De synodis Arimini in Italia et Seleuciae in Isauria
- Authority group
- Athanasius of Alexandria (catalogue association; authorship remains anonymous)
- Edition reference
- De synodis Arimini in Italia et Seleuciae in Isauria, ed. Opitz, op. cit., 231–278.
- CTS identifier
urn:cts:greekLit:tlg2035.tlg010.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
3
3
ἀρνούμενοι· οὕτως εἰσὶ πρὸς ἀσέβειαν χριστομάχοι. ἀλλ' ἴσως αὐτοῖς ἐστι πρόφασις
τῆς ὑπατείας ἡ τῶν ἁγίων προφητῶν χρονογραφία. ἀλλὰ κἂν τοῦτο τολμήσωσιν εἰπεῖν,
πολὺ τὴν ἀμαθίαν ἑαυτῶν ἐξαγγέλλουσιν. αἱ μὲν γὰρ τῶν ἁγίων προφητεῖαι χρόνων
ἔχουσι μνήμην. καὶ Ἡσαίας μὲν καὶ Ὠσηὲ «ἐν ἡμέραις Ὀζίου καὶ Ἰωάθαμ καὶ Ἀχὰζ καὶ
Ἐζεκίου» γεγόνασιν, Ἱερεμίας δὲ ἐν ἡμέραις Ἰωσίου, Ἰεζεκιὴλ δὲ καὶ Δανιὴλ ἐπὶ Κύρου
καὶ Δαρείου καὶ ἄλλοι ἐν ἄλλοις χρόνοις ἐπροφήτευσαν οὐ τῆς θεοσεβείας ἀρχὴν καταβαλλό-
4
μενοι. ἦν γὰρ καὶ πρὸ αὐτῶν καὶ ἀεὶ ἦν καὶ πρὸ καταβολῆς κόσμου ταύτην ἡμῖν ὁ θεὸς ἐν
Χριστῷ προητοίμασεν. οὐδὲ τῆς αὐτῶν δὴ πίστεως τοὺς χρόνους ἐσήμαινον· ἦσαν γὰρ
καὶ πρὸ τούτων τῶν χρόνων αὐτοὶ πιστοί· ἀλλὰ τῆς δι' αὐτῶν ἀπαγγελίας ἦσαν οἱ
5
χρόνοι. ἦν δὲ ἡ ἀπαγγελία προηγουμένη μὲν περὶ τῆς ἐπιδημίας τοῦ σωτῆρος, ἐπακο-
λούθημα δὲ περὶ τῶν ἐσομένων τῷ Ἰσραὴλ καὶ τοῖς ἔθνεσι. καὶ ἦσαν οἱ χρόνοι σημαινό-
μενοι οὐκ ἀρχῆς πίστεως, καθὰ προεῖπον, ἀλλ' αὐτῶν τῶν προφητῶν, καθ' οὓς οὗτοι γενό-
6
μενοι τοιαῦτα προεφήτευον. οὗτοι δὲ οἱ νῦν σοφοὶ οὐχ ἱστορίας ἐξηγούμενοι οὐδὲ τὰ
μέλλοντα προλέγοντες, ἀλλὰ γράψαντες ‘ἐξετέθη ἡ πίστις ἡ καθολικὴ’ εὐθὺς προσέθηκαν
καὶ τὴν ὑπατείαν καὶ τὸν μῆνα καὶ τὴν ἡμέραν, ἵνα, ὥσπερ οἱ ἅγιοι τῶν ἱστοριῶν καὶ τῆς
ἑαυτῶν διακονίας τοὺς χρόνους ἔγραφον, οὕτως οὗτοι τῆς ἑαυτῶν πίστεως τὸν χρόνον ση-
μάνωσι. καὶ εἴθε περὶ τῆς ἑαυτῶν ἔγραφον ‘νῦν γὰρ ἤρξατο’ καὶ μὴ ὡς περὶ τῆς καθολι-
κῆς ἐπεχείρουν· οὐ γὰρ ἔγραψαν ‘οὕτω πιστεύομεν’, ἀλλ' ὅτι ‘ἐξετέθη ἡ καθολικὴ πίστις’.
4
1
Τὸ μὲν οὖν τολμηρὸν τῆς προαιρέσεως ἐλέγχει τὴν ἀμαθίαν αὐτῶν, τὸ δὲ καινὸν ἐπι-
νόημα τῆς γραφῆς ἴσον ἐστὶ τῆς ἀρειανῆς αἱρέσεως. οὕτω γὰρ γράψαντες ἔδειξαν, πότε μὲν
ἤρξαντο πιστεύειν αὐτοί, ἀπὸ δὲ τοῦ νῦν βούλονται τὴν πίστιν αὐτῶν καταγγέλ-
2
λεσθαι. καὶ ὥσπερ κατὰ τὸν εὐαγγελιστὴν Λουκᾶν «ἐτέθη δόγμα» περὶ τῆς ἀπο-
γραφῆς καὶ τοῦτο τὸ δόγμα πρότερον μὲν οὐκ ἦν, ἀπὸ δὲ τῶν ἡμερῶν ἐκείνων ἤρξατο, ἐν
αἷς καὶ ἐτέθη παρὰ τοῦ γράψαντος, οὕτω καὶ οὗτοι γράψαντες ‘ἐξετέθη νῦν ἡ πίστις’ ἔδει-
3
ξαν ὅτι νεώτερόν ἐστι τὸ τῆς αἱρέσεως αὐτῶν φρόνημα καὶ οὐκ ἦν πρότερον. εἰ δὲ
προστιθέασι ‘τῆς καθολικῆς’, ἔλαθον ἑαυτοὺς πεσόντες εἰς τὴν παράνοιαν τῶν ἀπὸ Φρυ-
γίας, ὥστε καὶ αὐτοὺς κατ' ἐκείνους εἰπεῖν· ‘ἡμῖν πρῶτον ἀπεκαλύφθη καὶ ἀφ' ἡμῶν
ἡ πίστις ἄρχεται τῶν Χριστιανῶν’. καὶ ὥσπερ ἐκεῖνοι Μαξιμίλλαν καὶ Μοντανόν, οὕτως
4
οὗτοι ἀντὶ τοῦ Χριστοῦ Κωνστάντιον ‘δεσπότην’ ἐπιγράφονται. εἰ δὲ κατ' αὐτοὺς
ἀπὸ τῆς νῦν ὑπατείας ἀρχὴν ἡ πίστις ἔχει, τί ποιήσουσιν οἱ πατέρες καὶ οἱ μακάριοι μάρτυ-
ρες, τί δὲ καὶ αὐτοὶ ποιήσουσι τοὺς παρ' αὐτῶν κατηχηθέντας καὶ πρὸ τῆς ὑπατείας ταύ-
της κοιμηθέντας, πῶς αὐτοὺς ἐγείρουσιν, ἵνα ἃ μὲν ἔδοξαν δεδιδαχέναι τούτους ἀπαλείψω-
σιν, ἃ δὲ νῦν ὡς ἐφευρόντες ἔγραψαν ἐπισπείρωσιν αὐτοῖς; οὕτως εἰσὶν ἀμαθεῖς μόνον
εἰδότες πλάττειν προφάσεις καὶ ταύτας ἀπρεπεῖς καὶ ἀπιθάνους ἐχούσας ἐγγὺς τὸν ἔλεγχον.
5
1
Ἡ μὲν γὰρ ἐν Νικαίᾳ σύνοδος οὐχ ἁπλῶς γέγονεν, ἀλλ' εἶχε τὴν χρείαν κατεπεί-
γουσαν καὶ τὴν αἰτίαν εὔλογον. οἱ μὲν γὰρ ἀπὸ τῆς Συρίας καὶ Κιλικίας καὶ Μεσοποταμίας
ἐχώλευον περὶ τὴν ἑορτὴν καὶ μετὰ τῶν Ἰουδαίων ἐποίουν τὸ πάσχα, ἥ τε ἀρειανὴ αἵρεσις
ἐπαναστᾶσα ἦν κατὰ τῆς καθολικῆς ἐκκλησίας καὶ προστάτας εἶχεν εἴς τε τὴν ὑπὲρ
2
ἑαυτῆς σπουδὴν καὶ εἰς τὴν κατὰ τῶν εὐσεβούντων ἐπιβουλὴν τοὺς περὶ Εὐσέβιον. καὶ
αὕτη αἰτία γέγονεν οἰκουμενικὴν συναχθῆναι σύνοδον, ἵνα πανταχοῦ μία τῆς ἑορτῆς ἡμέρα
ἐπιτελῆται καὶ ἡ παραφυεῖσα αἵρεσις ἀναθεματισθῇ. γέγονε γοῦν, καὶ οἱ μὲν ἀπὸ τῆς
Συρίας ἐπείσθησαν, τὴν δὲ ἀρειανὴν αἵρεσιν ἀπεφήναντο πρόδρομον τοῦ ἀντιχρίστου καὶ
3
κατ' αὐτῆς γράψαντες ἐκδεδώκασι καλῶς. καὶ ὅμως γράψαντες καὶ τοσοῦτοι ὄντες
οὐδὲν τοιοῦτον τετολμήκασιν οἷον οἱ τρεῖς ἢ τέσσαρες οὗτοι. οὐ γὰρ προέταξαν ὑπατείαν
καὶ μῆνα καὶ ἡμέραν, ἀλλὰ περὶ μὲν τοῦ πάσχα ‘ἔδοξε τὰ ὑποτεταγμένα’. τότε γὰρ ἔδοξε
πάντας πείθεσθαι· περὶ δὲ τῆς πίστεως ἔγραψαν οὐκ ‘ἔδοξεν’, ἀλλ' ‘οὕτως πιστεύει ἡ κα-
θολικὴ ἐκκλησία’ καὶ εὐθὺς ὡμολόγησαν πῶς πιστεύουσιν, ἵνα δείξωσιν ὅτι μὴ νεώτερον,
ἀλλ' ἀποστολικόν ἐστιν αὐτῶν τὸ φρόνημα καὶ ἃ ἔγραψαν οὐκ ἐξ αὐτῶν εὑρέθη, ἀλλὰ
ταῦτ' ἐστιν ἅπερ ἐδίδαξαν οἱ ἀπόστολοι.
