The Greek Library Author

Anonymous

Epistula ad Amun

Authority group
Athanasius of Alexandria (catalogue association; authorship remains anonymous)
Edition reference
Epistula ad Amun, ed. P.-P. Joannou, Fonti. Fasciolo ix. Discipline générale antique (iv–ix s.). Les canons des pères grecs, vol. II, Rome: Tipographia Italo-Orientale "S. Nilo", 1963: 63–71.
CTS identifier
urn:cts:greekLit:tlg2035.tlg013.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

66

‘Βρῶμα ἡμᾶς οὐ παραστήσει τῷ

θεῷ’· φαίη δ' ἄν τις καὶ νῦν εὐλό-

γως, φυσική τις ἔκκρισις ἡμᾶς οὐ

παραστήσει πρὸς τιμωρίαν.

Τάχα δὲ καὶ παῖδες ἰατρῶν, ἵνα

κἂν ἐκ τῶν ἔξωθεν δυσωπηθῶσιν,

ὑπὲρ τούτου ἀπολογήσονται, ὅτι τῷ

ζῴῳ δέδονταί τινες ἀναγκαῖαι διέ-

ξοδοι κατὰ τῶν ἐν ἡμῖν ἑκάστῳ

μελῶν τρεφομένων τὸ περιττὸν ἀ-

67

ποπέμπειν· οἷον, κεφαλῆς περιττώ-

ματα, τρίχες, καὶ τὰ ἀπὸ κεφαλῆς

ὑδατώδη πεμπόμενα καὶ γαστρὸς

διαχωρήματα, καὶ τοίνυν τῶν σπερ-

ματικῶν πόρων ἐκεῖνο περίττω-

μα. Ποία τοίνυν ἐστί, πρὸς θεοῦ,

ὦ πρεσβύτα θεοφιλέστατε, ἁμαρτία,

αὐτοῦ τοῦ πλάσαντος τὸ ζῷον δεσπό-

του θελήσαντος καὶ ποιήσαντος ταῦ-

τα τὰ μέλη τοιαύτας ἔχειν διεξό-

δους;

Ἐπειδὴ δὲ δεῖ προλαμβάνειν τὰ τῶν

πονηρῶν ἐναντιώματα, εἴποιεν γὰρ

ἄν· οὐκοῦν οὐκ ἔστιν ἁμαρτία οὐδὲ

ἡ ἀληθὴς χρῆσις, εἰ τὰ ὄργανα παρὰ

τοῦ δημιουργοῦ διαπέπλασται· πρὸς

τοῦτο ἐρωτηματικῶς αὐτοὺς παύ-

σωμεν, φάσκοντες· Ποίαν λέγεις

χρῆσιν; τὴν ἔννομον, ἣν καὶ ὁ θεὸς

ἐπέτρεψε, ‘αὐξάνεσθε, λέγων, καὶ

πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν’·

ἣν καὶ ὁ ἀπόστολος ἀπεδέξατο, εἰ-

πών· ‘Τίμιος ὁ γάμος καὶ ἡ κοίτη

ἀμαίαντος’, ἢ τὴν δημώδη μέν,

68

λαθραίως δὲ καὶ μοιχικῶς ἐπιτελου-

μένην; Ἐπεὶ καὶ τῶν ἄλλων τῶν

ἐν τῷ βίῳ γινομένων εὑρήσομεν τὰς

διαφορὰς κατά τι γινομένας· οἷον,

φονεύειν οὐκ ἔξεστιν, ἀλλ' ἐν πολέ-

μοις ἀναιρεῖν τοὺς ἀντιπάλους καὶ

ἔννομον καὶ ἐπαίνου ἄξιον· οὕτω

γοῦν καὶ τιμῶν μεγάλων οἱ κατὰ

πόλεμον ἀριστεύσαντες ἀξιοῦνται,

καὶ στῆλαι τούτων ἐγείρονται κη-

ρύττουσαι τὰ κατορθώματα· ὥστε

τὸ αὐτὸ κατά τι μὲν καὶ κατὰ καιρὸν

οὐκ ἔξεστι, κατά τι δὲ καὶ εὐκαίρως

ἀφίεται καὶ συγκεχώρηται. Ὁ αὐτὸς

οὖν λόγος καὶ περὶ τῆς μίξεως.

