Homilia de jejunio et de passione Christi
- Authority group
- Athanasius of Alexandria (catalogue association; authorship remains anonymous)
- Edition reference
- Homilia de jejunio et de passione Christi [Sp.], ed. Nordberg, Commentationes humanarum litterarum 30.2 (1962) 46–48.
- CTS identifier
urn:cts:greekLit:tlg2035.tlg021.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
46
ἡμεῖς πρὸ τοῦ βαπτίσματος νηστεύομεν; ὁ δὲ δεσπότης Χριστὸς μετὰ
τὸ βάπτισμα ἐνήστευσε. διὰ τί; ὅτι ἡμεῖς μὲν ὀγκώμενοι ταῖς ἁμαρτίαις
καὶ πεφορτισμένοι τὴν ψυχικὴν γαστέρα ἀναγκαίως πρὸ τοῦ βαπτίσματος
τὴν νηστείαν ὡς θεοδώρητον ἀντίδοτον δεχώμεθα, ἵνα «καθαρ〈ίσ〉αντες
ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος» εἰς ὄρεξιν ἔλθωμεν
ἐπουρανίου ἄρτου. ὁ δὲ δεσπότης Χριστὸς ὡς ἁμαρτίας ἐλεύθερος μετὰ
τὸ βάπτισμα νηστεύει τύπον δωρούμενος οὐχ ἁμαρτίας ὀδυρώμενος. εἰ
γὰρ ἄρα καὶ ἁμαρτίᾳ ἐκλήθη ὁ δεσπότης ἡμῶν Χριστός, ἀλλ' ὅμως οὐκ
αὐτὸς ῥερύπωται, ἀλλὰ τὰς ἁμαρτίας τὰς ἡμετέρας ἀνεδέξατο, ὁ δὲ
ἀνάδοχος πᾶν ὁτιοῦν οὐχ ὡς αὐθέντης, ἀλλ' ὡς μεσίτης εὐθύνεται.
Ὅθεν ὡς τοῦ Ἀδὰμ τὸ χρέως ἀναδεξάμενος καὶ τοῦτο ἀποτίσας καὶ τὸ
χειρόγραφον ἡμῶν τῶν ἁμαρτημάτων ἐν τῷ σταυρῷ, τῷ σπόγγῳ τῆς
φιλανθρωπίας, ἀπήλειψε καὶ οὐκ ἐχάραξε. διὰ τί δὲ ἀπήλειψε καὶ οὐκ
ἐχάραξε; διὰ τί, ἄκουε· εἰ ἐχάραξε καὶ οὐκ ἀπήλειψεν, ἤμελλεν φέρειν κἂν
μικρὸν λείψανον τοῦ προτέρου χρέους. ὅθεν τοῦτο θεωρήσας καὶ ὁ μακάριος
47
Παῦλος ἐβόα λέγων· «τὸ χειρόγραφον ἡμῶν τῶν ἁμαρτημάτων ἦρεν ἐκ
μέσου Χριστὸς τῷ σταυρῷ αὐτὸ προσηλώσας.» διὰ τί δὲ ‘τῷ σταυρῷ
αὐτὸ προσήλωσεν,’ ἵνα πᾶς πορευόμενος μάθῃ τὴν τούτου ἀκυρωσίαν.
Ἐνήστευσε τοίνυν ὁ δεσπότης ἡμῶν Χριστὸς μετὰ τὸ βάπτισμα. ἔπαθε δὲ
τοῦτο τὸ ἑκούσιον πάθος, —οὐκ εὐθὺς μετὰ τὸ βάπτισμα ἀλλὰ μετὰ
τριέτη χρόνον—τὸ πρὸ ἓξ ἡμερῶν ὡς σημαινόμενον, τὸ παντὸς πάθους
ἀναιρετικόν, τὸ τῆς ἐκκλησίας νυμφοστολικόν. ἔπαθεν οὖν τοῦτο τὸ πάθος
μετὰ τὸ πολλὰ καὶ θαυμαστὰ σημεῖα ἐργάσασθαι· μετὰ τὸ νεκροὺς
ἀναστῆσαι, μετὰ τὸ παραλύτους σφίγξαι, μετὰ τὸ τυφλοὺς ὀμμα-
τῶσαι καὶ λεπροὺς καθαρίσαι. ἀλλ' ὅμως οἱ ἀπόστολοι πνεύματος
ἁγίου πλησθέντες ταύτας τὰς δύο πανηγύρεις, τὴν νηστείαν καὶ τὸ
πάθος, συνάψαντες μίαν ἑορτὴν πάνδημον τῷ γένει τῶν Χριστιανῶν
παρέδωκαν.
Ἀγαλλιαθῶμεν οὖν καὶ εὐφρανθῶμεν, ὅτι «πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα
ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν.» διὰ τί; ἵνα Ἰουδαίους δριμύξῃ καὶ τὰ
ἔθνη διασώσῃ. «πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν.»
