Apologia ad Constantium imperatorem
- Authority group
- Athanasius of Alexandria (catalogue association; authorship remains anonymous)
- Edition reference
- Apologia ad Constantium imperatorem, ed. J.-M. Szymusiak, Athanase d'Alexandrie. Apologie à l'empereur Constance. Apologie pour sa fuite [Sources chrétiennes 56. Paris: Éditions du Cerf, 1958]: 88–132.
- CTS identifier
urn:cts:greekLit:tlg2035.tlg011.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
4
ἢ μόνον ὅτε οἱ περὶ Εὐσέβιον ἔγραψαν αὐτῷ κατ' ἐμοῦ,
καὶ ἀνάγκην ἔσχον ἔτι ὢν ἐν τῇ Ἀλεξανδρείᾳ ἀπολογήσα-
σθαι· καὶ ὅτε, πυκτία τῶν θείων Γραφῶν κελεύσαντος
αὐτοῦ μοι κατασκευάσαι, ταῦτα ποιήσας ἀπέστειλα· χρὴ
γὰρ ἀπολογούμενόν με ἀληθεύειν τῇ σῇ θεοσεβείᾳ. Τριῶν
τοίνυν ἐτῶν παρελθόντων, τῷ ἐνιαυτῷ γράφει κελεύσας
ἀπαντῆσαί με πρὸς αὐτόν· ἦν δὲ ἐν τῇ Μεδιολάνῳ. Ἐγὼ δέ,
διερωτῶν τὴν αἰτίαν (οὐ γὰρ ἐγίνωσκον, μάρτυς ὁ Κύριος),
ἔμαθον ὅτι ἐπίσκοποί τινες, ἀνελθόντες, ἠξίωσαν αὐτὸν
γράψαι τῇ σῇ εὐσεβείᾳ ὥστε σύνοδον γενέσθαι. Πίστευε,
βασιλεῦ, οὕτω γέγονε, καὶ οὐ ψεύδομαι. Κατελθὼν τοίνυν
εἰς τὴν Μεδιόλανον, εἶδον πολλὴν φιλανθρωπίαν· κατηξίωσε
γὰρ ἰδεῖν με, καὶ εἰπεῖν ὅτι ἔγραψε καὶ ἀπέστειλε πρὸς
σὲ ἀξιῶν σύνοδον γενέσθαι. Διάγοντα δέ με ἐν τῇ προειρη-
μένῃ πόλει, μετεπέμψατο πάλιν εἰς τὰς Γαλλίας, ἐκεῖ
γὰρ καὶ ὁ Πατὴρ Ὅσιος ἤρχετο, ἵνα ἐκεῖθεν εἰς τὴν
Σαρδικὴν ὁδεύσωμεν. Μετὰ δὲ τὴν σύνοδον, ἐν τῇ Ναϊσσῷ
μοι διάγοντι γράφει· καὶ ἀνελθὼν ἐν Ἀκυληΐᾳ λοιπὸν
διέτριβον, ἔνθα με τὰ γράμματα τῆς σῆς θεοσεβείας
κατέλαβον. Κἀκεῖθεν κληθεὶς πάλιν παρὰ τοῦ μακαρίτου,
καὶ ἀνελθὼν εἰς τὰς Γαλλίας, οὕτως ἦλθον παρὰ τὴν σὴν
εὐσέβειαν.
5
Ποῖον τοίνυν τόπον, ἢ τίνα χρόνον φησὶν ὁ κατήγορος,
ἐν ᾧ τοιαῦτά με εἰρηκέναι διέβαλεν; ἢ τίνος παρόντος
ἐμάνην φθέγξασθαι τοιαῦτα οἷα ὡς εἰπόντος μου
κατεψεύσατο; ἢ τίς ἐστιν ὁ τούτῳ συνηγορῶν καὶ μαρτυρῶν;
ἃ γὰρ εἶδον οἱ ὀφθαλμοὶ αὐτοῦ, ταῦτα καὶ λέγειν ὀφείλει,
ὡς ἡ θεία Γραφὴ παρήγγειλεν. Οὐδένα μὲν οὖν οὗτος
εὑρήσει μάρτυρα τῶν μὴ γενομένων· ἐγὼ δέ, ὅτι οὐ ψεύδομαι,
μάρτυρα μετὰ τῆς ἀληθείας καὶ τὴν σὴν εὐσέβειαν ἔχω.
Ἀξιῶ γάρ, γινώσκων σε μνημονικώτατον, ἀναμνησθῆναι
τῶν λόγων ὧν ἀνέφερον τότε, ὅτε κατηξίωσας ἰδεῖν με·
πρῶτον μὲν ἐν Βιμινακίῳ, δεύτερον δὲ ἐν Καισαρείᾳ τῆς
Καππαδοκίας, καὶ τρίτον ἐν τῇ Ἀντιοχείᾳ· εἰ κἂν τῶν περὶ
Εὐσέβιον τῶν με λυπησάντων κακῶς ἐμνημόνευσα παρὰ
σοί, εἰ διέβαλλόν τινας τῶν ἀδικησάντων με. Εἰ δὲ μηδὲ
καθ' ὧν ἔδει με λέγειν τούτους διέβαλον, ποίαν εἶχον μανίαν
βασιλέα βασιλεῖ διαβάλλειν, καὶ ἀδελφὸν ἀδελφῷ συγκροῦσαι;
Παρακαλῶ, ἢ παρόντα με ποίησον ἐλεγχθῆναι, ἢ
κατάγνωθι τῶν διαβολῶν, καὶ μίμησαι τὸν Δαυὶδ λέγοντα·
«Τὸν καταλαλοῦντα λάθρα τοῦ πλησίον, τοῦτον ἐξεδίωκον».
Τὸ μὲν γὰρ ὅσον εἰς αὐτοὺς ἧκε, «στόμα καταψευσάμενον
ἀνεῖλε ψυχήν». Ἡ δὲ σὴ μακροθυμία νενίκηκε, παρασχοῦσα
παρρησίαν ἀπολογίας, ἵνα καὶ καταγνωσθῆναι δυνηθῶσιν
ὡς φιλόνεικοι καὶ συκοφάνται. Περὶ μὲν οὖν τοῦ εὐσεβεστάτου
σου ἀδελφοῦ τοῦ τῆς μακαρίας μνήμης ταῦτα· δύνασαι
γὰρ κατὰ τὴν δοθεῖσάν σοι σοφίαν παρὰ Θεοῦ προλαμβάνειν
τὰ πολλὰ ἐκ τῶν ὀλίγων τούτων, καὶ γινώσκειν τὴν
πλασθεῖσαν κατηγορίαν.
6
Περὶ δὲ τῆς ἑτέρας διαβολῆς, εἰ ἔγραψα τῷ τυράννῳ
(τοὔνομα γὰρ οὐδὲ λέγειν βούλομαι), παρακαλῶ, ὡς θέλεις
καὶ δι' ὧν ἂν δοκιμάσῃς, ἐξέταζε καὶ ἀνάκρινε· ἡ γὰρ
ὑπερβολὴ τῆς διαβολῆς ἐξίστησί με, καὶ εἰς πολλὴν ἀσάφειαν
ἄγει. Καὶ πίστευε, θεοφιλέστατε βασιλεῦ, πολλάκις κατ'
ἐμαυτὸν λογιζόμενος ἠπίστουν εἰ ἄρα τις ἐμάνη τοσοῦτον
ὥστε καὶ τοιαῦτα ψεύσασθαι. Ἐπειδὴ δὲ παρὰ τῶν Ἀρειανῶν
ἐθρυλεῖτο καὶ τοῦτο, καὶ ὡς αὐτοὶ δεδωκότες ἀντίγραφον
ἐπιστολῆς ἐκαυχῶντο, ἐξιστάμην μειζόνως, καὶ ἀΰπνους
νύκτας διατελῶν, ὡς πρὸς παρόντας τοὺς κατειπόντας
ἐμαχόμην· καὶ κραυγὴν ἐξαπιναίως ἠφίειν μεγάλην, καὶ
ηὐχόμην εὐθὺς στενάζων μετὰ δακρύων, εὑρεῖν τὰς σὰς
ἀκοὰς εὐμενεῖς. Ἀλλὰ καὶ οὕτω τῇ χάριτι τοῦ Κυρίου
ταύτας εὑρών, πάλιν ἀπορῶ ποίαν ἀρχὴν τῆς ἀπολογίας
ποιήσομαι· ὁσάκις γὰρ ἂν ἐπιβάλωμαι λέγειν, ἐμποδίζομαι
διὰ τὴν τοῦ πράγματος ἔκπληξιν. Ὅλως μὲν γὰρ περὶ τοῦ
μακαρίτου σου ἀδελφοῦ πρόφασις ἦν πιθανὴ τοῖς
συκοφάνταις, ὅτι τε κατηξιούμεθα βλέπειν αὐτὸν καὶ περὶ
ἡμῶν ἠξίου τὴν σὴν ἀδελφικὴν διάθεσιν, καὶ παρόντας μὲν
ἐτίμα πολλάκις, καὶ ἀπόντας δὲ μετεπέμπετο.
Τὸν δὲ διάβολον Μαγνέντιον, μάρτυς ὁ Κύριος καὶ μάρτυς
ὁ Χριστὸς αὐτοῦ, οὔτε γινώσκω οὔτε ὅλως ἠπιστάμην αὐτόν.