6
1
Αἱ δὲ νῦν κινούμεναι παρ' αὐτῶν σύνοδοι ποίαν ἔχουσιν εὔλογον αἰτίαν; εἰ μὲν
γὰρ καινοτέρα τις ἄλλη γέγονεν αἵρεσις μετὰ τὴν ἀρειανήν, εἰπάτωσαν τὰ τῆς ἐπινοίας
αὐτῆς ῥήματα καὶ τίνες οἱ ταύτην ἐφευρόντες εἰσί, γράφοντές τε ἀναθεματιζέτωσαν
τὰς πρὸ τῆς συνόδου ταύτης αἱρέσεις, ἐν αἷς ἐστι καὶ ἡ ἀρειανή, ὥσπερ οἱ ἐν Νικαίᾳ
πεποιήκασιν, ἵνα δόξωσι καὶ αὐτοὶ πιθανήν τινα πρόφασιν ἔχειν τοῦ καινότερα λέγειν·
εἰ δὲ μηδέν τι τοιοῦτον γέγονε, μηδὲ δύνανται δεῖξαι (αὐτοὶ δὲ μᾶλλον ἔχοντες τὴν
ἀσέβειαν Ἀρείου ταῦτα φθέγγονται καὶ καθημέραν ἐλεγχόμενοι μεταβάλλονται), τίς
ἡ χρεία τῶν συνόδων ἀρκούσης τῆς ἐν Νικαίᾳ γενομένης πρός τε τὴν ἀρειανὴν καὶ
2
τὰς ἄλλας αἱρέσεις, ἃς κατέκρινε πάσας διὰ τῆς ὑγιαινούσης πίστεως. καὶ γὰρ καὶ
ὁ θρυλούμενος Ἀέτιος ὁ ἐπικληθεὶς Ἄθεος οὐκ ἰδίαν ἐφευρὼν μανίαν θρασύνεται, ἀλλ'
εἰς τὴν ἀρειανὴν ἑτεροδοξίαν χειμαζόμενος ἐναυάγησε καὶ αὐτὸς μετὰ τῶν ἀπατηθέντων
παρ' αὐτοῦ. μάτην γοῦν περιτρέχοντες προφασίζονται διὰ πίστιν ἠξιωκέναι γενέσθαι
τὰς συνόδους. ἔστι μὲν γὰρ ἱκανωτέρα πάντων ἡ θεία γραφή, εἰ δὲ καὶ συνόδου χρεία
περὶ τούτου, ἔστι τὰ τῶν πατέρων. καὶ τούτου γὰρ οὐκ ἠμέλησαν οἱ ἐν Νικαίᾳ συνελ-
θόντες, ἀλλὰ καὶ ἔγραψαν οὕτω καλῶς, ὥστε τοὺς γνησίως ἐντυγχάνοντας τοῖς ἐκείνων
γράμμασι δύνασθαι παρ' αὐτῶν ὑπομιμνήσκεσθαι τὴν ἐν ταῖς θείαις γραφαῖς καταγ-
γελλομένην εἰς Χριστὸν εὐσέβειαν.
7
1
Οὐκοῦν, ἐπειδὴ μηδὲν εὔλογόν ἐστι παρ' αὐτοῖς, ἀποροῦσι δὲ πανταχόθεν, καίτοι
καὶ προφάσεις πλάττοντες, τοῦτο λοιπὸν αὐτοῖς περιλείπεται λέγειν· ἡμεῖς ἀντιλέγοντες
τοῖς πρὸ ἡμῶν καὶ παραβαίνοντες τὰς τῶν πατέρων παραδόσεις ἠξιώσαμεν σύνοδον
γενέσθαι. ἀλλὰ πάλιν φοβηθέντες μὴ πάλιν εἰς ἓν συνελθόντων μάταιος ἡμῖν ἡ σπουδὴ
γένηται, ἠξιώσαμεν εἰς δύο διαιρεθῆναι τὴν σύνοδον, ἵνα ἐν μέρει γενόμενοι δείξαντες
ἅπερ ἐγράψαμεν ὑφαρπάσαι δυνηθῶμεν τὸ πλέον ἀπειλοῦντες τὸν προιστάμενον τῆς
ἀσεβείας Κωνστάντιον, καὶ οὕτω τὰ μὲν ἐν Νικαίᾳ πραχθέντα σχολάσαι ποιήσωμεν
2
σχηματισάμενοι τὴν ἁπλότητα τῶν γραφέντων παρ' ἡμῶν‘. ταῦτα δὲ εἰ καὶ μὴ
τοῖς ῥήμασιν αὐτοῖς εἰρήκασιν, ἀλλὰ τῇ διανοίᾳ ταύτῃ πάντα πεποιήκασί τε καὶ διετά-
ραξαν. ἀμέλει πολλὰ πολλάκις εἰρηκότες καὶ γράψαντες ἐν διαφόροις συνόδοις οὐδε-
πώποτε περὶ τῆς ἀρειανῆς αἱρέσεως ὡς φαύλης ἐμνημόνευσαν, ἀλλ' εἰ καί ποτε παρόντες
τινὲς τὰς αἱρέσεις διέβαλλον, αὐτοὶ τὴν ἀρειανὴν ἐξεδίκουν, ἣν ἡ ἐν Νικαίᾳ σύνοδος
3
ἀνεθεμάτισε, καὶ μᾶλλον οὗτοι τοὺς τὰ Ἀρείου λέγοντας γνησίως ἐδέχοντο. μέγα
μὲν οὖν καὶ τοῦτο τεκμήριον, ὅτι μὴ δι' ἀλήθειαν, ἀλλ' ἐπ' ἀναιρέσει τῶν ἐν Νικαίᾳ
πραχθέντων ἡ ἐπίνοια τῶν νῦν συνόδων ἦν· ἃ δὲ καὶ ἐν αὐταῖς ταῖς συνόδοις παρ' αὐτῶν
καὶ τῶν ὁμοίων πέπρακται, δείκνυσιν οὐδὲν ἧττον εἶναι ταῦτα ἀληθῆ. λοιπὸν γὰρ
ἀναγκαῖον ὡς ἕκαστα γέγονε δηλῶσαι.
8
1
Πάντων προσδοκώντων εἰς ἓν συνέρχεσθαι, οὓς ἐκάλει τὰ παρὰ βασιλέως γράμ-
ματα, καὶ μίαν γίνεσθαι τὴν σύνοδον, ἐπειδὴ διῃρέθησαν, καὶ οἱ μὲν εἰς Σελεύκειαν τὴν
λεγομένην Τραχεῖαν κατῆλθον, οἱ δὲ ἐν τῇ Ἀριμίνῳ συνῆλθον. ἦσαν δὲ οἱ ἐν αὐτῇ
ἐπίσκοποι υʹ καὶ πλέον· εἰς ταύτην ἀνῆλθον καὶ Γερμίνιος καὶ Αὐξέντιος καὶ Οὐάλης
2
καὶ Οὐρσάκιος Δημόφιλός τε καὶ Γάιος. ἀλλὰ τῶν ἐπισκόπων πάντων διαλεγο-
μένων ἀπὸ τῶν θείων γραφῶν οὗτοι χάρτην ἐπεδείκνυον καὶ τὴν ὑπατείαν ἀναγινώσ-
κοντες ἠξίουν ταῦτα προκρίνεσθαι πάσης συνόδου καὶ τούτων μηδὲν πλέον ζητεῖν
παρὰ τῶν αἱρετικῶν μηδὲ ἐρευνᾶσθαι τὴν ἐκείνων διάνοιαν, ἀλλ' ἀρκεῖσθαι τούτοις
μόνοις. καὶ ἔστι τὰ γραφέντα παρ' αὐτῶν ταῦτα·
3
Ἐξετέθη ἡ πίστις ἡ καθολικὴ ἐπὶ παρουσίᾳ τοῦ δεσπότου ἡμῶν τοῦ εὐσεβεστάτου καὶ
καλλινίκου βασιλέως Κωνσταντίου Αὐγούστου τοῦ αἰωνίου Σεβαστοῦ ὑπατείᾳ Φλαυίων
Εὐσεβίου καὶ Ὑπατίου τῶν λαμπροτάτων ἐν Σιρμίῳ τῇ πρὸ ιαʹ καλανδῶν Ἰουνίων.
4
Πιστεύομεν εἰς ἕνα τὸν μόνον καὶ ἀληθινὸν θεὸν πατέρα παντοκράτορα καὶ κτίστην
καὶ δημιουργὸν τῶν πάντων, καὶ εἰς ἕνα μονογενῆ υἱὸν τοῦ θεοῦ, τὸν πρὸ πάντων τῶν
αἰώνων καὶ πρὸ πάσης ἀρχῆς καὶ πρὸ παντὸς ἐπινοουμένου χρόνου καὶ πρὸ πάσης
καταληπτῆς οὐσίας γεγεννημένον ἀπαθῶς ἐκ τοῦ θεοῦ, δι' οὗ οἵ τε αἰῶνες κατηρτίσθησαν
καὶ τὰ πάντα ἐγένετο, γεγεννημένον δὲ μονογενῆ, μόνον ἐκ μόνου τοῦ πατρός, θεὸν
ἐκ θεοῦ, ὅμοιον τῷ γεννήσαντι αὐτὸν πατρὶ κατὰ τὰς γραφάς, οὗ τὴν γένεσιν οὐδεὶς
5
ἐπίσταται εἰ μὴ μόνος ὁ γεννήσας αὐτὸν πατήρ. τοῦτον ἴσμεν τοῦ θεοῦ μονογενῆ
υἱόν, νεύματι πατρικῷ παραγενόμενον ἐκ τῶν οὐρανῶν εἰς ἀθέτησιν ἁμαρτίας καὶ γεν-
νηθέντα ἐκ Μαρίας τῆς παρθένου καὶ ἀναστραφέντα μετὰ τῶν μαθητῶν καὶ πᾶσαν τὴν
οἰκονομίαν πληρώσαντα κατὰ τὴν πατρικὴν βούλησιν, σταυρωθέντα καὶ ἀποθανόντα
καὶ εἰς τὰ καταχθόνια κατελθόντα καὶ τὰ ἐκεῖσε οἰκονομήσαντα, ὃν «πυλωροὶ ᾅδου
ἰδόντες» ἔφριξαν καὶ ἀναστάντα ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ καὶ ἀναστραφέντα μετὰ τῶν
μαθητῶν καὶ πᾶσαν τὴν οἰκονομίαν πληρώσαντα καὶ πεντήκοντα ἡμερῶν πληρου-
μένων ἀναληφθέντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ πατρὸς καὶ ἐλευ-
σόμενον ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ τῆς ἀναστάσεως τῇ δόξῃ τῇ πατρικῇ ἀποδιδόντα ἑκάστῳ
6
κατὰ τὰ ἔργα αὐτοῦ. καὶ εἰς τὸ ἅγιον πνεῦμα, ὃ αὐτὸς ὁ μονογενὴς ἐπηγγείλατο
πέμψαι τῷ γένει τῶν ἀνθρώπων, τὸν παράκλητον, κατὰ τὸ γεγραμμένον· «ἀπέρχομαι
πρὸς τὸν πατέρα μου καὶ παρακαλέσω τὸν πατέρα καὶ ἄλλον παράκλητον πέμψει ὑμῖν
τὸ πνεῦμα τῆς ἀληθείας, ἐκεῖνος ἐκ τοῦ ἐμοῦ λήψεται καὶ διδάξει καὶ ὑπομνήσει ὑμᾶς
7
πάντα». τὸ δὲ ὄνομα τῆς οὐσίας διὰ τὸ ἁπλούστερον παρὰ τῶν πατέρων τεθεῖσθαι,
ἀγνοούμενον δὲ ὑπὸ τῶν λαῶν σκάνδαλον φέρειν, διὰ τὸ μήτε τὰς γραφὰς τοῦτο περιέ-
χειν ἤρεσε τοῦτο περιαιρεθῆναι καὶ παντελῶς μηδεμίαν μνήμην οὐσίας ἐπὶ θεοῦ εἶναι
τοῦ λοιποῦ διὰ τὸ τὰς θείας γραφὰς μηδαμοῦ περὶ πατρὸς καὶ υἱοῦ οὐσίας μεμνῆσθαι.