‘Μακάριος ὃς ἐν νεότητι ζυγὸν

ἔχων ἐλεύθερον τῇ φύσει πρὸς παι-

δοποιίαν κέχρηται’· εἰ δὲ πρὸς ἀ-

σέλγειαν, ‘πόρνους καὶ μοιχοὺς’

ἡ παρὰ τῷ ἀποστόλῳ γραφεῖσα τι-

μωρία ἐκδέξεται. Δύο γὰρ οὐσῶν

ὁδῶν ἐν τῷ βίῳ περὶ τούτων, μιᾶς

μὲν μετριωτέρας καὶ βιωτικῆς, τοῦ

69

γάμου λέγω, τῆς δὲ ἑτέρας, ἀγγε-

λικῆς καὶ ἀνυπερβλήτου, τῆς παρ-

θενίας, εἰ μέν τις τὴν κοσμικήν,

τουτέστι τὸν γάμον, ἕλοιτο, μέμψιν

μὲν οὐκ ἔχει, τοσαῦτα δὲ χαρίσματα

οὐ λήψεται· λήψεται γάρ, ἐπεί περ

φέρει καὶ αὐτὸς ‘καρπὸν τὸν τριά-

κοντα’· εἰ δὲ τὴν ἁγνήν τις καὶ

ὑπερκόσμιον ἀσπάσοιτο, εἰ καὶ τρα-

χεῖα παρὰ τὴν πρώτην καὶ δυσκα-

τόρθωτος ἡ ὁδός, ὅμως ἔχει χαρί-

σματα θαυμασιώτερα, τὸν γὰρ τέ-

λειον καρπόν, τὴν ἑκατοντάδα, ἐ-

βλάστησεν. Ὥστε τὰ ἀκάθαρτα αὐ-

τῶν καὶ πονηρὰ ζητήματα, λύσεις

ἰδίας ἔσχε καὶ παρὰ τῶν θείων γρα-

φῶν πάλαι προλυθείσας.

Ὑποστήριζε τοίνυν, ὦ πάτερ, τὰς

ὑπὸ σαυτὸν ἀγέλας, ἐκ τῶν ἀπο-

στολικῶν παρακαλῶν, ἐκ τῶν εὐαγ-

γελικῶν ψυχαγωγῶν, ἐκ τῶν ψαλ-

μῶν συμβουλεύων· ‘Ζῆσόν με, λέ-

γων, κατὰ τὸ λόγιόν σου’, λόγιον

δὲ αὐτοῦ τὸ ἐκ καθαρᾶς καρδίας

λατρεύειν αὐτῷ· τοῦτο γὰρ εἰδὼς ὁ

70

αὐτὸς προφήτης, ὥσπερ ἑαυτὸν με-

ταφράζων, λέγει· ‘Καρδίαν καθα-

ρὰν κτίσον ἐν ἐμοί, ὁ θεός’, ἵνα μὴ

ῥυπώδεις λογισμοί με ταράξωσι·

πάλιν Δαυίδ· ‘Καὶ πνεύματι ἡγε-

μονικῷ στήριξόν με’, ἵνα κἄν ποτε

λογισμοί με θορυβήσωσιν, ἰσχυρά

τις παρὰ σοῦ δύναμις στηρίξῃ με,

ὥσπερ κρηπὶς τυγχάνουσα. Αὐτὸς

τοίνυν ταῦτα καὶ τὰ τοιαῦτα συμ-

βουλεύων, λέγε πρὸς τοὺς βράδιον

τῇ ἀληθείᾳ πειθομένους· ‘Διδάξω

ἀνόμους τὰς ὁδούς σου’· καὶ θαρ-

ρῶν κυρίῳ ὅτι πείσεις ἀποσχέσθαι

τῆς τοιαύτης κακίας, ψάλλε· ‘Καὶ

ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι’.