Ποία τοίνυν συνήθεια τῷ μὴ γινωσκομένῳ πρὸς τὸν μὴ
γινώσκοντα; ποία με πρόφασις εἷλκε γράψαι τῷ τοιούτῳ;
Ποῖον προοίμιον τῆς ἐπιστολῆς ἔτασσον, γράφων αὐτῷ;
Ὅτι· Τὸν τιμῶντά με, οὗ τῶν εὐεργεσιῶν οὐκ ἄν ποτε
ἐπιλαθοίμην, τοῦτον φονεύσας καλῶς ἐποίησας; καὶ
ἀποδέχομαί σε τοὺς γνωρίμους ἡμῶν Χριστιανοὺς καὶ
πιστοτάτους ἄνδρας ἀνελόντα; καὶ θαυμάζομέν σε σφάξαντα
τοὺς ἐν Ῥώμῃ γνησίως ἡμᾶς ὑποδεξαμένους, τὴν μακαρίαν
σου θείαν τὴν ἀληθῶς Εὐτρόπον, καὶ Ἀβουτήριον τὸν
γνήσιον ἐκεῖνον, καὶ Σπειράντιον τὸν πιστότατον, καὶ
ἄλλους πολλοὺς καλούς;
7
Ἄρ' οὐχὶ καὶ τὸ μόνον ὑποπτεύειν περὶ τούτων τὸν
κατήγορον ἐστὶ μανικόν; Τί γάρ με πάλιν θαρρεῖν ἔπειθεν
αὐτῷ; Ποίαν αὐτοῦ διάθεσιν ἔβλεπον ἀσφαλῆ; Ὅτι τὸν
ἴδιον δεσπότην ἀνεῖλε, καὶ περὶ τοὺς ἑαυτοῦ φίλους
ἄπιστος γέγονε, καὶ ὅρκους μὲν παρέβη, εἰς δὲ τὸν Θεὸν
ἠσέβησε φαρμακοὺς καὶ ἐπαοιδοὺς ἐπινοῶν κατὰ τῆς τοῦ
Θεοῦ κρίσεως; Ποίῳ δὲ συνειδότι χαίρειν ἔλεγον τούτῳ,
οὗ ἡ μανία καὶ ἡ ὠμότης οὐκ ἐμὲ μόνον, ἀλλὰ καὶ πᾶσαν
τὴν καθ' ἡμᾶς οἰκουμένην ἐλύπησε; Μεγάλην γε χάριν καὶ
πολλὴν ἐκ τούτων ὤφειλον τούτῳ, ὅτι ὁ μὲν μακαρίτης
ἀδελφός σου τὰς ἐκκλησίας ἀναθημάτων ἐπλήρωσεν, οὗτος
δὲ αὐτὸν ἀποστέλλοντα πεφόνευκε. Καὶ οὔτε ταῦτα βλέπων ὁ
μιαρὸς ᾐδέσθη, οὔτε τὴν δοθεῖσαν χάριν τῷ μακαρίτῃ διὰ
τοῦ βαπτίσματος πεφόβηται· ἀλλ' ὡς δαίμων τις ἀλάστωρ
καὶ διαβολικὸς ἐμάνη κατ' αὐτοῦ. Τῷ μὲν οὖν μακαρίτῃ
τοῦτο γέγονεν εἰς μαρτύριον· ἐκεῖνος δὲ λοιπὸν ὡς δέσμιος
κατὰ τὸν Κάϊν στένων καὶ τρέμων ἐδιώκετο, ἵνα καὶ τὸν
Ἰούδαν ἐν τῷ θανάτῳ μιμήσηται, δήμιος καθ' ἑαυτοῦ
γινόμενος, καὶ διπλῆν ἐποίσηται καθ' ἑαυτοῦ τὴν τιμωρίαν
ἐν τῇ μετὰ ταῦτα κρίσει.
8
Τοιούτῳ με φίλον ὁ διαβαλὼν ἐνόμισε γεγενῆσθαι·
ἢ τάχα οὐδὲ νενόμικεν, ἀλλ' ὡς ἐχθρὸς ἀπιθάνως ἐπλάσατο·
οἶδε γὰρ ἀκριβῶς, ὅτι κατεψεύσατο. Ἐβουλόμην δὲ αὐτόν,
ὅστις ἐστίν, ἐνταῦθα παρεῖναι, καὶ ἐπ' αὐτῆς τῆς ἀληθείας
ἐρωτῆσαι (ἃ γὰρ ὡς Θεοῦ παρόντος λαλοῦμεν, τοῦτον
ὅρκον ἔχομεν ἡμεῖς οἱ Χριστιανοί) πότερος ἡμῶν ἔχαιρε,
τοῦ μακαρίτου Κώνσταντος ζῶντος, καὶ τίς μᾶλλον ηὔχετο·
καὶ ἡ πρώτη διαβολὴ δείκνυσι, καὶ παντὶ τοῦτο δῆλόν
ἐστιν. Εἰ δὲ καὶ αὐτὸς οἶδεν ἀκριβῶς, ὅτι τῶν οὕτω
διακειμένων, καὶ εἴ τις ἠγάπα τὸν μακαρίτην Κώνσταντα,
οὐκ ἐγίγνετο φίλος τῷ κατ' ἐκείνου γενομένῳ· εἰ δὲ ἄλλως
διέκειτο ἢ ὡς ἡμεῖς, φοβοῦμαι μὴ ἅπερ ὁ μισῶν ἐκεῖνον
ἐντεθύμηται, ταῦτα κατεψεύσατο κατ' ἐμοῦ.
9
Ἐγὼ μὲν οὖν, ἐπὶ τούτῳ ξενιζόμενος, ὅσα χρὴ λέγειν
ἀπολογούμενον ἀπορῶ· καὶ μόνον ἐμαυτοῦ μυρίους
καταψηφίζομαι θανάτους, ἐὰν καὶ ὅλως κἂν ὑποψία τις εἰς
ἐμὲ περὶ τούτου γένηται· σοὶ δέ, φιλάληθες βασιλεῦ,
θαρρῶν ἀπολογοῦμαι· παρακαλῶ, καθὰ προεῖπον, ἐξέταζε·
καὶ μάλιστα μάρτυρας ἔχων τοὺς ἀποσταλέντας ποτὲ παρ'
ἐκείνου πρὸς σὲ πρέσβεις· εἰσὶ δὲ Σαρβάτιος καὶ Μάξιμος
οἱ ἐπίσκοποι, καὶ οἱ σὺν αὐτοῖς· καὶ Κλημέντιος καὶ
Βάλης. Μάθε, παρακαλῶ, εἰ γράμματά μοι κεκομίκασιν·
ταῦτα γὰρ παρεῖχε πρόφασιν κἀμοὶ τοῦ γράφειν ἐκείνῳ.
Εἰ δὲ μὴ ἔγραψε, μηδὲ ἐγίνωσκέ με, πῶς ἔγραφον ἐγὼ
μὴ ἐπιστάμενος αὐτόν; Ἐρώτησον εἰ μή, ἑωρακὼς τοὺς
περὶ Κλημέντιον, ἐμνήσθην τοῦ τῆς μακαρίας μνήμης, καὶ
κατὰ τὸ γεγραμμένον, ἐν δάκρυσί μου τὰ ἱμάτια διέβρεχον,
ἐνθυμούμενος τὴν φιλάνθρωπον καὶ τὴν φιλόχριστον αὐτοῦ
ψυχήν. Μάθε πῶς, ἀκούσας περὶ τῆς ὠμότητος τοῦ θηρίου,
καὶ ἰδὼν τοὺς περὶ Βάλεντα διὰ τῆς Λιβύης ἐλθόντας,
ἐφοβούμην μὴ κἀκεῖνος πειράσαι τολμήσῃ καὶ ὡς λῃστὴς
φονεύσῃ τοὺς ἀγαπῶντας καὶ μνημονεύοντας τοῦ μακαρίου·
ὧν ἐμαυτὸν οὐδενὸς εἶναι δεύτερον τίθημι.
10
Τοῦτο οὖν δεδιὼς φρονοῦντας ἐκείνους, καὶ οὐ
μᾶλλον ηὐχόμην περὶ τῆς σῆς φιλανθρωπίας; καὶ τὸν
μὲν φονεύσαντα ἐκεῖνον ἠγάπων, εἰς σὲ δέ, τὸν ἀδελφὸν
ὄντα καὶ ἐκδικοῦντα τὸν ἐκείνου θάνατον, ἐλυπούμην;
Ἀλλ' ἐκείνου μὲν τῆς παρανομίας ἐμνημόνευον, τῆς δὲ
σῆς εὐεργεσίας ἐπελανθανόμην, ἣν καὶ μετὰ θάνατον τοῦ
μακαρίτου τοιαύτην ἔσεσθαι περὶ ἐμέ, οἵα ἦν καὶ περιόντος
ἐκείνου, διὰ γραμμάτων δηλῶσαι κατηξίωσας; Ποίοις
ὄμμασι τὸν ἀνδροφόνον ἔβλεπον; Ἢ πῶς οὐχ, ὑπὲρ σῆς
σωτηρίας εὐχόμενος, ἐνόμιζον καὶ τὸν μακαρίτην ἐκεῖνον
ὁρᾷν; Ἀδελφοὶ γὰρ ἀλλήλων εἰσὶ κάτοπτρα διὰ τὴν φύσιν.
Διὰ τοῦτο καὶ σὲ βλέπων ἐν ἐκείνῳ, οὔ ποτε ἂν διέβαλον·
κἀκεῖνον ἐν σοὶ πάλιν ὁρῶν, οὔ ποτε ἂν ἔγραψα τῷ κατ'
ἐκείνου γενομένῳ, ἀλλὰ μᾶλλον περὶ τῆς σῆς σωτηρίας
ηὐχόμην.
Καὶ μάρτυρες τούτων προηγουμένως μὲν ὁ Κύριος, ὁ ἐπα-
κούσας καὶ χαρισάμενος ὁλόκληρόν σοι τὴν ἐκ προγόνων
βασιλείαν· μάρτυρες δὲ καὶ οἱ τότε παρόντες, Φιληκήσιμος
ὁ γενόμενος δοὺξ τῆς Αἰγύπτου, καὶ Ῥουφῖνος, καὶ Στέφανος,
ὧν ὁ μὲν καθολικός, ὁ δὲ μάγιστρος ἦν ἐκεῖ· καὶ Ἀστέριος
ὁ κόμης, καὶ Παλλάδιος ὁ γενόμενος τοῦ παλατίου
μάγιστρος, Ἀντίοχός τε καὶ Εὐάγριος οἱ ἀγεντισηρίβους.
Μόνον γὰρ ἔλεγον· Εὐξώμεθα περὶ τῆς σωτηρίας τοῦ
εὐσεβεστάτου Αὐγούστου Κωνσταντίου· καὶ πᾶς ὁ λαὸς
εὐθὺς μιᾷ φωνῇ ἐβόα· Χριστέ, βοήθει Κωνσταντίῳ· καὶ
διέμενεν οὕτως εὐχόμενος.