ὅμοιον δὲ λέγομεν τὸν υἱὸν τῷ πατρὶ κατὰ πάντα ὡς καὶ αἱ ἅγιαι γραφαὶ λέγουσί τε
καὶ διδάσκουσι.
9
1
Τούτων ἀναγνωσθέντων οὐ μακρὰν ἐγνώσθη τῶν γραψάντων ἡ πανουργία.
Τῶν γὰρ ἐπισκόπων προτεινάντων ἀναθεματισθῆναι τὴν ἀρειανὴν αἵρεσιν μετὰ καὶ
τῶν ἄλλων αἱρέσεων πάντων τε ἐπὶ τούτῳ συνθεμένων Οὐρσάκιος καὶ Οὐάλης καὶ οἱ
σὺν αὐτοῖς ἀνένευον. καὶ λοιπὸν κατεγνώσθησαν ὡς οὐ γνησίως, ἀλλ' ἐπ' ἀναιρέσει
τῶν ἐν Νικαίᾳ πραχθέντων γράψαντες ταῦτα, ἵνα τὴν δυσώνυμον αἵρεσιν ἀντεισάξωσι.
2
θαυμάσαντες γοῦν ἐπὶ τοῖς δολίοις αὐτῶν ῥήμασι καὶ πανούργῳ προαιρέσει ἔλεγον·
’ἡμεῖς οὐ δεόμενοι πίστεως συνήλθομεν (ἔχομεν γὰρ ἐν ἑαυτοῖς ὑγιαίνουσαν τὴν πίστιν),
ἀλλ' ἵνα τοὺς ἀντιλέγοντας τῇ ἀληθείᾳ καὶ καινοτομεῖν ἐπιχειροῦντας ἐντρέψωμεν. εἰ
μὲν οὖν ὑμεῖς ὡς νῦν ἀρχόμενοι πιστεύειν ἐγράψατε ταῦτα, οὔπω ἐστὲ κληρικοὶ ἀρχὴν
ἔχοντες τοῦ κατηχεῖσθαι, εἰ δὲ τῇ γνώμῃ ᾗ συνήλθομεν ἡμεῖς ταύτην καὶ ὑμεῖς ἔχοντες
ἀπηντήσατε, ἔστω πάντων ὁμοφροσύνη καὶ τὰς μὲν αἱρέσεις ἀναθέματι ἀναθεματίσωμεν,
τὰ δὲ τῶν πατέρων φυλάξωμεν ὑπὲρ τοῦ μηκέτι διατρέχειν προφάσεις συνόδων ἅπαξ
προλαβόντων τῶν ἐν Νικαίᾳ συνελθόντων καὶ πάντα πραξάντων ὑπὲρ τῆς καθολικῆς
3
ἐκκλησίας‘. ἀλλὰ καὶ οὕτω τῶν ἐπισκόπων πάλιν πάντων συνθεμένων ἀνένευσαν
οἱ προειρημένοι, καὶ λοιπὸν καταγνόντες αὐτῶν ὡς ἀμαθῶν δολίων τε καὶ μᾶλλον αἱρετικῶν
τῇ μὲν ἐν Νικαίᾳ γενομένῃ συνόδῳ συνεψηφίσαντο πάντες καὶ ταύτῃ πάντες ἔκριναν
ἀρκεῖσθαι, τοὺς δὲ προειρημένους Οὐρσάκιον καὶ Οὐάλεντα Γερμίνιον Αὐξέντιον Γάιον
Δημόφιλον αἱρετικοὺς ἀπέφηναν καὶ καθελόντες αὐτοὺς ὡς μὴ ὄντας ἀληθῶς Χριστια-
νούς, ἀλλ' Ἀρειανοὺς ἔγραψαν κατ' αὐτῶν Ῥωμαιστὶ μέν, ἑρμηνευθέντα δὲ Ἑλληνιστὶ
κατὰ δύναμιν ταῦτα·
10
t
{Ἀντίγραφον ἐπιστολῆς παρὰ τῆς συνόδου πρὸς τὸν Αὔγουστον
Κωνστάντιον}
1
Ἔκ τε τῆς τοῦ θεοῦ κελεύσεως καὶ τοῦ τῆς σῆς εὐσεβείας προστάγματος τὰ πάλαι
δογματισθέντα γεγενῆσθαι πιστεύομεν. εἰς γὰρ Ἀρίμινον ἐκ πασῶν τῶν πρὸς δύσιν
πόλεων εἰς τὸ αὐτὸ πάντες οἱ ἐπίσκοποι συνήλθομεν, ἵνα καὶ ἡ πίστις τῆς καθολικῆς
2
ἐκκλησίας γνωρισθῇ καὶ οἱ τἀναντία φρονοῦντες ἔκδηλοι γένωνται. ὡς γὰρ ἐπὶ
πλεῖστον διασκοποῦντες εὑρήκαμεν, ἀρεστὸν ἐφάνη τὴν πίστιν τὴν ἐκ παλαιοῦ δια-
μένουσαν, ἣν καὶ οἱ προφῆται καὶ τὰ εὐαγγέλια καὶ οἱ ἀπόστολοι διὰ τοῦ κυρίου ἡμῶν
Ἰησοῦ Χριστοῦ ἐκήρυξαν, τοῦ καὶ τῆς σῆς βασιλείας φρουροῦ καὶ τῆς σῆς ῥώσεως προστά-
του, ἵνα ταύτην κατασχόντες φυλάξωμεν καὶ φυλάττοντες μέχρι τέλους διατηρήσωμεν.