Γένοιτο δὲ τοὺς μὲν κακοήθως ζη-

τοῦντας παύσασθαι τῆς τοιαύτης μα-

ταιοπονίας, τοὺς δὲ δι' εὐήθειαν

ἐνδοιαστῶς ἔχοντας, ‘ἡγεμονικῷ

πνεύματι’ κρατυνθῆναι. Ὅσοι δὲ

βεβαίως τὴν ἀλήθειαν ἐπίστασθε,

ἀρραγῆ ταύτην κατέχετε καὶ ἀσά-

λευτον, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ

ἡμῶν, μεθ' οὗ τῷ πατρὶ δόξα καὶ

κράτος σὺν ἁγίῳ πνεύματι εἰς τοὺς

αἰῶνας. Ἀμήν.

{ΤΟΥ ΑΥΤΟΥΕΚ ΤΗΣ ΛΘʹ. ΕΟΡΤΑΣΤΙΚΗΣ ΕΠΙΣΤΟΛΗΣ}{ΒΠερὶ τῶν θείων γραφῶν.}Ἀλλ' ἐπειδὴ περὶ μὲν τῶν αἱρετικῶνἐμνήσθημεν ὡς νεκρῶν, περὶ δὲ ἡ-μῶν ὡς ἐχόντων πρὸς σωτηρίαν τὰςθείας γραφάς, καὶ φοβοῦμαι μήπως,ὡς ἔγραψε Κορινθίοις Παῦλος, ὀλίγοιτῶν ἀκεραίων ἀπὸ τῆς ἁπλότητοςκαὶ τῆς ἁγνότητος πλανηθῶσιν ἀπὸτῆς πανουργίας τῶν ἀνθρώπων, καὶλοιπὸν ἐντυγχάνειν ἑτέροις ἄρξονταιτοῖς λεγομένοις ἀποκρύφοις, ἀπα-τώμενοι τῇ ὁμωνυμίᾳ τῶν ἀληθῶνβιβλίων, παρακαλῶ, ἀνέχεσθε, εἰπερὶ ὧν ἐπίστασθε, περὶ τούτωνκἀγὼ μνημονεύων γράφω διά τε τὴνἀνάγκην καὶ τὸ χρήσιμον τῆς ἐκ-κλησίας. Μέλλων δὲ τούτων μνημο-νεύειν, χρήσομαι πρὸς σύστασιν τῆςἐμαυτοῦ τόλμης τῷ τύπῳ τοῦ εὐαγ-γελιστοῦ Λουκᾶ, λέγων καὶ αὐτός·Ἐπειδή πέρ τινες ἐπεχείρησαν ἀνα-τάξασθαι ἑαυτοῖς τὰ λεγόμενα ἀπό-κρυφα καὶ μῖξαι ταῦτα τῇ θεοπνεύ-σθῳ γραφῇ, περὶ ἧς ἐπληροφορή-θημεν, καθὼς παρέδοσαν τοῖς πα-τράσιν οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶὑπηρέται γενόμενοι τοῦ λόγου, ἔδοξεκἀμοί, προτραπέντι παρὰ γνησίωνἀδελφῶν καὶ μαθόντι ἄνωθεν ἑξῆςἐκθέσθαι τὰ κανονιζόμενα καὶ παρα-δοθέντα, πιστευθέντα τε θεῖα εἶναιβιβλία, ἵνα ἕκαστος, εἰ μὲν ἠπατήθη,καταγνῷ τῶν πλανησάντων, ὁ δὲκαθαρὸς διαμείνας χαίρῃ πάλιν ὑπο-μιμνησκόμενος.