Commentarius de templo Athenarum
- Authority group
- Athanasius of Alexandria (catalogue association; authorship remains anonymous)
- Edition reference
- Commentarius de templo Athenarum (cod. Bodleianus Roe 5) [Sp.], ed. A. von Premerstein, "Ein pseudo-athanasianischer Traktat mit apokryphen Philosophensprüchen im Codex Bodleianus Roe 5," in Εἰς μνήμην Σπυρίδωνος Λάμπρου [Athens: Hestia, 1935]: 183–186.
- CTS identifier
urn:cts:greekLit:tlg2035.tlg032.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
151v
μενος τούτοις ἔφη· Ὅσα μὲν πρὸς ἀρετὴν καὶ κόσμον ὄρωρε ποιεῖν, ποιεῖτε, ἐγὼ
δὲ ἐφετμεύω τρεῖς ἕνα μοῦνον ὑψιμέδοντα θεόν, οὗ λόγος ἄφ〈θεγκτος〉, ἐν ἀδαεῖ
κόρῃ ἔγκυμος γενόμενος, ἐν ἅπαντι κόσμῳ
152r
ὥσπερ πυρφόρον τόξον δια-
δραμὼν ἁλιεύσει τοὺς ἀνθρώπους ὥσπερ ἰχθύας βυθοῦ ἐκ τῆς ἀπιστίας, οὓς καὶ
ζωγρήσας πατρὶ προσάξει δῶρον· Μαρία δὲ τοὔνομα αὐτῆς. καὶ ταῦτα προφητεύ-
σας Ἀπόλλων εἶπε.
152v
<Τιτᾶν> οὕτως· εἶπε· Ἥξει ἀνίσχουσα ἐν ἡμῖν κόρη ἡ ἄναν-
δρος, ἡ μέλλουσα τὸν οὐράνιον τοῦ θεοῦ καὶ πατρὸς παῖδα φύειν.
Ὁ <Βίας> εἶπεν· Οὐκ ἐφικτὸν μὲν ταῦτα πρὸς ἀνοήτους εἰπεῖν, πλὴν τῷ
νοῒ ἀκούσατε, ὅτι οὗτός ἐστιν ὁ ἀπ' οὐρανοῦ μεγάλως βεβηκώς, φλογὸς ἀθάνατον
ἀένναον ὑποβαλὼν πῦρ, ὃν τρέμει οὐρανὸς γαῖά τε καὶ θάλασσα καὶ τάρταρος βύ-
θιος δαίμουσιν (sic), αὐτοπάτωρ, τρισόλβιος.
153r
Τῆς σοφωτάτης <Σιβύλλης>. Ὀψέ ποτε ἐπὶ τὴν πολυσχεδῆ ταύτην
ἐλάσειε θεὸς γῆν· καὶ δίχα σφάλματος σὰρξ γενήσεται· ἀκαμάτοις θεότητος ὅροις
ἀνιάτων παθῶν λύσει φθοράς.
153v
καὶ τούτῳ φθόνος λαοῦ γενήσεται καὶ
πρὸς ὕψος κρεμασθήσεται ὡς θανάτου κατάδικος καὶ πάντα πραέως πείσεται.
<Σόλων> εἶπε· Γόνος ἐκ γόνου κατελθὼν τοῦ γεννήτορος γόνιμον ὕδωρ
ἐποίησε τὸ τῆς γῆς.
154r
<Χείλων> ἔφη· Ἀκάματος φύσις θεοῦ γενήσεται· ἐξ αὐτοῦ δὲ
ὁ αὐτὸς οὐσία καὶ λόγος.
<Θουκυδίδης> ὁ ῥήτωρ εἶπε· Θεὸν σέβου καὶ μάνθανε, καὶ μὴ ζήτει,
ὁποῖός ἐστιν· ὡς ὄντα τοῦτον καὶ σέβου καὶ γνῶθι· εὐσεβὴς γὰρ τὸν νοῦν
154v
ὁ θέλων μανθάνειν θεόν. καὶ ταῦτα μὲν ὁ Θουκυδίδης εἶπε.
Ὁ <Μένανδρος> ἔφη· Ὁ παλαιὸς νέος καὶ ὁ νέος ἀρχαῖος· ὁ πατὴρ
γόνος καὶ ὁ γόνος πατήρ· ἓν τρία· ἄσαρκον σαρκικόν. γῆ τέτοκε τὸν οὐράνιον
βασιλέα.
155r
Ὁ <Πλάτων> εἶπε· Ἐπειδὴ ὁ θεὸς ἀγαθός ἐστι, οὐ πάντων
ἦν αἴτιος, ὡς οἱ πολλοὶ νομίζουσιν, πολλῶν δὲ ἀναίτιος· καὶ τῶν μὲν ἀγαθῶν οὐδὲν
ἄλλο φαμὲν ἢ αἴτιον μόνον εἶναι 〈τῶν ἀγαθῶν〉, κακῶν δὲ οὐκέτι.
Βλέπε οὖν ὁ ἀναγινώσκων καὶ ὁ ἀκροώμενος, ὅτι καὶ οἱ τῶν Ἑλλήνων σοφοὶ
καλῶς τινες ἐξ αὐτῶν προεφήτευσαν καὶ τὸν προάναρχον Θεὸν καὶ τὸν συνάναρχον
Υἱὸν καὶ τὸ ὁμοούσιον καὶ σύνθρονον αὐτοῦ Πνεῦμα ἐκήρυξαν καὶ τὴν
155v
παναγίαν Παρθένον ὠνόμασαν καὶ αὐτὰ τὰ τίμια τοῦ Χριστοῦ πάθη τὰ ἐν σταυρῷ
γεγονότα προεῖπον.
Ἕτεροι χρησμοὶ τοῦ <Ἑρμοῦ> τοῦ Ἕλληνος περὶ θεότητος· Ἀκοιμήτου
πυρὸς ὄμμα, γρήγορε, δρόμον αἰθέρος ζωογονῶν, ἡλίου θέρμην κρατύνων, λαίλαπι
μεθιστῶν νέφη, τοὔνομα μὴ χωροῦν ἐν κόσμῳ, ἄφθιτον, ἀένναον, παντεπίσκοπον,
ἐπίφοβον ὄνομα.
156r
Ἕτερος χρησμὸς <Ἀπόλλωνος> ἐν Δελφοῖς, ἐν ᾧ καὶ
ἐρώτησίς τις βασιλέως Ἰάσωνος, ὅτε ἐκτίζετο ὁ ναὸς τοῦ Ἀπόλλωνος εἰς τὸ Πύθιον
εἰς τὸ Ἄργος Εἷς με βιάζεται οὐράνιος φώς· καὶ ὁ παθὼν θεός ἐστιν καὶ οὐ
θεότης ἔπαθεν· ἄμφω γὰρ βροτὸς ὁμῶς καὶ ἄβροτος, ὁ αὐτὸς θεὸς ἢ καὶ ἀνήρ,
πάντα φέρων παρὰ πατρός, ἔχων δὲ τῆς μητρὸς ἅπαντα, πατρὸς δὲ ζώων ἀλκήν,
μητρὸς δὲ θνητῆς σταυρόν, τάφον, ὕβριν ἀλίτην· τοῦ καὶ ἀπὸ
156v
βλεφά-
ρων ποτὲ χεύατο δάκρυα θερμά. ὃς πέντε χιλιάδας ἐκ πέντε πυρῶν κορέσατο,
θελητὴν ἄβροτος ἀλκήν. Χριστὸς ὁμῶς θεός ἐστιν, ἐν ξύλῳ τανύσθη, ὃς θάνεν,
ὃς ἐτάφη, εἰς πόλον ὦρτο.
157v
Βίβλος αὕτη τετέλεσθαι.