3
ἄτοπον γὰρ καὶ ἀθέμιτον ἐφάνη τῶν ὀρθῶς καὶ δικαίως ὡρισμένων τι μεταλλάσσειν καὶ
τῶν ἐν Νικαίᾳ κοινῇ μετὰ τοῦ ἐνδοξοτάτου Κωνσταντίνου τοῦ σοῦ πατρὸς καὶ βασιλέως
ἐσκεμμένων, ὧν ἡ διδασκαλία καὶ τὸ φρόνημα διῆλθέ τε καὶ ἐκηρύχθη εἰς πάσας ἀνθρώπων
ἀκοάς τε καὶ διανοίας, ἥτις ἀντίπαλος μόνη καὶ ὀλετὴρ τῆς Ἀρείου αἱρέσεως ὑπῆρξε,
δι' ἧς οὐ μόνον αὕτη, ἀλλὰ καὶ αἱ λοιπαὶ αἱρέσεις καθῃρέθησαν, ἐν ᾗ ὄντως καὶ τὸ προσ-
θεῖναί τι σφαλερὸν καὶ τὸ ἀφελέσθαι τι ἐπικίνδυνον ὑπάρχει, ὡς, εἴπερ τι θάτερον γένοιτο,
ἔσται τοῖς ἐχθροῖς ἄδεια τοῦ ποιεῖν ἅπερ βούλονται. ὅθεν Οὐρσάκιός τε καὶ
4
Οὐάλης, ἐπειδὴ ἔκπαλαι μέτοχοί τε καὶ σύμφωνοι τοῦ ἀρειανοῦ δόγματος ἦσαν καθε-
στηκότες καὶ τῆς ἡμετέρας κοινωνίας χωρισθέντες ἀπεφάνθησαν, ἧς ἵνα μετάσχωσιν ἐφ'
οἷς ἑαυτοῖς συνεγνώκεισαν πλημμελήσαντες μετανοίας τε καὶ συγγνώμης ἠξίουν τυχεῖν,
ὡς καὶ τὰ ἔγγραφα τὰ ὑπ' ἐκείνων γεγενημένα μαρτυρεῖ, δι' ὧν ἁπάντων φειδὼ
γεγένηται καὶ τῶν ἐγκλημάτων συγγνώμη (ἦν δὲ ὁ καιρὸς καθ' ὃν ταῦτα ἐπράτ-
τετο, ὅτε ἐν Μεδιολάνῳ τὸ συνέδριον τῆς συνόδου συνεκροτεῖτο, συμπαρόντων δὲ καὶ
τῶν πρεσβυτέρων τῆς τῶν Ῥωμαίων ἐκκλησίας), ἐγνωκότες δὲ ἅμα καὶ τὸν μετὰ τελευ-
τὴν ἄξιον μνήμης Κωνσταντῖνον μετὰ πάσης ἀκριβείας καὶ ἐξετάσεως τὴν συγγραφεῖσαν
5
πίστιν ἐκτεθεικότα. ἐπειδὴ δὲ ὡς ἐξ ἀνθρώπων ἐγένετο βαπτισθεὶς καὶ πρὸς τὴν ὀφει-
λομένην εἰρήνην ἀνεχώρησεν ἄτοπον, εἶναι 〈ἐνομίσαμεν〉 μετ' ἐκεῖνόν τι καινοτομεῖν
καὶ τοσούτους ἁγίους ὁμολογητάς, μάρτυρας, τοὺς καὶ τοῦδε τοῦ δόγματος συγγραφεῖς
τε καὶ εὑρετὰς ὑπεριδεῖν, οἵτινες κατὰ τὸν παλαιὸν τῆς ἐκκλησίας θεσμὸν ἅπαντα
φρονοῦντες διαμεμενήκασιν, ὧν ὁ θεὸς τὴν πίστιν καὶ εἰς τοὺς σοὺς χρόνους τῆς βασιλείας
μετέδωκε διὰ τοῦ δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ σοι καὶ τὸ βασιλεύειν οὕτως
6
ὑπῆρξεν, ὡς καὶ τῆς καθ' ἡμᾶς οἰκουμένης κρατεῖν. πάλιν γοῦν οἱ ἐλεεινοὶ καὶ οἰκτροὶ
τῷ φρονήματι ἀθεμίτῳ τολμήματι τῆς δυσσεβοῦς φρονήσεως κήρυκας ἑαυτοὺς ἀνήγγειλαν
καὶ ἐπιχειροῦσιν ἀνατρέπειν πᾶν ἀληθείας σύνταγμα. ὡς γὰρ κατὰ τὸ σὸν πρόσ-
ταγμα τὸ συνέδριον τῆς συνόδου συγκεκρότητο, κἀκεῖνοι τῆς ἰδίας ἀπάτης ἐγύμνουν τὴν
7
σκέψιν. ἐπειρῶντο γὰρ πανουργίᾳ τινὶ καὶ ταραχῇ προσφέροντές τι καινοτομεῖν
τῆς τοιαύτης ἑταιρίας τοὺς συναλισκομένους εὑρόντες Γερμίνιον, Αὐξέντιον καὶ Γάιον
τοὺς τὴν ἔριν καὶ διχοστασίαν ἐμποιοῦντας, ὧν ἡ διδασκαλία μία μὲν οὖσα πᾶν πλῆθος
βλασφημιῶν ὑπερβέβηκεν. ὡς δὲ συνεῖδον οὐχὶ τῆς τοιαύτης προαιρέσεως ὄντας οὔτε
ὁμογνωμονοῦντας ἐφ' οἷς κακῶς ἐφρόνουν, εἰς τὸ συμβούλιον ἡμῶν μετήγαγον ἑαυτοὺς
ὡς δοκεῖν ἕτερόν τι γράφειν· ἦν δὲ ὁ καιρὸς βραχὺς ὁ καὶ τὰς γνώμας αὐτῶν ἐξελέγχων.
8
ἵνα οὖν μὴ τοῖς αὐτοῖς ἀεὶ τὰ τῆς ἐκκλησίας περιπίπτῃ καὶ ταραχὴ καὶ θόρυβος καλιν-
δούμενος ἅπαντα συγχέῃ, βέβαιον ἐφάνη τὰ πάλαι διωρισμένα ἔννομα καὶ ἀμετακίνητα
διαφυλάττειν, τοὺς δὲ προειρημένους τῆς ἡμετέρας κοινωνίας ἀποκεχωρίσθαι, δι' ἣν
αἰτίαν τοὺς ἀναδιδάξαντας πρέσβεις πρὸς τὴν σὴν ἐπιείκειαν ἀπεστάλκαμεν τὴν γνώμην
9
τοῦ συνεδρίου διὰ τῆς ἐπιστολῆς μηνύσοντας. τοῖς δὲ πρέσβεσι πρό γε πάντων
τοῦτο παρεκελευσάμεθα τὸ τὴν ἀλήθειαν πιστώσασθαι ἐκ τῶν πάλαι ἀρχαίων καὶ
δικαίων ὁρμωμένους· οἳ καὶ τὴν σὴν ἀναδιδάξουσιν ὁσιότητα ὅτι οὐχ ὥσπερ ἔφησαν
Οὐρσάκιός τε καὶ Οὐάλης ἔσται εἰρήνη, εἴπερ τι τῶν δικαίων ἀνατραπείη. πῶς γὰρ
εἰρήνην οἷόν τε ἄγειν τοὺς τὴν εἰρήνην καταλύοντας; μᾶλλον γὰρ ἔρις καὶ ταραχὴ ἐκ
τούτων σὺν ταῖς λοιπαῖς πόλεσι καὶ τῇ τῶν Ῥωμαίων ἐκκλησίᾳ γενήσεται.
10
Διὸ δὴ ἱκετεύομεν τὴν σὴν ἐπιείκειαν, ἵνα προσηνέσιν ἀκοαῖς καὶ γαληναίῳ βλέμματι
τοὺς ἡμετέρους πρέσβεις ἀθρήσειας μήτε πρὸς ὕβριν τῶν τετελευτηκότων καινόν τι μεταλ-
λάττειν ἐπιτρέψειας, ἀλλ' ἐάσῃς ἐμμένειν ἡμᾶς τοῖς παρὰ τῶν προγόνων ὁρισθεῖσί τε
καὶ νενομοθετημένοις, οὓς ἅπαντα μετὰ ἀγχινοίας τε καὶ φρονήσεως καὶ πνεύματος ἁγίου
11
πεποιηκέναι φήσαιμεν ἄν. τὰ γὰρ νῦν παρ' ἐκείνων καινοτομούμενα τοῖς μὲν πιστεύ-
σασιν ἀπιστίαν ἐμποιεῖ, τοῖς δὲ ἀπιστοῦσιν ὠμότητα. ἱκετεύομεν δὲ ἔτι, ἵνα κελεύ-
σῃς τοὺς ἐπισκόπους τοὺς ἐν ταῖς ἀλλοδαπαῖς διατρίβοντας, οὓς καὶ τὸ τῆς ἡλικίας
ἐπίπονον καὶ τὸ τῆς πενίας ἐνδεὲς τρύχει, τὴν εἰς τὰ οἰκεῖα ἀνακομιδὴν ῥᾳδίαν ποιήσα-
12
σθαι, ἵνα μὴ ἔρημοι τῶν ἐπισκόπων ἀφωρισμένων, αἱ ἐκκλησίαι διαμένωσιν. ἔτι δὲ
πρὸς ἅπασι καὶ τοῦτο δεόμεθα, ἵνα μηδὲν μήτε ἐλλείπῃ τῶν προυπαρξάντων μήτε
πλεονάζῃ, ἀλλὰ πάντα ἄρρηκτα διαμείνῃ ἐκ τῆς τοῦ σοῦ πατρὸς εὐσεβείας καὶ εἰς τὸν
νῦν χρόνον διαφυλαττόμενα, μήτε λοιπὸν ἡμᾶς μοχθεῖν καὶ τῶν οἰκείων παροικήσεων
ἀλλοτρίους ἐπιτρέψειας γίνεσθαι, ἀλλ' ἵνα οἱ ἑπίσκοποι σὺν τοῖς ἰδίοις λαοῖς μετ' εἰρήνης
εἰς εὐχάς τε καὶ λατρείας σχολὴν ἄγοιεν ἱκετεύοντες ὑπὲρ τῆς σῆς βασιλείας καὶ σωτηρίας
καὶ εἰρήνης, ἣν ἡ θειότης σοι εἰς τὸ διηνεκὲς χαριεῖται. οἱ δὲ ἡμέτεροι πρέσβεις τάς τε
ὑπογραφὰς καὶ τὰς τῶν ἐπισκόπων προσηγορίας κομίζουσιν, οἵτινες καὶ ἐξ αὐτῶν τῶν
θείων γραφῶν τὴν σὴν ἀναδιδάξουσιν ὁσιότητα.
11
t
{Ἀπόφασις τῆς συνόδου}
1
Ἕως προσῆκον ἦν καὶ δυνατόν, ἀδελφοὶ τιμιώτατοι, ἡ καθολικὴ σύνοδος καὶ ἡ
ἁγία ἐκκλησία τῇ ἰδίᾳ ὑπομονῇ καὶ ἀνεξικακίᾳ ἤνεγκεν οὐκ ἀγενῶς Οὐρσάκιον καὶ Οὐάλην
καὶ Γάιον καὶ Γερμίνιον καὶ Αὐξέντιον, οἵτινες ἄλλοτε ἄλλα φρονοῦντες πάσας τὰς ἐκ-
κλησίας συνετάραξαν, οἳ καὶ νῦν ἐπιχειρῆσαι τετολμήκασι τὸν αἱρετικὸν λογισμὸν τῇ
τῶν ὀρθοδόξων πίστει συνάψαι καὶ διαλῦσαι τὴν ἐν Νικαίᾳ σύνοδον, ἥτις ἀντίμαχος
ὑπάρχει τῇ τῶν Ἀρειανῶν αἱρέσει, ἔξωθεν ἰδίαν τινὰ καὶ ἀλλοτριωτάτην τῆς ἁγιω-
τάτης ἐκκλησίας συγγραφεῖσαν πίστιν προσφέροντες, ἥντινα ἡμᾶς δέξασθαι ἀθέμιτον
2
ἡγησάμεθα. ἔκπαλαι γὰρ οὗτοι αἱρετικοὶ ὄντες καὶ τἀναντία φρονοῦντες καὶ νῦν
ἀπεδείχθησαν, οὓς πρὸς τὴν ἡμετέραν κοινωνίαν συνελθεῖν οὐκ ἐπιτρέπομεν τῇ ἰδίᾳ φωνῇ
παρόντας αὐτοὺς κατακρίναντες καὶ καθαιροῦντες. νῦν τοίνυν ὅπερ δοκεῖ ἀποφήνασθε,
3
ἵνα ἑνὸς ἑκάστου ἡ γνῶσις ἐκ τῆς ὑπογραφῆς εἴη βέβαιος. ὁμοθυμαδὸν οἱ ἐπίσκοποι
φάσκομεν· ’οἱ προειρημένοι ἐχθροὶ καθαιρεθῶσιν, ἵνα ἡ καθολικὴ πίστις ἐν εἰρήνῃ
διαμείνῃ‘.
