The Greek Library Author

Anonymous

Quaestio 136 e quaestionibus ad Antiochum ducem

Authority group
Athanasius of Alexandria (catalogue association; authorship remains anonymous)
Edition reference
Quaestio 136 e quaestionibus ad Antiochum ducem (e cod. Guelferbytano-Gudiano 51) [Sp.], ed. Dindorf, op. cit., vii–ix.
CTS identifier
urn:cts:greekLit:tlg2035.tlg025.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

27

γὰρ καὶ ὕδατος καὶ πυρὸς

28

ἐναντία ἡ φύσις ὑπάρχου-

29

σα ἐν τῷ ἅμα ἦν ὅτε ἐν

30

Λυκίᾳ ἐν τῷ ὄρει τῷ λε-

31

γομένῳ Ὀλύμπῳ, καθὼς

32

μυριάδες ἀνδρῶν ἑωράκα-

33

σιν. καὶ ἄλλα δὲ μυρία

34

τούτοις ὅμοια καὶ παρά-

35

δοξα ἐν τῇ κτίσει ἔστιν τε

36

καὶ ὀνομάζεται καὶ θαυ-

37

μάζεται· ἅπερ ἅπαντα οὐκ

38

ἂν οὕτως ὑπὲρ φύσιν γε-

39

νέσθαι ἔμελλον, εἰ μὴ οὐ-

40

σία θεοῦ τις ἐν αὐτοῖς ἦν

41

δεσπόζουσα καὶ τούτοις

42

ἐπιτρέπουσα ἀλλήλοις μὴ

43

ἀντιτάττεσθαι. πῶς δὲ πά-

44

λιν, λεγέτωσαν ἡμῖν Ἑλλή-

45

νων παῖδες, βροντῆς στερ-

46

ρᾶς γινομένης πᾶσα ἡ τῶν

47

ἀνθρώπων φύσις τρέμει,

48

φρίττει τε καὶ ἐξίσταται,

49

μηνύουσα διὰ τοῦ σχήμα-

50

τος ὡς ὑπὸ δεσπότην ἐστὶν

51

τὸν τὰς βροντὰς ἐργαζό-

52

μενον; ταῦτα μὲν πρὸς τοὺς

53

ἀφελεστέρους τῶν Ἑλλή-

54

νων εἰς θεογνωσίαν φέ-

55

ρουσιν τὰ ὑποδείγματα.

56

πρὸς γὰρ τοὺς παρ' αὐτῶν

57

σοφοὺς ἐκ φιλοσόφων ἀρ-

58

χαίων δυνατῶν μαρτυρίαις

59

πολλαῖς περὶ θεοσεβείας

60

χρήσασθαι. οὐ μόνον θεο-

61

σέβειαν τινῶν Ἑλλήνων σο-

62

φοὶ ἔφρασαν, ἀλλὰ καὶ τὴν

63

Χριστοῦ οἰκονομίαν ἀμυ-

64

δρῶς προεμήνυσαν. καὶ

65

γοῦν τις τῶν παρ' αὐτοῖς

66

σοφῶν πρὸ πολλῶν τῆς

67

Χριστοῦ ἐπιδημίας χρόνων

68

φησὶν ὅτι ἥξει ἡ νεᾶνις

69

ἔχουσα ἡμῖν οὐράνιον γό-

70

νον. καὶ ἄλλος πάλιν ἔφρα-

71

σεν οὕτως. ὀψέ ποτε ἐπὶ

72

τὴν πολυσχεδῆ ταύτην κατ-

73

έρχεται ὁ θεὸς γῆν, καὶ

74

δίχα πταίσματος σὰρξ γε-

75

νήσεται, ὡς κατάκριτος ἐν

76

ξύλῳ κρεμασθήσεται, καὶ

77

ἀνίατα πάθη θεραπεύσει.

{Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶνἈθανασίου ἀρχιεπισκόπου ἈλεξανδρείαςΔιδασκαλίαιπρὸς Ἀντίοχον τὸν ἄρχοντα.} Ἐλθὼν πρὸς τὸν ἁγιώτατον ἐπίσκοπον Ἀθανά-σιον δούξ τις ὀνόματι Ἀντίοχος ἐν δεινῇ ἀρρωστίᾳ κατ-εχόμενος παρεκάλει εὔχεσθαι ὑπὲρ αὐτοῦ πρὸς τὸν κύ-ριον, μετανοῶν ἐπὶ τοῖς ἁμαρτήμασιν αὐτοῦ. καὶ παρα-καλέσαντος τοῦ ἐπισκόπου τὸν φιλάνθρωπον θεὸν ὑγιὴςγέγονεν. καὶ δὴ ἔρχεται φέρων μεθ' ἑαυτοῦ τὰ ὑπάρ-χοντα αὐτοῦ καὶ τίθησιν παρὰ τοὺς πόδας τοῦ ἐπισκό-που, παρακαλῶν αὐτὸν δοθῆναι αὐτὰ τοῖς πτωχοῖς,αὐτὸν δὲ λαβόντα τὸ ἅγιον σχῆμα παρὰ ἁγίου ἀν-δρὸς τὸν ἐνάρετον καὶ μονήρη βίον πολιτεύσασθαι· ὅπερτῇ τοῦ θεοῦ χάριτι ἐποίησεν ὁ ἐπίσκοπος. τότε λέγειτῷ ἐπισκόπῳ ὁ δοὺξ Ἀντίοχος “Ἔδει με ἀφ' οὗ ἐβα-πτίσθην φυλάξαι τὴν πίστιν καὶ μὴ μολῦναι τὸ βά-πτισμα· ἀλλ' ἐπειδὴ ἡ ἀφροσύνη μεγάλα ἐν ἐμοὶ εἰρ-γάσατο ἀνομήματα, παρακαλῶ τὴν σὴν ἁγιωσύνην δι-δάξαι με καὶ κατηχῆσαι τίνων ἀπὸ τοῦ νῦν πραγμάτωνκαὶ ἔργων καὶ λογισμῶν ἐγκρατεύσομαι”. Τότε ὁ ἐπίσκοπος ποιήσας εὐχὴν καὶ καθίσαςἐδίδασκεν αὐτὸν ἐν πνεύματι ἁγίῳ μίαν ἑκάστην ἐντο-λὴν τῶν διδαγμάτων τοῦ Χριστοῦ πληρῶσαι. ἄρχεταιοὖν λέγειν αὐτῷ “Χρὴ τὸν ἐπὶ τὴν ἀκηλίδωτον ἀρετὴνἐρχόμενον καὶ σεμνὸν βίον πολιτευόμενον καὶ ἐπὶ τοῖςπροτέροις ἁμαρτήμασιν μετανοοῦντα πρὸ πάντων πι-στεῦσαι εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, ποιητὴνοὐρανοῦ καὶ γῆς ὁρατῶν τε πάντων καὶ ἀοράτων, καὶεἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τὸνμονεγενῆ, δι' οὗ τὰ πάντα ἐγένετο, καὶ τὰ ἑξῆς. εἷςθεὸς μόνος πάντα χωρῶν, μόνος δὲ ἀχώρητος ὢν καὶὃς πάντα δύναται, ἀδυνατεῖ δὲ παρ' αὐτοῦ οὐδέν. ἐὰνοὖν ἐξ ὅλης τῆς καρδίας σου πιστεύσῃς καὶ ἐξ ὅληςτῆς ψυχῆς σου καὶ φοβηθεὶς αὐτὸν ἐγκρατεύσῃ ὧν λέγωσοι, καὶ εἰσακουσθήσεταί σου ἡ δέησις καὶ πιστεύσαςλήψῃ παρ' αὐτοῦ τὴν βοήθειαν καὶ νίκην