διὰ τί; ἵνα πληρώσῃ τὸ μυστήριον καὶ ἀνοίξῃ τὸ ἱλαστήριον· ἵνα τῷ
Λαζάρῳ συνδειπνήσῃ καὶ τὴν ταφὴν προθυμιάσῃ· ἵνα ὡς δοῦλος
πειρασθῇ καὶ ὡς υἱὸς ἐλευθερώσῃ. «πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ
Ἰησοῦς εἰς Βηθανίαν.» διὰ τί; ἵνα ὑπὲρ τῶν καταδίκων φραγελλώθῃ καὶ
ὡς φιλάνθρωπος τούτους μαστίγων ἀπαλλάξῃ. «πρὸ ἓξ ἡμερῶν τοῦ
πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν.» διὰ τί; ἵνα τὴν πλευρὰν λόγχῃ
νυχθείς, τὴν πλευρὰν τοῦ Ἀδὰμ ἰάσηται. ἵνα Ἰούδας ὁ Ἰσκαριώτης τὸν
ἐνυλικὸν μύρον τριακοσίων δηναρίων διατιμήσηται, τὸν δὲ δεσπότην
Χριστὸν τριάκοντα ἀργυρίων συμφωνήσῃ. «πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα
ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν.» διὰ τί; ἵνα τὸν σταυρὸν ῥιζώσῃ καὶ τὴν
σφραγίδα ἀνθήσῃ. ἵνα τὸν ᾅδην ἐμφράξῃ καὶ τὸν παράδεισον ἀνοίξῃ.
«πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν.» διὰ τί;
ἀκάνθινον στέφανον φορέσαι καὶ τὰς ἁμαρτίας ἡμῶν ἐκριζῶσαι. ἵνα τοῖς
πιστοῖς συντάξηται καὶ πρὸς τὸν πατέρα ὁδεύσῃ. «πρὸ ἓξ ἡμερῶν τοῦ
48
πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὁ τεθνηκῶς,»
ὁ λήθῃ παραπεμφθῆναι μὴ δυνάμενος, ὁ πόλεως ἀρχιπολίτης, ὁ ἅπαξ
τεθνηκῶς καὶ δεύτερον τῷ βίῳ παραπεμφθείς, ὁ φυσικῷ θανάτῳ κλαπεὶς
καὶ δεσποτικῇ χάριτι ἐγερθείς, ὑπὸ τοῦ τυράννου ταρτάρου ἁρπαγεὶς
καὶ ὑπὸ τοῦ βασιλέως Χριστοῦ ἀποσπασθείς, ὁ νόσῳ καταρρυπωθεὶς καὶ
λόγῳ ἀνανεωθείς. ἴστε γὰρ πάντες σαφῶς οἱ τοῦ Λαζάρου φίλοι,
μᾶλλον δὲ οἱ τοῦ κυρίου μαθηταί, ὅτιπερ τοῦ Λαζάρου θανόντος καὶ
τάφῳ παραδοθέντος μετὰ τέσσαρας ἡμέρας «ἦλθεν ὁ Ἰησοῦς εἰς
Βηθανίαν,» ἵνα τὸν Λάζαρον διυπνίσῃ. παρ' αὐτῷ γὰρ ...
{Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας καὶ ὁμο-λογητοῦ ἐκ τοῦ περὶ πίστεως μείζονος λόγου} Τὸ ἐγειρόμενον ἐκ νεκρῶν ἄνθρωπος ἦν ἢ θεός; ἑρμηνεύειΠέτρος ὁ ἀπόστολος ἡμῶν μᾶλλον γινώσκων καὶ λέγει· <καθε-λόντες αὐτὸν ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον,ὁ δὲ θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν> τὸ γοῦν ἀπὸ τοῦξύλου καθαιρεθὲν σῶμα νεκρὸν τοῦ Ἰησοῦ καὶ εἰς μνημεῖοντεθὲν ἐνταφιασθέν τε ὑπὸ Ἰωσὴφ τοῦ 〈ἀπὸ〉 Ἀριμαθείας, αὐτὸἤγειρεν ὁ λόγος λέγων· <λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρι-σὶν ἡμέραις ἐγερῶ αὐτόν.