Ἔστι τοίνυν τῆς μὲν παλαιᾶς δια-θήκης βιβλία τῷ ἀριθμῷ τὰ πάνταεἰκοσιδύο, τοσαῦτα γάρ, ὡς ἤκουσα,καὶ τὰ στοιχεῖα τὰ παρ' Ἑβραίοιςεἶναι παραδέδοται, τῇ δὲ τάξει καὶτῷ ὀνόματι ἔστιν ἕκαστον οὕτως·πρῶτον Γένεσις· εἶτα Ἔξοδος· εἶταΛευιτικόν· καὶ μετὰ τοῦτο Ἀριθμοί·καὶ λοιπόν, τὸ Δευτερονόμιον· ἑξῆςδὲ τούτοις ἐστὶν Ἰησοῦς ὁ τοῦ Ναυῆ·καὶ Κριταί· καὶ μετὰ τοῦτο ἡ Ῥούθ·καὶ πάλιν ἑξῆς, Βασιλειῶν βιβλίατέσσαρα· καὶ τούτων τὸ μὲν πρῶτονκαὶ δεύτερον εἰς ἓν βιβλίον ἀριθμεῖ-ται, τὸ δὲ τρίτον καὶ τέταρτον ὁμοί-ως εἰς ἕν· μετὰ δὲ ταῦτα, Παρα-λειπομένων πρῶτον καὶ δεύτερον,ὁμοίως εἰς ἓν βιβλίον πάλιν ἀριθ-μούμενα· εἶτα Ἔσδρα πρῶτον καὶδεύτερον ὁμοίως εἰς ἕν· μετὰ δὲταῦτα, βίβλος Ψαλμῶν· καὶ ἑξῆςΠαροιμίαι· εἶτα Ἐκκλησιαστής· καὶἎ|σμα ᾀσμάτων· πρὸς τούτοις ἔστικαὶ Ἰώβ· καὶ λοιπόν, Προφῆται, οἱμὲν δώδεκα εἰς ἓν βιβλίον ἀριθμού-μενοι, εἶτα Ἡσαΐας, Ἱερεμίας, καὶσὺν αὐτῷ Βαρούχ, Θρῆνοι καὶ ἐπι-στολή, καὶ μετ' αὐτὸν Ἰεζεκιὴλ καὶΔανιήλ. Ἄχρι τούτων τὰ τῆς πα-λαιᾶς διαθήκης ἵσταται.Τὰ δὲ τῆς καινῆς πάλιν οὐκ ὀκνη-τέον εἰπεῖν. Ἔστι γὰρ ταῦτα· Εὐαγ-γέλια τέσσαρα, κατὰ Ματθαῖον, κα-τὰ Μάρκον, κατὰ Λουκᾶν καὶ κατὰἸωάννην· εἶτα μετὰ ταῦτα Πράξειςἀποστόλων, καὶ ἐπιστολαὶ καθολικαὶκαλούμεναι τῶν ἀποστόλων ἑπτά,οὕτως· Ἰακώβου μὲν μία, Πέτρουδὲ δύο, εἶτα Ἰωάννου τρεῖς, καὶμετὰ ταύτας Ἰούδα μία· πρὸς τού-τοις Παύλου ἀποστόλου εἰσὶν ἐπι-στολαὶ δεκατέσσαρες, τῇ τάξει γρα-φόμεναι οὕτως· πρώτη, πρὸς Ῥω-μαίους, εἶτα πρὸς Κορινθίους δύο,καὶ μετὰ ταῦτα πρὸς Γαλάτας, καὶἑξῆς πρὸς Ἐφεσίους, εἶτα πρὸς Φι-λιππησίους, καὶ πρὸς Κολοσσαεῖς,καὶ μετὰ ταῦτα πρὸς Θεσσαλονικεῖςδύο, καὶ ἡ πρὸς Ἑβραίους, καὶ εὐ-θὺς πρὸς μὲν Τιμόθεον δύο, πρὸς δὲΤίτον μία, καὶ τελευταία ἡ πρὸςΦιλήμονα μία· καὶ πάλιν ἸωάννουἈποκάλυψις.Ταῦτα πηγαὶ τοῦ σωτηρίου, ὥστετὸν διψῶντα ἐμφορεῖσθαι τῶν ἐντούτοις λογίων· ἐν τούτοις μόνοις τὸ