Epistula festalis xxxix
- Authority group
- Athanasius of Alexandria (catalogue association; authorship remains anonymous)
- Edition reference
- Epistula festalis xxxix (fragmentum in collectione canonum), ed. Joannou, op. cit., 71–76.
- CTS identifier
urn:cts:greekLit:tlg2035.tlg014.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
τῆς εὐσεβείας διδασκαλεῖον εὐαγ-γελίζεται· μηδεὶς τούτοις ἐπιβαλ-λέτω, μηδὲ τούτων ἀφαιρείσθω τι.Περὶ δὲ τούτων ὁ κύριος Σαδδουκαί-ους μὲν ἐδυσώπει, λέγων· ‘Πλανᾶ-σθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴνδύναμιν αὐτῶν’, τοῖς δὲ Ἰουδαίοιςπαρῄνει· ‘Ἐρευνᾶτε τὰς γραφάς, ὅτιαὐταί εἰσιν αἱ μαρτυροῦσαι περὶἐμοῦ’.Ἀλλ' ἕνεκά γε πλείονος ἀκριβείαςπροστίθημι καὶ τοῦτο γράφων ἀ-ναγκαίως, ὡς ὅτι ἔστι καὶ ἕτεραβιβλία τούτων ἔξωθεν, οὐ κανονι-ζόμενα μέν, τετυπωμένα δὲ παρὰτῶν πατέρων ἀναγινώσκεσθαι τοῖςἄρτι προσερχομένοις καὶ βουλο-μένοις κατηχεῖσθαι τὸν τῆς εὐσε-βείας λόγον· Σοφία Σολομῶντος καὶΣοφία Σιρὰχ καὶ Ἑσθὴρ καὶ Ἰουδὶθκαὶ Τωβίας καὶ Διδαχὴ καλουμένητῶν ἀποστόλων καὶ ὁ Ποιμήν.Καὶ ὅμως, ἀγαπητοί, κἀκείνων κα-νονιζομένων, καὶ τούτων ἀναγινω-σκομένων, οὐδαμοῦ τῶν ἀποκρύφωνμνήμη, ἀλλὰ αἱρετικῶν ἐστιν ἐπί-νοια, γραφόντων μὲν ὅτε θέλουσιναὐτά, χαριζομένων δὲ καὶ προστι-θέντων αὐτοῖς χρόνους, ἵνα ὡς πα-λαιὰ προφέροντες, πρόφασιν ἔχωσινἀπατᾶν ἐκ τούτου τοὺς ἀκεραίους.{ΤΟΥ ΑΥΤΟΥΕΠΙΣΤΟΛΗ ΠΡΟΣ ΡΟΥΦΙΝΙΑΝΟΝ ΕΠΙΣΚΟΠΟΝ}{ΓΠερὶ τῶν δι' ἀνάγκην ὑποσυρέντων μέν,μὴ φθαρέντων δὲ ἐν τῇ κακοπιστίᾳ.}Κυρίῳ υἱῷ καὶ ποθεινοτάτῳ συλλει-τουργῷ Ῥουφινιανῷ, Ἀθανάσιος ἐνκυρίῳ χαίρειν.