> ὁ καὶ πάντας τοὺς νεκροὺςζωοποιῶν καὶ τὸν ἐκ Μαρίας ἄνθρωπον Χριστὸν Ἰησοῦν ἐζωο-ποίησεν, ὃν ἀνείληφεν: —{Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου} Ζωὴ ἀποθανεῖν οὐ δύναται, μᾶλλον δὲ τοὺς νεκροὺς ζωο-ποιεῖ. ἔστιν τοίνυν καὶ πηγὴ ζωῆς τῆι ἐκ πατρὸς θεότητι,ἄνθρωπος δὲ ὁ ἀποθανών, μᾶλλον δὲ καὶ ἐγερθεὶς ἐκ νεκρῶν,ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν, ὁ ἐκ παρθένου Μαρίας, ὃν ἡ τοῦλόγου θεότης δι' ἡμᾶς ἀνείληφεν. τὸ γοῦν γεγράφθαι <ἐν ἀρχῆιἦν ὁ λόγος> φανερῶς τὴν θεότητα δηλοῖ, τὸ δὲ ὁ <λόγος σὰρξἐγένετο> τὸ ἀνθρώπινον τοῦ κυρίου δείκνυσιν: —{Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου} Ἡ θεότης γοῦν ἐστιν τοῦ Ἰησοῦ ἡ τιθεῖσα καὶ λαμβάνουσατὴν ψυχὴν οὗ ἐφόρεσεν ἀνθρώπου. πλήρη γὰρ ἀνείληφε τὸνἄνθρωπον, ἵνα πλήρη αὐτὸν καὶ σὺν αὐτῶι τοὺς νεκροὺς ζωο-ποιήσηι: —{Καὶ πάλιν} Ὁ δὲ κυριακὸς ἄνθρωπος οὐκ ἀσθενήσας οὐδὲ ἄκων ἀπέ-θανεν, ἀλλ' ἀφ' ἑαυτοῦ ἧκεν ἐπὶ τὴν τοῦ θανάτου οἰκονομίαν,στερεοποιούμενος ὑπὸ τοῦ ἐν αὐτῶι ἐνοικήσαντος θεοῦ λόγουτοῦ εἰπόντος <οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ' ἐμοῦ·ἀπ' ἐμαυτοῦ αὐτὴν τίθημι· ἐξουσίαν ἔχω θεῖναι αὐτὴνκαὶ πάλιν ἐξουσίαν ἔχω λαβεῖν αὐτήν>: —{Ἐκ τοῦ αὐτοῦ λόγου}Αὐτὸς γὰρ δυνατὸς ὢν καὶ δημουργὸς τῶν ὅλων ἐν τῆι παρ-θένωι κατασκευάζει αὐτῶι ναὸν τὸ σῶμα καὶ ἰδιοποιεῖται τοῦτοὥσπερ ὄργανον, ἐν αὐτῶι γνωριζόμενος καὶ ἐνοικῶν: —{Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου} Τούτου ἵνεκεν τὸ δυνάμενον ἀποθανεῖν ἑαυτῶι λαμβάνει σῶμα,ἵνα τοῦτο τοῦ θεοῦ λόγου μεταλαβὸν ἀντὶ πάντων ἱκανὸν γένη-ται τῶι θανάτωι καὶ διὰ τὸν ἐνοικήσαντα λόγον ἄφθαρτονδιαμείνηι: —{Καὶ μετ' ὀλίγα} Ὑπὲρ πάντας γὰρ ὢν ὁ λόγος τοῦ θεοῦ εἰκότως τὸν ἑαυτοῦναὸν καὶ τὸ σωματικὸν ὄργανον προσαγαγὼν ἀντίψυχον ὑπὲρπάντων, ἐπλήρου τὸ ὀφειλόμενον ἐν τῶι θανάτωι. καὶ ὡςσυνὼν δὲ διὰ τοῦ ὁμοίου τοῖς πᾶσιν ὁ ἄφθαρτος τοῦ θεοῦυἱὸς εἰκότως τοὺς πάντας ἐνέδυσεν ἀφθαρσίαν ἐν τῆι τῆς ἀνα-στάσεως ἐπαγγελίαι. καὶ αὐτὴ γὰρ ἡ ἐν τῶι θανάτωι φθορὰκατὰ τῶν ἀνθρώπων οὐκέτι χώραν ἔχει διὰ τὸν ἐνοικήσανταλόγον ἐν τούτοις διὰ τοῦ ἑνὸς σώματος. καὶ ὥσπερ μεγάλουβασιλέως εἰσελθόντος εἴς τινα πόλιν μεγάλην καὶ οἰκήσαντος εἰςμίαν τῶν ἐν αὐτῆι οἰκιῶν πάντως ἡ τοιαύτη πόλις πολλῆς τι-μῆς ἀξιοῦται καὶ οὐκέτι τις ἐχθρὸς αὐτὴν ἢ ληιστὴς ἐπιβαίνωνκαταστρέφει, πάσης δὲ μᾶλλον ἐπιμελείας ἀξιοῦται διὰ τὸν εἰςμίαν αὐτῆς οἰκίαν οἰκήσαντα βασιλέα, οὕτω καὶ ἐπὶ τοῦ ἡμετέ-ρου σωτῆρος γέγονεν. ἐλθόντος γὰρ αὐτοῦ εἰς τὴν ἡμετέρανχώραν καὶ οἰκήσαντος εἰς ἓν τῶν ὁμοίων σωμάτων λοιπὸν πᾶσακατὰ τῶν ἀνθρώπων ἐπιβουλὴ πέπαυται: —