The Greek Library Author

Anonymous

Commentarius de templo Athenarum

Authority group
Athanasius of Alexandria (catalogue association; authorship remains anonymous)
Edition reference
Commentarius de templo Athenarum [Sp.], ed. A. Delatte, "Le déclin de la légende des vii sages et les prophéties théosophiques," Musée Belge 27 (1923) 107–111.
CTS identifier
urn:cts:greekLit:tlg2035.tlg030.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

107

{Περὶ τοῦ ναοῦ καὶ περὶ τῶν διδασκαλείων καὶ τῶν

θεάτρων ἐν Ἀθήναις.

Ἀθανασίου τοῦ μεγάλου ἐξηγητικὸν περὶ τοῦ

ἐν Ἀθήναις ναοῦ.}

Τοὺς τὰς θείας γραφὰς μὴ ἐπισταμένους ἐξ αὐτῆς λοιπὸν τῆς τῶν

πραγμάτων φύσεως πεῖσαι ὀφείλομεν περὶ θεογνωσίας. ὁρῶμεν γάρ τι-

νας οὐσίας ἐν τῇ κτίσει, οὐ κατὰ φύσιν, ἀλλὰ ὑπὲρ φύσιν μετ' ἀλ-

λήλων ὑπηρετούσας οἷόν τι λέγω, φύσις ἡ τῶν ὑδάτων οὐσία ῥευστὴ

καὶ κατωφερὴς ὑπάρχει· πῶς οὖν ὁρῶμεν τοὺς λεγομένους σίφωνας

108

ἐκ τῆς θαλάσσης ὕδωρ πρὸς τὰς νεφελὰς ἀνάγοντας; τὸ δὲ θαυ-

μαστότερον ὅτι τὸ ἁλμυρὸν ἀνερχόμενον γλυκὺ ἐπὶ γῆς διὰ τῶν ὄμ-

βρων κατέρχεται. πῶς δὲ πάλιν ἡ τῶν σωμάτων φύσις βολιστικὴ

κατὰ φύσιν ὑπάρχουσα ὁρᾶται ἀβόλιστος καὶ ἄδυτος ἐν τοῖς ὕδασι

τῆς Μαρμαρικῆς Πενταπόλεως; οὐ μόνον δέ, ἀλλὰ γὰρ καὶ ὕδατος καὶ

πυρὸς ἐναντία ἡ φύσις ὑπάρχουσα ἐν τῷ ἅμα ἦν ποτε ἐν Λυκίας τῷ

ὄρει τῷ λεγομένῳ Ὀλύμπῳ, καθὼς μυριάδες ἀνδρῶν ἑωράκασι

—καὶ μέχρι τοῦ νῦν ἐκεῖνο βλέπουσι—. καὶ ἄλλα δὲ μυρία παράδοξά

ἐστιν ἐν τῇ κτίσει θεωρούμενα καὶ θαυμαζόμενα ἅτινα οὐκ ἂν οὕτως

ὑπὲρ φύσιν γενέσθαι ἔμελλον, εἰ μὴ οὐσία τις Θεοῦ ἦν τούτων

δεσπόζουσα καὶ τούτοις ἐπιτρέπουσα ἀλλήλοις μὴ ἀντιτάττεσθαι. ὦ

Ἑλλήνων παῖδες, βροντῆς στερρᾶς γινομένης πῶς ἅπασα ἡ τῶν

ἀνθρώπων φύσις τρέμει, φρίττει τε καὶ ἐξίσταται, μηνύουσα διὰ τοῦ

σχήματος ὅτι ὑπὸ δεσπότου ἐστὶ τοῦ τὰς βροντὰς ἐργαζομένου.