11
3
Καὶ τὰ μὲν ἐν τῇ Ἀριμίνῳ πραχθέντα ταχεῖαν καὶ τοιαύτην ἔσχε τὴν διάλυσιν.
οὐδεὶς γὰρ ἐκεῖ διεφώνησεν, ἀλλὰ πάντες συμφώνως ἔγραψαν τὰ δόξαντα καὶ τοὺς Ἀρεια-
νοὺς καθῄρησαν.
12
1
Τὰ δὲ ἐν Σελευκείᾳ τῇ Τραχείᾳ γενόμενα ταῦτά ἐστι. μὴν μὲν ἦν ὁ κατὰ Ῥωμαίους
καλούμενος Σεπτέμβριος, κατὰ δὲ τοὺς Αἰγυπτίους Θὼθ καὶ κατὰ Μακεδόνας Γορπιαῖος
καὶ ἡμέρα ιϚʹ τοῦ μηνὸς κατ' Αἰγυπτίους, εἰς ἣν συνέδραμον πάντες οἱ κληθέντες
2
συνελθεῖν· ἦσαν δὲ κἀκεῖ που ρξʹ. πολλῶν δὲ ὄντων τῶν ἐν αὐτοῖς κατηγορουμένων
καὶ τῶν κατηγορούντων βοώντων κατ' αὐτῶν Ἀκάκιος καὶ Πατρόφιλος καὶ Οὐράνιος
ὁ ἀπὸ Τύρου καὶ Εὐδόξιος ὁ ἐπεισπηδήσας τῇ Ἀντιοχέων ἐκκλησίᾳ Λεόντιός τε καὶ
Θεοδόσιος καὶ Εὐάγριος καὶ Θεόδουλος καὶ Γεώργιος ὁ διωχθεὶς ἀπὸ τῆς οἰκουμένης
3
πράττουσί τι κακοῦργον. φοβηθέντες γὰρ τοὺς κατ' αὐτῶν παρὰ τῶν κατηγόρων
ἐλέγχους προσελάβοντο τοὺς ἄλλους τῆς Ἀρείου μερίδος τοὺς εἰς αὐτὸ τοῦτο μισθωτοὺς
εἰς ἀσέβειαν γινομένους καὶ κατασταθέντας παρὰ Σεκούνδου τοῦ καθαιρεθέντος παρὰ τῆς
μεγάλης συνόδου, ἀπὸ μὲν τῆς Λιβύης Στέφανον καὶ Σερὰν καὶ Πολυδεύκην κατηγορου-
μένους ἐπὶ διαφόροις ἐγκλήμασι καὶ λοιπὸν Παγκράτιον καὶ Πτολεμαῖον Μελιτιανόν
τινα· καὶ σχηματισάμενοι δῆθεν περὶ πίστεως ζητεῖν οὐκ ἐλάνθανον τοὺς κατηγόρους
4
δεδιότες. καὶ τὴν αἵρεσιν ἐξεδίκουν καὶ λοιπὸν ἐσχίσθησαν. καὶ οἱ μὲν μετὰ τῶν περὶ
Ἀκάκιον ἦσαν ὕποπτοι καὶ ὀλίγοι παντελῶς, οἱ δὲ ἄλλοι τὸ πλῆθος ἦσαν. οἱ μὲν οὖν
περὶ Ἀκάκιον ἀποχρησάμενοι τῷ τῆς ἀπονοίας θράσει τέλεον ἠρνοῦντο τὰ ἐν Νικαίᾳ
γραφέντα καὶ τὴν σύνοδον διέβαλλον, οἱ δὲ ἄλλοι (τὸ πλῆθος δὲ ἦσαν οὗτοι) τὰ μὲν
ἄλλα πάντα τῆς συνόδου ἀπεδέχοντο, μόνην δὲ τὴν τοῦ ὁμοουσίου λέξιν ὡς ἐκ τῆς
5
ἀσαφείας ὕποπτον ἐπροφασίζοντο. ἐγχρονιζόντων τοίνυν ἐν τῷ τόπῳ καὶ τῶν μὲν
κατηγόρων ἐπικειμένων, τῶν δὲ κατηγορουμένων φευγόντων καὶ διὰ τοῦτο πλέον ἐν
ἀσεβείαις ἐξαγομένων καὶ βλασφημούντων εἰς τὸν κύριον ἠγανάκτησε τὸ πλῆθος τῶν
ἐπισκόπων καὶ καθῄρησαν μὲν Ἀκάκιον Πατρόφιλον Οὐράνιον Εὐδόξιον καὶ τὸν ἀπὸ
ὑποδεκτῶν Γεώργιον καὶ ἄλλους ἀπὸ τῆς Ἀσίας, Λεόντιον καὶ Θεοδόσιον, Εὐάγριον
καὶ Θεόδουλον, ἀκοινωνήτους δὲ πεποιήκασιν Ἀστέριον, Εὐσέβιον, Αὔγαρον καὶ Βασι-
6
λικὸν καὶ Φοῖβον καὶ Φιδήλιον καὶ Εὐστάθιον καὶ Εὐτύχιον καὶ Μάγνον. τοῦτο δὲ
πεποιήκασιν, ἐπειδὴ κληθέντες ἀπολογήσασθαι ἐφ' οἷς αὐτῶν πλεῖστοι κατηγόρουν
οὐκ ἀπήντησαν. καὶ ὥρισαν οὕτω μένειν αὐτούς, ἕως ἂν ἀπολογησάμενοι δείξωσιν
7
ἑαυτοὺς καθαροὺς ἀπὸ τῶν ἐπιφερομένων αὐτοῖς ἐγκλημάτων. γράψαντές τε εἰς τὴν
ἑκάστου παροικίαν τὴν κατ' αὐτῶν γενομένην κρίσιν ἀνῆλθον παρὰ τὸν ἀσεβέστατον
Αὔγουστον Κωνστάντιον ἀπαγγελοῦντες αὐτῷ τὰ πεπραγμένα· ταύτην γὰρ εἶχον
πρόσταξιν. καὶ τοῦτο τέλος γέγονε καὶ τῆς ἐν Σελευκείᾳ συνόδου.
13
1
Τίς τοίνυν οὐκ ἂν ἀποδέξαιτο μὲν τὴν εὐλάβειαν τῶν ἐν τῇ Ἀριμίνῳ συνόδῳ
συνελθόντων ἐπισκόπων; οἳ τοσοῦτον κάματον ὁδοῦ καὶ θαλάττης κινδύνους ὑπέμειναν,
ἵνα τοὺς μὲν φρονοῦντας τὰ Ἀρείου καθέλωσι, τοὺς δὲ τῶν πατέρων ὅρους ἀκεραίους
φυλάξωσιν ὁσίως καὶ κανονικῶς τοῦτο βουλευσάμενοι. ἡγεῖτο γὰρ ἕκαστος αὐτῶν, εἰ
λύσαιεν τὰ τῶν πρὸ αὐτῶν, πρόφασιν διδόναι τοῖς μετὰ ταῦτα, ὥστε λῦσαι τὰ παρ'
2
αὐτῶν νῦν γινόμενα. τίς δὲ οὐκ ἂν καταγνοίη τῆς εὐχερείας τῶν περὶ Εὐδόξιον καὶ
Ἀκάκιον, οἳ τὴν τῶν ἑαυτῶν πατέρων τιμὴν προπίνουσι τῇ πρὸς τοὺς Ἀρειομανίτας
σπουδῇ καὶ χάριτι; ποία γὰρ πίστις τοῖς παρ' αὐτῶν γινομένοις, εἰ τὰ τῶν προτέρων
καταλύεται; ἢ πῶς ’πατέρας‘ ὀνομάζουσιν οὓς διεδέξαντο, ὧν αὐτοὶ τῆς γνώμης κατ-
3
ήγοροι γίνονται; μάλιστα δὲ Ἀκάκιος τί ἂν εἴποι πρὸς Εὐσέβιον τὸν ἑαυτοῦ διδάσ-
καλον, ὃς οὐ μόνον ὑπέγραψεν ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ, ἀλλὰ γὰρ καὶ δι' ἐπιστολῆς
ἐδήλωσε τοῖς ὑπ' αὐτὸν λαοῖς ταύτην εἶναι πίστιν ἀληθῆ τὴν ὁμολογηθεῖσαν ἐν τῇ κατὰ
Νίκαιαν συνόδῳ; εἰ γὰρ καὶ ὡς ἠθέλησεν ἀπελογήσατο διὰ τῆς ἐπιστολῆς, ἀλλά γε
τὰς λέξεις οὐκ ἠρνήσατο, ἀλλὰ καὶ κατηγόρησε τῶν Ἀρειανῶν ὅτι λέγοντες· ’οὐκ ἦν
4
πρὶν γεννηθῇ ὁ υἱὸς, οὐδὲ πρὸ Μαρίας αὐτὸν ἤθελον εἶναι‘. τί ἄρα καὶ διδάξουσι
τοὺς λαοὺς τοὺς παρ' ἐκείνων διδαχθέντας; ὅτι ἐσφάλησαν οἱ πατέρες; καὶ πῶς αὐτοὶ
πιστευθήσονται παρ' αὐτοῖς οὓς διδάσκουσι παρακούειν τῶν διδασκάλων; ποίοις δὲ
ὄμμασιν ἐμβλέψονται καὶ τοῖς μνήμασι τῶν πατέρων οὓς ὀνομάζουσι νῦν αἱρετικούς;
τί δὲ τοὺς ἀπὸ Οὐαλεντίνου καὶ Φρυγίας καὶ Μανιχαίους διασύρουσι, τοὺς δὲ τὰ ὅμοια
φθεγξαμένους, ὡς ὑπονοοῦσιν αὐτοί, ’ἁγίους‘ ὀνομάζουσιν; ἢ πῶς αὐτοὶ ἔτι δύνανται
5
εἶναι ἐπίσκοποι, εἰ παρ' αἱρετικῶν, ὡς αὐτοὶ διαβάλλουσι, κατεστάθησαν; εἰ δὲ καὶ
κακῶς ἐφρόνησαν καὶ γράψαντες ἐπλάνησαν τὴν οἰκουμένην, παυθήτω τέλεον καὶ ἡ
περὶ τούτων μνήμη. καὶ εἰ τὰ γράμματα αὐτῶν ἐκβάλλεται, ἐκβάλλετε ὑμεῖς ἀπελθόντες
ἀπὸ τῶν κοιμητηρίων τὰ λείψανα τούτων, ἵνα γνῶσιν ἅπαντες ἐκείνους μὲν πλάνους,
ὑμᾶς δὲ πατροκτόνους.