11
Ὅτι μὲν οὖν μήτε ἔγραψά ποτε ἐκείνῳ, μήτε
ἐδεξάμην ποτὲ παρ' αὐτοῦ, μάρτυρα τὸν Θεὸν καὶ τὸν τούτου
Λόγον τὸν μονογενῆ αὐτοῦ Υἱὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν
Χριστὸν ἐπεκαλεσάμην· τὸν δὲ κατειπόντα, καὶ περὶ τούτου
συγχώρησον ἐρωτηθῆναι δι' ὀλίγων, πόθεν εἰς τοῦτο
παρῆλθεν; Ἐπιστολῆς ἀντίγραφα φήσειεν ἔχειν; τοῦτο
γὰρ ἀπέκαμον οἱ Ἀρειανοὶ θρυλοῦντες. Πρῶτον μὲν οὖν
κἂν τὰ γράμματα τοῖς ἡμετέροις ὅμοια δεικνύῃ, οὔπω τὸ
ἀσφαλὲς ἔχει· πλαστογράφοι γὰρ εἰσὶν οἵτινες καὶ τὰς
ὑμῶν τῶν βασιλέων χεῖρας πολλάκις ἐμιμήσαντο· καὶ
οὐχ ἡ μίμησις παρέχει τοῖς γράμμασι τὸ κῦρος, ἐὰν μὴ
καὶ οἱ τὰ τοιαῦτα γράφειν εἰωθότες μαρτυρῶσι ταῖς
ἐπιστολαῖς. Τοῦτο τοίνυν καὶ τοὺς διαβαλόντας πάλιν
ἐρωτῆσαι βούλομαι, τίς ὁ παρασχὼν ταῦτά ποτε, καὶ
πόθεν εὑρέθη ταῦτα· καὶ γὰρ κἀγὼ τοὺς γράφοντας εἶχον,
κἀκεῖνος πάλιν τοὺς λαμβάνοντας παρὰ τῶν κομιζόντων
καὶ ἐπιδιδόντας αὐτῷ. Οἱ μὲν οὖν ἡμέτεροι πάρεισι·
καταξίωσον δὲ κἀκείνους καλέσαι· ζῇν γὰρ πάντως
ἔξεστιν αὐτούς· καὶ μάθε περὶ τούτων τῶν γραμμάτων,
ἐξέτασον ὡς ἀληθείας σοι συμπαρούσης. αὕτη γὰρ βασιλέων,
καὶ μάλιστα χριστιανῶν, ἐστὶ φυλακτήριον· μετὰ ταύτης
βασιλεύειν ὑμᾶς ἐστιν ἀσφαλὲς λεγούσης τῆς θείας Γραφῆς·
«Ἐλεημοσύνη καὶ ἀλήθεια φυλακὴ βασιλεῖ, καὶ περικυκλώ-
σει ἐν δικαιοσύνῃ τὸν θρόνον αὐτοῦ». Ταύτην προβαλὼν
Ζοροβάβελ ὁ σοφὸς νενίκηκε· καὶ πᾶς ὁ λαὸς ἐφώνησε·
«Μεγάλη ἡ ἀλήθεια καὶ ὑπερισχύει».
12
Εἰ μὲν οὖν παρ' ἄλλοις ἤμην διαβληθείς, τὴν σὴν
εὐσέβειαν ἐπεκαλούμην ὡς ὁ Ἀπόστολος ἐπεκαλέσατο
τότε τὸν Καίσαρα καὶ πέπαυται τῶν ἐχθρῶν ἡ κατ' αὐτοῦ
ἐπιβουλή· ἐπειδὴ δὲ παρὰ σοὶ τετολμήκασι κατειπεῖν,
τίνα ἀπὸ σοῦ ἐπικαλέσομαι; —τὸν Πατέρα τοῦ λέγοντος,
«Ἐγώ εἰμι ἡ ἀλήθεια», ἵνα σου τὴν καρδίαν εἰς εὐμένειαν
κλίνῃ.
Δέσποτα παντοκράτορ, βασιλεῦ τῶν αἰώνων, ὁ Πατὴρ
τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, σὺ διὰ τοῦ σοῦ Λόγου
τὴν βασιλείαν ταύτην τῷ σῷ θεράποντι Κωνσταντίῳ
δέδωκας· σὺ λάμψον εἰς τὴν καρδίαν αὐτοῦ, ἵνα, γνοὺς
τὴν καθ' ἡμῶν συκοφαντίαν, εὐμενῶς μὲν αὐτὸς δέξηται
τὴν ἀπολογίαν, πάντας δὲ ποιήσῃ γνῶναι ὅτι αἱ ἀκοαὶ
αὐτοῦ ἠσφαλίσθησαν ἐν ἀληθείᾳ, καὶ κατὰ τὸ γεγραμμένον·
«Μόνα βασιλεῖ δεκτὰ χείλη δίκαιά ἐστιν». Οὕτω γὰρ
καὶ κατορθοῦσθαι τὸν θρόνον τῆς βασιλείας διὰ Σολομῶντος
λεχθῆναι πεποίηκας.
Οὐκοῦν ὅλως ἐρώτησον, μαθέτωσαν οἱ κατειρηκότες
ὅτι σοι μέλει περὶ τῆς ἀληθείας μαθεῖν. Καὶ εἰ μὴ τῷ
χρώματι τοῦ προσώπου δείξουσι τὴν συκοφαντίαν· τοῦτο
γὰρ τοῦ συνειδότος ἔλεγχός ἐστι, καὶ γέγραπται· «Καρδίας
εὐφραινομένης πρόσωπον θάλλει· ἐν δὲ λύπαις οὔσης
σκυθρωπάζει». Οὕτω τοὺς μὲν ἐπιβουλεύσαντας τῷ
Ἰωσὴφ ἡ συνείδησις ἤλεγξε· τοῦ δὲ Λάβαν ἡ κατὰ τοῦ
Ἰακὼβ πονηρία ἐκ τοῦ προσώπου δέδεικται. Ὁρᾷς γοῦν
ἐκείνων μὲν τὴν ὑποψίαν, φευγόντων καὶ κρυπτομένων,
ἡμῶν δὲ τὴν ἐλευθερίαν ἀπολογουμένων. Οὐ γὰρ περὶ
κτημάτων νῦν ἡ κρίσις, ἀλλὰ περὶ δόξης τῆς Ἐκκλησίας.
Ὁ λίθῳ κρουόμενος ζητεῖ τὸν ἰατρόν· τῶν δὲ λίθων
ὀξύτερα τὰ ἐκ τῆς διαβολῆς ἐστι πλήγματα· «Ῥόπαλόν
ἐστιν ἡ διαβολή, καὶ μάχαιρα, καὶ τόξευμα ἀκιδωτὸν»,
ὡς εἶπε Σολομών· καὶ ταῦτα μόνη ἡ ἀλήθεια ἰᾶσθαι
δύναται· ταύτης δὲ παρορωμένης, αὐξάνει δεινότερον τὰ
τραύματα.
13
Διὰ ταῦτα πάντα τὰ πανταχοῦ τῶν Ἐκκλησιῶν
τετάρακται. Καὶ προφάσεις μὲν ἐπενόησαν, ἐπίσκοποι
δὲ τηλικοῦτοι καὶ πολυετεῖς ἐξωρίσθησαν, διὰ τὴν πρὸς
ἐμὲ κοινωνίαν. Καὶ εἰ μὲν μέχρι τοσούτου τοῦτο ἐγίγνετο,
προσδοκία τις ἦν ἀγαθή· φιλάνθρωπος γὰρ εἶ· ἵνα δὲ μὴ
καὶ μετὰ ταῦτα διαβῇ τὸ κακόν, κρατείτω ἡ ἀλήθεια παρὰ
σοί· καὶ μὴ ἀφῇς ὑπόνοιαν κατὰ πάσης Ἐκκλησίας
γενέσθαι, ὡς τοιαῦτα βουλευομένων καὶ γραφόντων τῶν
Χριστιανῶν, καὶ μάλιστα τῶν ἐπισκόπων. Ἢ εἰ μὴ
βούλει ἀνακρίνειν, δίκαιον καὶ ἡμᾶς πιστεύεσθαι μᾶλλον
ἀπολογουμένους ἢ τοὺς διαβάλλοντας. Οὗτοι μὲν γὰρ ὡς
ἐχθροὶ πονηρεύονται, ἡμεῖς δὲ ἀγωνιῶντες τὰς ἀποδείξεις
παρέχομεν. Διὸ καὶ θαυμάζω πῶς ἡμεῖς μὲν μετ' εὐλαβείας
φθεγγόμεθα, ἐκεῖνοι δὲ τοσαύτην ἔσχον ἀναισχυντίαν, ὡς
καὶ ψεύσασθαι βασιλεῖ. Ἀλλ' ἐξέτασον διὰ τὴν ἀλήθειαν,
καὶ ὥσπερ γέγραπται, «ἐρευνῶν ἐρεύνησον» παρόντων
ἡμῶν, πόθεν ταῦτα λέγουσιν, ἢ πόθεν ηὑρέθη τὰ γράμματα.
Ἀλλ' οὔτε τῶν ἡμετέρων τις ἐλεγχθήσεται, οὔτε τῶν
ἐκείνου φήσειέν τις· πέπλασται γάρ. Καὶ πλέον οὐδὲν τάχα
προσήκει ζητεῖν, οὐδὲ γὰρ βούλονται, ἵνα μὴ καὶ ὁ ταύτας
γράψας ἐξ ἀνάγκης εὑρεθῇ. Ἴσασι γὰρ αὐτὸν οἱ διάβολοι
μόνοι, καὶ ἄλλος οὐδείς.
14
Ἐπειδὴ δὲ καὶ περὶ τῆς μεγάλης ἐκκλησίας κατειρή-
κασιν, ὡς δὴ συνάξεως ἐκεῖ γενομένης πρὶν αὐτὴν
τελειωθῆναι· φέρε καὶ περὶ τούτου πάλιν ἀπολογήσομαι
τῇ σῇ εὐσεβείᾳ· εἰς ταῦτα γὰρ ἡμᾶς ἕλκουσιν οἱ φιλέχθρως
διακείμενοι πρὸς ἡμᾶς. Ναὶ γέγονεν, ὁμολογῶ· καὶ γὰρ
καὶ τὰ πρῶτα λέγων οὐκ ἐψευσάμην, καὶ τοῦτο νῦν οὐκ
ἀρνήσομαι. Ἀλλ' ἄλλως πάλιν ἢ ὡς αὐτοὶ κατειρήκασίν
ἐστι τὸ πρᾶγμα. Καί μοι συγχώρησον εἰπεῖν, οὐκ ἐγκαινίων
ἡμέραν ἐπετελέσαμεν, θεοσεβέστατε Αὔγουστε· τοῦτο
γὰρ ἀθέμιτον ἦν ἀληθῶς πρὸ τῆς σῆς προστάξεως ποιῆσαι·
οὐδὲ ἐκ παρασκευῆς εἰς τοῦτο παρήλθομεν· οὐδὲ ἐπίσκοπός
τις οὐδὲ ἄλλος κληρικὸς εἰς τοῦτο κέκληται, ἔλειπε δὲ πολλὰ
καὶ τῷ ἔργῳ. Ἀλλ' οὐδὲ ἐκ παραγγελίας γέγονεν ἡ σύναξις,
ἵνα πρόφασιν εὕρωσιν οὗτοι τοῦ κατειπεῖν. Ἀλλὰ τὸ
γενόμενον ἴσασι πάντες· ἄκουσον δὲ ὅμως τῇ σαυτοῦ
ἐπιεικείᾳ καὶ μακροθυμίᾳ.
Ἑορτὴ μὲν γὰρ ἦν τὸ Πάσχα, ὁ δὲ λαὸς πάνυ πολὺς καὶ
τοσοῦτος ἦν ὅσον ἂν εὔξαιντο κατὰ πόλιν εἶναι Χριστιανῶν
φιλόχριστοι βασιλεῖς. Τῶν τοίνυν ἐκκλησιῶν ὀλίγων καὶ
βραχυτάτων οὐσῶν, θόρυβος ἦν οὐκ ὀλίγος, ἀξιούντων ἐν
τῇ μεγάλῃ ἐκκλησίᾳ συνελθεῖν, κἀκεῖ πάντας εὔχεσθαι καὶ
ὑπὲρ τῆς σῆς σωτηρίας· ὅπερ καὶ γέγονεν. Ἀλλ' ἐμοῦ
παρακαλοῦντος τέως ἐπισχεῖν, καὶ ὅπως δήποτε μετὰ
θλίψεως ἐν ταῖς ἄλλαις ἐκκλησίαις συναχθῆναι, οὐχ ὑπήκου-
σαν, ἀλλ' ἕτοιμοι γεγόνασιν ἐξελθεῖν τὴν πόλιν καὶ εἰς τοὺς
ἐρήμους τόπους ἐν ἡλίῳ συνελθεῖν, βέλτιον ἡγούμενοι
κάματον ἐνεγκεῖν ὁδοῦ, ἢ μετὰ λύπης τὴν ἑορτὴν ποιῆσαι.
15
Πίστευε γὰρ, βασιλεῦ, καὶ περὶ τούτου πάλιν
μάρτυρα δέξαι τὴν ἀλήθειαν· ὅτι ἐν ταῖς συνάξεσι τῆς
Τεσσαρακοστῆς, διὰ τὸ τῶν τόπων στενὸν καὶ τὸ πολὺ
πλῆθος τῶν λαῶν, πλεῖστα παιδία, καὶ οὐκ ὀλίγαι
νεώτεραι γυναῖκες πλεῖσταί τε γραΐδες καὶ οὐκ ὀλίγοι
νεανίσκοι θλιβέντες ἀπηνέχθησαν εἰς τοὺς οἴκους· καὶ τοῦ
Θεοῦ παρασχόντος, τέθνηκε μὲν οὐδείς· πάντες δὲ ἐγόγγυσαν,
καὶ ἠξίωσαν διὰ τὴν μεγάλην ἐκκλησίαν. Εἰ δὲ καὶ ἐν ταῖς
προεόρτοις τοσαύτη γέγονε θλίψις, τί ἂν ἐγεγόνει ἐν αὐτῇ
τῇ ἑορτῇ; Πάντως που τὰ ἔτι τούτων χαλεπώτερα. Ἀλλ'
οὐκ ἔπρεπεν ἀντὶ χαρᾶς λύπην, ἀντ' εὐφροσύνης πένθος,
ἀντὶ τῆς ἑορτῆς κλαυθμὸν τοῖς λαοῖς γενέσθαι· εἰδὼς
καὶ μάλιστα τύπον ἔχων τῶν πατέρων. Ὁ γὰρ μακαρίτης
Ἀλέξανδρος, στενῶν ὄντων τῶν ἄλλων τόπων, καὶ
οἰκοδομῶν τὴν τότε μείζονα νομιζομένην ἐκκλησίαν τὴν
καλουμένην Θεωνᾶ, συνῆγεν ἐκεῖ διὰ τὸ πλῆθος, καὶ
συνάγων οὐκ ἠμέλει τῆς οἰκοδομῆς. Τοῦτο καὶ ἐν Τριβέροις,
καὶ ἐν Ἀκυληΐᾳ γενόμενον ἑώρακα· κἀκεῖ γὰρ ἐν ταῖς
ἑορταῖς διὰ τὸ πλῆθος, ἔτι τῶν τόπων οἰκοδομουμένων,
συνῆγον ἐκεῖ· καὶ οὐχ εὗρον τοιοῦτον κατήγορον. Ἀλλὰ
καὶ ὁ μακαρίτης σου ἀδελφός, ἐν Ἀκυληΐᾳ, τοιαύτης οὔσης
συνάξεως, συνήχθη. Οὕτω κἀγὼ πεποίηκα, καὶ γέγονεν
οὐκ ἐγκαίνια, ἀλλὰ σύναξις εὐχῆς.
Σὺ μὲν οὖν, εὖ οἶδα ὅτι, φιλόθεος ὤν, τῶν μὲν λαῶν,
ἀποδέχῃ τὴν προθυμίαν, καὶ συγγινώσκεις ἐμοὶ μὴ,
κωλύσαντι τοσούτου λαοῦ τὰς εὐχάς.
16
Ἐγὼ δὲ τὸν κατειπόντα πάλιν περὶ τούτου ἐρωτῆσαι
βούλομαι, ποῦ νόμιμον ἦν εὔχεσθαι τὸν λαὸν, ἐν ἐρήμοις,
ἢ ἐν οἰκοδομουμένῳ τόπῳ τῆς εὐχῆς; Ποῦ πρέπον ἦν
καὶ ὅσιον ὑπακοῦσαι τὸν λαὸν τὸ Ἀμήν, ἐν ἐρήμοις, ἢ ἐν,
τῷ ἤδη λεχθέντι Κυριακῷ; Σὺ δέ, θεοφιλέστατε βασιλεῦ,
ποῦ τοὺς λαοὺς ἤθελες ἂν ἐκτεῖναι τὰς χεῖρας καὶ εὔξασθαι
περὶ σοῦ; ἔνθα καὶ Ἕλληνες ἵστανται παρερχόμενοι, ἢ
ἐν τῷ ἐπωνύμῳ σου τόπῳ, ὃν ἤδη, μᾶλλον δὲ καὶ ἅμα τῷ
θεμελίῳ, Κυριακὸν πάντες ὀνομάζουσιν; Οἶδα ὅτι τὸν σὸν
τόπον προκρίνεις· μειδιᾷς γὰρ, καὶ τοῦτο μειδιῶν
σημαίνεις. Ἀλλ' ἔδει, φησὶν ὁ κατειπών, ἐν ταῖς ἐκκλησίαις
τοῦτο γενέσθαι. Μικραὶ μὲν οὖν καὶ στεναί, καὶ πᾶσαι καθὰ
προεῖπον, πρὸς τοὺς λαούς εἰσιν. Ἔπειτα δὲ πῶς ἔπρεπε
γενέσθαι τὰς εὐχάς; καὶ πῶς ἦν βέλτιον κατὰ μέρος καὶ
διῃρημένως τὸν λαὸν μετ' ἐπικινδύνου συνοχῆς, ἢ ὄντος
ἤδη τόπου τοῦ δυναμένου δέξασθαι πάντας, ἐν αὐτῷ συνελθεῖν
καὶ μίαν καὶ τὴν αὐτὴν μετὰ συμφωνίας τῶν λαῶν γενέσθαι
τὴν φωνήν; Τοῦτο βέλτιον ἦν· τοῦτο γὰρ καὶ τὴν ὁμοψυχίαν
ἐδείκνυε τοῦ πλήθους· οὕτω καὶ ταχέως ὁ Θεὸς ἐπακούει.
Εἰ γὰρ κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος ἐπαγγελίαν, «ἐὰν δύο
συμφωνήσαιεν περὶ παντὸς οὗ ἐὰν αἰτήσωνται, γενήσε-
ται αὐτοῖς»· τί, ἐὰν τοσούτων λαῶν συνελθόντων μία γένηται
φωνὴ, λεγόντων τῷ Θεῷ τὸ Ἀμήν; Τίς γοῦν οὐκ ἐθαύμασε;
Τίς οὐκ ἐμακάρισέ σε, βλέπων τὸν τοσοῦτον λαὸν ἐν ἑνὶ
συνελθόντα τόπῳ; Πῶς ἔχαιρον οἱ λαοὶ βλέποντες ἀλλήλους
τὸ πρότερον ἐν διῃρημένοις συνερχόμενοι τόποις; Τοῦτο
πάντας ηὔφρανε, καὶ μόνον τὸν ἐνδιαβαλόντα ἐλύπησε.
17
Τὴν γοῦν ἑτέραν καὶ ὑπολειπομένην ἀντιλογίαν αὐτοῦ
βούλομαι προλαβεῖν. Ὁ μὲν γὰρ κατειρηκώς φησιν· Οὔπω
τετελείωτο τὸ ἔργον, καὶ οὐκ ἐχρῆν εὐχὰς γενέσθαι· ὁ δὲ
Κύριος εἶπε· «Σὺ δέ, ὅταν προσεύχῃ, εἴσελθε εἰς τὸ ταμιεῖόν
σου, καὶ ἀπόκλεισον τὰς θύρας». Τί τοίνυν φήσειεν ὁ κατή-
γορος; Μᾶλλον δὲ τί ἂν εἴποιεν οἱ φρόνιμοι καὶ ἀληθῶς
Χριστιανοί; Τούτους γὰρ ἐρώτησον, βασιλεῦ· ἐπειδὴ γέγρα-
πται περὶ μὲν ἐκείνων ὅτι «Ὁ μωρὸς μωρὰ λαλήσει»· περὶ
δὲ τούτων, «Παρὰ παντὸς φρονίμου συμβουλίαν λάμβανε».