Καὶ ταῦτα μὲν πρὸς τοὺς ἀφελεστέρους τῶν Ἑλλήνων εἰς θεογνωσίαν

φέροντα ὑποδείγματα. πρὸς δὲ τοὺς παρ' αὐτοῖς σοφούς, ἐκ φιλοσόφων

ἀρχαίων δυνατῶν μαρτυρίας πολλὰς περὶ θεοσεβείας τινὲς Ἑλλήνων

σοφοὶ ἔφρασαν, ἀλλὰ καὶ τὴν τοῦ Χριστοῦ οἰκονομίαν ἀμυδρῶς

προεμήνυσαν. καὶ γὰρ πρὸ πολλῶν χρόνων τῆς Χριστοῦ ἐπιδημίας, σοφός

τις ὀνόματι Ἀπόλλων θεόθεν, ὡς οἶμαι, ἐπικινηθεὶς ἔκτισε τὸν ἐν Ἀθήναις

ναόν, γράψας ἐν βωμῷ αὐτοῦ· Ἀγνώστῳ Θεῷ. ἐν αὐτῷ τοίνυν συνήχ-

θησαν οἱ πρῶτοι τῶν Ἑλλήνων φιλόσοφοι ἵνα περὶ τοῦ ναοῦ ἐρωτήσωσιν

αὐτὸν καὶ περὶ προφητείας καὶ θεοσεβείας· ὧν τὰ ὀνόματα ἐροῦμεν

109

ταῦτα· πρῶτος Τίτων, δεύτερος Βίας, τρίτος Σόλων, τέταρτος Χείλων,

πέμπτος Θουκυδίδης, ἕκτος Μένανδρος, ἕβδομος Πλάτων. οὗτοι οἱ ἑπτὰ

φιλόσοφοι ἔφησαν τῷ Ἀπόλλωνι· Προφήτευσον ἡμῖν, προφῆτα, ὦ

Ἄπολλον, τίς ἐστιν ὅδε ναὸς τίνος τε εἴη μετὰ σὲ βωμὸς οὗτος; —

πρὸς οὓς ὁ Ἀπόλλων ἔφη· Ὅσα μὲν πρὸς ἀρετὴν καὶ κόσμον ὀρώρετε

ποιεῖν, ποιεῖτε. ἐγὼ γὰρ ἐφετμεύω τρισένα ὑψιμέδοντα, οὗ λόγος

ἄφθεγκτος ἐν ἀδέτῳ κόρῃ ἔγκυμος ἔσται· ὥσπερ πυροφόρον τόξον ἅπαντα

κόσμον ζωγρήσας πατρὶ προσάξει δῶρον· Μαρία δὲ τὸ ὄνομα αὐτῆς.

Ἔστι δὲ ἡ λύσις προφητείας αὕτη *** περὶ μὲν οὖν τοῦ ναοῦ ἐστιν

ὁ πρῶτος λόγος· ὅσα, φησί, πρὸς κόσμον τοῦ ναοῦ καὶ κάλλος δυνατὸν

ὑμῖν ποιῆσαι, τὰ ἀρέσκοντα τῷ θεῷ καὶ ἀνθρώποις 〈ποιεῖτε〉. ἐγὼ γὰρ

ὑπολαμβάνω εἶναι ἐν τῷ οὐρανῷ τρισυπόστατον μέγαν ὕψιστον βασιλέα·

τούτου ἄναρχος θεὸς καὶ λόγος ἐν ἀγάμῳ κόρῃ σαρκοῦται καὶ ὥσπερ

πυροφόρον τόξον—ἢ ὡς δυναμώτερον—〈εἰς〉 ἅπαντα κόσμον

φανήσεται, ἁλιεύων τοὺς ἀνθρώπους ὥσπερ ἰχθύα ἐκ τοῦ βυθοῦ τῆς ἀπιστίας

καὶ ἀγνωσίας, οὕστινας προσάξει τῷ ἑαυτοῦ πατρὶ δῶρον· Μαρία δὲ τὸ

ὄνομα αὐτῆς. καὶ τοῦτο μὲν προφητεύων ὁ Ἀπόλλων εἶπε.