14
1
Ὁ μὲν οὖν μακάριος ἀπόστολος ἀποδέχεται τοὺς Κορινθίους λέγων· «ὅτι πάντα
μου μέμνησθε, καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις, οὕτω κατέχετε», οὗτοι δὲ
τοιαῦτα περὶ τῶν πρὸ αὐτῶν ἐνθυμούμενοι τἀναντία πάντως τοῖς λαοῖς καὶ εἰπεῖν τολ-
μήσουσιν· ’οὐκ ἐπαινοῦμεν ὑμᾶς μνημονεύοντας τῶν πατέρων, ἀλλ' ἀποδεχόμεθα μᾶλλον
2
ὑμᾶς, ὅταν τὰς παραδόσεις αὐτῶν μὴ κατέχητε.‘ καὶ λοιπὸν διαβαλλέτωσαν τὴν
ἑαυτῶν δυσγένειαν καὶ λεγέτωσαν· ’ἡμεῖς οὐκ ἐξ εὐσεβῶν, ἀλλ' ἐξ αἱρετικῶν γεγόναμεν.‘
τοιαῦτα γὰρ ἁρμόζει λέγειν τοῖς, ὡς προεῖπον, προπίνουσι τὴν τῶν πατέρων τιμὴν
καὶ τὴν ἑαυτῶν σωτηρίαν τῇ ἀρειανῇ αἱρέσει καὶ μὴ φοβουμένοις ἀκοῦσαι τὸ ἐν τῇ
θείᾳ παροιμίᾳ γεγραμμένον «ἔκγονον κακὸν πατέρα καταρᾶται» καὶ τὴν ἐν τῷ νόμῳ
3
κατὰ τῶν τοιούτων κειμένην ἀπειλήν. ἐκεῖνοι μὲν οὖν διὰ τὴν ὑπὲρ τῆς αἱρέσεως
σπουδὴν τοιοῦτον φιλόνεικον ἐσχήκασι καὶ τὸ φρόνημα, ὑμεῖς δὲ μὴ διὰ τοῦτο ταραχθῆτε
μηδὲ τὴν ἐκείνων τόλμαν ἀλήθειαν ἡγήσησθε. καὶ γὰρ καὶ πρὸς ἑαυτοὺς ἀνθίστανται
καὶ τῶν πατέρων ἀποστάντες μίαν οὐκ ἔχουσι τὴν γνώμην, ἀλλὰ ποικίλαις καὶ δια-
φόροις νήχονται μεταβολαῖς. καὶ πρὸς τὴν ἐν Νικαίᾳ σύνοδον ἐρίζοντες πολλὰς μὲν
συνόδους πεποιήκασι καὶ αὐτοί, καθ' ἑκάστην δὲ πίστιν ἐκτιθέμενοι ἐν οὐδεμιᾷ μεμε-
νήκασιν· ἀλλὰ καὶ οὐ παύσονταί γε ἀεὶ τοῦτο ποιοῦντες, ὅτι κακῶς ζητοῦντες οὐχ
4
εὑρήσουσιν ἣν ἐμίσησαν σοφίαν. ὑπέταξα τοίνυν ἀναγκαίως ἀπὸ μέρους τά τε παρὰ
Ἀρείου γραφέντα καὶ ὅσα συναγαγεῖν ἠδυνήθην ὧν ἐν διαφόροις οὗτοι συνόδοις ἐξέθεντο,
ἵνα γνῶτε καὶ θαυμάσητε, τίνος ἕνεκα πρὸς οἰκουμενικὴν σύνοδον καὶ πρὸς τοὺς ἑαυτῶν
πατέρας φιλονεικοῦντες οὐ καταδύονται.
15
1
Ἄρειος καὶ οἱ σὺν αὐτῷ φρονήσαντες καὶ λέγοντες ’ἐξ οὐκ ὄντων πεποίηκε τὸν
υἱὸν ὁ θεὸς καὶ κέκληκεν ἑαυτῷ υἱόν, καὶ ἓν τῶν κτισμάτων ἐστὶν ὁ τοῦ θεοῦ λόγος, καὶ
ἦν ποτε ὅτε οὐκ ἦν, τρεπτὸς δέ ἐστι δυνάμενος, ὅτε βούλεται, τραπῆναι‘ ἐξεβλήθησαν
2
τῆς ἐκκλησίας παρὰ τοῦ μακαρίτου Ἀλεξάνδρου. ἀλλ' ἐκβληθεὶς καὶ ἐπιτριβεὶς
Ἄρειος παρὰ τῶν περὶ Εὐσέβιον συνέθηκεν ἑαυτοῦ τὴν αἵρεσιν ἐν χάρτῃ καὶ ὡς ἐν ’Θαλίᾳ‘
ζηλώσας οὐδένα τῶν φρονίμων, ἀλλὰ τὸν Αἰγύπτιον Σωσάτην ἐν τῷ ἤθει καὶ τῇ ἐκλύσει
τοῦ μέλους γράφει μὲν πολλά, ἀπὸ μέρους δέ ἐστιν αὐτοῦ ταῦτα·
3
{Βλασφημίαι Ἀρείου}
Αὐτὸς γοῦν ὁ θεὸς καθό ἐστιν ἄρρητος ἅπασιν ὑπάρχει.
ἴσον οὐδὲ ὅμοιον, οὐχ ὁμόδοξον ἔχει μόνος οὗτος.
ἀγέννητον δὲ αὐτόν φαμεν διὰ τὸν τὴν φύσιν γεννητόν·
τοῦτον ἄναρχον ἀνυμνοῦμεν διὰ τὸν ἀρχὴν ἔχοντα,
ἀίδιον δὲ αὐτὸν σέβομεν διὰ τὸν ἐν χρόνοις γεγαότα.
ἀρχὴν τὸν υἱὸν ἔθηκε τῶν γενητῶν ὁ ἄναρχος
καὶ ἤνεγκεν εἰς υἱὸν ἑαυτῷ τόνδε τεκνοποιήσας,
ἴδιον οὐδὲν ἔχει τοῦ θεοῦ καθ' ὑπόστασιν ἰδιότητος,
οὐδὲ γάρ ἐστιν ἴσος, ἀλλ' οὐδὲ ὁμοούσιος αὐτῷ.
σοφὸς δέ ἐστιν ὁ θεός, ὅτι τῆς σοφίας διδάσκαλος αὐτός.
ἱκανὴ δὲ ἀπόδειξις ὅτι ὁ θεὸς ἀόρατος ἅπασι,
τοῖς τε διὰ υἱοῦ καὶ αὐτῷ τῷ υἱῷ ἀόρατος ὁ αὐτός.
ῥητῶς δὲ λέξω, πῶς τῷ υἱῷ ὁρᾶται ὁ ἀόρατος·
τῇ δυνάμει ᾗ δύναται ὁ θεὸς ἰδεῖν· ἰδίοις τε μέτροις
ὑπομένει ὁ υἱὸς ἰδεῖν τὸν πατέρα, ὡς θέμις ἐστίν.
ἤγουν τριάς ἐστι δόξαις οὐχ ὁμοίαις, ἀνεπίμικτοι ἑαυταῖς εἰσιν αἱ ὑποστάσεις
αὐτῶν,
μία τῆς μιᾶς ἐνδοξοτέρα δόξαις ἐπ' ἄπειρον.
ξένος τοῦ υἱοῦ κατ' οὐσίαν ὁ πατήρ, ὅτι ἄναρχος ὑπάρχει.
σύνες ὅτι ἡ μονὰς ἦν, ἡ δυὰς δὲ οὐκ ἦν, πρὶν ὑπάρξῃ.
αὐτίκα γοῦν υἱοῦ μὴ ὄντος ὁ πατὴρ θεός ἐστι.
λοιπὸν ὁ υἱὸς οὐκ ὢν (ὑπῆρξε δὲ θελήσει πατρῴᾳ)
μονογενὴς θεός ἐστι καὶ ἑκατέρων ἀλλότριος οὗτος.
ἡ σοφία σοφία ὑπῆρξε σοφοῦ θεοῦ θελήσει.
ἐπινοεῖται γοῦν μυρίαις ὅσαις ἐπινοίαις πνεῦμα, δύναμις, σοφία,
δόξα θεοῦ, ἀλήθειά τε καὶ εἰκὼν καὶ λόγος οὗτος.
σύνες ὅτι καὶ ἀπαύγασμα καὶ φῶς ἐπινοεῖται.
ἴσον μὲν τοῦ υἱοῦ γεννᾶν δυνατός ἐστιν ὁ κρείττων,
διαφορώτερον δὲ ἢ κρείττονα ἢ μείζονα οὐχί.
θεοῦ θελήσει ὁ υἱὸς ἡλίκος καὶ ὅσος ἐστίν,
ἐξ ὅτε καὶ ἀφ' οὗ καὶ ἀπὸ τότε ἐκ τοῦ θεοῦ ὑπέστη,
ἰσχυρὸς θεὸς ὢν τὸν κρείττονα ἐκ μέρους ὑμνεῖ.
συνελόντι εἰπεῖν τῷ υἱῷ ὁ θεὸς ἄρρητος ὑπάρχει·
ἔστι γὰρ ἑαυτῷ ὅ ἐστι τοῦτ' ἔστιν ἄλεκτος,
ὥστε οὐδὲν τῶν λεγομένων κατά τε κατάληψιν συνίει ἐξειπεῖν ὁ υἱός.
ἀδύνατα γὰρ αὐτῷ τὸν πατέρα τε ἐξιχνιάσει, ὅς ἐστιν ἐφ' ἑαυτοῦ.
αὐτὸς γὰρ ὁ υἱὸς τὴν ἑαυτοῦ οὐσίαν οὐκ οἶδεν,
υἱὸς γὰρ ὢν θελήσει πατρὸς ὑπῆρξεν ἀληθῶς.
