Historia Arianorum
- Authority group
- Athanasius of Alexandria (catalogue association; authorship remains anonymous)
- Edition reference
- Historia Arianorum, ed. Opitz, op. cit., 183–230.
- CTS identifier
urn:cts:greekLit:tlg2035.tlg009.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
4
2
συνωμότας ἑαυτῶν εἰς τὴν ἀσέβειαν. ἐκ τούτων ἐστὶ Λεόντιος ὁ ἀπόκοπος ὁ νῦν ἐν Ἀντιο-
χείᾳ καὶ ὁ πρὸ αὐτοῦ Στέφανος Γεώργιός τε ὁ ἐν Λαοδικείᾳ καὶ ὁ γενόμενος ἐν Τριπόλει
Θεοδόσιος Εὐδόξιός τε ὁ ἐν Γερμανικείᾳ καὶ Εὐστάθιος ὁ νῦν ἐν Σεβαστείᾳ.
5
1
Ἆρ' οὖν μέχρι τούτων ἔστησαν; οὐχί· καὶ γὰρ καὶ Εὐτρόπιος ὁ ἐν Ἀδριανουπόλει
γενόμενος ἐπίσκοπος, ἀνὴρ ἀγαθὸς καὶ ἐν πᾶσι τέλειος, ἐπειδὴ πολλάκις τὸν Εὐσέβιον
ἤλεγξε τοῖς τε διοδεύουσι συνεβούλευε μὴ πείθεσθαι τοῖς ἀσεβέσιν Εὐσεβίου ῥήμασι, τὰ
αὐτὰ τῷ Εὐσταθίῳ πάσχει καὶ τῆς πόλεως καὶ τῆς ἐκκλησίας ἐκβάλλεται. Βασιλίνα γὰρ
2
ἦν ἡ πάνυ κατ' αὐτοῦ σπουδάζουσα. Εὐφρατίων γὰρ ὁ ἐν Βαλανέαις καὶ Κυμάτιος ὁ
ἐν Παλτῷ καὶ Καρτέριος [ἕτερος] ὁ ἐν Ἀνταράδῳ καὶ ὁ ἐν Γάζῃ Ἀσκληπᾶς καὶ Κῦρος ὁ ἐν
Βεροίᾳ τῆς Συρίας καὶ Διόδωρος ὁ ἐν Ἀσίᾳ καὶ Δομνίων ὁ ἐν Σιρμίῳ καὶ Ἑλλανικὸς ὁ ἐν Τρι-
πόλει μόνον ἐγνώσθησαν μισοῦντες τὴν αἵρεσιν, καὶ τοὺς μὲν μετὰ προφάσεως, τοὺς δὲ
χωρὶς ταύτης βασιλικοῖς γράμμασι μεταστήσαντες τῆς τε πόλεως ἐκβαλόντες ἑτέρους
ἀντ' αὐτῶν, οὓς ἐγίνωσκον ἀσεβοῦντας, εἰς τὰς ἐκείνων ἐκκλησίας κατέστησαν.
6
1
Καὶ περὶ Μαρκέλλου τοῦ τῆς Γαλατίας ἐπισκόπου περιττὸν ἴσως ἐστὶ λέγειν, πάντες
γὰρ ἔγνωσαν, ὡς πρότερον ἐγκαλούμενοι παρ' αὐτοῦ οἱ περὶ Εὐσέβιον ἀσεβείας ἀντενεκά-
2
λεσαν αὐτῷ καὶ αὐτοὶ καὶ πεποιήκασιν ἐξορισθῆναι τὸν γέροντα. καὶ αὐτὸς μὲν ἀνελ-
θὼν εἰς τὴν Ῥώμην ἀπελογήσατο καὶ ἀπαιτούμενος παρ' αὐτῶν δέδωκεν ἔγγραφον τὴν
ἑαυτοῦ πίστιν, ἣν καὶ ἡ κατὰ Σαρδικὴν σύνοδος ἀπεδέξατο, οἱ δὲ περὶ Εὐσέβιον οὔτε
ἀπελογήσαντο οὔτε ἐλεγχόμενοι ἐξ ὧν ἔγραψαν ἀσεβεῖς, ἐνετράπησαν, ἀλλὰ καὶ μᾶλλον
ἐθρασύνοντο κατὰ πάντων· εἶχον γὰρ τὴν πρὸς βασιλέα παρὰ τῶν γυναικῶν σύστασιν
καὶ πᾶσιν ἦσαν φοβεροί.
7
1
Περὶ δὲ Παύλου τοῦ τῆς Κωνσταντινουπόλεως ἐπισκόπου νομίζω μηδένα ἀγνοεῖν.
ὅσῳ γὰρ ἐπιφανὴς ἡ πόλις, τοσούτῳ καὶ τὸ γενόμενον οὐ κέκρυπται. καὶ κατὰ τούτου
τοίνυν πρόφασις ἐπλάσθη. καὶ γὰρ ὁ κατηγορήσας αὐτοῦ Μακεδόνιος ὁ νῦν ἐπίσκοπος
ἀντ' αὐτοῦ γενόμενος παρόντων ἡμῶν κατὰ τὴν κατηγορίαν κεκοινώνηκεν αὐτῷ καὶ πρεσ-
2
βύτερος ἦν ὑπ' αὐτὸν τὸν Παῦλον. καὶ ὅμως ἐπειδὴ Εὐσέβιος ἐπωφθαλμία θέλων ἁρπάσαι
τὴν ἐπισκοπὴν τῆς πόλεως (οὕτω γὰρ καὶ ἀπὸ Βηρυτοῦ εἰς τὴν Νικομήδειαν μετῆλθεν),
ἔμεινεν ἡ πρόφασις κατὰ Παύλου, καὶ οὐκ ἠμέλησαν τῆς ἐπιβουλῆς, ἀλλ' ἔμειναν διαβάλ-
3
λοντες. καὶ τὸ μὲν πρῶτον εἰς τὸν Πόντον ἐξωρίσθη ὑπὸ Κωνστατίνου, τὸ δὲ δεύτερον
παρὰ Κωνσταντίου, δεθεὶς ἁλύσεσι σιδηραῖς, εἰς Σίγγαρα τῆς Μεσοποταμίας ἐξωρίσθη,
εἶτα ἐκεῖθεν εἰς τὴν Ἔμισαν μετηνέχθη, καὶ τὸ τέταρτον εἰς Κούκουσον τῆς Καππαδοκίας
περὶ τὰ ἔρημα τοῦ Ταύρου, ἔνθα καί, ὡς οἱ συνόντες ἀπήγγειλαν, ἀποπνιγεὶς παρ'
4
αὐτῶν ἐτελεύτησε. τοῦτο μέντοι δράσαντες οὐκ ᾐσχύνθησαν οὐδὲ μετὰ θάνατον οἱ
μηδὲν ἀληθεύοντες πλάσασθαι πάλιν πρόφασιν ὡς ἀπὸ νόσου τελευτήσαντος αὐτοῦ,
5
καίτοι τοῦτο γινωσκόντων πάντων τῶν κατοικούντων τὸν τόπον ἐκεῖνον. καὶ γὰρ
καὶ Φιλάγριος, βικάριος ὢν τότε τῶν τόπων ἐκείνων καὶ πάντα τὰ ἐκείνων ὑποκρι-
νόμενος, ὡς ἂν αὐτοὶ θέλωσιν, ὅμως ἐπὶ τούτῳ θαυμάζων καὶ λυπηθεὶς ἴσως, ὅτι μὴ
αὐτὸς ἀλλ' ἕτερος εἰργάσατο τὸ κακόν, ἀπήγγειλε πολλοῖς τε ἄλλοις καὶ γνωρίμοις
ἡμῶν καὶ τῷ ἐπισκόπῳ Σαραπίωνι, ὡς Παῦλος ἀποκλεισθεὶς παρ' ἐκείνων εἰς τόπον
τινὰ βραχύτατον καὶ σκοτεινὸν ἀφείθη λιμῷ διαφθαρῆναι, εἶτα μεθ' ἡμέρας ἕξ, ὡς εἰσ-
ελθόντες εὗρον αὐτὸν ἔτι πνέοντα, λοιπὸν ἐπελθόντες ἀπέπνιξαν τὸν ἄνθρωπον. καὶ
6
οὕτω τέλος ἔσχε τοῦ βίου τούτου. τοῦ δὲ τοιούτου θανάτου διάκονον ἔλεγον γεγε-
νῆσθαι Φίλιππον τὸν γενόμενον ἔπαρχον. ἀλλ' οὐδὲ τοῦτο παρεῖδεν ἡ θεία δίκη· οὐδὲ
γὰρ παρῆλθεν ἐνιαυτός, καὶ μετὰ πολλῆς ἀτιμίας καθῃρέθη τῆς ἀρχῆς ὁ Φίλιππος, οὕτως
ὡς ἰδιώτην γενόμενον ὑφ' ὧν οὐκ ἤθελε καταπαίζεσθαι. πάνυ γοῦν καὶ αὐτὸς λυπούμενος
καὶ κατὰ τὸν Κάιν «στένων καὶ τρέμων» καὶ καθ' ἡμέραν προσδοκῶν τὸν ἀναιροῦντα
ἔξω τῆς ἑαυτοῦ πατρίδος καὶ αὐτὸς καὶ τῶν ἰδίων ὥσπερ ἐκπλαγείς, ἐπεὶ μὴ οὕτως ἤθελεν,
7
ἀπέθανε. πλὴν ὅτι καὶ κατὰ νεκρῶν οὐ φείδονται, καθ' ὧν καὶ ζώντων ἐπλάσαντο
προφάσεις· οὕτω γὰρ ἑαυτοὺς πρὸς πάντας φοβεροὺς ἐπιδεικνύειν ἐσπούδασαν, καὶ
ζῶντας μὲν ἐξορίζουσιν, ἀποθανόντας δὲ οὐκ ἐλεοῦσιν. ἀλλὰ καὶ τότε μόνοι παρὰ πάντας
τοὺς ἀνθρώπους μισοῦσι τοὺς ἀπελθόντας καὶ τοῖς οἰκείοις αὐτῶν ἐπιβουλεύουσιν οἱ
τῷ ὄντι ἀπάνθρωποι καὶ μισόκαλοι καὶ πλέον ἐχθρῶν τὸν τρόπον ἄγριον ἔχοντες διὰ
τὴν ἑαυτῶν ἀσέβειαν οἱ μὴ ἐξ ἀληθείας, ἀλλ' ἐκ πεπλασμένων προφάσεων ἡμῖν τε καὶ
τοῖς ἑτέροις πᾶσιν ἐπιβουλεύειν σπουδάσαντες.
8
1
Ταῦτα συνορῶντες οἱ τρεῖς ἀδελφοὶ Κωνσταντῖνος Κωνστάντιος καὶ Κώνστας
ἐποίησαν πάντας μετὰ θάνατον τοῦ πατρὸς ἐπανελθεῖν εἰς τὴν πατρίδα καὶ τὴν ἐκκλησίαν
γράψαντες περὶ μὲν τῶν ἄλλων ἰδίᾳ τῇ ἑκάστου ἐκκλησίᾳ, περὶ δὲ Ἀθανασίου ταῦτα,
ἃ πάλιν τὴν μὲν τοῦ πράγματος βίαν δείκνυσι, τὴν δὲ τῶν περὶ Εὐσέβιον ἀνδροφόνον
προαίρεσιν ἐλέγχει.
2t
{Ἀντίγραφον}
2
Κωνσταντῖνος Καῖσαρ τῷ λαῷ τῆς καθολικῆς ἐκκλησίας πόλεως τῶν Ἀλεξανδρέων.
Οὐδὲ τὴν τῆς ὑμετέρας ἱερᾶς ἐννοίας διαπεφευγέναι γνῶσιν οἶμαι, διὰ τοῦτο Ἀθα-
νάσιον τὸν τοῦ προσκυνητοῦ νόμου ὑποφήτην ...
(Ἐγράφη ὀπίσω εἰς τὸν οεʹ λόγον ἀπαραλλάκτως.)
Τὰ μὲν οὖν γραφέντα ταῦτα, τῆς δὲ συσκευῆς αὐτῶν τίς ἕτερος ἀξιόπιστος τούτου
μάρτυς ἂν γένοιτο; ταῦτα γὰρ εἰδὼς οὕτως καὶ αὐτὸς ἔγραψεν.
9
1
Οἱ μέντοι περὶ Εὐσέβιον βλέποντες ἐλαττουμένην αὐτῶν τὴν αἵρεσιν γράφουσιν
εἰς Ῥώμην, γράφουσι δὲ καὶ τοῖς βασιλεῦσι Κωνσταντίνῳ καὶ Κώνσταντι κατὰ Ἀθα-
νασίου. ὡς δὲ καὶ οἱ παρὰ Ἀθανασίου ἀποσταλέντες διήλεγξαν τὰ παρ' ἐκείνων γραφέντα,
παρὰ μὲν τῶν βασιλέων ἐνετράπησαν, ὁ δὲ ἐπίσκοπος Ῥώμης Ἰούλιος ἔγραψε χρῆναι
γενέσθαι σύνοδον, ἔνθα ἂν ἐθελήσωμεν, ἵνα ἃ μὲν κατηγοροῦσι δείξωσι, περὶ δὲ ὧν κατη-
γοροῦνται καὶ αὐτοὶ θαρροῦντες ἀπολογήσωνται. τοῦτο γὰρ καὶ οἱ παρ' αὐτῶν ἀπο-
2
σταλέντες πρεσβύτεροι βλέποντες ἑαυτοὺς ἐλεγχομένους ἠξίωσαν γενέσθαι. τούτων
τοίνυν γενομένων ὁρῶντες ἑαυτοὺς οἱ πρὸς πάντα τυγχάνοντες ὕποπτοι μὴ περιγινο-
μένους ἐν ἐκκλησιαστικῇ κρίσει προσέρχονται μόνῳ Κωνσταντίῳ καὶ λοιπὸν ἀποδύρονται
ὡς πρὸς τὸν τῆς αἱρέσεως προστάτην ‘φεῖσαι’ λέγοντες ‘τῆς αἱρέσεως· ὁρᾷς πάντας
ἀποστάντας ἀφ' ἡμῶν· ὀλίγοι λοιπὸν ὑπελείφθημεν. ἄρξαι διώκειν, ἐπεὶ καὶ παρὰ
τῶν ὀλίγων ἀφιέμεθα καὶ μένομεν ἔρημοι. οὓς γὰρ ἐβιασάμεθα τούτων ἐξορισθέντων,
3
τούτους ἐπανελθόντες ἔπεισαν πάλιν φρονεῖν καθ' ἡμῶν. γράψον οὖν κατὰ πάντων
καὶ πέμψον Φιλάγριον δεύτερον ἔπαρχον τῆς Αἰγύπτου, αὐτὸς γὰρ ἐπιτηδείως δύναται
διώκειν ἤδη μὲν τῇ πείρᾳ δείξας, μάλιστα δὲ καὶ παραβάτης ὤν. πέμψον δὲ καὶ Γρη-
γόριον ἐπίσκοπον εἰς Ἀλεξάνδρειαν, καὶ οὗτος γὰρ δύναται συστῆσαι τὴν ἡμετέραν
αἵρεσιν’.
10
1
Γράφει τοίνυν τότε Κωνστάντιος, πάντας δὲ διώκει καὶ πέμπει Φιλάγριον ἔπαρχον
καὶ Ἀρσάκιόν τινα εὐνοῦχον, πέμπει δὲ καὶ Γρηγόριον μετὰ στρατιωτικῆς ἐξουσίας.
καὶ τοιαῦτα γέγονεν, οἷα καὶ τὸ πρότερον. συναγαγόντες γὰρ πλῆθος βουκόλων καὶ
ποιμένων ἄλλων τε ἀγοραίων καὶ ἀσελγῶν νεωτέρων μετὰ ξιφῶν καὶ ῥοπάλων ἐπῆλθον
2
ἀθρόως τῇ ἐκκλησίᾳ τῇ καλουμένῃ Κυρίνου. καὶ τοὺς μὲν ἀπέκτειναν, τοὺς δὲ κατεπά-
τησαν, ἄλλους τε πληγαῖς κατακόψαντες εἰς δεσμωτήριον ἐνέβαλον καὶ ἐξώριζον, πολλάς
τε γυναῖκας κατασύροντες εἷλκον εἰς τὸ δικαστήριον δημοσίᾳ καὶ τῶν τριχῶν ἕλκοντες
ὕβριζον, ἄλλους ἐδήμευον, ἄλλων ἄρτους ἀφῃροῦντο δι' οὐδὲν ἕτερον, ἢ ἵνα τοῖς Ἀρειανοῖς
προσθῶνται καὶ Γρηγόριον δέξωνται τὸν ἀπὸ βασιλέως ἀποσταλέντα.
11
1
Ἀθανάσιος μὲν οὖν καὶ πρὶν γενέσθαι ταῦτα καὶ μόνον ἀκούσας ἔπλευσεν εἰς τὴν
Ῥώμην εἰδώς τε τὸν θυμὸν τῶν αἱρετικῶν, καὶ ἵνα, ὡς ἤρεσεν, ἡ σύνοδος γένηται· ὁ δὲ
Ἰούλιος γράφει καὶ πέμπει πρεσβυτέρους, Ἐλπίδιον καὶ Φιλόξενον, ὁρίσας καὶ προ-
2
θεσμίαν, ἵνα ἢ ἔλθωσιν ἢ γινώσκοιεν ἑαυτοὺς ὑπόπτους εἶναι κατὰ πάντα. ἀλλ' οἱ
περὶ Εὐσέβιον ὡς μόνον ἤκουσαν ἐκκλησιαστικὴν ἔσεσθαι κρίσιν, ἐν ᾗ κόμης οὐ παρα-
γίγνεται, οὐ στρατιῶται πρὸ τῶν θυρῶν, οὐ βασιλικῷ προστάγματι τὰ τῆς συνόδου
τελειοῦται (ἐν τούτοις γὰρ ἀεὶ κατὰ τῶν ἐπισκόπων ἴσχυσαν καὶ ἄνευ τούτων οὐδ' ὅλως
λαλῆσαι θαρροῦσιν), οὕτω κατέπτηξαν, ὡς τοὺς μὲν πρεσβυτέρους κατασχεῖν καὶ μετὰ
τὴν προθεσμίαν, πλάσασθαι δὲ πρόφασιν ἀπρεπῆ ὅτι ‘μὴ δυνάμεθα νῦν ἐλθεῖν διὰ τοὺς
3
παρὰ Περσῶν γιγνομένους πολέμους’. τοῦτο δὲ οὐκ ἦν ἀληθές, ἀλλὰ φόβος τοῦ
συνειδότος. τί γὰρ κοινὸν πόλεμος πρὸς ἐπισκόπους; ἢ διατί μὴ δυνάμενοι διὰ τοὺς
Πέρσας εἰς Ῥώμην ἐλθεῖν καίτοι μακρὰν ἀπέχουσαν καὶ πέραν θαλάττης οὖσαν τοὺς
τῆς ἀνατολῆς τόπους καὶ τοὺς ἐγγὺς ἐκείνων περιήρχοντο ὡς λέοντες ζητοῦντες, τίς αὐτοῖς
ἐναντιοῦται, ἵνα διαβάλλοντες ἐξορίσωσιν;
12
1
Ἀμέλει τοὺς πρεσβυτέρους ἀπολύσαντες ἐπὶ τῇ ἀπιθάνῳ ταύτῃ προφάσει συνε-
λάλουν ἀλλήλοις· ‘ἐπεὶ μὴ δυνάμεθα ἐκκλησιαστικῇ κρίσει κρατεῖν, τὴν συνήθη τόλμαν
ἐπιδειξώμεθα’. γράφουσι τοίνυν Φιλαγρίῳ καὶ ποιοῦσιν αὐτὸν μετὰ Γρηγορίου κατ'
ὀλίγον ἐξελθεῖν εἰς τὴν Αἴγυπτον καὶ λοιπὸν ἐπίσκοποι μαστίζονται καὶ ἐδεσμοῦντο
2
πικρῶς. Σαραπάμμωνα γοῦν ἐπίσκοπον ὁμολογητὴν ἐξορίζουσι, Ποτάμωνα δὲ
ἐπίσκοπον ὁμολογητὴν ἀπολέσαντα καὶ αὐτὸν τὸν ὀφθαλμὸν ἐν τῷ διωγμῷ οὕτω
κατέκοψαν ταῖς καταυχενίοις πληγαῖς, ὡς μὴ πρότερον παύσασθαι, πρὶν ἂν νομισθῆναι
τὸν ἄνθρωπον νεκρόν. οὕτω γοῦν ἐρρίφη καὶ μόγις μετὰ ὥρας θεραπευόμενος καὶ διαρρι-
πιζόμενος ἀνέπνευσε τοῦ θεοῦ δεδωκότος τὸ ζῆν. ἀλλὰ μετὰ χρόνον ὀλίγον ἐκ τοῦ πόνου
3
τῶν πληγῶν ἀπέθανεν ἔχων ἐν Χριστῷ τὸ καύχημα δευτέρου μαρτυρίου. πόσοι τε
ἄλλοι μονάζοντες ἐμαστίζοντο καθεζομένου Γρηγορίου μετὰ Βαλακίου τοῦ λεγομένου
δουκός, πόσοι ἐπίσκοποι ἐκόπτοντο, πόσαι παρθένοι ἐτύπτοντο.
13
1
Εἶτα ὁ ἄθλιος Γρηγόριος μετὰ ταῦτα παρεκάλει πάντας κοινωνεῖν αὐτῷ· καίτοι
εἰ κοινωνίαν ἠξίους παρ' αὐτῶν ἔχειν, οὐκ ἦσαν ἄξιοι πληγῶν, εἰ δὲ ὡς φαύλους ἔκοπτες,
τί ὡς ἁγίους παρεκάλεις; ἀλλ' οὐδὲν ἦν αὐτῷ προκείμενον ἢ τὰ τῶν ἀποστειλάντων
πληρῶσαι καὶ τὴν αἵρεσιν συστῆσαι. διὰ τοῦτο καὶ ἀνδροφόνος γέγονε καὶ δήμιος καὶ
2
ὑβριστὴς καὶ δόλιος καὶ βέβηλος καὶ τὸ ὅλον χριστομάχος ὁ ἀνόητος. τὴν γοῦν τοῦ
ἐπισκόπου θείαν οὕτως ἐδίωξεν, ὡς μηδὲ ἀποθανοῦσαν ἀφεῖναι ταφῆναι. καὶ τοῦτ' ἂν
ἐγεγόνει καὶ ἄταφος ἐρρίφη, εἰ μὴ οἱ ὑποδεξάμενοι αὐτὴν ὡς ἴδιον νεκρὸν ἐξήνεγκαν·
3
οὕτω καὶ ἐν τούτοις εἶχεν ἀνόσιον τὸν τρόπον. καὶ γὰρ καὶ χηρῶν καὶ ἄλλων ἀνεξόδων
λαβόντων ἐλεημοσύνην ἐκέλευε τὰ δεδομένα διαρπάζεσθαι καὶ τὰ ἀγγεῖα, ἐν οἷς ἔφερον
τὸ ἔλαιον καὶ τὸν οἶνον, κατεάσσασθαι, ἵνα μὴ μόνον λαβὼν ἀσεβήσῃ, ἀλλὰ καὶ ἔργοις
ἀτιμάζῃ τὸν κύριον ἀκουσόμενος ὅσον οὐδέπω παρ' αὐτοῦ· «ἐφ' ὅσον ἠτίμασας τούτους,
ἐμὲ ἠτίμασας».
14
1
Πολλά τε ἕτερα ἐποίει, ἃ καὶ λόγου φράσιν ὑπεραίρει καὶ ἀκούσας τις ἄπιστα
νομίσειε. ταῦτα δὲ διὰ τοῦθ' οὕτως ἔπραττεν, ἐπεὶ μήτε ἐκκλησιαστικῷ κανόνι τὴν κατά-
στασιν εἶχε μήτε ἀποστολικῇ παραδόσει κληθεὶς ἦν ἐπίσκοπος· ἀλλ' ἐκ παλατίου μετὰ
στρατιωτικῆς ἐξουσίας καὶ φαντασίας ἀπέσταλτο ὥσπερ ἀρχὴν κοσμικὴν ἐγκεχειρισμένος.
2
διὰ τοῦτο καὶ ἀρχόντων μᾶλλον ηὔχετο φίλος εἶναι ἢ ἐπισκόπων καὶ μοναζόντων. εἴ
ποτε οὖν καὶ ὁ πατὴρ Ἀντώνιος ἐκ τοῦ ὄρους ἔγραφεν, ὥσπερ βδέλυγμα ἁμαρτωλῷ
3
θεοσέβεια οὕτως ἐβδελύσσετο τὰ τοῦ ἁγίου γράμματα. εἴ ποτε δὲ βασιλεὺς ἢ στρα-
τηλάτης ἢ ἄλλος δικαστὴς ἐπέστελλεν, οὕτω περιχαρὴς ἐγίγνετο ὡς οἱ ἐν ταῖς Παροιμίαις,
καθὼς σχετλιάζων ἔλεγεν ὁ λόγος· «ὦ οἱ ἐγκαταλείποντες ὁδοὺς εὐθείας, οἱ εὐφραι-
4
νόμενοι ἐπὶ κακοῖς καὶ χαίροντες ἐπὶ διαστροφῇ κακῶν». ἀμέλει τοὺς μὲν ταῦτα
κομίζοντας ἐτίμα χρήμασιν, Ἀντωνίου δέ ποτε γράψαντος πεποίηκε τὸν δοῦκα Βαλάκιον
καταπτῦσαι τῆς ἐπιστολῆς καὶ ταύτην ἀπορρίψαι. ἀλλ' οὐ παρεῖδεν ἡ θεία δίκη, μετ'
οὐ πολὺ γὰρ τὸν λεγόμενον δοῦκα ἐπικαθήμενον ἵππῳ καὶ ἀπερχόμενον εἰς τὴν πρώτην
μονὴν ἐπιστραφεὶς ὁ ἵππος καὶ δακὼν εἰς τὸν μηρὸν κατέβαλε καὶ τριῶν ἡμερῶν ἀπέθανεν.
15
1
Ἐκεῖνοι μὲν οὖν οὕτως ἔπραττον κατὰ πάντων, ἐν δὲ τῇ Ῥώμῃ συνελθόντες ἐπίσκοποί
που πεντήκοντα τοὺς μὲν περὶ Εὐσέβιον ὡς ὑπόπτους καὶ φοβηθέντας ἐλθεῖν οὐκ ἀπε-
δέξαντο, ἀλλὰ καὶ τὰ γραφέντα παρ' αὐτῶν ἠκύρωσαν, ἡμᾶς δὲ ἀπεδέξαντο καὶ τὴν
2
πρὸς ἡμᾶς κοινωνίαν ἠγάπησαν. ἕως δὲ ταῦτα ἐγίγνετο, ἦλθεν εἰς γνῶσιν τοῦ
βασιλέως Κώνσταντος ἥ τε ἐν Ῥώμῃ γενομένη σύνοδος καὶ τὰ ἐν τῇ Ἀλεξανδρείᾳ καὶ
πάσῃ τῇ ἀνατολῇ κατὰ τῶν ἐκκλησιῶν γεγενημένα, καὶ γράφει τῷ ἀδελφῷ Κωνσταντίῳ
καὶ λοιπὸν ἀμφοτέροις ἀρέσκει σύνοδον γενέσθαι καὶ διαγνωσθῆναι τὰ πράγματα, ἵν'
οἱ μὲν ἀδικηθέντες μηκέτι πάσχωσιν, οἱ δὲ ἀδικοῦντες μηκέτι τοιαῦτα τολμᾶν δύνωνται.
3
συνέρχονται τοίνυν ἀπό τε τῆς ἀνατολῆς καὶ τῆς δύσεως ἐν τῇ Σερδῶν πόλει πλέον
ἢ ἔλαττον ροʹ τὸν ἀριθμὸν ἐπίσκοποι. καὶ οἱ μὲν ἀπὸ τῆς δύσεως μόνοι ἦσαν ἐπίσκοποι
ἔχοντες πατέρα τὸν Ὅσιον, οἱ δὲ ἀπὸ τῆς ἀνατολῆς ἐπήγοντο μεθ' ἑαυτῶν παιδαγωγοὺς
καὶ συνηγόρους Μουσουνιανὸν κόμητα καὶ Ἡσύχιον τὸν καστρήσιον, δι' οὓς καὶ προ-
θύμως ἦλθον νομίζοντες μετ' ἐξουσίας αὐτῶν πάλιν πάντα πράττεσθαι. οὕτω γὰρ ἀεὶ
διὰ τούτων φοβεροὺς ἑαυτοὺς ἐδείκνυον οἷς ἐβούλοντο καὶ ἐπεβούλευον οἷς ἂν αὐτοῖς
4
ἐδόκει. ὡς δὲ ἀπαντήσαντες ἑωράκασιν ἐκκλησιαστικὴν δίκην μόνην γενομένην, ὡς
ἑωράκασι τοὺς ἀφ' ἑκάστης ἐκκλησίας καὶ πόλεως κατηγόρους καὶ τοὺς κατ' αὐτῶν
ἐλέγχους, ὡς ἑωράκασιν Ἄρειον καὶ Ἀστέριον, τιμίους ἐπισκόπους, ἀνελθόντας μὲν
σὺν αὐτοῖς, ἀποπηδήσαντας δὲ ἀπ' αὐτῶν καὶ ἐλθόντας μεθ' ἡμῶν διηγουμένους τε
τὴν πανουργίαν ἐκείνων, ὡς ὕποπτοι εἶεν ἐν τοῖς πράγμασι καὶ φοβοῦνται κρίσιν γενέσθαι,
μὴ ἐλεγχθῶσι παρ' ἡμῶν μὲν συκοφάνται, παρὰ δὲ τῶν ἐπλάσαντο κατηγόρων, ὡς
αὐτοὶ πάντα ὑποβαλόντες καὶ τὰ τοιαῦτα μηχανησάμενοι. ταῦτα συνορῶντες, καίτοι
μετὰ σπουδῆς ἐλθόντες, νομίσαντες μηδὲ ἡμᾶς ἀπαντᾶν ὡς φοβουμένους, ὡς ἑωράκασι
5
καὶ τὴν ἡμῶν προθυμίαν, ἀποκλείουσιν ἑαυτοὺς ἐν τῷ παλατίῳ· ἐκεῖ γὰρ ᾤκουν. καὶ
λοιπὸν ἀλλήλοις συνελάλουν· ‘ἤλθομεν ἐπ' ἄλλοις καὶ ἄλλα βλέπομεν· ἀπηντήσαμεν
μετὰ κομήτων καὶ χωρὶς κομήτων ἡ κρίσις γίνεται· κατακρινόμεθα πάντως. οἴδατε
πάντες τὰ προστάγματα· ἔχουσιν οἱ περὶ Ἀθανάσιον τὰ ἐν τῷ Μαρεώτῃ ὑπομνήματα,
ἐξ ὧν αὐτὸς μὲν καθαρίζεται, ἡμεῖς δὲ καταισχυνόμεθα. τί δὴ οὖν μέλλομεν; τί βραδύ-
νομεν; πλασώμεθα προφάσεις καὶ ἀπέλθωμεν, μὴ μένοντες κατακριθῶμεν. βέλτιον φεύ-
γοντας ἐρυθριᾶν ἢ ἐλεγχθέντας συκοφάντας κατακρίνεσθαι. ἐὰν φύγωμεν, δυνάμεθά
πως κἂν τῆς αἱρέσεως προίστασθαι· ἐὰν δὲ καὶ φεύγοντας ἡμᾶς κατακρίνωσιν, ἀλλ'
ἔχομεν βασιλέα προστάτην τὸν μὴ ἀφιέντα ἡμᾶς ὑπὸ τῶν λαῶν ἐκβάλλεσθαι ἀπὸ τῶν
ἐκκλησιῶν’.
16
1
Τοιαῦτα μὲν οὖν ἐκεῖνοι διελογίζοντο· Ὅσιος δὲ καὶ οἱ ἄλλοι πάντες ἐπίσκοποι
πυκνότερον αὐτοῖς ἐσήμαινον τὴν προθυμίαν τῶν περὶ Ἀθανάσιον καὶ ὡς ‘ἕτοιμοι πρὸς
ἀπολογίαν εἰσὶν ἐπαγγελλόμενοι διελέγχειν ὑμᾶς συκοφάντας’, ἔλεγόν τε ‘εἰ φοβεῖσθε
2
τὴν κρίσιν, τί ἀπηντᾶτε; ἔδει γὰρ ἢ μὴ ἐλθεῖν ἢ ἐλθόντας μὴ φεύγειν’. ἐκεῖνοι ταῦτα
ἀκούοντες καὶ μᾶλλον καταπλήξαντες ἀπρεπεστέρᾳ τῆς ἐν Ἀντιοχείᾳ προφάσεως ἄλλῃ
προφάσει χρησάμενοι, ὡς βασιλέως αὐτοῖς ἐπινίκια κατὰ Περσῶν γράψαντος, ἐπεχείρησαν
φεύγειν. καὶ ταύτην τὴν πρόφασιν οὐκ αἰδεσθέντες ἔπεμψαν δι' Εὐσταθίου πρεσβυτέρου
3
τῆς κατὰ Σαρδικὴν ἐκκλησίας. ἀλλ' οὐδὲ οὕτως αὐτοῖς ἡ φυγὴ καταθυμίως ἀπέβη·
εὐθὺς γὰρ ἡ ἁγία σύνοδος, ἧς προήγορος ἦν ὁ μέγας Ὅσιος, ἔγραψεν αὐτοῖς φανερῶς·
‘ἢ ἀπαντήσατε ἀπολογησόμενοι πρὸς τὰς ἐπιφερομένας καθ' ὑμῶν κατηγορίας καὶ
ἃς εἰργάσασθε συκοφαντίας, ἢ γινώσκετε ὅτι ὑμᾶς μὲν ὡς ὑπευθύνους ἡ σύνοδος κατα-
κρίνει, τοὺς δὲ περὶ Ἀθανάσιον ἐλευθέρους καὶ καθαροὺς ἀπὸ πάσης αἰτίας ἀποφαίνεται’.
ἐκεῖνοι τοίνυν ὑπὸ φόβου τοῦ συνειδότος ἠλαύνοντο μᾶλλον ἢ τοῖς γράμμασιν ἐπείθοντο·
καὶ γὰρ τοὺς ἀδικηθέντας παρ' αὐτῶν ὁρῶντες οὐδὲ πρὸς τοὺς λέγοντας ἐπεστρέφοντο,
ἀλλ' ὀξύτερον ἔφευγον.
17
1
Ἐκείνων μὲν οὖν οὕτως αἰσχρῶς καὶ ἀπρεπῶς γέγονεν ἡ φυγή, ἡ δὲ ἁγία σύνοδος
ἡ ἀπὸ λεʹ καὶ πλέον ἐπαρχιῶν συναχθεῖσα ἐπιγνοῦσα τὴν τῶν Ἀρειανῶν κακοήθειαν
ἐδέξατο τοὺς περὶ Ἀθανάσιον εἰς ἀπολογίαν περὶ ὧν πεπόνθασι κἀκεῖνοι κατηγόρησαν,
2
καὶ οὕτως ἀπολογησαμένους, ἅπερ ἐν τοῖς ἔμπροσθεν εἰρήκαμεν, ἀπεδέξατο καὶ ὑπερ-
εθαύμασεν, ὥστε αὐτούς τε καὶ τὴν κοινωνίαν αὐτῶν ἀγαπῆσαι καὶ γράψαι πανταχοῦ
γράψαι τε καὶ εἰς τὴν ἑκάστου παροικίαν καὶ μάλιστα εἰς Ἀλεξάνδρειαν καὶ τὴν Αἴγυπτον
καὶ εἰς τὰς Λιβύας, Ἀθανάσιον μὲν καὶ τοὺς σὺν αὐτῷ καθαροὺς καὶ πάσης μέμψεως
ἐκτὸς εἶναι, τοὺς δὲ κατ' αὐτῶν γενομένους συκοφάντας κακούργους καὶ πάντα μᾶλλον
3
ἢ Χριστιανοὺς τυγχάνειν. ἀπέλυσαν γοῦν αὐτοὺς μετ' εἰρήνης, καθεῖλον δὲ
Στέφανον καὶ Μηνόφαντον, Ἀκάκιον καὶ Γεώργιον τὸν ἐν Λαοδικείᾳ, Οὐρσάκιον καὶ
Οὐάλεντα καὶ Θεόδωρον καὶ Νάρκισσον. Γρηγόριον γὰρ τὸν ἀπὸ βασιλέως εἰς Ἀλεξάν-
δρειαν ἀποσταλέντα οὕτως ἀπεκήρυξαν ὡς μηδὲ ὅλως ἐπίσκοπον γενόμενον μηδὲ ὀφείλοντα
Χριστιανὸν ὀνομάζεσθαι. ἠκύρωσαν γοῦν καὶ ἃς ἔδοξε καταστάσεις ποιεῖσθαι προσ-
τάξαντες μηδὲ αὐτὰς ὅλως ἐν ἐκκλησίαις ὀνομάζεσθαι διὰ τὸ καινὸν τῆς παρανομίας.
18
1
Οὕτω μὲν οὖν Ἀθανάσιος καὶ οἱ σὺν αὐτῷ ἀπελύθησαν μετ' εἰρήνης, τά τε γράμματα
ἐν τῷ τέλει γέγραπται διὰ τὸ μῆκος τῆς ἐπιστολῆς, καὶ ἡ σύνοδος διαλέλυται, οἱ δὲ καθ-
αιρεθέντες δέον καὶ οὕτως ἠρεμεῖν, οἱ δὲ καὶ μετὰ τὴν οὕτως αἰσχρὰν φυγὴν κατελθόντες
2
τοιαῦτα ἔδρασαν, ὡς ἐκ τούτων μικρὰς αὐτῶν τὰς προτέρας δειχθῆναι πράξεις. ἐπειδὴ
γὰρ οὐκ ἠθέλησαν αὐτοῖς οἱ ἐν Ἀδριανουπόλει κοινωνῆσαι ὡς φυγοῦσιν ἀπὸ τῆς συνόδου
καὶ ὑπευθύνοις γενομένοις, ἀνήνεγκαν βασιλεῖ Κωνσταντίῳ καὶ πεποιήκασιν ἀπὸ τῆς
ἐκεῖ καλουμένης Φάβρικος δέκα λαικῶν ἀποτμηθῆναι τὰς κεφαλὰς ὑπουργοῦντος αὐτοῖς
καὶ εἰς τοῦτο Φιλαγρίου πάλιν ἐκεῖ κόμητος γενομένου. καὶ τούτων τὰ μνήματα πρὸ
τῆς πόλεώς ἐστιν, ἅπερ παρερχόμενοι καὶ ἡμεῖς ἑωράκαμεν. εἶτα ὥσπερ κατορθώσαντες,
ὅτι διὰ τοῦτ' ἔφυγον, ἵνα μὴ ἐλεγχθῶσι συκοφάνται, ἅπερ ἐβούλοντο, ταῦτα καὶ βασιλεὺς
3
ἐκέλευε. πεποιήκασι γοῦν καὶ ἀπὸ τῆς Ἀλεξανδρείας εἰς τὴν Ἀρμενίαν ἐξορισθῆναι
πρεσβυτέρους δύο καὶ διακόνους τρεῖς. καὶ Ἄρειον μὲν καὶ Ἀστέριον, τὸν μὲν ἀπὸ Πέτρων
τῆς Παλαιστίνης, τὸν δὲ ἀπὸ τῆς Ἀραβίας, ἐπισκόπους τοὺς ἀποπηδήσαντας ἀπ' αὐτῶν
οὐ μόνον ἐξώρισαν εἰς τὴν ἄνω Λιβύην, ἀλλὰ καὶ ὕβρεων μετασχεῖν αὐτοὺς πεποιήκασι,
19
1
Λούκιον δὲ τὸν τῆς Ἀδριανουπόλεως ἐπίσκοπον, ἐπειδὴ ἔβλεπον πολλῇ τῇ κατ' αὐτῶν
παρρησίᾳ χρώμενον καὶ ἐλέγχοντα αὐτῶν τὴν ἀσέβειαν, πεποιήκασι πάλιν, ὥσπερ καὶ
πρότερον, ἁλύσεσι σιδηραῖς δεθῆναι τὸν τράχηλον καὶ τὰς χεῖρας καὶ οὕτως ἐξώρισαν·
2
ἔνθα καὶ ἐτελεύτησεν, ὡς ἐκεῖνοι γινώσκουσι. καὶ Διόδωρον μὲν ἐπίσκοπον ἐκτο-
πίζουσιν, Ὀλύμπιον δὲ τὸν ἀπὸ Αἴνων καὶ Θεόδουλον τὸν ἀπὸ τῆς Τραιανουπόλεως,
ἀμφοτέρους ἀπὸ τῆς Θρᾴκης ἐπισκόπους, ἀγαθοὺς καὶ ὀρθοδόξους ἄνδρας, ἐπειδὴ ἑωράκασι
μισοῦντας τὴν αἵρεσιν, διέβαλον, τὸ πρῶτον μὲν οἱ περὶ Εὐσέβιον καὶ ἔγραψε βασιλεὺς
Κωνστάντιος, τὸ δεύτερον δὲ ὑπέμνησαν οὗτοι. ἦν δὲ τὰ γραφέντα μὴ μόνον ἐκβάλλεσθαι
τῶν πόλεων καὶ τῶν ἐκκλησιῶν αὐτούς, ἀλλὰ καὶ κεφαλικὴν διδόναι δίκην, εἴ που εὑρεθεῖεν
3
οὗτοι. τοῦτο δὲ εἰ καὶ θαυμαστόν, ἀλλ' οὐκ ἀλλότριον τῆς προαιρέσεως αὐτῶν,
ὡς γὰρ μαθόντες τὸ τοιοῦτον ἀπὸ τῶν περὶ Εὐσέβιον καὶ ὥσπερ κληρονόμοι τῆς ἀσεβείας
καὶ τῆς προαιρέσεως αὐτῶν τυγχάνοντες ἠθέλησαν ὡς οἱ πατέρες αὐτῶν ἐν τῇ Θρᾴκῃ,
οὕτω καὶ οὗτοι ἐν τῇ Ἀλεξανδρείᾳ φοβεροὺς ἑαυτοὺς δεῖξαι, καὶ ποιοῦσι γραφῆναι,
ὥστε τοὺς λιμένας καὶ τὰς εἰσόδους τῶν πόλεων τηρεῖσθαι, μήπως διὰ τὴν ἀπὸ τῆς
4
συνόδου συγχώρησιν ἐπανέλθωσιν εἰς τὰς ἐκκλησίας. ποιοῦσι δὲ γραφῆναι καὶ τοῖς
ἐν Ἀλεξανδρείᾳ δικασταῖς περὶ Ἀθανασίου καὶ πρεσβυτέρων τινῶν ἐξ ὀνόματος, ἵνα,
εἴτε ἐπίσκοπος εἴτε τις ἐξ ἐκείνων εὑρεθείη τῆς πόλεως ἢ τῶν ὅρων αὐτῆς ἐπιβάς, ἐξῇ
τῷ δικαστῇ τῶν εὑρισκομένων τὰς κεφαλὰς ἀποτέμνειν. οὕτως ἡ ἰουδαικὴ νέα αἵρεσις
οὐ μόνον ἀρνεῖται τὸν κύριον, ἀλλὰ καὶ φονεύειν μεμάθηκεν.
20
1
Οὐδὲ οὕτω δὲ ἠρέμουν, ἀλλ' ὥσπερ ὁ πατὴρ τῆς αἱρέσεως αὐτῶν «περιέρχεται
ὡς λέων ζητῶν τίνα καταπίῃ», οὕτως οὗτοι δημοσίου δρόμου τὴν ἐξουσίαν λαβόντες
καὶ περιερχόμενοι, ὃν ἂν ηὕρισκον ὀνειδίζοντα τούτοις τὴν φυγὴν καὶ μισοῦντα τὴν
ἀρειανὴν αἵρεσιν, τούτους ἐμάστιζον, ἐδέσμενον, ἐποίουν ἐξορίζεσθαι τῆς ἰδίας πατρίδος,
φοβερούς τε ἑαυτοὺς οὕτως ἐποίουν, ὡς πολλοὺς μὲν ὑποκριτὰς ποιῆσαι, πολλοὺς δὲ
2
εἰς ἐρημίας φεύγειν ἢ τούτοις βούλεσθαι κἂν ὅλως συντυγχάνειν. τοιαῦτα ἦν αὐτῶν
μετὰ τὴν φυγὴν τῆς μανίας τὰ τολμήματα. καὶ γὰρ καὶ δρῶσιν ἄλλο τι καινόν, ὅπερ
τῆς μὲν αἱρέσεως αὐτῶν ἐστι κατάλληλον, οὔπω δὲ πρότερον ἠκούσθη, ἀλλ' οὐδὲ τάχα
γενήσεταί ποτε οὐδὲ παρὰ τοῖς ἀσελγεστέροις τῶν Ἑλλήνων, μήτιγε Χριστιανοῖς. τῆς
γὰρ ἁγίας συνόδου πρεσβευτὰς ἀποστειλάσης ἐπισκόπους, Βικέντιον μὲν τὸν ἀπὸ
Καπύης (ἔστι δὲ αὕτη μητρόπολις τῆς Καμπανίας), Εὐφράτην δὲ τὸν ἀπὸ Ἀγριππίνης
(ἔστι δὲ καὶ αὕτη μητρόπολις τῆς ἄνω Γαλλίας), ἵνα, ὡς ἡ σύνοδος ἔκρινε, συγχωρήσῃ
βασιλεὺς εἰς τὰς ἐκκλησίας τοὺς ἐπισκόπους ἐπανελθεῖν, ἐπειδὴ καὶ αὐτὸς ἐξέβαλε, γρά-
ψαντός τε καὶ τοῦ εὐσεβεστάτου Κώνσταντος τῷ ἀδελφῷ ἑαυτοῦ καὶ συστήσαντος τοὺς
3
ἐπισκόπους. οἱ θαυμαστοὶ καὶ πρὸς πάντα τολμηροί, ὡς ἑωράκασιν αὐτοὺς ἐπὶ τῆς
Ἀντιοχείας, βουλεύονται μὲν κοινῇ, μόνος δὲ Στέφανος ἀναδέχεται τὸ δρᾶμα ὡς ἐπι-
τηδείως ἔχων περὶ τὰ τοιαῦτα. μισθοῦνται τοίνυν πόρνην δημοσίαν ἐν αὐταῖς ταῖς
ἡμέραις τοῦ ἁγιωτάτου πάσχα καὶ γυμνώσαντες ταύτην ἐπαφιᾶσι νυκτὸς Εὐφράτῃ τῷ
4
ἐπισκόπῳ. καὶ ἡ μὲν πόρνη τὸ πρῶτον νομίσασα νεώτερον εἶναι τὸν καλέσαντα
προθύμως ἠκολούθει, ὡς δὲ ῥιφεῖσα παρ' ἐκείνων εἶδε κοιμώμενον τὸν ἄνθρωπον καὶ μὴ
εἰδότα τὸ γιγνόμενον, εἶτα ὡς κατενόησε καὶ εἶδε πρεσβύτου πρόσωπον καὶ ἐπισκόπου
κατάστασιν, εὐθὺς ἀναβοήσασα τὴν βίαν ἐβόα. ἐκεῖνοί τε ἠξίουν σιωπᾶν καὶ κατα-
5
ψεύδεσθαι τοῦ ἐπισκόπου. ἡμέρας τοίνυν γενομένης διατεθρύλητο τὸ πρᾶγμα καὶ
πᾶσα ἡ πόλις συνέτρεχεν, οἵ τε ἀπὸ τοῦ παλατίου ἐκινοῦντο θαυμάζοντες τὸ θρυλού-
μενον καὶ ἀξιοῦντες μὴ σιωπηθῆναι τοῦτο. γέγονε τοίνυν κρίσις, καὶ ὁ μὲν ἑταιροτρόφος
ἤλεγξε τοὺς ἐλθόντας ἐπὶ τὴν πόρνην, ἐκεῖνοι δὲ τὸν Στέφανον· ἦσαν γὰρ αὐτοῦ κληρικοί.
ὁ μὲν οὖν Στέφανος καθαιρεῖται, καὶ γίγνεται ἀντ' αὐτοῦ Λεόντιος ὁ ἀπόκοπος, ἵνα μόνον
μὴ λείπῃ τῇ ἀρειανῇ αἱρέσει προστάτης.
21
1
Ὁ δὲ βασιλεὺς Κωνστάντιος ὀλίγον τι κατανυγεὶς εἰς ἑαυτὸν ἦλθε λογισάμενός
τε ἐξ ὧν ἔδρασαν τῷ Εὐφράτῃ ὅτι καὶ τὰ κατὰ τῶν ἄλλων ἐπιχειρήματα τοιαῦτά ἐστι,
τοὺς μὲν ἐξορισθέντας ἀπὸ τῆς Ἀλεξανδρείας εἰς τὴν Ἀρμενίαν πρεσβυτέρους καὶ δια-
κόνους εὐθὺς ἀπολυθῆναι κελεύει, γράφει δὲ εἰς Ἀλεξάνδρειαν φανερῶς μηκέτι διώκεσθαι
2
τοὺς μετὰ Ἀθανασίου κληρικούς τε καὶ λαικούς. εἶτα μετὰ μῆνάς που δέκα τελευτή-
σαντος Γρηγορίου μεταπέμπεται καὶ Ἀθανάσιον μετὰ πάσης τιμῆς, οὐχ ἅπαξ οὐδὲ
δεύτερον, ἀλλὰ καὶ τρίτον γράψας αὐτῷ μὲν φιλικά, δι' ὧν θαρρεῖν καὶ ἐλθεῖν προέτρεπε.
πέμπει τε πρεσβύτερον καὶ διάκονον, ἵν' ἔτι μᾶλλον θαρρῶν ἐπανέλθοι. ἐνόμιζε γὰρ
3
διὰ τὸν φόβον τῶν πρότερον γενομένων ὀλιγωρεῖν με περὶ τὴν ἐπάνοδον. γράφει
δὲ καὶ τῷ ἀδελφῷ ἑαυτοῦ Κώνσταντι, ἵνα καὶ αὐτὸς ἐπανελθεῖν με προτρέψηται. διε-
βεβαιοῦτο γὰρ ἐνιαυτὸν ὅλον ἐκδέχεσθαι τὸν Ἀθανάσιον καὶ οὐκ ἄν ποτε ἐπιτρέψαι μὴ
γενέσθαι τινὰ καινοτομίαν ἢ καὶ κατάστασιν φυλάττων Ἀθανασίῳ τῷ ἐπισκόπῳ τὰς
ἐκκλησίας.
22
1
Οὕτω δὴ οὖν γράψαντος αὐτοῦ καὶ προτρεψαμένου διὰ πολλῶν (καὶ γὰρ καὶ
τοὺς κόμητας αὐτοῦ πεποίηκε γράψαι, Πολέμιον, Δατιανόν, Βαρδίωνα, Θάλασσον,
Ταῦρον καὶ Φλωρέντιον, οἷς καὶ μᾶλλον πιστεύειν ἦν), τὸ δὲ ὅλον δεδωκὼς τῷ θεῷ τῷ
καὶ εἰς τοῦτο κατανύξαντι τὸν Κωνστάντιον ἦλθεν Ἀθανάσιος μετὰ τῶν σὺν αὐτῷ
πρὸς αὐτόν, γνησίως τε αὐτὸν ἑώρακε καὶ ἀπέλυσεν εἰσελθεῖν εἰς τὴν πατρίδα καὶ τὰς
ἐκκλησίας γράψας καὶ τοῖς κατὰ τόπον δικασταῖς, ἐπειδὴ πρότερον προστάξας ἦν φυ-
2
λάττεσθαι τὰς διόδους, ἵνα ἀκώλυτον ἔχωσι τὴν πάροδον. εἶτα τοῦ ἐπισκόπου
ἀποδυρομένου περὶ ὧν πέπονθε καὶ περὶ τῶν κατ' αὐτοῦ γραφέντων παρ' αὐτοῦ παρα-
τιθεμένου τε, μὴ πάλιν μετὰ τὴν ἀποδημίαν διαβολαὶ γένωνται παρὰ τῶν ἐχθρῶν, καὶ
λέγοντος· ‘κάλει τούτους, εἰ βούλει, (ἔξεστι γὰρ ἑστάναι τούτους δι' ἡμᾶς) καὶ διε-
λέγχομεν αὐτούς’, τοῦτο μὲν οὐ πεποίηκε, πάντα δέ, ὅσα πρότερον ἐκ διαβολῆς ἦν
γραφέντα κατ' αὐτοῦ, ἀναιρεθῆναι ταῦτα καὶ ἀπαλειφῆναι κελεύει διαβεβαιωσάμενος·
‘μηκέτι τοῦ λοιποῦ διαβολῶν ἀνέχεσθαι, ἀλλ' εἶναι βεβαίαν καὶ ἀμετάβλητον τὴν προαί-
3
ρεσιν’. καὶ τοῦτο οὐχ ἁπλῶς ἔλεγεν, ἀλλ' ὅρκοις ἐπεσφράγιζε τοὺς λόγους τὸν θεὸν
ἐπὶ τούτοις καλῶν μάρτυρα. πολλοῖς γοῦν καὶ ἑτέροις λόγοις προτρεψάμενος αὐτὸν
καὶ θαρρεῖν παρακελευσάμενος γράφει πρὸς τοὺς ἐπισκόπους καὶ τοὺς δικαστὰς ταῦτα·
23
1
Νικητὴς Κωνστάντιος Μέγιστος Σεβαστὸς ἐπισκόποις καὶ κληρικοῖς τῆς καθολικῆς
ἐκκλησίας.
Οὐκ ἀπελείφθη τῆς τοῦ θεοῦ χάριτος ὁ αἰδεσιμώτατος ...
(Ἐγράφη ὀπίσω εἰς τὸν ξεʹ λόγον καὶ ἔστιν ἐξ ὁλοκλήρου ὁμοία ταύτης.)
3
{Ἑτέρα ἐπιστολή}
Κωνσταντίου πρὸς τὸν τῆς Ἀλεξανδρείας λαόν.
Σκοπὸν ποιούμενοι τὴν ὑμετέραν ἐν ἅπασιν εὐνομίαν ...
(Ἐγράφη καὶ αὕτη ὁμοίως εἰς τὸν αὐτὸν ξεʹ λόγον καὶ διὰ τὸ μηδὲν παραλάσσειν κατελείφθησαν
νῦν ἄγραφοι.)
{Ἑτέρα ἐπιστολή}
Νικητὴς Κωνστάντιος Αὔγουστος Νεστορίῳ ἐπάρχῳ Αἰγύπτου.
Φανερόν ἐστι πρὸ τούτου πρόσταξιν ἡμετέραν γεγενῆσθαι, ὥστε κατὰ τῆς ὑπο-
λήψεως Ἀθανασίου τοῦ αἰδεσιμωτάτου ἐπισκόπου γράμματά τινα εὑρίσκεσθαι, ταῦτά
τε συνέστηκεν ἐν τῇ τάξει τῆς σῆς καθοσιώσεως εἶναι. βουλόμεθα τοιγαροῦν, ἵνα ἡ
δεδοκιμασμένη ἡμῖν νηφαλιότης σου πάσας τὰς ἐπιστολὰς ὅσας ἂν περὶ τοῦ ὀνόματος
τοῦ προειρημένου γενομένας ἐν τῇ ὑπὸ σὲ τάξει ἀκολούθως τῇ ἡμετέρᾳ ταύτῃ κελεύσει
εἰς τὸ ἡμέτερον κομητάτον ἀποστείλῃ.
24
1
Ἃ δὲ καὶ μετὰ θάνατον τοῦ μακαρίου Κώνσταντος ἔγραψεν, ἔστι ταῦτα, Ῥωμαιστὶ
μὲν γραφέντα, ἑρμηνευθέντα δὲ Ἑλληνιστί·
2n
Νικητὴς Κωνστάντιος Αὔγουστος Ἀθανασίῳ.
2
Εὐχὴν ἀεί μοι ταύτην γεγενῆσθαι, ὥστε πάντα καταθυμίως ἀποβαίνειν τῷ ποτέ
μου ἀδελφῷ Κώνσταντι, οὐδὲ τὴν σὴν σύνεσιν ἔλαθεν· ἐν ὅσῃ τε λύπῃ διετέθην μαθὼν
τοῦτον ἀνῃρῆσθαι παρά τινων ἀνοσιωτάτων, στοχάζεσθαι πάλιν δύναται ἡ σὴ φρόνησις.
3
ἐπεὶ οὖν τινές εἰσιν οἱ ἐν τῷ παρόντι καιρῷ, τῷ οὕτω πενθικῷ, πειρώμενοί σε ἐκφοβεῖν,
διὰ τοῦτο ταῦτα πρὸς τὴν σὴν στερρότητα δοθῆναι τὰ γράμματα ἐδικαίωσα προτρε-
πόμενός σε, ἵνα, ὡς πρέπει ἐπίσκοπον, τοὺς λαοὺς τὰ ὀφειλόμενα τῇ θείᾳ θρησκείᾳ δι-
δάσκῃς καὶ μετ' αὐτῶν συνήθως εὐχαῖς σχολάζῃς καὶ μὴ ματαίοις θρύλοις, εἴτινες ἂν
4
γένοιντο, πιστεύσῃς. ἡμῖν γὰρ τοῦτο ἐν τῇ ψυχῇ πέπηγεν, ὥστε σε ἀκολούθως
τῇ ἡμετέρᾳ προαιρέσει διαπαντὸς ἐν τῷ τόπῳ σου θέλειν ἐπίσκοπον εἶναι. ἡ θεία πρό-
νοια πολλοῖς ἔτεσί σε διατηροίη, γονεῦ προσφιλέστατε.
25
1
Τούτων οὕτω πραχθέντων οὕτω τε συνταξαμένων καὶ τῆς ὁδοῦ λοιπὸν ἐπιβάντων
οἱ μὲν φίλοι φίλον ὁρῶντες ἔχαιρον, τῶν δὲ ἄλλων οἱ μὲν ἐδυσωποῦντο βλέποντες αὐτόν,
οἱ δὲ καὶ παρρησίαν οὐκ ἔχοντες ἐκρύπτοντο, οἱ δὲ καὶ μετεγίνωσκον ἐφ' οἷς ἔγραψαν
2
κατὰ τοῦ ἐπισκόπου. πάντες γοῦν οἱ ἀπὸ Παλαιστίνης ἐπίσκοποι χωρὶς δύο που
ἢ τριῶν καὶ αὐτῶν ὑπόπτων τυγχανόντων οὕτω τὸν Ἀθανάσιον ὑπεδέξαντο καὶ
τὴν πρὸς αὐτὸν ἠσπάσαντο κοινωνίαν, ὡς καὶ γράψαι καὶ ἀπολογήσασθαι, ὅτι, ἃ
3
πρότερον ἔγραψαν, οὐ κατὰ προαίρεσιν, ἀλλὰ βιαζόμενοι πεποιήκασι. περὶ γὰρ
τῶν ἐν Αἰγύπτῳ καὶ ταῖς Λιβύαις ἐπισκόπων καὶ τῶν ἐν αὐταῖς καὶ τῶν ἐν Ἀλεξανδρείᾳ
λαῶν περιττόν ἐστι καὶ λέγειν, πάντων συντρεχόντων καὶ ἀνεκλάλητον ἐχόντων τὴν
χαράν, οὐχ ὅτι μόνον τοὺς ἰδίους παρ' ἐλπίδα ζῶντας ἀπελάμβανον, ἀλλ' ὅτι καὶ τῶν
αἱρετικῶν ὡς τυράννων καὶ λυττώντων κυνῶν ἀπηλλάττοντο. μεγάλη γοῦν ἦν εὐφρο-
4
σύνη τῶν λαῶν ἐν ταῖς συνάξεσι παροξυνόντων ἀλλήλους εἰς ἀρετήν. πόσαι τῶν
ἀγάμων πρότερον οὖσαι πρὸς γάμον ἕτοιμοι ἔμειναν παρθένοι τῷ Χριστῷ· πόσοι νεώ-
τεροι βλέποντες ἑτέρους τὸν μονήρη βίον ἠγάπησαν· πόσοι πατέρες προέτρεπον τέκνα·
πόσοι δὲ καὶ παρὰ τέκνων ἠξιώθησαν, μὴ ἐμποδίζεσθαι τῆς ἐν Χριστῷ ἀσκήσεως· πόσαι
γυναῖκες ἔπεισαν ἄνδρας, πόσαι δὲ καὶ παρὰ ἀνδρῶν ἐπείσθησαν «σχολάζειν τῇ προσ-
ευχῇ», ὡς εἶπεν ὁ ἀπόστολος· πόσαι χῆραι, πόσοι δὲ καὶ ὀρφανοὶ τὸ πρότερον πεινῶντες
καὶ γυμνοὶ τυγχάνοντες ἐκ πολλῆς τῆς τῶν λαῶν προθυμίας οὔτε λοιπὸν ἐπείνων,
5
ἀλλὰ καὶ ἐνδεδυμένοι προήρχοντο. καὶ ὅλως τοσαύτη ἦν ἅμιλλα περὶ ἀρετήν, ὡς
ἑκάστην οἰκίαν καὶ οἶκον ἑκάστου νομίζειν ἐκκλησίαν εἶναι διὰ τὴν τῶν ἐνοικούντων
φιλοκαλίαν τε καὶ τὴν πρὸς τὸν θεὸν εὐχήν. εἰρήνη τε ἦν ἐν ταῖς ἐκκλησίαις βαθεῖα
καὶ θαυμαστὴ γραφόντων τῶν πανταχόθεν ἐπισκόπων καὶ δεχομένων παρὰ Ἀθανασίου
τὰ συνήθη τῆς εἰρήνης γράμματα.
26
1
Καὶ γὰρ καὶ Οὐρσάκιος καὶ Οὐάλης ὥσπερ ὑπὸ τοῦ συνειδότος μαστιζόμενοι μετ-
έγνωσαν καὶ γράφουσι μὲν αὐτῷ τῷ ἐπισκόπῳ φιλικὴν καὶ εἰρηνικὴν ἐπιστολήν, καίτοι
μὴ λαβόντες παρ' αὐτοῦ γράμματα. ἀνελθόντες δὲ καὶ εἰς τὴν Ῥώμην μετενόουν ὁμολο-
γοῦντες ὅτι πάντα, ὅσαπερ πεποιήκασι καὶ εἰρήκασι κατ' αὐτοῦ, ταῦτα εἶναι πάντα
2
ψευδῆ καὶ μόνον συκοφαντίαν. οὐχ ἁπλῶς δὲ τοῦτο οὐδ' αὐτοὶ πεποιήκασιν, ἀλλὰ
γὰρ καὶ ἀναθεματίσαντες τὴν ἀρειανὴν αἵρεσιν ἔγγραφον τὴν μετάνοιαν αὐτῶν δεδώκασι
γράψαντες Ἰουλίῳ τῷ ἐπισκόπῳ, Ῥωμαιστὶ μέν, μεταβληθέντα δὲ Ἑλληνιστί, ταῦτα·
τὸ γὰρ ἀντίγραφον ἀπεστάλη ἡμῖν παρὰ Παύλου ἐπισκόπου Τριβέρων Ῥωμαιστί.
3
{Ἑρμηνεία ἀπὸ Ῥωμαικοῦ}
Κυρίῳ μου μακαριωτάτῳ πάπᾳ Ἰουλίῳ Οὐρσάκιος καὶ Οὐάλης.
Ἐπειδὴ συνέστηκεν ἡμᾶς πρὸ τούτου πολλά τε καὶ δεινά ...
(Ἐγράφη ὀπίσω εἰς τὸν ξηʹ λόγον καὶ ἔστι κατὰ πάντα ὁμοία καὶ ἴση.)
4
{Ἑρμηνεία ἀπὸ Ῥωμαικοῦ}
Κυρίῳ μου ἀδελφῷ Ἀθανασίῳ ἐπισκόπῳ Οὐρσάκιος καὶ Οὐάλης ἐπίσκοποι.
Ἀφορμὴ ἡμῖν ἐδόθη διὰ τοῦ ἀδελφοῦ καὶ συμπρεσβυτέρου ...
(Ἐγράφη ὀπίσω εἰς τὸν αὐτὸν ξηʹ λόγον καὶ ἔστιν ὁμοία καὶ ἴση ἐξ ὁλοκλήρου.)
5
Ταῦτα γράψαντες ὑπέγραψαν καὶ τοῖς εἰρηνικοῖς παρερχομένων πρεσβυτέρων
Ἀθανασίου Πέτρου τε καὶ Εἰρηναίου καὶ Ἀμμωνίου λαικοῦ, καίτοι μηδὲ δι' αὐτῶν γρά-
ψαντος αὐτοῖς.
27
1
Τίς τοίνυν οὐκ ἐθαύμαζε βλέπων ταῦτα καὶ τὴν τοσαύτην τῶν ἐκκλησιῶν εἰρήνην;
τίς οὐκ ἔχαιρεν ὁρῶν τῶν τοσούτων ἐπισκόπων τὴν ὁμόνοιαν; τίς οὐκ ἐδόξαζε τὸν
κύριον θεωρῶν τῶν λαῶν τὴν ἐν ταῖς συνάξεσιν εὐφροσύνην; πόσοι τῶν ἐχθρῶν μετ-
ενόουν· πόσοι τῶν πρότερον διαβαλλόντων ἀπελογοῦντο· πόσοι πρότερον μισοῦντες
αὐτὸν ὕστερον ἠγάπησαν· πόσοι τῶν γραψάντων κατ' αὐτοῦ παλινῳδίαν ᾖσαν.
2
πολλοὶ καὶ τῶν μὴ προαιρέσει, ἀλλ' ἀνάγκῃ μετὰ τῶν Ἀρειανῶν ὄντες ἐρχόμενοι νυκτὸς
ἀπελογοῦντο, καὶ τὴν μὲν αἵρεσιν ἀνεθεμάτιζον, ἠξίουν δὲ συγγνώμην ἔχειν, ὅτι διὰ τὰς
συσκευὰς καὶ τὰς διαβολὰς τὰς παρ' αὐτῶν γιγνομένας τοῖς μὲν σώμασιν ἐκεῖ φαίνονται,
τῇ δὲ καρδίᾳ μετὰ Ἀθανασίου συνάγονται καὶ ἀεὶ μετ' αὐτοῦ τυγχάνουσι· ναὶ πιστεύσατε.
28
1
Ἀλλὰ ταῦτα ἀκούοντες καὶ βλέποντες οἱ κληρονόμοι τῆς γνώμης καὶ τῆς ἀσεβείας
τῶν περὶ Εὐσέβιον, Λεόντιος ὁ ἀπόκοπος, ὃν οὐδὲ ὡς λαικὸν κοινωνεῖν ἐχρῆν, διότι
ἑαυτὸν ἀπέκοψεν ὑπὲρ τοῦ μετ' ἐξουσίας λοιπὸν κοιμᾶσθαι μετὰ Εὐστολίου τινός, γυναικὸς
μὲν δι' αὐτόν, λεγομένης δὲ παρθένου, Γεώργιός τε καὶ Ἀκάκιος καὶ Θεόδωρος καὶ Νάρ-
2
κισσος, οἵτινες καὶ ἐν τῇ συνόδῳ καθῃρέθησαν, μεγάλως ᾐσχύνοντο. εἶτα βλέποντες
τὴν πρὸς Ἀθανάσιον τῶν ἐπισκόπων συμφωνίαν τε καὶ εἰρήνην, πλείους δὲ ἦσαν υʹ,
ἀπό τε τῆς μεγάλης Ῥώμης καὶ τῆς Ἰταλίας πάσης Καλαβρίας τε καὶ Ἀπουλίας καὶ
Καμπανίας Βριττίας τε καὶ Σικελίας Σερδινίας τε καὶ Κορσικῆς καὶ πάσης τῆς Ἀφρικῆς
τούς τε ἀπὸ Γαλλίων καὶ Βριττανίας καὶ Σπανίων μετὰ τοῦ μεγάλου καὶ ὁμολογητοῦ
Ὁσίου, ἔπειτα τοὺς ἀπὸ τῶν Παννονίων καὶ Νωρικοῦ καὶ Σισκίας Δαλματίας τε καὶ
Δαρδανίας Δακίας τε καὶ Μυσίας Μακεδονίας Θεσσαλίας καὶ πάσης τῆς Ἀχαίας καὶ
Κρήτης Κύπρου τε καὶ Λυκίας καὶ πλείστους τῆς Παλαιστίνης τε καὶ Ἰσαυρίας Αἰγύπτου
3
καὶ Θηβαίδος καὶ πάσης Λιβύης καὶ Πενταπόλεως· ταῦτα βλέποντες ἐκεῖνοι φθόνῳ
καὶ φόβῳ συνεσχέθησαν, φθόνῳ μὲν διὰ τὴν τοσούτων κοινωνίαν, φόβῳ δὲ μὴ οἱ παρ'
αὐτῶν ἀπατηθέντες προστεθῶσι τῇ τῶν τοσούτων ὁμοψυχίᾳ καὶ λοιπὸν ἡ αἵρεσις αὐτῶν
παραδειγματισθεῖσα θριαμβευθῇ καὶ στηλιτευθῇ πανταχοῦ.