Τῶν ἐκκλησιῶν στενῶν οὐσῶν, καὶ τῶν λαῶν τοσού-
των ὄντων, καὶ βουλομένων εἰς τὰς ἐρήμους ἀπελθεῖν,
τί ποιεῖν ἐχρῆν; Ἡ μὲν γὰρ ἔρημος ἄθυρος, καὶ τῶν
βουλομένων δίοδός ἐστιν, ὁ δὲ Κυριακὸς τόπος καὶ
τετείχισται καὶ τεθύρωται, καὶ τὴν διαφορὰν τῶν εὐσεβῶν
καὶ τῶν βεβήλων δείκνυσιν. Ἆρα, βασιλεῦ, οὐ μετὰ τῆς
σῆς εὐσεβείας πᾶς ὁστισοῦν φρόνιμος ἐπινεύει τούτῳ;
Ἴσασι γὰρ ὅτι ὧδε μὲν νόμιμος εὐχή, ἐκεῖ δὲ ἀταξίας
ὑποψία· εἰ μὴ ἄρα, τόπων μὴ ὄντων, μόνοι τὴν ἐρημίαν
ἂν οἰκοῖεν οἱ εὐχόμενοι, ὥσπερ ἦν ὁ Ἰσραήλ· ἀλλὰ κἀκείνοις
τῆς σκηνῆς γενομένης περιώριστο λοιπὸν τῆς εὐχῆς ὁ τόπος.
Ὦ Δέσποτα καὶ ἀληθῶς βασιλεῦ τῶν βασιλευόντων Χριστέ,
Υἱὲ τοῦ Θεοῦ μονογενές, Λόγε καὶ Σοφία τοῦ Πατρός,
ἐπειδὴ τὴν σὴν φιλανθρωπίαν ὁ λαὸς ηὔξατο, καὶ διὰ σοῦ
τὸν σὸν Πατέρα τὸν ἐπὶ πάντων Θεὸν παρεκάλεσε, περὶ
τῆς σωτηρίας τοῦ σοῦ θεράποντος τοῦ εὐσεβεστάτου
Κωνσταντίου, κατηγοροῦμαι.
Ἀλλὰ τῇ σῇ ἀγαθότητι χάρις, ὅτι διὰ τοῦτο καὶ
ἐν τοῖς σοῖς νόμοις διαβέβλημαι.
Μειζόνως γὰρ ἂν διεβλήθην, καὶ ἦν ἀληθῶς ἔγκλημα,
εἰ ὃν ᾠκοδόμησε τόπον ὁ βασιλεὺς παρηρχόμεθα, καὶ
τὴν ἔρημον ἐζητοῦμεν εἰς εὐχήν.
Πῶς ἂν ὁ κατήγορος ἐφλυάρησε τότε, πῶς ἂν ἦν
πιθανὸς λέγων· Ἐξουθένησέ σου τὸν τόπον· παρὰ γνώ-
μην ἐστὶν αὐτοῦ τὸ γινόμενον· ἐγέλασε παρερχόμενος·
ἔδειξε τὴν ἔρημον πληροῦσαν τοῦ τόπου τὴν χρείαν· θέλον-
τας εὔξασθαι τοὺς λαοὺς κεκώλυκε.
Ταῦτα ἤθελεν εἰπεῖν, ταῦτα ἐζήτει· καὶ μὴ εὑρὼν
ἄχθεται, καὶ λοιπὸν λόγους πλάττει. Ταῦτα γὰρ εἰ
ἔλεγεν ἐδυσώπει κἀμέ· ὥσπερ νῦν ἀδικεῖ, τὸν διαβόλου
τρόπον ἀναλαβὼν καὶ παρατηρούμενος τοὺς προσευχομέ-
νους· διὸ καὶ ἐσφάλη παραναγνοὺς τὸ τοῦ Δανιήλ· ἐνό-
μισε γὰρ ὁ ἀμαθὴς, ὅτι καὶ ἐπὶ σοῦ τὰ τῶν Βαβυλωνίων
κρατεῖ, καὶ οὐκ ἔγνω ὅτι φίλος εἶ τοῦ μακαρίου
Δανιήλ· καὶ τὸν αὐτὸν αὐτῷ Θεὸν προσκυνεῖς, καὶ οὐ
κωλύεις, ἀλλὰ θέλεις πάντας εὔχεσθαι, εἰδὼς ὅτι πάντων
ἐστὶν εὐχὴ σώζεσθαί σε καὶ βασιλεύειν ἐν εἰρήνῃ δια-
παντός.
18
Ἐγὼ μὲν οὖν καὶ ταῦτα πρὸς τὸν κατειπόντα
ἀποδύρομαι· σὺ δέ, θεοφιλέστατε Αὔγουστε, ζήσειας
πολλαῖς ἐτῶν περιόδοις καὶ τὰ ἐγκαίνια ἐπιτελέσειας.
Αἱ γὰρ γενόμεναι παρὰ πάντων περὶ τῆς σῆς σωτηρίας
εὐχαὶ οὐκ ἐμποδίζουσι τὴν τῶν ἐγκαινίων πανήγυριν. Μὴ τοῦτο
ψευδέσθωσαν οἱ ἀμαθεῖς· ἀλλὰ παρὰ μὲν τῶν Πατέρων
μαθέτωσαν, ἀναγνώτωσαν δὲ καὶ τὰς Γραφάς· μᾶλλον
δὲ παρὰ σοῦ μαθέτωσαν, φιλολόγος γὰρ εἶ, ὅτι καὶ Ἰησοῦς
ὁ τοῦ Ἰωσεδὲκ ὁ ἱερεὺς καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ Ζοροβάβελ
ὁ Σαλαθιὴλ ὁ σοφός, καὶ Ἔσδρας ὁ ἱερεὺς καὶ τοῦ νόμου
γραμματεύς, τοῦ ἱεροῦ μετὰ τὴν αἰχμαλωσίαν οἰκοδομουμένου,
καὶ ἐνστάσης τῆς Σκηνοπηγίας, ἑορτὴ δὲ ἦν αὕτη καὶ
πανήγυρις καὶ εὐχὴ μεγάλη ἐν τῷ Ἰσραήλ, συνήγαγον
τὸν λαὸν ὁμοθυμαδὸν εἰς τὸ εὐρύχωρον τοῦ πρώτου πυλῶνος
τοῦ πρὸς τῇ ἀνατολῇ, καὶ τὸ θυσιαστήριον τοῦ Θεοῦ ἡτοί-
μασαν, κἀκεῖ προσήνεγκαν, κἀκεῖ τὴν ἑορτὴν ἐπετέλεσαν.
Καὶ λοιπὸν οὕτως τὰς κατὰ Σάββατον καὶ νουμηνίαν προσέ-
φερον θυσίας, καὶ οἱ λαοὶ τὰς εὐχὰς αὐτῶν ἀνέφερον.
Καὶ φανερῶς φησιν ἡ Γραφὴ ὅτι ταῦτα ἐγίγνετο καὶ ὁ
ναὸς τοῦ Θεοῦ οὔπω ᾠκοδόμητο· ἀλλὰ μᾶλλον τούτων
οὕτως εὐχομένων ὁ οἶκος προέκοπτεν ὁ οἰκοδομούμενος· καὶ
οὔτε διὰ τὴν προσδοκίαν τῶν ἐγκαινίων ἐκωλύθησαν αἱ
εὐχαί, οὔτε διὰ τὰς γενομένας συνόδους τῶν εὐχῶν ἐμπε-
πόδισται τὰ ἐγκαίνια· ἀλλὰ καὶ ὁ λαὸς οὕτως ηὔχετο·
καὶ ὅτε τετέλεστο πᾶς ὁ οἶκος, ἐποίησαν τὰ ἐγκαίνια, καὶ
προσήνεγκαν εἰς τὸν ἐγκαινισμὸν καὶ πάντες ἑώρτασαν
ἐπὶ τῇ τελεσιουργίᾳ. Τοῦτο δὲ πάλιν καὶ ὁ μακαρίτης
Ἀλέξανδρος καὶ οἱ ἄλλοι Πατέρες πεποιήκασι· συναγαγόντες
γὰρ καὶ τελειώσαντες τὸ ἔργον, ηὐχαρίστησαν τῷ Κυρίῳ,
ἐγκαίνια ἐπιτελέσαντες.
Τοῦτο καὶ σὲ ποιεῖν πρέπει, φιλομαθέστατε βασιλεῦ·
ἕτοιμος γὰρ ὁ τόπος προαγνισθεὶς ταῖς προγενομέναις
εὐχαῖς ζητῶν παρουσίαν τῆς σῆς εὐσεβείας· τοῦτο γὰρ
αὐτῷ λείπει πρὸς τὸν τέλειον κόσμον. Τοῦτο μὲν οὖν
πληρώσειας, καὶ τὴν εὐχὴν ἀποδοίης τῷ Κυρίῳ, ᾧ καὶ
τὸν οἶκον πεποίηκας· τοῦτο γὰρ πάντων ἐστὶν εὐχή.
19
Δὸς δὴ καὶ τὴν ἄλλην ἴδωμεν διαβολήν, καὶ
συγχώρησον ἀπολογήσασθαι καὶ περὶ αὐτῆς. Τετολμήκασι
γὰρ καὶ τοῦτο διαβάλλειν, ὡς ἀντιστάντος ἐμοῦ τοῖς σοῖς
προστάγμασιν, ὥστε μὴ ἐξελθεῖν τὴν ἐκκλησίαν. Ἐκείνους
μὲν οὖν θαυμάζω μὴ ἀποκάμνοντας ταῖς συκοφαντίαις·
ἐγὼ δὲ ὅμως οὐδὲ οὕτως ἀποκάμνω, χαίρω δὲ μᾶλλον
ἀπολογούμενος. Ὅσῳ γὰρ ἀπολογίαι πολλαὶ τοσούτῳ
καὶ πλέον ἐκεῖνοι δύνανται καταγινώσκεσθαι.
Οὐκ ἀντέστην προστάγματι τῆς σῆς εὐσεβείας, μὴ
γένοιτο· οὐ γὰρ τηλικοῦτος ἤμην, ἵνα καὶ λογιστῇ
πόλεως ἀντιστῶ, μήτιγε τηλικούτῳ βασιλεῖ, καὶ περὶ
τούτου οὐ τοσούτων δεῖ τῶν παρ' ἐμοῦ λόγων· πᾶσα
γὰρ ἡ πόλις μοι μαρτυρεῖ. Συγχώρησον δὲ ὅμως καὶ τοῦτο
πάλιν ἐξ ἀρχῆς διηγήσασθαι τὸ πρᾶγμα· καὶ γὰρ ἀκούσας,
θαυμάσεις, εὖ οἶδ' ὅτι, τῶν ἐχθρῶν τὴν εὐχέρειαν. Μοντάνος
ὁ Παλατινὸς ἦλθε κομίζων ἐπιστολὴν, ὡς ἐμοῦ γράψαν-
τος, ἵνα εἰς τὴν Ἰταλίαν ἔλθω καὶ ἃ νομίζω λείπειν τοῖς
ἐκκλησιαστικοῖς ταῦτα πληρωθῆναι δυνηθῇ.
