ἄλλοις πλημμελήμασι καὶ μυρίοις ἐγκλήμασινὑπεύθυνος τυγχάνῃ, κἂν ἔχῃ τοὺς ἐλέγχους καὶ τὰς ἀποδείξεις λευκοτάτας, οὗτος δόκιμοςπαρ' αὐτοῖς καὶ βασιλέως εὐθὺς γίνεται φίλος ἔχων τὴν σύστασιν ἐκ τῆς ἀσεβείας, χρημα-τισθείς τε πλεῖστα λαμβάνει καὶ παρρησίαν ποιεῖν, ἃ βούλεται, παρὰ τοῖς δικασταῖς.ὁ δὲ τὴν ἀσέβειαν ἐκείνων ἐλέγχων καὶ τὰ Χριστοῦ γνησίως πρεσβεύων, οὗτος, κἂν καθα-ρὸς ἐν πᾶσιν ὑπάρχῃ, κἂν μηδὲν ἑαυτῷ συγγινώσκῃ, κἂν μὴ κατήγορον ἔχῃ, ἀλλ' ἐκείνωνπροφάσεις πλασαμένων εὐθὺς ἁρπάζεται καὶ κρίσει βασιλέως αὐτὸς μὲν ὑπερόριος γίνεταιὡς ὑπεύθυνος, οἷς ἂν ἐκεῖνοι θελήσωσιν, ἢ ὡς βασιλέα ὑβρίσας ὡς ὁ Ναβουθέ. ὁ δὲ πρεσ-βεύων τὰ τῆς αἱρέσεως ἐκείνων ζητεῖται καὶ εὐθὺς ἀποστέλλεται εἰς τὴν ἐκκλησίαν ἐκείνουκαὶ λοιπὸν δημεύσεις καὶ ὕβρεις καὶ πάντα τὰ δεινὰ κατὰ τῶν μὴ δεχομένων ἐκεῖνον. καὶτὸ παραδοξότατον, ὃν μὲν οἱ λαοὶ βούλονται καὶ γινώσκουσιν ἀνεπίληπτον, τοῦτονἀφαιρεῖται καὶ ἐξορίζει βασιλεύς, ὃν δὲ μήτε βούλονται μήτε γινώσκουσι, τοῦτον μακρόθενμετὰ στρατιωτῶν ἀποστέλλει καὶ γραμμάτων ἑαυτοῦ. καὶ λοιπὸν ἀνάγκη πολλὴ μισεῖνμὲν ὃν ἀγαπῶσι τὸν κατηχήσαντα καὶ πατέρα γενόμενον ἐν θεοσεβείᾳ, ἀγαπᾶν δὲ ὃνοὐ βούλονται καὶ πιστεύειν ἑαυτῶν τὰ τέκνα, οὗ τὸν βίον καὶ τὴν ἀναστροφὴν καὶ τίςἐστιν οὐ γινώσκουσιν, ἢ δηλονότι τιμωρίαν ὑπομένειν, ἢν μὴ πείθωνται βασιλεῖ. Ταῦτα καὶ νῦν δρῶσι καὶ πάλαι πεποιήκασιν οἱ δυσσεβεῖς κατὰ τῶν ὀρθοδόξωνγνώρισμα τῆς ἑαυτῶν κακοηθείας καὶ ἀσεβείας πανταχοῦ παρὰ πᾶσι παρασχόντες.ἔστω γάρ, Ἀθανάσιον ᾐτιάσαντο· τί καὶ οἱ ἄλλοι πεποιήκασιν ἐπίσκοποι; ποίας ἄραπροφάσεις εἶχον ἢ ποῖος ἄρα κἀκεῖ νεκρὸς Ἀρσένιος εὑρέθη; ποῖος παρ' αὐτοῖς Μακάριοςπρεσβύτερος καὶ ποτήριον πέπλασται; ποῖος Μελιτιανὸς ὑπεκρίνετο; ἀλλ' ὡς ἔοικεν ἐξἐκείνων καὶ τὰ κατὰ Ἀθανάσιον δείκνυται ψευδῆ. καὶ ἐξ ὧν δὲ Ἀθανασίῳ ἐπεχείρησαν,δῆλα καὶ τὰ κατ' ἐκείνων ἐστὶ πεπλασμένα. μέγα τι θηρίον ἐξῆλθεν ἐπὶ γῆς ἡ αἵρεσιςαὕτη. οὐ γὰρ μόνον τοῖς ῥήμασιν ὡς τοῖς ὀδοῦσι βλάπτει τοὺς ἀκεραίους, ἀλλὰ καὶ τὴνἔξωθεν ἐξουσίαν ἐμισθώσατο πρὸς ἐπιβουλήν. καὶ τὸ παράδοξον, ὅτι, καθὰ προεῖπον,οὐδεὶς ἐξ ἐκείνων κατηγορεῖται, ἂν δὲ κατηγορηθῇ, οὐ κρίνεται ἢ δόξας ἀκούεσθαι δικαι-οῦται κατὰ τῶν ἐλεγχόντων, καὶ μᾶλλον ὁ ἐλέγχων ἐπιβουλεύεται ἢ ὁ ὑπεύθυνος ὅλωςἐντρέπεται. πάντες γοῦν οἱ παρ' αὐτοῖς μεστοὶ ῥύπου τυγχάνουσι καὶ οἱ παρ' αὐ-τοῖς κατάσκοποι, οὐ γὰρ ἐπίσκοποι, μᾶλλόν εἰσι πάντων ῥυπαρώτεροι. καὶ εἴ τιςπαρ' αὐτοῖς ἐπίσκοπος θέλει γενέσθαι, οὐκ ἀκούει· «δεῖ τὸν ἐπίσκοπον ἀνεπίληπτονεἶναι», ἀλλὰ μόνον· ‘φρόνει κατὰ Χριστοῦ καὶ μὴ φρόντιζε περὶ τρόπων, ἀρκεῖ γὰρἐκεῖνό σοι πρὸς σύστασιν καὶ πρὸς βασιλέως φιλίαν’. ταῦτα μὲν περὶ τῶν τὰ Ἀρείουφρονούντων, οἱ δὲ τῆς ἀληθείας ζηλωταί, κἂν ἅγιοι καὶ καθαροὶ φαίνωνται, καθὰ προ-εῖπον, ἀλλ' ὑπεύθυνοι γίνονται, ὅταν οὗτοι θέλωσι καὶ ὡς ἂν αὐτοῖς δοκῇ πρόφασιν πλα-σαμένοις. καὶ τοῦτο ἔξεστι, καθὰ προεῖπον, ἐκ τῶν παρ' αὐτῶν πραχθέντων συνιδεῖν. Εὐστάθιός τις ἦν ἐπίσκοπος τῆς Ἀντιοχείας, ἀνὴρ ὁμολογητὴς καὶ τὴν πίστιν εὐ-σεβής. οὗτος ἐπειδὴ πολὺς ἦν ζηλῶν ὑπὲρ τῆς ἀληθείας τήν τε ἀρειανὴν αἵρεσιν ἐμίσεικαὶ τοὺς φρονοῦντας τὰ ἐκείνης οὐκ ἐδέχετο, διαβάλλεται Κωνσταντίνῳ τῷ βασιλεῖπρόφασίς τε ἐπινοεῖται ὡς τῇ μητρὶ αὐτοῦ ποιήσας ὕβριν. καὶ εὐθὺς ἐξόριστος αὐτός τεγίνεται καὶ πολὺς σὺν αὐτῷ πρεσβυτέρων καὶ διακόνων ἀριθμός. καὶ λοιπὸν οὓς οὐκἐδέχετο διὰ τὴν ἀσέβειαν εἰς κλῆρον, τούτους μετὰ τὸ ἐξορισθῆναι τὸν ἐπίσκοπον οὐ μόνονεἰσήγαγον εἰς τὴν ἐκκλησίαν, ἀλλὰ καὶ τοὺς πλείστους ἐπισκόπους κατέστησαν, ἵν' ἔχωσι