τίς γοῦν λόγος συγχωρεῖ τὸν ἐκ πατρὸς ὄντα
αὐτὸν τὸν γεννήσαντα γνῶναι ἐν καταλήψει;
δῆλον γὰρ ὅτι τὸ ἀρχὴν ἔχον, τὸν ἄναρχον, ὡς ἔστιν,
ἐμπερινοῆσαι ἢ ἐμπεριδράξασθαι οὐχ οἷόν τέ ἐστιν.
16
1
Ἃ δὲ καὶ δι' ἐπιστολῆς ἔγραψαν πρὸς τὸν μακαρίτην Ἀλέξανδρον τὸν ἐπίσκοπον,
ἔστι ταῦτα·
2
Μακαρίῳ πάπᾳ καὶ ἐπισκόπῳ ἡμῶν Ἀλεξάνδρῳ οἱ πρεσβύτεροι καὶ οἱ διάκονοι
ἐν κυρίῳ χαίρειν. Ἡ πίστις ἡμῶν ἡ ἐκ προγόνων, ἣν καὶ ἀπὸ σοῦ μεμαθήκαμεν, μακάριε
πάπα, ἔστιν αὕτη· οἴδαμεν ἕνα θεόν, μόνον ἀγέννητον, μόνον ἀίδιον, μόνον ἄναρχον,
μόνον ἀληθινόν, μόνον ἀθανασίαν ἔχοντα, μόνον σοφόν, μόνον ἀγαθόν, μόνον δυνάστην,
πάντων κριτήν, διοικητήν, οἰκονόμον, ἄτρεπτον καὶ ἀναλλοίωτον, δίκαιον καὶ ἀγαθόν,
νόμου καὶ προφητῶν καὶ καινῆς διαθήκης τοῦτον θεὸν γεννήσαντα υἱὸν μονογενῆ πρὸ
χρόνων αἰωνίων, «δι' οὗ καὶ τοὺς αἰῶνας καὶ τὰ ὅλα πεποίηκε», γεννήσαντα δὲ οὐ δοκήσει,
ἀλλὰ ἀληθείᾳ· ὑποστήσαντα ἰδίῳ θελήματι ἄτρεπτον καὶ ἀναλλοίωτον κτίσμα τοῦ θεοῦ
τέλειον, ἀλλ' οὐχ ὡς ἓν τῶν κτισμάτων· γέννημα, ἀλλ' οὐχ ὡς ἓν τῶν γεγεννημένων,
3
οὐδ' ὡς Οὐαλεντῖνος προβολὴν τὸ γέννημα τοῦ πατρὸς ἐδογμάτισεν, οὐδ' ὡς Μανιχαῖος
μέρος ὁμοούσιον τοῦ πατρὸς τὸ γέννημα εἰσηγήσατο, οὐδ' ὡς Σαβέλλιος τὴν μονάδα
διαιρῶν υἱοπάτορα εἶπεν, οὐδ' ὡς Ἱέρακας λύχνον ἀπὸ λύχνου ἢ ὡς λαμπάδα εἰς δύο,
οὐδὲ τὸν ὄντα πρότερον ὕστερον γεννηθέντα ἢ ἐπικτισθέντα εἰς υἱόν, ὡς καὶ σὺ αὐτός,
μακάριε πάπα, κατὰ μέσην τὴν ἐκκλησίαν καὶ ἐν συνεδρίῳ πλειστάκις τοὺς ταῦτα εἰσ-
ηγησαμένους ἀπηγόρευσας, ἀλλ' ὥς φαμεν θελήματι τοῦ θεοῦ πρὸ χρόνων καὶ πρὸ
αἰώνων κτισθέντα καὶ τὸ ζῆν καὶ τὸ εἶναι παρὰ τοῦ πατρὸς εἰληφότα καὶ τὰς δόξας,
4
συνυποστήσαντος αὐτῷ τοῦ πατρός. οὐ γὰρ ὁ πατὴρ δοὺς αὐτῷ πάντων τὴν
κληρονομίαν ἐστέρησεν ἑαυτὸν ὧν ἀγεννήτως ἔχει ἐν ἑαυτῷ· πηγὴ γάρ ἐστι πάντων.
ὥστε τρεῖς εἰσιν ὑποστάσεις. καὶ ὁ μὲν θεὸς αἴτιος τῶν πάντων τυγχάνων ἔστιν ἄναρχος
μονώτατος, ὁ δὲ υἱὸς ἀχρόνως γεννηθεὶς ὑπὸ τοῦ πατρὸς καὶ πρὸ αἰώνων κτισθεὶς καὶ
θεμελιωθεὶς οὐκ ἦν πρὸ τοῦ γεννηθῆναι, ἀλλὰ ἀχρόνως πρὸ πάντων γεννηθεὶς μόνος
ὑπὸ τοῦ πατρὸς ὑπέστη. οὐδὲ γάρ ἐστιν ἀίδιος ἢ συναίδιος ἢ συναγέννητος τῷ πατρί,
οὐδὲ ἅμα τῷ πατρὶ τὸ εἶναι ἔχει, ὥς τινες λέγουσι τὰ πρός τι δύο ἀγεννήτους ἀρχὰς
εἰσηγούμενοι, ἀλλ' ὡς μονὰς καὶ ἀρχὴ πάντων, οὕτως ὁ θεὸς πρὸ πάντων ἐστί. διὸ
καὶ πρὸ τοῦ υἱοῦ ἔστιν, ὡς καὶ παρὰ σοῦ μεμαθήκαμεν κατὰ μέσην τὴν ἐκκλησίαν κη-
5
ρύξαντος. καθὸ οὖν παρὰ τοῦ θεοῦ τὸ εἶναι ἔχει καὶ τὰς δόξας καὶ τὸ ζῆν καὶ τὰ πάντα
αὐτῷ παρεδόθη, κατὰ τοῦτο ἀρχὴ αὐτοῦ ἐστιν ὁ θεός. ἄρχει γὰρ αὐτοῦ ὡς θεὸς αὐτοῦ
καὶ πρὸ αὐτοῦ ὤν. εἰ δὲ τὸ «ἐξ αὐτοῦ» καὶ τὸ «ἐκ γαστρὸς» καὶ τὸ «ἐκ τοῦ πατρὸς
ἐξῆλθον καὶ ἥκω» ὡς μέρος αὐτοῦ ὁμοουσίου καὶ ὡς προβολὴ ὑπό τινων νοεῖται, σύν-
θετος ἔσται ὁ πατὴρ καὶ διαιρετὸς καὶ τρεπτὸς καὶ σῶμα κατ' αὐτοὺς καὶ τὸ ὅσον ἐπ'
αὐτοῖς τὰ ἀκόλουθα σώματι πάσχων ὁ ἀσώματος θεός.
17
1
Ταῦτα ἀπὸ μέρους ὧν ἤμεσαν ἐκ τῆς ἑαυτῶν αἱρετικῆς καρδίας οἱ περὶ Ἄρειον
ἐστί· πρὸ δὲ τοῦ γενέσθαι τὴν ἐν Νικαίᾳ σύνοδον ἔγραψαν καὶ οἱ περὶ Εὐσέβιον Νάρ-
κισσόν τε καὶ Πατρόφιλον καὶ Μάριν Παυλῖνόν τε καὶ Θεόδοτον καὶ Ἀθανάσιον τὸν
2
ἀπὸ Ναζαρβῶν τὰ ὅμοια αὐτοῖς. καὶ ὁ μὲν ἀπὸ τῆς Νικομηδείας Εὐσέβιος κατὰ
περιττὸν ἔγραψεν Ἀρείῳ ὅτι «καλῶς φρονῶν εὔχου πάντας οὕτως φρονεῖν· παντὶ γὰρ
»δῆλόν ἐστιν ὅτι τὸ πεποιημένον οὐκ ἦν πρὶν γενέσθαι. τὸ γενόμενον δὲ ἀρχὴν ἔχει τοῦ
3
«εἶναι»· ὁ δὲ ἀπὸ Καισαρείας τῆς Παλαιστίνης Εὐσέβιος γράφων πρὸς Εὐφρατίωνα
τὸν ἐπίσκοπον οὐκ ἐφοβήθη φανερῶς εἰπεῖν ὅτι ’ὁ Χριστὸς οὐκ ἔστιν ἀληθινὸς θεός‘.