{[Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξαν-δρείας ἀντίγραφον ὃ ἔγραψε Λιβερίῳ ἀρχιεπισκόπῳ Ῥώμης, ὅτιτέλειον ἄνθρωπον ἀνέλαβεν ὁ θεὸς Λόγος ὑπὲρ τῆς ἡμετέραςσωτηρίας.]} Εἷς θεὸς ἀθάνατος, ἀόρατος, ἀψηλάφητος· „Πνεῦμα γὰρ ὁ θεός“,οὗτος ἀχώρητος μὴ ἔχων τόπον, ὅπου οὐκ ἔστιν. ὁ τούτου Λόγοςἀθάνατος, σοφία ἄφθαρτος, ἀόρατος, τούτου καλεῖται υἱὸς πρωτό-τοκος, συνεργός, ἄναρχος, ἀψηλάφητος, ”μήτε ἀρχὴν ἡμερῶν ἔχων μήτετέλος ζωῆς” προσδοκῶν. „διὰ τούτου ἐγένετο τὰ πάντα καὶ χωρὶςαὐτοῦ ἐγένετο οὐδὲ ἕν“. οὗτος ὁ πλάσας τὸν ἄνθρωπον· οὗτος ὁτὴν κιβωτὸν δείξας, πῶς ἵνα γένηται· οὗτος ὁ τὴν ἐπαγγελίαν δοὺςτῷ Ἀβραάμ· οὗτος ὁ καταβὰς ἐπὶ τῷ σῶσαι τὸν λαόν, ὁ Μωσεῖ τὸννόμον δούς· οὗτος ”ὁ θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸςἸακώβ”, „ὁ ἐν τοῖς προφήταις λαλήσας“, ὁ διαθέμενος τὴν παλαιὰνκαὶ τὴν καινὴν διαθήκην· ὁ ”ἐπὶ ἐσχάτου τῶν ἡμερῶν” σάρκα ἐκπαρθένου λαβὼν θνητὴν οὐκ αὐτὸς ὢν θνητός, ἀσθενῆ οὐκ αὐτὸςἀσθενής, ὀφειλομένην θανάτῳ οὐκ αὐτὸς ὀφειλόμενος, ὁρατὴν οὐκαὐτὸς ὁρατός· αὕτη ἐκρεμάσθη οὐκ αὐτός, αὕτη ἐτάφη οὐκ αὐτός,αὕτη πάντα τὰ ἀνθρώπινα πάθη ὡς ἄνθρωπος ὑπέμεινεν οὐκ αὐτός·ἐκεῖνος δὲ δύναμις θεοῦ, τουτέστι θεός. ὁ τὰ ἄλυτα τοῦ ἅδου λύσαςκαὶ τὸ κράτος τοῦ διαβόλου καταργήσας ἀνέβη ὅθεν καὶ κατέβη·ἐγείρας ἐκεῖνο τὸ ταφὲν προσήνεγκε τῷ πατρί, ἐλευθερώσας, οὗἐκράτει, τοῦ θανάτου. ἐν τούτῳ τὸν πατέρα νοοῦμεν—ἓν γὰρκαὶ ταὐτὸ τῇ θεότητι, τῇ δυνάμει, τῇ οὐσίᾳ, τῇ ὑποστάσει, τῇδόξῃ, τῷ ὀνόματι τοῦ θεοῦ—καὶ αὐτὸν τὸν υἱὸν ἐν τῷ πατρί. οὗτοςὁ μετὰ τὸ λαβεῖν τὴν σάρκα Ἰησοῦς κληθείς, καθότι καὶ ἄνθρωπος,τουτέστιν ἀνέλαβεν ἄνθρωπον ἐν ἑαυτῷ, „ἐν ᾧ πᾶν τὸ πλήρωματῆς θεότητος οἰκεῖ σωματικῶς“. τοῦτον ἔχομεν οὐ διακεχωρισ-μένον ἀπὸ τοῦ πατρὸς ἢ τοῦ ἁγίου πνεύματος οὐδὲ τὸν πατέραλέγοντες