<Τίτων> ἔφη· Ἥξει ἡ νεᾶνις ἔχουσα ἡμῖν γόνον τὸν οὐράνιον, τοῦ θεοῦ

καὶ πατρὸς παῖδα· ἡ ἄνανδρος κόρη κύει. <Βίας> εἶπεν· Οὗτός ἐστιν ἀπὸ

110

οὐρανῶν βεβηκώς, φλογὸς ὑπερβάλλον ἀθάνατον πῦρ· ὃν τρέμει οὐρανὸς

γῆ τε 〈καὶ〉 θάλασσα, τάρταροι καὶ βύθιοι δαίμονες· αὐτοπάτωρ, τρισ-

όλβιος. Σόλων εἶπεν· Ὀψέ ποτε ἐπὶ τὴν πολυσχεδῆ ταύτην

ἐλάσειε θεὸς γαῖαν· καὶ δίχα σφάλματος σὰρξ γενήσεται· ἀκαμάτου

θεότητος 〈ὅροις〉 ἀνιάτων παθῶν λύσει φθοράν. καὶ τούτῳ πικρὸς γε-

νήσεται φθόνος λαοῦ καὶ πρὸς ὕψος κρεμασθείς, ὡς θανάτου κατάδικος,

πάντα πράως πείσεται. <Χείλων> εἶπεν· Ἀκάματος φύσις θεοῦ γενή-

σεται· ἐξ αὐτοῦ δὲ ὁ αὐτοῦ οὐσιοῦται λόγος. <Θουκυδίδης> εἶπε· Θεὸν

σέβου καὶ μάνθανε· μὴ ζήτει δὲ τίς ἐστι καὶ πῶς· εἴτε γὰρ ἔσ-

τιν εἴτε οὐκ ἔστιν, ὡς ὄντα τοῦτον σέβου καὶ μάνθανε· εὐσεβὴς

γὰρ τὸν νοῦν ὁ θέλων μανθάνειν θεόν. <Μένανδρος> εἶπεν· Ὁ παλαιὸς

νέος καὶ ὁ νέος ἀρχαῖος· ὁ πατὴρ γόνος καὶ ὁ γόνος πατήρ· τὸ

ἓν τρία καὶ τὰ τρία ἕν· ἄσαρκον σαρκικόν· γῆ τέτοκε τὸν οὐράνιον

βασιλέα. <Πλάτων> εἶπεν· Ἐπειδὴ ὁ θεὸς ἀγαθός, οὐ πάντων ἐστὶν αἴτιος,

ὡς οἱ πολλοὶ λέγουσιν· πολλῶν δὲ ἀναίτιος· καὶ τῶν μὲν ἀγαθῶν,

οὐδενὸς ἄλλου, φαμὲν αἴτιον εἶναι· μόνον τῶν καλῶν, κακῶν δὲ οὐκέτι.

Αὖ πάλιν ἔφησαν οὗτοι οἱ ἑπτὰ καὶ εἶπον· Εἶεν περὶ τῆς τοῦ Χριστοῦ

οἰκονομίας καὶ περὶ τῆς ἁγίας τριάδος.

111

Ἄλλος δέ τις τῶν Ἑλλήνων σοφὸς μεθ' ἑτέρων τινῶν, <Ἀσκληπιὸς>

λεγόμενος, ᾔτησεν τὸν <Ἑρμῆν> τῶν πάντων φιλοσόφων φιλοσοφώτερον

δοῦναι αὐτοῖς λόγον περὶ θεοῦ φύσεως. ὁ δὲ <Ἑρμῆς> λαβὼν

σιφέριον ἔγραψεν οὕτως· Εἰ μὴ πρόνοιά τις τοῦ τῶν πάντων κυρί-

ου, οὐ μὴν τὸν λόγον τοῦτον ἀποκαλύψαι ἠβούλετο οὐδὲ ὑμᾶς τοι-

ούτοις ἔργοις κατεῖχεν ἵνα περὶ τούτων ἐρωτήσητε. οὐ γὰρ ἐφικτόν

ἐστιν εἰς ἀμυήτους τοιαῦτα παρασχέσθαι μυστήρια, ἀλλὰ τῷ νοὶ

ἀκούοντες ἀκούσατε· ἓν μόνον ἦν· φῶς νοερὸν πρὸ φωτὸς νοεροῦ· καὶ

ἦν αὐτῷ ἕνωσις ἐκ τοῦ νοῦ φωτὶ καὶ πνεύματι· τὰ πάντα ἐξ αὐτοῦ

καὶ εἰς αὐτόν· γόνιμος ἐκ γονίμου κατελθὼν ἐπὶ γονίμῳ ὕδατι ἔγκυον

τὸ ὕδωρ ἐποίησεν.