Σὺ μὲν τὰ υἱῷ ἠγαπημένῳ πρέπονταπρὸς πατέρα γράφεις· ἐγγίσανταγοῦν σε διὰ τοῦ γράμματος περιε-πτυξάμην, πάντων ἐμοὶ ποθεινότατεῬουφινιανέ. Κἀγὼ δὲ ὡς υἱῷ δυ-νάμενος γράφειν ἔν τε προοιμίοις καὶμέσοις καὶ τελευταίοις, ἐπέσχον, ἵναμὴ ἐκ γραμμάτων ἡ σύστασις καὶ ἡμαρτυρία γνωρίζηται· ‘σὺ γὰρ ἐμοὶἐπιστολή, κατὰ τὸ γεγραμμένον,ἐπιγινωσκομένη καὶ ἀναγινωσκο-μένη ἐν καρδίᾳ’. Οὕτω τοίνυν δια-κείμενος, ναί, πίστευε, προσαγο-ρεύω σε καὶ προτρέπω γράφειν· οὐγὰρ ὀλίγως, ἀλλὰ μεγάλως εὐφραί-νεις τοῦτο ποιῶν.Ἐπειδὴ δὲ φιλοκάλως καὶ ἐκκλη-σιαστικῶς, τοῦτο γὰρ πάλιν πρέπειτῇ σῇ εὐλαβείᾳ, ἠρώτησας περὶ τῶνδι' ἀνάγκην ὑποσυρέντων μέν, μὴφθαρέντων δὲ ἐν τῇ κακοπιστίᾳ, καὶἠθέλησας γράψαι με τὰ δόξαντα περὶαὐτῶν ἐν ταῖς συνόδοις καὶ παν-ταχοῦ, γίνωσκε, κύριέ μου ποθει-νότατε, ὅτι ἐν ἀρχῇ μὲν παυσαμένηςτῆς γενομένης βίας, γέγονε σύνοδοςπαρόντων ἀπὸ τῶν ἔξω μερῶν ἐπι-σκόπων· γέγονε δὲ καὶ παρὰ τοῖςτὴν Ἑλλάδα κατοικοῦσι συλλειτουρ-γοῖς, οὐδὲν δὲ ἧττον καὶ τοῖς ἐνΣπανίᾳ καὶ Γαλλίᾳ. Καὶ ἤρεσενὅπερ ὧδε καὶ πανταχοῦ, ὥστε τοῖςμὲν καταπεπτωκόσι καὶ προϊσταμέ-νοις τῆς ἀσεβείας συγγινώσκειν μὲνμετανοοῦσι, μὴ διδόναι δὲ αὐτοῖςτόπον κλήρου· τοῖς δὲ μὴ αὐθεντοῦσιμὲν τῆς ἀσεβείας, παρασυρεῖσι δὲδι' ἀνάγκην καὶ βίαν, ἔδοξε δίδο-σθαι μὲν συγγνώμην, ἔχειν δὲ καὶτὸν τόπον τοῦ κλήρου, μάλιστα ὅτιἀπολογίαν πιθανὴν ἐκομίσαντο, καὶἔδοξε τοῦτό πως οἰκονομικῶς γεγε-νῆσθαι· διεβεβαιώσαντο γὰρ μὴ με-ταβεβλῆσθαι εἰς ἀσέβειαν, ἵνα δὲμὴ κατασταθέντες τινὲς ἀσεβέστατοιδιαφθείρωσι τὰς ἐκκλησίας, εἵλοντομᾶλλον συνδραμεῖν τῇ βίᾳ καὶ βα-στάσαι τὸ βάρος, ἢ λαοὺς ἀπολέσθαι.Τοῦτο δὲ λέγοντες ἔδοξαν καὶ ἡμῖνπιθανῶς λέγειν, διὰ τὸ καὶ προφασί-ζεσθαι αὐτοὺς τὸν Ἀαρών, τὸν Μω-σέως ἀδελφόν, ἐν τῇ ἐρήμῳ συν-δραμεῖν μὲν τῇ τοῦ λαοῦ παραβάσει,ἀπολογίαν δὲ ἐσχηκέναι, ἵνα μὴ ὁλαὸς ὑποστρέψας εἰς Αἴγυπτον ἐπι-μείνῃ τῇ εἰδωλολατρείᾳ· καὶ γὰρἦν φαινόμενον εὔλογον, ὅτι μένοντεςμὲν ἐν τῇ ἐρήμῳ δύνανται παύσασθαιτῆς ἀσεβείας, εἰσελθόντες δὲ εἰςΑἴγυπτον ἐπετρίβοντο καὶ ηὔξανονἐν αὐτοῖς τὴν ἀσέβειαν. Τούτου τοί-νυν ἕνεκα σύγγνωστον πρὸς τὸν κλῆ-ρον γέγονε. Τοῖς δὲ ἀπατηθεῖσικαὶ βίαν παθοῦσι συγγνώμη δί-δοται.Ταῦτα καὶ τῇ σῇ εὐλαβείᾳ δηλῶθαρρῶν, ὅτι καὶ τὰ δόξαντα ὑποδέ-ξεταί σου ἡ θεοσέβεια, καὶ οὐ κατα-γνώσεται ἐκκεχειρίας τῶν συνελ-θόντων οὕτω. Καταξίωσον δὲ αὐτὰἀναγνῶναι τῷ ἱερατείῳ καὶ τῷλαῷ τῷ ὑπὸ σέ, ἵνα καὶ αὐτοὶ γι-νώσκοντες μὴ μέμφωνται οὕτω σὲδιακείμενον περὶ τοὺς τοιούτους· ἀ-πρεπὲς γὰρ ἦν ἐμὲ γράφειν, δυνα-μένης τῆς σῆς εὐλαβείας καὶ τὴνἡμῶν περὶ αὐτοὺς διάθεσιν ἀπαγ-γεῖλαι καὶ πάντα τὰ λείποντα ἀπο-πληρῶσαι.Χάρις τῷ κυρίῳ τῷ πληρώσαντί σεἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει.Οἱ μὲν οὖν μετανοοῦντες φανερῶςἀναθεματιζέτωσαν ὀνομάζοντες Εὐ-δοξίου καὶ Εὐζωΐου τὴν κακοπι-στίαν· αὐτοὶ γὰρ λοιπὸν βλασφη-μοῦντες αὐτὸν κτίσμα, ἀπεγράψαντοτῆς ἀρειανῆς αἱρέσεως προστάται·ὁμολογείτωσαν δὲ τὴν ἐν Νικαίᾳπαρὰ τῶν πατέρων ὁμολογηθεῖσανπίστιν, καὶ μηδεμίαν ἄλλην σύνοδονπροκρίνειν ταύτης τῆς συνόδου.Πρόσειπε τὴν παρὰ σοὶ ἀδελφότητα·σὲ ἡ σὺν ἡμῖν ἐν κυρίῳ προσαγο-ρεύει.{ΤΟΥ ΑΓΙΟΥΑΘΑΝΑΣΙΟΥΠΕΡΙ ΤΟΥ ΜΗ ΚΟΙΝΩΝΕΙΝ ΑΝΕΞΕΤΑΣΤΩΣ ΤΩΝ ΘΕΙΩΝΜΥΣΤΗΡΙΩΝ ΤΟΥΣ ΤΑΙΣ ΙΔΙΑΙΣ ΓΥΝΑΙΞΙ ΜΙΓΝΥΜΕΝΟΥΣ}{ΕΠερὶ τοῦ μὴ κοινωνεῖν ἀνεξετάστωςτῶν θείων μυστηρίων τοὺς ταῖς ἰδίαςγυναιξὶ μιγνυμένους.}Ἐπειδή τινες μετὰ τὸ συγγενέσθαιταῖς ἰδίαις γυναιξὶν αὐτῇ τῇ ἡμέρᾳἀπαρατηρήτως τῶν φρικτῶν μυστη-ρίων τοῦ ἀχράντου σώματος καὶ τοῦζωοποιοῦ αἵματος Χριστοῦ τοῦ θεοῦἡμῶν μετέχουσιν, ἀκουσάτωσαν τίπερὶ τούτου ἐν τῇ θείᾳ ἔγκειταιγραφῇ, καὶ τὸ δοκοῦν αὐτοῖς εἶταποιησάτωσαν.