29
1
Πρῶτον μὲν τοὺς περὶ Οὐρσάκιον καὶ Οὐάλεντα ὡς τοὺς κύνας μεταπείθουσι μετα-
βαλέσθαι καὶ εἰς τὸν ἴδιον ἐμετὸν ἐπιστρέψαι καὶ ὡς τοὺς χοίρους εἰς τὸν πρότερον βόρ-
βορον τῆς ἀσεβείας πάλιν κυλισθῆναι πρόφασίν τε τῆς μετανοίας πλάσασθαι, ὡς διὰ
φόβον τοῦ θεοσεβεστάτου Κώνσταντος εἶεν τοῦτο πεποιηκότες, καίτοι, εἰ καὶ φόβος
2
ἦν, ἀλλ' οὐκ ἐχρῆν, εἴπερ ἐθάρρουν οἷς ἔπραξαν, προδότας τούτων γίγνεσθαι. ὅτε
δὲ οὐδὲ φόβος, ἀλλ' ἐψεύδοντο, πῶς οὐκ ἄξιοι πάσης καταγνώσεώς εἰσιν; οὔτε γὰρ
στρατιώτου παρόντος, οὐ παλατινῶν ἢ νοταρίων ἀποσταλέντων, ὁποῖα νῦν αὐτοὶ
ποιοῦσιν, ἀλλ' οὐδὲ βασιλέως παρόντος οὐδὲ ὅλως κληθέντες παρά τινος ἔγραψαν, ἀλλ'
αὐτοὶ θέλοντες ἀνῆλθον εἰς τὴν Ῥώμην καὶ ἐν τῇ ἐκκλησίᾳ, ἔνθα φόβος μὲν ἔξωθεν οὐκ
ἦν, μόνος δὲ ὁ τοῦ θεοῦ φόβος ἐστὶ καὶ ἐλευθέραν ἕκαστος ἔχει τὴν προαίρεσιν δι' ἑαυτῶν
μετενόησαν καὶ ἔγραψαν. καὶ ὅμως Ἀρειανοὶ δεύτερον γενόμενοι τοιαύτην πάλιν ἀπρεπῆ
πρόφασιν ἐπινοήσαντες οὐκ ἐρυθριῶσιν.
30
1
Ἔπειτα κοινῇ προσελθόντες παρεκάλουν τὸν βασιλέα Κωνστάντιον λέγοντες
‘καὶ τὸ πρῶτον ἀξιοῦντες οὐκ ἐπιστεύθημεν· ἐλέγομεν γάρ, ὅτε μετεπέμπου τὸν Ἀθα-
νάσιον, ὅτι τοῦτον προσκαλούμενος τὴν ἡμετέραν αἵρεσιν ἐκβάλλεις. οὗτος γὰρ ἐξ ἀρχῆς
2
κατ' αὐτῆς γέγονε καὶ οὐ παύεται ταύτην οὗτος ἀναθεματίζων. αὐτὸς μὲν οὖν ἤδη
πεπλήρωκε τὰ πανταχοῦ γράφων καθ' ἡμῶν, καὶ οἱ μὲν πλεῖστοι τὴν μετ' αὐτοῦ κοι-
νωνίαν ἔχουσι, τῶν δὲ καὶ δοξάντων μεθ' ἡμῶν εἶναι οἱ μὲν προσετέθησαν αὐτῷ, οἱ δὲ
μέλλουσιν· ἡμεῖς δὲ ἐμείναμεν μόνοι. καὶ φόβος μὴ καὶ ἡ αἵρεσις γνωσθῇ καὶ λοιπὸν
ἡμεῖς καὶ σὺ χρηματίσωμεν αἱρετικοί. κἂν τοῦτο γένηται, σκόπει μὴ μετὰ Μανιχαίων
λογισθῶμεν. ἄρξαι πάλιν οὖν διώκειν καὶ πρόστα τῆς αἱρέσεως· καὶ γὰρ καὶ αὕτη σὲ
3
βασιλέα ἔχει.’ τοιαῦτα μὲν οὖν ἦν τούτων τὰ τῆς πανουργίας ῥήματα. καὶ αὐτὸς
δὲ διερχόμενος, ὅτε πρὸς Μαγνέντιον ἔσπευδε, καὶ βλέπων τὴν πρὸς Ἀθανάσιον τῶν
ἐπισκόπων κοινωνίαν, ὡς ὑπὸ πυρὸς ἀναφθεὶς μετεβάλλετο τὴν γνώμην καὶ οὔτε τῶν
ὅρκων ἐμνημόνευσεν, ἀλλὰ καὶ ὧν ἔγραψεν ἐπελάθετο καὶ τῶν πρὸς τὸν ἀδελφὸν καθη-
κόντων ἀγνώμων γέγονε. καὶ γὰρ καὶ αὐτῷ γράφων καὶ Ἀθανάσιον ἑωρακὼς ὅρκους
δέδωκε, μὴ ἄλλως ποιήσειν, ἢ ὡς ἂν ὁ λαὸς βούληται καὶ τῷ ἐπισκόπῳ καταθυμίως
4
τυγχάνοι. ἀλλ' ἡ πρὸς τὴν ἀσέβειαν σπουδὴ πάντων ἀθρόως αὐτὸν ἐπιλαθέσθαι
πεποίηκεν. οὐ δεῖ δὲ θαυμάζειν, εἰ μετὰ τοσαῦτα γράμματα καὶ τοσούτους ὅρκους ἠλλοιώθη
Κωνστάντιος, ὅπουγε καὶ ὁ τῆς Αἰγύπτου τότε τύραννος Φαραὼ πολλάκις ἐπαγγελ-
λόμενος καὶ διὰ τοῦτο λαμβάνων τῶν βασάνων ἄνεσιν μετετίθετο, ἕως εἰς τέλος ἀπώλετο
σὺν αὐτοῖς τοῖς ὁμονοήσασιν αὐτῷ.
31
1
Τούτους μὲν οὖν κατὰ πόλιν πρῶτον ἐβιάζετο μετατίθεσθαι, γενόμενος δὲ ἐν τῇ
Ἀρελατῷ καὶ τῇ Μεδιολάνῳ λοιπόν, ὡς οἱ αἱρετικοὶ συνεβούλευσαν καὶ ὑπέθεντο, οὕτως
αὐτὸς ἔπραττε, μᾶλλον δὲ οὕτως καὶ αὐτοὶ διεπράττοντο καὶ ἐνήλλοντο κατὰ πάντων
2
ἔχοντες τὴν ἐξουσίαν. καὶ εὐθὺς ὧδε μὲν ἐντολαὶ καὶ γράμματα πρὸς τὸν ἔπαρχον,
ἵνα τέως ὁ σῖτος ἀφαιρεθῇ παρὰ Ἀθανασίου καὶ δοθῇ τοῖς τὰ Ἀρείου φρονοῦσι, καὶ
ἵνα ἐξῇ ὑβρίζειν τοῖς βουλομένοις τοὺς μετ' αὐτοῦ συναγομένους. ἀπειλή τε ἦν τοῖς
δικασταῖς, εἰ μὴ συνάγοιντο μετὰ τῶν Ἀρειανῶν. ἦν δὲ ταῦτα προοίμια τῶν μετὰ
3
ταῦτα γενομένων διὰ τοῦ δουκὸς Συριανοῦ. εἰς δὲ τὰ ἔξω μέρη προστάγματα πάλιν,
καὶ νοτάριοι κατὰ πόλιν καὶ παλατινοὶ φέροντες ἀπειλὰς ἀπεστέλλοντο πρός τε τοὺς
ἐπισκόπους καὶ τοὺς δικαστάς, ἵν' οἱ μὲν δικασταὶ ἐπείγωσιν, οἱ δὲ ἐπίσκοποι ἢ ἵνα
κατὰ Ἀθανασίου γράφωσι κοινωνίαν ἔχοντες πρὸς τοὺς Ἀρειανοὺς ἢ τιμωρίαν αὐτοὶ
μὲν ὑπομένωσιν ἐξοριστίας, οἱ δὲ τούτοις συνερχόμενοι λαοὶ δεσμὰ καὶ ὕβρεις καὶ πληγὰς
4
κατ' αὐτῶν καὶ ἀφαίρεσιν τῶν ἰδίων ὑπαρχόντων ἔσεσθαι γινώσκοιεν. οὐκ ἠμελεῖτο
δὲ τὸ πρόσταγμα· καὶ γὰρ εἶχον οἱ ἀποσταλέντες μεθ' ἑαυτῶν κληρικοὺς Οὐρσακίου καὶ
Οὐάλεντος, ἵνα καὶ παροξύνωσι καὶ ἀμελοῦντας τοὺς δικαστὰς κατενέγκωσι τῷ βασιλεῖ.
καὶ τὰς μὲν αἱρέσεις ὡς μικροτέρας ἑαυτῶν ἀδελφὰς συνεχώρουν βλασφημεῖν εἰς τὸν κύριον,
μόνοις δὲ τοῖς Χριστιανοῖς ἐπεβούλευον οὐ φέροντες ἀκούειν περὶ Χριστοῦ λόγων εὐσεβῶν.
πόσοι τοιγαροῦν ἐπίσκοποι κατὰ τὸ γεγραμμένον «ἐπὶ ἡγεμόνας καὶ βασιλέας ἤχθησαν»
5
καὶ παρὰ δικαστῶν ἤκουσαν· ‘ἢ ὑπογράψατε ἢ τῶν ἐκκλησιῶν ἀναχωρεῖτε, καθαιρεθῆναι
γὰρ ὑμᾶς βασιλεὺς προσέταξε’. πόσοι διεσείσθησαν παρ' αὐτῶν κατὰ πόλιν, ἵνα μὴ
6
ὡς φίλους τῶν ἐπισκόπων αὐτοὺς καταμέμψωνται. καὶ γὰρ καὶ πολιτευταῖς ἐγράφετο,
καὶ ἦν ἀπειλή, ζημία χρημάτων, εἰ μὴ ἀναγκάζοι ἕκαστος τὸν τῆς ἰδίας πόλεως ἐπίσκοπον
ὑπογράφειν. καὶ ὅλως πᾶς τόπος καὶ πᾶσα πόλις ἐπεπλήρωτο φόβου καὶ ταραχῆς
τῶν μὲν ἐπισκόπων ἑλκομένων, τῶν δὲ δικαστῶν ὁρώντων τοὺς ὀδυρμοὺς καὶ στεναγμοὺς
τῶν λαῶν.
32
1
Ταῦτα μὲν παρὰ τῶν ἀποσταλέντων παλατινῶν ἐπράττετο, οἱ δὲ θαυμαστοὶ
θαρροῦντες αἷς ἔχουσι προστασίαις σπουδὴν τίθενται· καὶ οὕτω τῶν ἐπισκόπων τοὺς
μὲν…
α…
The complete text is available when the reading interface loads.