Οἶδας πῶς οἱ τῶν Ἑλλήνων παῖδες προεφήτευσαν καὶ τὸν προά-

ναρχον Θεὸν καὶ τὸν συνάναρχον αὐτοῦ Υἱὸν καὶ Λόγον καὶ τὸ σύν-

θρονον αὐτοῦ καὶ ὁμοούσιον Πνεῦμα προεκήρυξαν καὶ τὰ τίμια τοῦ

σταυροῦ πάθη προεκήρυξαν· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἀνάρχῳ

Πατρὶ καὶ τῷ Παναγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

δημουργὸς] δημιουργὸς; αὐτῷ] ἑαυτῷ*ἵνεκεν] ἕνεκενπροσαγαγὼν] προσάγων*; τῇ] + περὶ*; πολλῆς τιμῆς] ~*;ἀξιοῦται] καταξιοῦται*; καταστρέφει] <στ><κτ>ρέφει G; ἢ] οὔτε*;εἰς] ἐπὶ*ἄλλα] τὰ ὅλα*; συνεῖχε] συνεῖχ Gἐνοικοῦντα] ἐνοικήσαντα*(= Fragm. 87, 18—21)(= Fragm. 88, 5—10)σώματος] + ἅπαξ*ἐπ' αὐτὴν] ἐπὶ ταύτην*; διὰ] + τῆς*ἔσω] ἔξω* Τοῦ αὐτοῦ περὶ τῆς τοῦ Χριστοῦ κατὰ σάρκα γεννή- σεως. ἐκ τῆς ἀπολογίας τῆς Διονυσίου ἀρχιεπισκόπου Ἀλεξανδρείας.Ὅτε γὰρ ἔλαβεν ὅπερ εἶχε προσενεγκεῖν ὑπὲρ ἡμῶν, ἦν δὲ τοῦτο τὸ ἐκΜαρίας τῆς παρθένου σῶμα, τότε καὶ τὸ δεδημιουργῆσθαι καὶ τὸ γεγενῆ-σθαι καὶ τὸ πεποιῆσθαι περὶ αὐτοῦ γέγραπται· ἀνθρώποις γὰρ ἁρμότ-τουσιν αἱ τοιαῦται λέξεις.παντὸς] + κόσμου*; ἐκτίσθη] ἐκτίσθησαν*; ὑπὸ] ἐκ*; δι' δ]διό Gἑστῶτα] + τῆς δυνάμεως*σαφὴς ἔλεγχος ταῦτα τοῦ θεοκτόνου. ση(μαίνει);ἀρχόμενος] ἐρχόμενος G1, ἀρχόμενος G2.ἀρχόμενος] ἐρχόμενος G. Τοῦ αὐτοῦ περὶ τοῦ βαπτίσματος τοῦ δεσπότου Χριστοῦ. ἐκ τοῦ πρὸς Ἀρειανοὺς λόγου.Καὶ μή τις νομίσῃ, ὅτι μὴ ἔχων ἐλάμβανε τὸ πνεῦμα. αὐτὸς γὰρ τοῦτοἄνωθεν ἔπεμπεν ὡς θεὸς καὶ αὐτὸς αὐτὸ κάτω ὑπεδέχετο ὡς ἄνθρωπος.ἐξ αὐτοῦ εἰς αὐτὸν κατῄει ἐκ τῆς θεότητος αὐτοῦ εἰς τὴν ἀνθρωπότητααὐτοῦ.