Τῇ μὲν οὖν σῇ εὐσεβείᾳ χάρις, ὅτι κατηξίωσεν, ὡς
ἐμοῦ γράψαντος, ἐπινεῦσαι, καὶ τῆς ὁδοῦ πρόνοιαν πεποίη-
κεν ὑπὲρ τοῦ ταύτην ἐλθεῖν καὶ ἀκμητὶ διανῦσαί με·
τοὺς δὲ ψευσαμένους τὰς σὰς ἀκοὰς τεθαύμακα πάλιν μὴ
φοβηθέντας, ὅτι τὸ ψεῦδος ἴδιόν ἐστι τοῦ διαβόλου, καὶ
οἱ ψευδόμενοι ἀλλότριοί εἰσι τοῦ λέγοντος· «Ἐγώ εἰμι
ἡ ἀλήθεια». Οὐ γὰρ ἔγραψα οὐδὲ τοιαύτην ἐπιστολὴν
εὑρεῖν ὁ κατήγορος δυνήσεται. Εἰ καὶ ἔδει με γράφειν
καθημέραν, ἵνα τὴν ἀγαθήν σου πρόσοψιν θεωρῶ· ἀλλ'
οὔτε τὰς Ἐκκλησίας καταλιμπάνειν ὅσιον οὐδὲ δι'
ὄχλου τῇ σῇ εὐσεβείᾳ γίνεσθαι δίκαιον ἦν· μάλιστα ὅτι
καὶ ἀπόντων ἡμῶν ἐπινεύεις ταῖς ἐκκλησιαστικαῖς
ἀξιώσεσιν. Ἃ μὲν οὖν ἐκέλευσε Μοντάνος, κέλευσον
ἀναγνῶναί με· ἔστι γὰρ ταῦτα ...
20
Πόθεν δὲ ἆρα καὶ ταύτην τὴν ἐπιστολὴν εὗρον
οἱ κατειρηκότες; ἐβουλόμην παρ' αὐτῶν ἀκοῦσαι, τίς
αὐτοῖς καὶ ταύτην ἐπιδέδωκε. Ποίησον αὐτοὺς ἀποκρίνασθαι.
Δυνήσῃ γὰρ ἐκ τούτου μαθεῖν ὅτι καὶ ταύτην ἔπλασαν,
ὥσπερ κἀκείνην ἐθρύλησαν περὶ τοῦ δυσωνύμου Μαγνεντίου.
Καταγνωσθέντες δὲ καὶ περὶ ταύτης, εἰς ποίαν ἆρα μετὰ
ταῦτα πάλιν ἕλκουσιν ἡμᾶς ἀπολογίαν; Τοῦτο γὰρ
μεμελετήκασι, καὶ ταύτην ἔχουσιν, ὡς ὁρῶ, σπουδὴν
πάντα κινεῖν καὶ θορυβεῖν. Τάχα λέγοντες πολλὰ παροξύνουσί
ποτε καθ' ἡμῶν· ἀλλὰ τοὺς τοιούτους καὶ ἀποστρέφεσθαι
καὶ μισεῖν δίκαιόν ἐστιν, ὅτι οἷοί εἰσι τοιούτους καὶ τοὺς
ἀκούοντας αὐτῶν ὑπολαμβάνουσι, καὶ νομίζουσι δύνασθαι
τὰς διαβολὰς ἰσχύειν καὶ παρὰ σοί. Ἴσχυσε γάρ ποτε ἡ
τοῦ Δωὴκ κατὰ τῶν ἱερέων τοῦ Θεοῦ· ἀλλ' ὁ ἀκούσας
Σαοὺλ ἦν ὁ ἄδικος. Καὶ Ἰεζάβελ δὲ διαβαλοῦσα ἠδυνήθη
βλάψαι τὸν θεοσεβέστατον Ναβουθαί· ἀλλὰ καὶ Ἀχαὰβ ὁ
πονηρὸς καὶ ἀποστάτης ὁ ἀκούων. Ὁ δὲ ἁγιώτατος Δαυίδ,
οὗ μιμητὴν εἶναί σε προσήκει καὶ πάντες εὔχονται, τοὺς
τοιούτους οὔτε προσίεται ἀλλὰ καὶ ὡς λυσσῶντας κύνας
ἀπεστρέφετο λέγων· «Τὸν καταλαλοῦντα λάθρα τοῦ
πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον». Ἐφύλαττε γὰρ τὴν
λέγουσαν ἐντολήν· «Οὐ παραδέξῃ ἀκοὴν μάταιαν».
Μάταια δὲ καὶ τὰ τούτων ἐστὶ παρὰ σοί· ᾔτησας γὰρ
ὡς ὁ Σολομὼν καὶ σὺ παρὰ Κυρίου, καὶ εἰληφέναι πίστευε,
τὸ μάταιον λόγον καὶ ψευδῆ μακρὰν ἀπὸ σοῦ γενέσθαι
προσήκειν.
21
Διὰ τοῦτο τοίνυν κἀγώ, ἐπειδὴ ἐκ διαβολῆς ἦν ἡ
ἐπιστολὴ καὶ οὐκ εἶχεν οὐδὲ τοῦ ἐλθεῖν πρόσταξιν, ἔγνων,
ὅτι προαίρεσις οὐκ ἦν τῆς σῆς εὐσεβείας ἐλθεῖν ἡμᾶς παρὰ
σέ. Τὸ γὰρ μὴ κελεῦσαι πάντως ἐλθεῖν, ἀλλὰ καὶ γράψαι
ὡς ἐμοῦ γράψαντος, καὶ θέλοντος διορθώσασθαι τὰ
δοκοῦντα λείπειν, καίτοι μηδενὸς λέγοντος, φανερὸν ἦν
παρὰ γνώμην εἶναι τῆς σῆς ἡμερότητος τὴν κομισθεῖσαν
ἐπιστολήν. Τοῦτο πάντες ἔγνωσαν· τοῦτο καὶ γράφων
ἐδήλωσα· καὶ οἶδε Μοντάνος ὅτι οὐ τὸ ἐλθεῖν παρῃτούμην,
ἀλλὰ τὸ ὡς ἐμοῦ γράψαντος ἐλθεῖν ἀπρεπὲς ἡγούμην,
ἵνα μὴ καὶ ἐν τούτῳ πρόφασιν εὕρωσιν οἱ συκοφάνται πάλιν,
ὡς ὀχληροῦ γενομένου μου τῇ σῇ θεοσεβείᾳ. Ἀμέλει
παρεσκευασάμην, καὶ τοῦτο οἶδεν αὐτός, ἵνα, ἐὰν γράψαι
καταξιώσῃς, εὐθὺς ἐξέλθω, καὶ φθάσω τῇ προθυμίᾳ τὸ
προσταχθέν. Οὐ γὰρ ἐμαινόμην ἀντειπεῖν τοιούτῳ σου
προστάγματι. Μὴ γραψάσης τοίνυν ὄντως τῆς σῆς εὐσεβείας,
πῶς ἀντέστην μὴ κελευσθείς; Ἢ πῶς λέγουσιν, οὐκ
ἐπείσθην, καίτοι προστάξεως μὴ οὔσης; πῶς οὐ συκοφαντία
καὶ τοῦτο τῶν ἐχθρῶν πλαττόντων τὸ μὴ γενόμενον ὡς
γενόμενον; Φοβοῦμαι μὴ καὶ νῦν, ἀπολογουμένου μου,
θρυλήσωσιν ὡς μὴ ἀξιώσαντος ἀπολογήσασθαι· οὕτως ἐγὼ
μὲν εὐχερής εἰμι παρ' αὐτοῖς εἰς τὸ κατηγορεῖσθαι παρ'
αὐτῶν· αὐτοὶ δὲ ταχεῖς εἰς τὸ συκοφαντεῖν καὶ καταφρονεῖν
τῆς Γραφῆς λεγούσης· «Μὴ ἀγάπα καταλαλεῖν, ἵνα μὴ
ἐξαρθῇς».
22
Μοντάνου τοίνυν ἀποδημήσαντος, ἦλθε Διογένης ὁ
νοτάριος μετὰ ἓξ καὶ εἴκοσι μῆνας· καὶ οὔτε αὐτὸς ἐπιστολὴν
ἀπεδίδου, οὔτε ἑωράκαμεν ἀλλήλους, οὔτε ὡς προστάξεως
οὔσης ἐνετείλατό μοι· ἀλλὰ καὶ ὅτε Συριανὸς ὁ στρατηλάτης
εἰσῆλθεν εἰς τὴν Ἀλεξάνδρειαν, ἐπειδὴ παρὰ τῶν Ἀρειανῶν
ἐθρυλεῖτό τινα, καὶ ἅπερ ἐβούλοντο, ἐπηγγέλλοντο γίνεσθαι,
ἠρώτων εἰ γράμματα ἔχει περὶ ὧν θρυλοῦσι· γράμματα
γὰρ ἀπῄτουν, ὁμολογῶ, τῆς προστάξεως. Ἐπειδὴ δὲ μὴ
ἔχειν ἔλεγεν, ἠξίουν κἂν αὐτὸν Συριανὸν ἢ τὸν ἔπαρχον
τῆς Αἰγύπτου Μάξιμον γράψαι μοι περὶ τούτου. Τοῦτο δὲ
οὕτως ἀπῄτουν, ἐπειδὴ γράψασά μοι ἦν ἡ σὴ φιλανθρωπία,
ὥστε παρὰ μηδενός με ταράττεσθαι, μηδὲ ἀνέχεσθαι τῶν
θελόντων ἡμᾶς πτοεῖν, ἀλλὰ μένειν ἐν ταῖς ἐκκλησίαις
ἀμερίμνως. Οἱ μὲν οὖν κομίσαντες τὴν τοιαύτην ἐπιστολήν
εἰσι Παλλάδιος, ὁ γενόμενος τοῦ παλατίου μάγιστρος, καὶ
Ἀστέριος ὁ γενόμενος δοὺξ Ἀρμενίας. Τὸ δὲ ἀντίγραφον
τῆς ἐπιστολῆς συγχώρησον ἀναγνῶναί με· ἔστι γὰρ τοῦτο·
23
Ἀντίγραφον ἐπιστολῆς οὕτως ἔχον·
Κωνστάντιος Νικητὴς Αὔγουστος Ἀθανασίῳ.
Εὔχεσθαί με ἀεὶ ὥστε πάντα αἴσια ἀποβαίνειν τῷ ποτε
ἀδελφῷ ἐμῷ Κωνστάντι, οὐδὲ τὴν σὴν ὑπερέβη σύνεσιν.
Ὅντινα ἐπειδὴ ἐξ ἀπάτης ἀτοπωτάτων ἀνῃρῆσθαι ἔγνων,
πόσῃ εἰμὶ περιβληθεὶς στυγνότητι, εὐχερῶς ἡ ὑμετέρα
φρόνησις δυνήσεται κρῖναι. Καὶ ἐπειδή τινές εἰσιν, οἵτινες
ἐν τῷ παρόντι καιρῷ τῷ οὕτω δακρυτικῷ δράματι
καταπτοεῖν σε πειράζουσι, διὰ τοῦτο τὰ παρόντα ταῦτα
γράμματα πρὸς τὴν σὴν τιμιότητα στεῖλαι ἔκρινα·
προτρέπων σε ἵνα, ὥσπερ πρέπει ἐπισκόπῳ, εἰς τὴν
κεχρεωστημένην θρησκείαν συντρέχειν διδάξειας τὸν δῆμον,
καὶ μετ' αὐτοῦ κατὰ τὸ ἔθος ταῖς εὐχαῖς σχολάσειας·
καὶ ἵνα μὴ θρύλοις εἴ τινες κατὰ τύχην συνδράμοιεν πισ-
τεύσειας. Ἡμῖν γὰρ τοῦτο ἀρέσκει τὸ σὲ κατὰ τὴν
ἡμετέραν βούλησιν, ἐν παντὶ καιρῷ ἐν τῷ σῷ τόπῳ,
ἐπίσκοπον εἶναι. Καὶ ἄλλῃ χειρί· Ἡ θεότης φυλάξειέ
σε πολλοῖς ἐνιαυτοῖς, Πάτερ προσφιλέστατε.
24
Περὶ ταύτης, ἐκεῖνοι μὲν καὶ τοῖς δικασταῖς
εἰρήκασιν· ἐγὼ δὲ ταύτην τὴν ἐπιστολὴν ἔχων, ἆρ' οὐκ
εἰκότως ἀπῄτουν γράμματα, καὶ οὐ προσεῖχον προφάσεσιν
ἁπλῶς; Ἐκεῖνοι δὲ μὴ δεικνύοντες πρόσταγμα τῆς σῆς
εὐσεβείας, οὐκ ἄντικρυς ἐναντία ταύτης τῆς ἐπιστολῆς
ἔπραττον; Ἐγὼ δέ, ὅτι γράμματα παρεῖχον, οὐκ ἀκολούθως
ἡγούμην ἐκτὸς αὐτῶν εἶναι τὰς φάσεις; τοῖς τοιούτοις
γὰρ μὴ προσέχειν με προσέταττεν ἡ ἐπιστολὴ τῆς σῆς
φιλανθρωπίας. Δικαίως οὖν τοῦτο ἐποίουν, θεοφιλέστατε
Αὔγουστε, ἵνα, ὥσπερ ἔχων ἐπιστολὰς εἰσῆλθον εἰς τὴν
πατρίδα, οὕτως ἔχων πρόσταξιν ἀπ' αὐτῆς ἐξέλθω· καὶ
μὴ ὡς φυγὼν τὴν Ἐκκλησίαν, ὑπεύθυνός ποτε γένωμαι,
ἀλλ' ὡς κελευσθεὶς ἔχω πρόφασιν τῆς ἀναχωρήσεως.
Τοῦτο καὶ οἱ λαοὶ πάντες μετὰ τῶν πρεσβυτέρων καὶ
πλεῖστον δὲ τῆς πόλεως μέρος μετ' αὐτῶν, ἵνα μὴ λέγω
πλέον, ἀπελθόντες πρὸς Συριανὸν, ἠξίουν· ἐκεῖ δὲ ἦν καὶ ὁ
ἔπαρχος τῆς Αἰγύπτου Μάξιμος. Ἡ δὲ ἀξίωσις ἦν ἢ γράψαι
καὶ ἀποστεῖλαί μοι ἢ μηκέτι διοχλεῖν ταῖς Ἐκκλησίαις,
ἕως ἂν αὐτοὶ οἱ λαοὶ περὶ τούτου πρεσβεύσωνται παρὰ σοί.
Ἐπὶ πολὺ τοίνυν αὐτῶν ἀξιούντων, συνιδὼν Συριανὸς τὸ
εὔλογον, διεβεβαιώσατο μαρτυρόμενος τὴν σὴν σωτηρίαν, καὶ
ἐπὶ τούτῳ παρῆν τότε καὶ Ἱλάριος, μηκέτι μὲν διοχλεῖν
ἀναφέρειν δὲ ἐπὶ τὴν σὴν θεοσέβειαν. Τοῦτο οἶδεν ἡ τάξις
τοῦ δουκὸς καὶ ἡ τάξις τοῦ ἐπάρχου τῆς Αἰγύπτου. Καὶ ὁ
πρύτανις δὲ τῆς πόλεως ἔχει τὰς φωνὰς, καὶ δύνασαι μαθεῖν,
ὅτι οὔτε ἐγὼ οὔτε τις ἕτερος ἀντιλέγων ἦν τῇ σῇ προστάξει.
25
Πάντες δὲ ἠξίουν γράμματα δειχθῆναι τῆς σῆς
εὐσεβείας. Καὶ φάσις μὲν γὰρ μόνη παρὰ βασιλέως τὴν
αὐτὴν ἔχει δύναμιν τοῖς γραφομένοις, ὅταν μάλιστα ταύτην ὁ
κομίζων θαρρῇ καὶ γραφῇ τὸ προσταχθέν· ἐπειδὴ δὲ οὔτε
φανερῶς ἔλεγον εἶναι πρόσταγμα, οὔτε, ὅπερ ἠξίουν, ἐγγρά-
φως ἐπέστελλον, ἀλλ' ὡς ἀφ' ἑαυτῶν πάντα πράττοντες
ἦσαν· ὁμολογῶ, καὶ τοῦτο λέγω μετὰ παρρησίας, ὕποπτος
ἐγενόμην εἰς αὐτούς. Πολλοὶ γὰρ ἦσαν οἱ περὶ αὐτοὺς
Ἀρειανοὶ, τούτοις τε συνήσθιον καὶ μετὰ τούτων ἐβου-
λεύοντο· καὶ οὐδὲν μὲν μετὰ παρρησίας ἔπραττον, ἐνέδρας
δὲ καὶ δόλους ἐπιχειρεῖν ἐμελέτων κατ' ἐμοῦ. Καὶ οὐδὲν
μὲν ὡς βασιλέως προστάξαντος ἐποίουν, ὡς δὲ παρ' ἐχθρῶν
ἀξιούμενοι, ἤλεγχον ἑαυτούς. Τοῦτο γάρ με καὶ μᾶλλον ἀπαι-
τεῖν ἐποίει γράμματα παρ' αὐτῶν ἐπειδὴ καὶ ὕποπτα ἦν
ἅπερ ἐπεχείρουν καὶ ἐσκέπτοντο· καὶ ὅτι ἀπρεπὲς ἦν,
μετὰ τοσούτων συγγραμμάτων εἰσελθόντα με, χωρὶς
γραμμάτων ἀναχωρῆσαι τῆς Ἐκκλησίας.
Συριανοῦ τοίνυν ἐπαγγειλαμένου, συνήγοντο πάντες ἐν
ταῖς ἐκκλησίαις μετὰ χαρᾶς καὶ ἀμεριμνίας. Ἀλλὰ μετὰ
εἰκοσὶ καὶ τρεῖς ἡμέρας τῆς ἐπαγγελίας ἐπέρχεται μετὰ
στρατιωτῶν τῇ ἐκκλησίᾳ, καὶ ἡμεῖς μὲν ηὐχόμεθα συνήθως·
οὕτω γὰρ ἑωράκασιν οἱ εἰσελθόντες, ἐπειδὴ παννυχὶς ἦν
ἐσομένης συνάξεως. Τοιαῦτα δὲ γέγονε τῇ νυκτὶ ἐκείνῃ,
οἷα ἤθελον καὶ ἐπηγγέλλοντο πρὶν γενέσθαι οἱ Ἀρειανοί·
αὐτοὺς γὰρ ἔχων μεθ' ἑαυτοῦ ἦλθεν ὁ στρατηλάτης· καὶ
αὐτοὶ ἦσαν οἱ ἔξαρχοι καὶ σύμβουλοι τῆς τοιαύτης ἐφόδου.
Καὶ τοῦτο οὐκ ἄπιστον, θεοφιλέστατε Αὔγουστε· οὐ γὰρ
ἔλαθον ἀλλὰ πανταχοῦ κεκήρυκται. Ἐγὼ τοίνυν θεωρῶν
τὴν ἔφοδον, παρακαλέσας πρότερον ἀναχωρῆσαι τοὺς
λαούς, τότε κἀγὼ μετ' αὐτούς, τοῦ Θεοῦ καλύπτοντος καὶ
ὁδηγοῦντος (καὶ τοῦτο γὰρ οἱ τότε μοι συνόντες ἑωράκασιν),
ἀνεχώρησα· καὶ ἐξ ἐκείνου κατ' ἐμαυτὸν ἔμεινα, ἔχων
παρρησίαν καὶ ἀπολογίαν καὶ προηγουμένως μὲν πρὸς τὸν
Θεὸν ἔπειτα δὲ καὶ πρὸς τὴν σὴν εὐσέβειαν, ὅτι οὐκ ἔφυγον
καταλείψας τοὺς λαοὺς ἀλλὰ μάρτυρα τῆς διώξεως ἔχω
τὴν ἔφοδον τοῦ στρατηλάτου· ὃ μάλιστα καὶ πάντες
ἐθαύμασαν. Ἔδει γὰρ ἢ μὴ ἐπαγγείλασθαι ἢ ἐπαγγειλάμενον
μὴ ψεύσασθαι.