σωτηρίας εἰςτοὺς αἰῶνας”. Καὶ ἀναστάντες ηὔξαντο, καὶ μετὰ τὴν εὐχὴνλέγει αὐτῷ “Ἁπλότητα ἔχε καὶ ἄκακος γίνου, καὶ ἔσῃὡς τὰ νήπια μὴ γινώσκοντα πονηρίαν τὴν ἀπόλλουσαντὸ γένος τῶν ἀνθρώπων. καὶ πρῶτον μὲν μηδενὸςκαταλάλει μηδὲ ἡδέως ἄκουε καταλαλούντων· εἰ δὲ μὴ,καὶ σὺ ἀκούων ἔνοχος ἔσῃ τῆς ἁμαρτίας τοῦ καταλα-λοῦντος. πονηρὸν γὰρ πνεῦμά ἐστιν ἡ καταλαλιὰ καὶἀκατάστατον δαιμόνιον μήποτε εἰρηνεῦον, ἀλλὰ πάντοτεἐν διχοστασίαις κατοικοῦν. ἄπεχε οὖν ἀπ' αὐτοῦ, καὶεἰρήνην πάντοτε ἕξεις μετὰ πάντων, ἔνδυσαι δὲ τὴνἁπλότητα καὶ τὴν σεμνότητα, ἐν οἷς οὐδὲν πρόσκομμάἐστιν πονηρὸν, ἀλλὰ πάντα ὁμαλὰ καὶ ἱλαρὰ, καὶ ζήσῃεἰς τοὺς αἰῶνας”. Καὶ ἀναστὰς ηὔξατο, καὶ μετὰ τὴν εὐχὴν λέγειαὐτῷ “Ἄκουε καὶ ταύτην τὴν τρίτην ἐντολήν· ἀλήθειανἀγάπα καὶ πᾶσα ἀλήθεια ἐκ τοῦ στόματός σου ἐκ-πορευέσθω, ἵνα τὸ πνεῦμα τοῦ θεοῦ κατοικῇ ἐν σοί.οἱ γὰρ ψευδόμενοι ἀθετοῦσιν τὸν κύριον. ἔλαβον γὰρπνεῦμα ἀληθείας καὶ ἐγένοντο ἀλλότριοι τοῦ ἀληθινοῦπνεύματος. ὅρκον δὲ δικαίως ἀδίκως φεῦγε, καὶ ἡἀλήθεια εἰσάξει σε εἰς τὴν ζωὴν τὴν αἰώνιον”. Καὶ ἀναστάντες ηὔξαντο, καὶ εὐξαμένων αὐτῶνκαθεσθεὶς ὁ ἐπίσκοπος λέγει αὐτῷ “Ἄκουε καὶ τῆςτετάρτης ἐντολῆς· φύλασσε τὴν ἁγνείαν καὶ μὴ ἀνα-βαινέτω εἰς τὴν καρδίαν σου περὶ γυναικὸς ἀλλοτρίαςἢ περὶ πορνείας. εἰ δέ τις ἐργάζεται τὸ ἔργον τοῦτοτὸ πονηρὸν, θάνατον ἑαυτῷ κατεργάζεται. βλέπε οὖν,ἀπέχου ἀπὸ τῆς ἐνθυμήσεως ταύτης. ὅπου γὰρ σεμνό-της καὶ ἁγνεία κατοικεῖ, ἐκεῖ ἀνομία οὐκ ὀφείλει ἀνα-βαίνειν· τοῦτο γὰρ κατορθοῦται διὰ πόνου εὐχῆς καὶταπεινώσεως. καὶ τοῦτο ποιῶν ζήσῃ εἰς τοὺς αἰῶνας”. Καὶ ἀναστάντες ηὔξαντο, καὶ καθίσας ὁ ἐπί-σκοπος λέγει αὐτῷ “Ἄκουε καὶ τῆς πέμπτης ἐντολῆς·μακρόθυμος γίνου καὶ συνετὸς, καὶ πάντων ἔργων πονη-ρῶν κατακυριεύσῃ. ἐὰν γὰρ καὶ μακρόθυμος ἔσῃ, τὸπνεῦμα τὸ πανάγιον κατοικήσει ἐν σοί. ἐν δὲ τῇ ὀξυ-χολίᾳ ὁ διάβολος. οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ ἐν ᾧ κατοι-κοῦσιν ἀμφότερα. ἄκουε δὲ καὶ τὴν ἐνέργειαν τῆς ὀξυ-χολίας πῶς πονηρά ἐστιν καὶ πλανᾷ τοὺς δούλους τοῦθεοῦ. οὐκ ἀποπλανᾷ δὲ τοὺς ὄντας πλήρεις ἐν πίστει,οὐδὲ ἐνεργεῖ εἰς αὐτοὺς, ὅτι ἡ δύναμις τοῦ θεοῦ μετ'αὐτῶν ἐστιν, ἀποπλανᾷ δὲ τοὺς διψύχους. ὅταν ἴδῃτοὺς τοιούτους εὐσταθοῦντας, παραβάλλει ἑαυτὴν εἰςτὴν καρδίαν τοῦ ἀνθρώπου, καὶ οὕτως κρίνεται ὁ ἄν-θρωπος ἕνεκεν βιωτικῶν πραγμάτων. ταῦτα γὰρ πάνταμωρά ἐστιν καὶ κενά. ἡ δὲ μακροθυμία εὐπρόσδεκτοςκαὶ ἰσχυρά. ἀγαλλιωμένη καὶ ἀμέριμνος οὖσα δοξάζειτὸν κύριον ἐν παντὶ καιρῷ. τὸ τρυφερὸν πνεῦμα. μὴἔχον συνήθειαν μετὰ πονηροῦ πνεύματος καὶ σκληρό-τητος κατοικεῖν, ὑποχωρεῖ ἀπὸ τοῦ τοιούτου καὶ ζητεῖκατοικεῖν μετὰ πραΰτητος καὶ ἡσυχίας. ὅταν δὲ ἀπο-στῇ ἀπὸ τοῦ ἀνθρώπου οὗ κατοικεῖ, γίνεται ὁ ἄνθρω-πος ἐκεῖνος κενὸς ἀπὸ τοῦ πνεύματος τοῦ ἁγίου καὶὅλος ἀποτυφλοῦται ἀπὸ τῆς διανοίας τῆς ἀγαθῆς.οὕτως οὖν συμβαίνει πᾶσι τοῖς ὀξυχόλοις. ἄπεχε οὖνἀπ' αὐτῆς, τοῦ πονηροτάτου δαίμονος, ἔνδυσαι δὲ τὴνμακροθυμίαν καὶ τὴν ὑπομονὴν, καὶ ζήσῃ εἰς τοὺς αἰ-ῶνας”. Καὶ ἀναστάντες ηὔξαντο, καὶ καθίσας ὁ ἐπί-σκοπος λέγει αὐτῷ “Ἄκουε καὶ τῆς ἕκτης ἐντολῆς·ἐνετειλάμην σοι ἐν τῇ πρώτῃ ἐντολῇ ἵνα φυλάξῃς τὴνπίστιν καὶ τὸν φόβον καὶ τὴν ἐγκράτειαν”. ἀπεκρίθηὁ Ἀντίοχος “Ναὶ, κύριε, οὕτως ἐστίν”. ἀπεκρίθη ὁἐπίσκοπος “Ἀλλὰ νῦν θέλω σοι δηλῶσαι τὰς δυνά-μεις αὐτῶν, ἵνα νοήσῃς τὴν δύναμιν ἣν ἔχουσιν καὶ τὴνἐνέργειαν. διπλαῖ γάρ εἰσιν. κεῖνται οὖν ἐπὶ δικαίουκαὶ ἀδίκου. σὺ οὖν πίστευε τῷ δικαίῳ, τῷ δὲ ἀδίκῳμηδὲν πιστεύσῃς. δύο εἰσὶν ἄγγελοι μετὰ τοῦ ἀνθρώ-που, ὁ εἷς τῆς πονηρίας καὶ ὁ εἷς τῆς δικαιοσύνης. ὁμὲν τῆς δικαιοσύνης ἄγγελος τρυφερός ἐστιν καὶ αἰ-σχυντηρὸς καὶ πρᾶος καὶ ἰσχυρός. ὅταν οὗτος ἐπὶ τὴνκαρδίαν σου ἀναβῇ, εὐθέως λαλεῖ μετὰ σοῦ περὶ δι-