‘Καὶ εἶπε Μωϋσῆς τῷ λαῷ· Γίνεσθεἕτοιμοι· τρεῖς ἡμέρας μὴ προσέλθητεγυναικί’· ταῦτα δὲ προσέταττεν ὁπροφήτης Μωϋσῆς κελεύσει θεοῦ.Εἰ δὲ ὑπὲρ τοῦ ἀκοῦσαι μόνον φωνῆςκυρίου τοσούτων ἡμερῶν ἁγνισμὸνπροσέταττε, πόσῳ μᾶλλον νῦν πρέ-πον ἐστὶ φυλάττειν τινά, ὅτε αὐτοῦτοῦ θεοῦ μέλλει τὸ ἄχραντον ὑπο-δέχεσθαι σῶμα; Καὶ πάλιν ὁμοίωςἐκ τοῦ αʹ. βιβλίου. ‘Καὶ ἀπεκρίθηὁ ἱερεὺς τῷ Δαυῒδ καὶ εἶπεν· Οὐκεἰσὶν ἄρτοι βέβηλοι ὑπὸ τὴν χεῖραμου, ἀλλὰ ἅγιοι εἰσίν· εἰ πεφυλαγ-μένα τὰ παιδάριά εἰσιν ἀπὸ γυναι-κός, καὶ φάγονται. Καὶ ἀπεκρίθηΔαυῒδ τῷ ἱερεῖ καὶ εἶπεν αὐτῷ.Ἀπὸ γυναικὸς ἀπεσχόμεθα χθὲς καὶτρίτην ἡμέραν· ἐν τῷ ἐξελθεῖν μεεἰς ὁδὸν γέγονε πάντα τὰ παιδάριαἡγνισμένα. Καὶ ἔδωκεν αὐτῷ Ἀβι-μελὲχ τοὺς ἄρτους τῆς προθέσεως’.Καὶ εἰ ἐπὶ τῆς ‘σκιᾶς’, ἤγουν τῆςπαλαιᾶς, τοιαύτη παραίτησις ὑπῆρ-χεν, ὥστε συγγινόμενόν τινα τῇἰδίᾳ γυναικὶ μὴ ἐσθίειν ἐκ τῶν ἄρτωντῆς προθέσεως, τῶν πολὺ καὶ ἀσυγ-κρίτως ἀπεχόντων τῶν ζωοποιῶνμυστηρίων τοῦ ἀχράντου σώματοςκαὶ αἵματος Χριστοῦ τοῦ ἀληθινοῦθεοῦ, πόσῳ μᾶλλον νῦν ἐν τῇ ‘χάρι-τι’, ἔνθα πολὺ μείζονα πολιτείαςἀκρίβειαν ἀπαιτούμεθα, ὀφείλομενἁγνεύειν ἑαυτούς, μέλλοντες τῶν τοι-ούτων φρικτῶν μετέχειν μυστηρίων;{Τοῦ Ἀθανασίου, ἀρχιεπισκόπου Ἀλεξανδρείας, εἰς τό·«πορεύεσθε εἰς τὴν κατέναντι κώμην καὶ εὑρήσετε πῶλονδεδεμένον.»}«Οἱ τὰ ἐπίγεια φρονήσαντες» καὶ τῆς ἐντολῆς τοῦ θεοῦ κατα-φρονήσαντες καὶ ἐν τῷ βίῳ τούτῳ μοχθήσαντες, οὗτοι πρὸ τῆς τῶνἀγαθῶν εὑρέσεως ἐν ἀγνοίᾳ διέτριβον. οἶμαι γὰρ καὶ τὸν σοφώτατονΣολομῶντα διὰ τοῦτο λέγειν, ὅτι «καιρὸς τοῦ ζητῆσαι καὶ καιρὸς τοῦἀπολέσαι.» τουτέστιν ἥμαρτες· ἡσύχασον. εἰ γὰρ καί ποτε ἐν ἀγνοίᾳδιατρίβων ἀπώλειαν τῇ σεαυτοῦ ψυχῇ περιεποιήσω, ἀλλὰ καιρὸς γέγονετοῦ ζητῆσαι ἡμᾶς ταύτην. ὡς καὶ ὁ κύριος 〈καὶ σωτὴρ〉 ἡμῶν Ἰησοῦς