4
καὶ Ἀθανάσιος δὲ ὁ ἀπὸ Ναζαρβῶν ἔτι γυμνότερον ἀπεκάλυπτε τὴν αἵρεσιν ἕνα τῶν
ἑκατὸν προβάτων λέγων εἶναι τὸν υἱὸν τοῦ θεοῦ. γράφων γὰρ πρὸς Ἀλέξανδρον τὸν
ἐπίσκοπον ἀπετόλμησεν οὕτως εἰπεῖν· «τί μέμφῃ τοῖς περὶ Ἄρειον, εἰ λέγουσιν· ἐξ οὐκ
»ὄντων κτίσμα πεποίηται ὁ υἱὸς τοῦ θεοῦ καὶ ἓν τῶν πάντων ἐστίν; ἐν ἑκατὸν γὰρ προ-
«βάτοις παραβαλλομένων πάντων τῶν πεποιημένων εἷς ἐστι καὶ ὁ υἱὸς ἐξ αὐτῶν. εἰ μὲν
»οὖν τὰ ἑκατὸν οὐκ ἔστι κτίσματα καὶ γενητὰ ἢ ἔνι πλέον τι τῶν ἑκατόν, δηλονότι μηδὲ
«ὁ υἱὸς ἔστω κτίσμα καὶ εἷς τῶν πάντων. εἰ δὲ τὰ ἑκατὸν πάντα γενητὰ καὶ οὐδέν ἐστιν ἐκτὸς
»τῶν ἑκατὸν πλὴν μόνου τοῦ θεοῦ, τί ἄτοπον λέγουσιν οἱ περὶ Ἄρειον, εἰ ἓν ἐν τοῖς ἑκατὸν
5
«περιλαβόντες καὶ ἀριθμοῦντες τὸν Χριστὸν ἕνα τῶν πάντων αὐτὸν εἰρήκασι»; Γεώργιος
δὲ ὁ νῦν ἐν Λαοδικείᾳ, πρεσβύτερος ὢν τότε τῆς Ἀλεξανδρείας καὶ ἐν Ἀντιοχείᾳ δια-
τρίβων, πρὸς μὲν Ἀλέξανδρον τὸν ἐπίσκοπον ἔγραφεν ὅτι· «μὴ μέμφου τοῖς περὶ Ἄρειον,
»εἰ λέγουσιν· ἦν ποτε, ὅτε οὐκ ἦν ὁ υἱὸς τοῦ θεοῦ. καὶ γὰρ ὁ Ἡσαίας υἱὸς γέγονεν Ἀμώς,
«καὶ ὅμως ὁ μὲν Ἀμὼς ἦν πρὸ τοῦ γενέσθαι τὸν Ἡσαίαν, ὁ δὲ Ἡσαίας οὐκ ἦν πρότερον,
6
»ἀλλὰ μετὰ ταῦτα γέγονε.« πρὸς δὲ τοὺς Ἀρειανοὺς ἔγραφε· »τί μέμφεσθε Ἀλεξάνδρῳ
«τῷ πάπᾳ λέγοντι ἐκ τοῦ πατρὸς τὸν υἱόν; καὶ γὰρ καὶ ὑμεῖς μὴ φοβηθῆτε εἰπεῖν καὶ ἐκ
»τοῦ θεοῦ τὸν υἱόν. εἰ γὰρ ὁ ἀπόστολος ἔγραψε· ’τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ‘, καὶ ἔστι δῆλον
«ἐξ οὐκ ὄντων πεποιῆσθαι τὰ πάντα, ἔστι δὲ καὶ ὁ υἱὸς κτίσμα καὶ τῶν πεποιημένων εἷς. λεχ-
7
»θείη ἂν καὶ ὁ υἱὸς ἐκ τοῦ θεοῦ οὕτως, ὥσπερ καὶ τὰ πάντα λέγεται ἐκ τοῦ θεοῦ.« ἐξ
ἐκείνου γοῦν ἔμαθον οἱ τὰ Ἀρείου φρονοῦντες ὑποκρίνεσθαι τὴν λέξιν τὴν ’ἐκ τοῦ θεοῦ‘,
καὶ λέγειν μὲν τὴν λέξιν, μὴ φρονεῖν δὲ καλῶς. αὐτὸς δὲ ὁ Γεώργιος καθῃρέθη ὑπὸ Ἀλεξάν-
δρου καὶ δι' ἄλλα μέν, ὅτι δὲ καὶ ἀσεβὴς ἐφάνη· πρεσβύτερος γὰρ ἦν αὐτός, καθὰ προ-
είρηται.
18
1
Καὶ ὅλως ἔγραφον οὗτοι τοιαῦτα ὡς ἕκαστον ἐρίζειν καὶ φιλοτιμεῖσθαι, τίς πλέον
αὐξήσει τὴν ἀσέβειαν τῆς αἱρέσεως καὶ μᾶλλον αὐτὴν δείξει γυμνότερον. καὶ τὰς μὲν
ἐπιστολὰς αὐτῶν οὐκ ἔσχον ἐν ἑτοίμῳ, ὥστε καὶ ἀποστεῖλαι, εἰ δ' οὖν, καὶ ἀντίγραφα καὶ
2
αὐτῶν ὑμῖν ἔπεμψα ἄν, τοῦ δὲ κυρίου θέλοντος, ἐὰν εὐπορήσω καὶ τοῦτο ποιήσω. καὶ
Ἀστέριος δέ τις ἀπὸ Καππαδοκίας, πολυκέφαλος σοφιστής, εἷς ὢν τῶν περὶ Εὐσέβιον,
ἐπειδὴ θύσας ἐν τῷ προτέρῳ διωγμῷ τῷ κατὰ τὸν πάππον Κωνσταντίου οὐκ ἠδύνατο
παρ' αὐτῶν εἰς κλῆρον προαχθῆναι, ποιεῖ μετὰ γνώμης τῶν περὶ Εὐσέβιον συνταγμάτιον,
3
ὁποῖον μὲν ἤθελον αὐτοί, ἴσον δὲ τῷ τῆς θυσίας αὐτοῦ τολμήματι. ἐν γὰρ τούτῳ τὴν
ἀκρίδα καὶ τὴν κάμπην τῷ Χριστῷ συγκρίνας, μᾶλλον δὲ προτιμήσας αὐτοῦ, καὶ λέγων
ἄλλην εἶναι παρὰ τὸν Χριστὸν ἐν τῷ θεῷ σοφίαν τὴν τοῦ Χριστοῦ καὶ τοῦ κόσμου δημι-
ουργικὴν περιήρχετο τὰς ἐν τῇ Συρίᾳ καὶ τὰς ἄλλας ἐκκλησίας κατὰ σύστασιν τῶν περὶ
Εὐσέβιον, ἵνα ἅπαξ ἀρνεῖσθαι μελετήσας οὕτω καὶ νῦν θρασύνηται κατὰ τῆς ἀληθείας.
ἐπέβαινεν οὖν εἰς τοὺς μὴ ἐξὸν αὐτῷ τόπους ὁ πάντα τολμηρός, καὶ εἰς τὸν τῶν κληρικῶν
τόπον καθεζόμενος ἀνεγίνωσκε δημοσίᾳ τὸ συνταγμάτιον, καίτοι τῶν ἄλλων δυσανασχε-
4
τούντων ἐπ' αὐτῷ. καὶ τὸ μὲν συνταγμάτιον διὰ πολλῶν ἐστι γεγραμμένον, μέρη δὲ
αὐτοῦ ἐστι ταῦτα· »οὐ γὰρ εἶπεν ὁ μακάριος Παῦλος Χριστὸν κηρύσσειν τὴν ἰδίαν αὐτοῦ
«δύναμιν ἢ τὴν σοφίαν αὐτοῦ, τουτέστι τοῦ θεοῦ, ἀλλὰ δίχα τῆς προσθήκης ‹δύναμιν
»θεοῦ καὶ θεοῦ σοφίαν›, ἄλλην μὲν εἶναι τὴν ἰδίαν αὐτοῦ τοῦ θεοῦ δύναμιν, τὴν ἔμφυτον
«αὐτῷ καὶ συνυπάρχουσαν αὐτῷ ἀγενήτως κηρύσσων, γεννητικὴν μὲν οὖσαν, δηλονότι
5
»τοῦ Χριστοῦ, δημιουργικὴν δὲ τοῦ παντὸς κόσμου. περὶ ἧς ἐν τῇ πρὸς Ῥωμαίους
«ἐπιστολῇ διδάσκων ἔλεγε· ‹τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νο-
»ούμενα καθορᾶται ἥ τε ἀίδιος αὐτοῦ δύναμις καὶ θειότης›. ὥσπερ γὰρ τὴν εἰρημένην ἐν-
«ταυθοῖ θεότητα οὐκ ἄν τις φαίη Χριστὸν εἶναι, ἀλλ' αὐτὸν ὑπάρχειν τὸν πατέρα, οὕτως,
»οἶμαι, καὶ ἡ ἀίδιος αὐτοῦ δύναμις οὐχ ὁ μονογενὴς θεός, ἀλλ' ὁ γεννήσας ὑπάρχει πατήρ.
«ἄλλην δὲ δύναμιν καὶ σοφίαν διδάσκει θεοῦ τὴν διὰ τοῦ Χριστοῦ δεικνυμένην δηλονότι
6
»καὶ διὰ τῶν ἔργων αὐτῶν τῆς διακονίας αὐτοῦ γνωριζομένην«. καὶ πάλιν· »καίτοιγε ἡ
«μὲν ἀίδιος αὐτοῦ δύναμις καὶ σοφία, ἣν ἄναρχόν τε καὶ ἀγέννητον οἱ τῆς ἀληθείας ἀποφαί-
»νονται λογισμοί, μία ἂν εἴη δήπουθεν καὶ ἡ αὐτή, πολλαὶ δὲ αἱ καθ' ἕκαστον ὑπ' αὐτοῦ
«κτισθεῖσαι, ὧν πρωτότοκος καὶ μονογενὴς ὁ Χριστός· πᾶσαί γε μὴν ὁμοίως εἰς τὸν κεκτη-
»μένον ἀνήρτηνται καὶ πᾶσαι αἱ δυνάμεις αὐτοῦ τοῦ κτίσαντος καὶ χρωμένου καλοῦνται
7
«δικαίως. οἷον ὁ μὲν προφήτης ‹τὴν ἀκρίδα› δίκην τῶν ἀνθρωπίνων ἁμαρτημάτων
»θεήλατον γινομένην οὐ ‹δύναμιν› μόνον θεοῦ, ἀλλὰ καὶ ‹μεγάλην› φησὶν ὑπ' αὐτοῦ προσ-
«αγορεύεσθαι τοῦ θεοῦ, ὁ δέ γε μακάριος Δαυὶδ ἐν πλείοσι τῶν ψαλμῶν οὐκ ἀγγέλοις μόνον,
»ἀλλὰ καὶ ‹δυνάμεσιν› αἰνεῖν παρακελεύεται τὸν θεόν· καὶ πάσας γε ἐπὶ τὸν ὕμνον παρα-
«καλῶν καὶ τὸ πλῆθος παρίστησι καὶ ‹λειτουργοὺς θεοῦ› καλεῖν οὐ παραιτεῖται καὶ ‹ποιεῖν
»αὐτοῦ τὸ θέλημα› διδάσκει«.
19
1
Τοιαῦτα τολμήσας κατὰ τοῦ σωτῆρος οὐκ ἠρκέσθη, ἀλλὰ καὶ πλέον ἐπεκτείνει τὰς
βλασφημίας αὐτοῦ λέγων ὅτι εἷς τῶν πάντων ἐστὶν ὁ υἱός· »πρῶτον γάρ ἐστι τῶν γενη-
τῶν καὶ εἷς τῶν νοητῶν φύσεών ἐστι, καὶ ὥσπερ ἥλιος ἐν τοῖς βλεπομένοις εἷς μὲν ἔστι τῶν
φαινομένων, λάμπει δὲ παντὶ τῷ κόσμῳ κατὰ πρόσταξιν τοῦ…
…
The complete text is available when the reading interface loads.