26
Τί τοίνυν οὕτως ἐβουλεύοντο, ἢ διὰ τί μετὰ δόλου
ἐνεδρεύειν ἐπεχείρουν, ἐξὸν καὶ κελεῦσαι καὶ γράψαι;
Βασιλέως γὰρ πρόσταξις μεγάλην ἔχει παρρησίαν. Ἀλλὰ
τὸ βούλεσθαι λαθεῖν καὶ λευκοτέραν ἐποίει τὴν ὑποψίαν
τοῦ μὴ ἔχειν αὐτοὺς πρόσταγμα. Τί δὲ ἄτοπον ἀπῄτουν,
βασιλεῦ φιλάληθες; Πῶς οὐκ εὔλογον ἐπισκόπῳ τὴν
τοιαύτην ἀξίωσιν ἄν τις εἴποι; οἶδας, ἀναγνοὺς τὰς
Γραφάς, ἡλίκον ἐστὶ δὴ ἔγκλημα καταλιμπάνειν ἐπίσκοπον
τὴν ἐκκλησίαν, καὶ ἀμελεῖν τῶν τοῦ Θεοῦ ποιμνίων.
Ποιμένων γὰρ ἀπουσία πρόφασιν ἐφόδου τοῖς λύκοις
παρέχει κατὰ τῆς ἀγέλης. Τοῦτο δὲ ἐζήτουν οἱ Ἀρειανοὶ
καὶ οἱ ἄλλοι πάντες αἱρετικοὶ ἵνα τῇ ἡμῶν ἀπουσίᾳ χώραν
εὕρωσιν ἀπατᾷν τοὺς λαοὺς εἰς ἀσέβειαν. Εἰ τοίνυν ἤμην
φυγών, ποίαν ἀπολογίαν εἶχον παρὰ τοῖς ἀληθινοῖς
ἐπισκόποις, μᾶλλον δὲ παρὰ τῷ πεπιστευκότι τὴν ἀγέλην;
Ἔστι δὲ οὗτος ὁ κρίνων πᾶσαν τὴν γῆν, ὁ ἀληθινὸς
παμβασιλεὺς καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁ Υἱὸς
τοῦ Θεοῦ. Πῶς οὐκ ἄν τις εὐλόγως τὴν ἀμέλειαν τῶν λαῶν
εἰς ἐμὲ μετήνεγκε; Πῶς δὲ οὐκ ἂν ἐμέμψατο καὶ ἡ σὴ
εὐσέβεια δικαίως λέγουσα· Διὰ τί, μετὰ γραμμάτων
εἰσελθών, χωρὶς γραμμάτων ἀναχωρεῖς, καὶ κατέλειψας
τοὺς λαούς; Πῶς δὲ καὶ αὐτὸς ὁ λαὸς εἰκότως ἐν ἡμέρᾳ
κρίσεως τὴν ἑαυτῶν ἀμέλειαν ἔρριψαν εἰς ἐμὲ λέγοντες·
Ὁ ἐπισκεπτόμενος ἡμᾶς ἔφυγε καὶ ἠμελήθημεν, οὐκ ὄντος
τοῦ ὑπομιμνήσκοντος; Εἰ ταῦτα ἔλεγον, τί ἂν ἀπεκρινάμην;
Τοιαύτην γὰρ μέμψιν ἔσχον διὰ τοῦ Ἰεζεχιὴλ καὶ οἱ
ποιμένες τῶν παλαιῶν. Τοῦτο γινώσκων καὶ ὁ μακάριος
ἀπόστολος Παῦλος ἑκάστῳ ἡμῶν διὰ τοῦ μαθητοῦ
παρήγγειλε, λέγων· «Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος,
ὃ ἐδόθη σοι μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου».
Τοῦτο κἀγὼ φοβούμενος οὐκ ἤθελον φυγεῖν, ἀλλὰ
πρόσταξιν ἔχειν, εἴπερ ἦν βούλημα τῆς σῆς εὐσεβείας.
Ἀλλ' οὔτε ἔλαβον ὅπερ εὐλόγως ἀπῄτουν, ἀλλὰ καὶ νῦν
μάτην κατηγορήθην παρὰ σοί· οὔτε γὰρ ἀντέστην
προστάγματι τῆς σῆς εὐσεβείας, οὔτε νῦν εἰς Ἀλεξάνδρειαν
εἰσελθεῖν πειράσω, ἕως ἡ σὴ φιλανθρωπία τοῦτο βούληται.
Καὶ τοῦτο δὲ προλαβὼν εἴρηκα, ἵνα μηδὲ περὶ τοῦτο πάλιν
οἱ συκοφάνται πρόφασιν εὕρωσι κατειπεῖν ἡμῶν.
27
Ταῦτα συνορῶν, οὐ κατεγίνωσκον ἐμαυτοῦ, ἀλλὰ
καὶ ταύτην ἔχων τὴν ἀπολογίαν, ἠπειγόμην πρὸς τὴν σὴν
εὐσέβειαν, εἰδὼς τὴν σὴν φιλανθρωπίαν, διὰ μνήμης τε
ἔχων τὰς σὰς ἀψευδεῖς ὑποσχέσεις, καὶ θαρρῶν ὅτι κατὰ τὸ
γεγραμμένον ἐν ταῖς θείαις Παροιμίαις· «Παρὰ
φιλανθρώπῳ βασιλεῖ δεκτοί εἰσιν οἱ δίκαιοι λογισμοί».
Ἤδη δὲ τῆς ὁδοῦ μου ἐπιβάντος καὶ τὴν ἔρημον ἐξελθόντος,
ἀκοή τις γέγονεν ἐξαίφνης· ἥτις ἄπιστος μὲν εἶναι κατὰ
τὴν ἀρχὴν ἐδόκει, μετὰ δὲ ταῦτα ἀληθὴς ἐδείχθη.
Ἐθρυλεῖτο γὰρ πανταχοῦ ὅτι Λιβέριος ὁ τῆς Ῥώμης
ἐπίσκοπος, καὶ ὁ τῶν Σπανιῶν Ὅσιος ὁ μέγας, Παυλῖνός
τε ὁ τῶν Γαλλιῶν, καὶ Διονύσιος καὶ Εὐσέβιος οἱ τῆς
Ἰταλίας, Λουκίφερός τε ἀπὸ Σαρδινίας καὶ ἄλλοι τινὲς
ἐπίσκοποι καὶ πρεσβύτεροι καὶ διάκονοι ἐξωρίσθησαν,
ὅτι μὴ ἠνέσχοντο καθ' ἡμῶν ὑπογράψαι. Καὶ οὗτοι μὲν
ἐξωρίσθησαν, Οὐϊκέντιος δὲ ὁ τῆς Καπύης, καὶ Φουρτουνα-
τιανὸς ὁ τῆς Ἀκυληΐας, Ἡρέμιός τε ὁ τῆς Θεσσαλονίκης,
καὶ πάντες οἱ κατὰ τὴν Δύσιν ἐπίσκοποι, βίαν οὐ τὴν
τυχοῦσαν, ἀλλὰ καὶ πλείστην ἀνάγκην καὶ δεινὰς ὕβρεις
πεπόνθασιν, ἕως ἐπαγγείλωνται μὴ κοινωνεῖν ἡμῖν. Εἶτα
καὶ θαυμαζόντων ἡμῶν καὶ διαπορούντων ἐπὶ τούτοις,
ἰδοὺ πάλιν ἑτέρα τις κατέλαβεν ἀκοὴ περὶ τῶν κατ'
Αἴγυπτον καὶ τὰς Λιβύας, ὅτι οἱ μὲν ἐπίσκοποι ἐγγὺς
ἐνενήκοντα ἐδιώχθησαν, αἱ δὲ Ἐκκλησίαι τοῖς ὁμολογοῦσι
τὰ Ἀρείου παρεδόθησαν· καὶ ἐξωρίσθησαν μὲν δέκα καὶ
ἕξ, τῶν δὲ ἄλλων οἱ μὲν ἐφυγαδεύθησαν, οἱ δὲ ἠναγκάσθησαν
ὑποκρίνασθαι. Τοσοῦτος γὰρ ἐλέγετο διωγμὸς ἐκεῖ, ὡς, ἐν
Ἀλεξανδρείᾳ εὐχομένων τῶν ἀδελφῶν ἐν τῷ Πάσχα καὶ
ταῖς Κυριακαῖς ἐν ἐρήμῳ τόπῳ πλησίον τοῦ κοιμητηρίου,
τὸν στρατηλάτην μετὰ πλήθους στρατιωτῶν πλεῖον τρισχι-
λίων, ὅπλα καὶ ξίφη γυμνὰ καὶ βέλη φερόντων, ἐπελθεῖν
κατὰ τῶν Χριστιανῶν, καὶ λοιπὸν τοιαῦτα γενέσθαι οἷα ἂν
γένοιτο ἐκ τοιαύτης ἐπιδρομῆς, κατὰ γυναικῶν καὶ παίδων
οὐδὲν πλέον ποιούντων ἢ εὐχομένων τῷ Θεῷ. Διηγεῖσθαι
δὲ αὐτὰ νῦν ἴσως ἀπρεπὲς μὴ ἄρα καὶ μόνον τούτων ἡ
μνήμη δάκρυα πᾶσι κινήσῃ. Καὶ γὰρ τοσαύτη ἦν ἡ ὠμότης,
ὡς παρθένους μὲν γυμνοῦσθαι, τῶν δὲ ἀποθανόντων ἐκ
τῶν πληγῶν μηδὲ τὰ σώματα παραυτὰ δοθῆναι εἰς ταφήν,
ἀλλ' ἔξω ῥίπτεσθαι τοῖς κυσὶν ἕως μετὰ πολλῆς ζημίας
κεκρυμμένως κλέψωσιν οἱ οἰκεῖοι τὰ τῶν ἰδίων σώματα, καὶ
πολὺς κάματος γένηται τοῦ μηδένα γνῶναι περὶ τούτων.
28
Τὰ δὲ ἄλλα τὰ γενόμενα ἴσως μὲν ἄπιστα
νομισθήσεται, καὶ πάντας ἐκπλήξει διὰ τὴν ὑπερβολὴν
τοῦ μύσους. Ἀναγκαῖον δὲ ὅμως εἰπεῖν, ἵνα ἡ σὴ
φιλόχριστος σπουδὴ…
δι…
The complete text is available when the reading interface loads.