καταβεβηκέναι καὶ ἐν ἀνθρώπῳ γενέσθαι. οὕτωςεἷς θεὸς παντοκράτωρ παρ' ἡμῖν πιστεύεται. καὶ διὰ τοῦτοἡ πίστις ἡμῶν ἐστὶν εἰς ἕνα θεόν, πατέρα παντοκράτορα, καὶ εἰςτὸν υἱὸν αὐτοῦ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν καὶ εἰς τὸ ἅγιονπνεῦμα· ταῦτα δὲ ἐξ ἑνότητος μιᾶς θεότητος, μιᾶς δυνάμεως,μιᾶς ὑποστάσεως, μιᾶς οὐσίας, μιᾶς δοξολογίας, μιᾶς κυριότητος,μιᾶς βασιλείας, μιᾶς εἰκόνος τῆς τριάδος ὁμοούσιον, ”δι' οὗ τὰ πάνταἐγένετο”. οὕτως καὶ σαρκὸς ἀνάστασιν πιστεύομεν τουτέστιν„τοῦ σώματος ἡμῶν“ κατὰ τὰς ἁγίας γραφάς, τοῦ φθαρτοῦ καὶ θνητοῦαὐτοῦ μεταβαλλομένου εἰς ἀφθαρσίαν καὶ ἀθανασίαν ὑπὸ τοῦ θεοῦ.ἀμήν.{Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας λόγος πρὸςζακχαίον νομοδιδάσκαλον τῶν Ἰουδαίων.} Ζακχαίος εἶπεν: Πλανᾶσθε οἱ Χριστιανοὶ πρῶτον ὅτι νομίζετεκαὶ ἑτέρους θεοὺς εἶναι παρὰ τὸν ἕνα καὶ μόνον θεόν· τῆς γραφῆςπανταχοῦ λεγούσης, ἕνα εἶναι θεόν: ἄκουε φησὶν Ἰσραήλ. κύριοϲὁ θεόϲ σου εἷϲ ἐστίν· καὶ πάλιν· ἐγὼ θεὸϲ πρῶτοϲ καὶ ἐγὼ μετὰ ταῦτα·καὶ πλὴν ἐμοῦ οὐκ ἔστι θεόϲ. καὶ πάλιν· ἄκουσον λαόϲ μου καὶ λαλήσωσοι ἰσραὴλ καὶ διαμαρτυροῦμαί σοι· ἰσραήλ, ἐὰν ἀκούσῃϲ μου, οὐκ ἔστινἐν σοὶ θεὸϲ πρόσφατοϲ οὐδὲ προσκυνήσῃϲ θεῷ ἀλλοτρίῳ. ἐγὼ γὰρ εἰμὶκύριοϲ ὁ θεόϲ σου, ὁ ἀναγαγών σε ἐκ γῆϲ αἰγύπτου. καὶ ἄλλα μυρίαταῦτα· δεύτερον δὲ ὅτι καὶ θεὸν λέγετε τὸν χριστόν· καὶ παθητὸν αὐτὸνκαὶ ἐκ γυναικός, ἀκούοντες οὐκ αἰσχύνεσθε: Ἀθανάσιος εἶπεν: Θέλεις οὖν σοι πρότερον δείξω ὅτι θεὸς καὶὁ χριστὸς ἐν τῇ γραφῇ γέγραπται· καὶ οὐκ εἰσὶ δύο θεοί. καὶ οὕτως,ὅτι καὶ παθητὸς ὁ χριστός, καὶ ἐκ γυναικός. καὶ οὔκ ἐστιν αἰσχύνητοῖς ἐπικαλουμένοις αὐτόν; ζακχαίος εἶπεν: Δεῖξον ὅτι θεὸς καὶ ὁ χριστὸς καὶ οὐκ εἰσὶ δύο θεοί: ἀθανάσιος εἶπεν: Πρῶτον ὅτι θεὸς ὁ χριστὸς διδάχθητι· καὶ τότεμαθήσῃ ὅτι οὐ δύο θεοί: ζακχαίος: Εἰπέ: