The Greek Library Author

Anonymous

tlg2035.tlg034

Authority group
Athanasius of Alexandria (catalogue association; authorship remains anonymous)
Edition reference
Dialogus Athanasii et Zacchaei [Sp.], ed. F. C. Conybeare, The dialogues of Athanasius and Zacchaeus and of Timothy and Aquila, Oxford: Clarendon Press, 1898: 1–63.
CTS identifier
urn:cts:greekLit:tlg2035.tlg034.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

3

ἀθανάσιος εἶπεν: Βούλομαί σε ἀπὸ τῆς πρώτης βίβλου ὁδηγῆσαι,

καὶ οὕτως ἐφεξῆς ἐπὶ τὰς ἄλλας ἀγαγεῖν:

ζακχαίος εἶπεν: Οὐκ ἔχεις δεῖξαι:

ἀθανάσιος εἶπεν: Κἂν λέγῃ μωυσῆς εἰρηκέναι τὸν θεόν· ποιήσωμεν

ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν. τίνι λέγεις αὐτῷ τὸν θεὸν

εἰρηκέναι;

4

ζακχαίος εἶπεν: Ἦν γὰρ τότε ὁ χριστός, ὁ ἐπὶ καίσαρος

αὐγούστου γεννηθείς;

ἀθανάσιος εἶπεν: Ἦν ἀεὶ θεὸς λόγος ὤν· χριστὸς δὲ ἐκλήθη ἑνωθεὶς

τῇ σαρκί:

ζακχαίος εἶπε: Πόθεν δῆλον ὅτι ἦν;

ἀθανάσιος εἶπε: Τέως γνῶμεν τίνι ἔλεγε· καὶ οὕτως εὑρίσκεται

πότερον εἰ ὁ αὐτὸς ἐστὶν ὁ σαρκωθείς, ἢ οὔ;

5

ζακχαίος εἶπεν: Ἐγὼ λέγω ὅτι οὔκ ἐστιν ὁ χριστὸς ᾧ ἔλεγεν:

ἀθανάσιος εἶπεν: Ὅλως ἔλεγέ τινι ὁ θεὸς ποιήσωμεν ἄνθρωπον

κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν;

ζακχαίος εἶπεν: Ἑαυτῷ ἔλεγε:

ἀθανάσιος εἶπεν: Ἀλλ' οὐκ εἶπε ποιήσω ἄνθρωπον, ἀλλὰ

ποιήσωμεν:

6

ζακχαίος εἶπε: Τοῖς ἀγγέλοις ἔλεγε:

ἀθανάσιος εἶπε: Καὶ τοὺς ἀγγέλους, τοῦ θεοῦ συνεργοὺς λέγεις;

ζακχαίος εἶπε: Καὶ τί ἄτοπον;

ἀθανάσιος εἶπε: Οὐκέτι οὖν πάντα ἐν σοφίᾳ ἐποίησεν;

7

ζακχαίος εἶπε: Καὶ πάντα ἐν σοφίᾳ ἐποίησε:

ἀθανάσιος εἶπε: Δῆλον οὖν ὅτι αὐτῷ ἔλεγε, ποιήσωμεν ἄνθρωπον

κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν:

ζακχαίος εἶπε: Τί οὖν, ἡ σοφία τοῦ θεοῦ χριστός ἐστιν;

ἀθανάσιος εἶπεν: Μὴ σπεῦδε· ἀλλὰ μετὰ πραότητος καὶ φόβου,

συνείδησιν ἔχοντος ἀγαθὴν ζητήσωμεν:

ζακχαίος εἶπε: Πῶς ἔχεις δεῖξαι ὅτι ἡ σοφία ἐστὶν ὁ χριστός;

ἀθανάσιος εἶπε: Συντίθεσαι ὅλως, ὅτι πάντα ἐν σοφίᾳ ἐποίησεν ὁ θεόϲ;

ζακχαίος 〈εἶπεν〉: Οὕτως γέγραπται:

8

ἀθανάσιος 〈εἶπεν〉: Ἡ δὲ σοφία αὐτὴ καὶ ὁ λόγος αὐτοῦ εἴρηται,

ὡς ὁ προφήτης λέγει· τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν.

ζακχαίος εἶπε: Ναί· ἀλλ' οὐχὶ ὁ χριστὸς εἶπεν:

ἀθανάσιος εἶπε: Τέως ὁμολόγησον ὡς ἡ σοφία ἐστὶν ὁ λόγος ᾧ εἶπε

ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν· ὡς οὔσης εἰκόνος

τοῦ ἀρχετύπου:

ζακχαίος εἶπε: Ναί:

9

ἀθανάσιος εἶπεν: Ἡμετέραν δὲ εἰρηκώς, καὶ τοῦ ἀκούοντος τὴν

ὑπόστασιν ἔδειξεν· οὐ γὰρ εἶπε κατ' εἰκόνα καὶ ὁμοίωσιν ἐμήν, ἀλλὰ κατ'

εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν:

ζακχαίος εἶπε: Θέλεις εἰπεῖν ὅτι ἄλλος θεὸς ἐστὶν ἡ σοφία τοῦ

θεοῦ;

ἀθανάσιος εἶπεν: Ἄλλος θεὸς ἐκτὸς τοῦ θεοῦ οὐκ ἔστιν· ὥσπερ οὐδὲ

ἄλλο φῶς τὸ ἀπαύγασμα τοῦ φωτόϲ· ἀλλὰ φῶς μὲν τὸ φῶς, καὶ τὸ

ἀπαύγασμα φῶς· ἀλλ' οὐχὶ ἄλλο καὶ ἄλλο φῶς· οὕτως καὶ ἡ σοφία

τοῦ θεοῦ· θεός, ἀλλ' οὐχὶ ἄλλος καὶ ἄλλος θεός· γέγραπται γάρ· ἐγὼ εἰμὶ

θεὸϲ καὶ οὐκ ἔστιν ἄλλοϲ· καὶ πάλιν· Κύριε ὁ θεὸϲ ἡμῶν· πλήν σου

ἄλλον οὐκ οἴδαμεν:

10

ζακχαίος εἶπεν: Οὐκοῦν θεὰ ἐστὶν ὁ χριστός:

ἀθανάσιος εἶπεν: Θεός, εἰπέ· καὶ μὴ ὡς ἰουδαῖος νόμιζε, ἐπὶ τῶν

ἀσωμάτων τὰ θηλυκὰ ὀνόματα καὶ τὰ ἀρρενικὰ ὁμοίως λέγεσθαι, ὡς καὶ

ἐπὶ τῶν σωμάτων· ἐπεὶ καὶ ἡ ψυχή σου θηλυκῷ ὀνόματι κέκληται ψυχή·

καὶ οὐκ ἔστι θήλεια καὶ ἄρρην ψυχή:

11

ζακχαίος εἶπε: Δεῖξον μοι ὅτι θεὸς λέγεται καὶ ἡ σοφία τοῦ θεοῦ

ἐν ἰδίῳ προσώπῳ:

ἀθανάσιος εἶπε: Τέως ἐδείχθη ὅτι ἔστι τις δύναμις κατὰ τὴν γραφὴν

ᾗ λέγει ὁ θεός· ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν,

καὶ ὅτι ταύτην τὴν δύναμιν σοφίαν τοῦ θεοῦ εἶναι ὁ προφήτης εἶπε

λέγων· πάντα ἐν σοφίᾳ ἐποίησαϲ· καὶ αὐτὴν τὴν σοφίαν λόγον ὠνόμασε

λέγων· τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν· καὶ τῷ πνεύματι τοῦ

στόματοϲ αὐτοῦ πᾶσα ἡ δύναμιϲ αὐτῶν· ὅτι δὲ οὔτε λόγος διὰ φωνητηρίων

ὀργάνων ἀναπεμπόμενος, οὔτε πνεῦμα διὰ τῶν ἀναπνευστικῶν δῆλον ὅτι ἐκ

τοῦ ἀσώματον εἶναι τὸν θεόν:

12

ζακχαίος εἶπεν: Ἔστω τὶς δύναμις καὶ ἡ σοφία ᾗ λέγει·

ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν· μὴ καὶ θεὸς

ἐστὶν ἡ δύναμις;

ἀθανάσιος εἶπε: Αὐτῇ ταύτῃ τῇ δυνάμει λέγει ὁ θεός· ἰδοὺ γέγονεν

ἀδὰμ ὡϲ εἷϲ ἐξ ἡμῶν:

ζακχαίος εἶπεν: Εἰ γὰρ εἶπεν ἰδοὺ γέγονεν ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν

〈θεός〉;

13

ἀθανάσιος εἶπεν: Ὁμολογεῖς τέως· ὅτι ἔστι τις δύναμις, ᾗ

συνήθως συνομιλεῖ ὁ θεός· καὶ αὐτὴ ἐστὶν ἡ λέγουσα διὰ τοῦ σολομῶνος·

ἡνίκα ἡτοίμαζε τὸν οὐρανόν, συμπαρήμην αὐτῷ, καὶ ἤμην παρ' αὐτῷ

ἁρμόζουσα· καὶ τό, ἐγὼ ἤμην ᾗ προσέχαιρεν:

ζακχαίος εἶπε: Μὴ εἶπεν ὅτι ἐγὼ ἤμην ὁ θεός;

ἀθανάσιος εἶπε: Προκοπτέτω ὁ λόγος ἡλικίᾳ καὶ σοφίᾳ πνευ-

ματικῇ:

ζακχαίος εἶπε: Δεῖξον ὅτι θεὸς καὶ ἄλλος ἐστίν:

ἀθανάσιος εἶπεν: Ἐὰν μὴ μάθῃ τις τὰ στοιχεῖα, συλλαβὰς ἀναγνῶναι

οὐ δύναται· ἀνάγκη οὖν σε στοιχειωθῆναι καὶ οὕτως νοῆσαι τὰ λεγόμενα

καὶ σημαινόμενα διὰ τῶν στοιχείων:

14

ζακχαίος εἶπεν: Ἰδοὺ ἔγνων ὅτι ἔστι τις δύναμις ᾗ προσέχαιρεν

ὁ θεός· μή, ὅτι καὶ θεός ἐστιν ἔδειξας;

ἀθανάσιος εἶπεν: Ἐὰν λέγῃ ἡ γραφή· καὶ ὤφθη κύριοϲ ὁ θεὸϲ τῷ

ἀβραάμ. καὶ εἶπεν· οὐ μὴ κρύψω ἐγὼ ἀπὸ ἀβραὰμ τοῦ παιδόϲ μου ἃ ἐγὼ

ποιῶ. ἀβραὰμ δὲ γινόμενοϲ ἔσται εἰϲ ἔθνοϲ μέγα καὶ πολύ. Καὶ ἐν-

ευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆϲ γῆϲ· ᾔδει γὰρ ὅτι συντάξει

τοῖϲ υἱοῖϲ αὐτοῦ καὶ τῷ οἴκῳ αὐτοῦ μετ' αὐτόν. καὶ φυλάξουσι τὴν ὁδὸν

κυρίου τοῦ θεοῦ· τοῦ ποιεῖν ἐλεημοσύνην καὶ κρίσιν· ὅπωϲ ἂν ἐπαγάγῃ

κύριοϲ ὁ θεὸϲ ἐπὶ ἀβραὰμ ἃ ἐλάλησε πρὸϲ αὐτόν· εἶπε δὲ κύριοϲ ὁ θεόϲ·

κραυγὴ σοδόμων καὶ γομόρραϲ πεπλήθυνται πρόϲ με, καὶ αἱ ἁμαρτίαι

αὐτῶν μεγάλαι σφόδρα. καταβὰϲ οὖν ὄψομαι εἰ κατὰ τὴν κραυγὴν

αὐτῶν συντελοῦνται τὴν ἐρχομένην πρόϲ με. εἰ δὲ μή, ἵνα γνῷ. καὶ

ἀποστρέψαντεϲ ἐκεῖθεν οἱ ἄνδρεϲ, ἦλθον εἰϲ σόδομα. ἀβραὰμ δὲ ἦν ἔτι

ἑστηκὼϲ ἐναντίον τοῦ κυρίου. καὶ εὐλογήσαϲ ἀβραὰμ εἶπεν· μὴ

συναπολέγῃϲ δίκαιον μετὰ ἀσεβοῦϲ. καὶ ἔσται ὁ δίκαιοϲ ὡϲ ὁ ἀσεβήϲ.

ἐὰν ὦσι πεντήκοντα δίκαιοι ἐν τῇ πόλει ἀπολεῖϲ αὐτούϲ; οὐκ ἀνήσειϲ

πάντα τὸν τόπον ἐκεῖνον, ἕνεκεν τῶν πεντήκοντα δικαίων, ἐὰν ὦσιν ἐν

αὐτῇ; μηδαμῶϲ σὺ ποιήσειϲ τὸ ῥῆμα τοῦτο, ἀποκτεῖναι δίκαιον μετὰ

ἀσεβοῦϲ, καὶ ἔσται ὁ δίκαιοϲ ὡϲ ὁ ἀσεβήϲ; μηδαμῶϲ ὁ κρίνων πᾶσαν γῆν

οὐ ποιήσειϲ κρίσιν; εἶπε δὲ κύριοϲ ὁ θεόϲ· ἐὰν εὕρω ἐν σοδόμοιϲ

πεντήκοντα δικαίουϲ ἐν τῇ πόλει, ἀφήσω πάντα τὸν τόπον δι' αὐτούϲ.

καὶ οὕτως ὑφελὼν πέντε· καὶ πάλιν πέντε· ἦλθεν ἕως δέκα. τίνα οὖν

λέγεις τῷ ἀβραὰμ ταῦτα λελαληκέναι, αὐτὸν τὸν θεόν, ἢ τὴν δύναμιν αὐτοῦ;

ζακχαίος εἶπεν: Αὐτὸν τὸν θεόν:

15

ἀθανάσιος εἶπεν: Ὅτ' ἂν λέγῃ ἡ γραφή· καὶ κύριοϲ ὁ θεὸϲ

ἔβρεξεν ἐπὶ σόδομα καὶ γόμορρα θεῖον καὶ πῦρ παρὰ κυρίου ἐκ τοῦ

οὐρανοῦ. καὶ κατέστρεψε τὰϲ πόλειϲ ταύταϲ καὶ πᾶσαν τὴν περίχωρον.

ἄρα παρὰ ποίου κυρίου κύριοϲ ὁ θεὸϲ ἔβρεξε ἐπὶ σόδομα καὶ γόμορρα θεῖον

καὶ πῦρ;

ζακχαίος εἶπεν: Οὐ λέγει κύριοϲ ὁ θεὸϲ ἔβρεξεν· ἀλλὰ κύριοϲ ἔβρεξεν:

ἀθανάσιος: Καὶ μάλιστα τὰ πλείονα τῶν ἀντιγράφων, Κύριοϲ ὁ θεὸϲ

ἔχουσιν. δῶμεν δὲ ὅτι οὐ πρόκειται ὁ θεός· οὔκ ἐστι δῆλον ὅτι ὁ βρέξας

ὁ εἰρηκὼς τῷ λώτ· ἰδοὺ ἐθαύμασά σου τὸ πρόσωπον καὶ ἐπὶ τῷ ῥήματι

τούτῳ τοῦ μὴ καταστρέψαι τὴν πόλιν περὶ ἧϲ ἐλάλησαϲ:

16

ζακχαίος εἶπεν: Οὔ· ἀλλὰ τὸ κύριοϲ ἔβρεξεν ἐπὶ σόδομα καὶ

γόμορρα παρὰ κυρίου πῦρ καὶ θεῖον. τοῦτ' ἔστιν, ἄγγελος ἔβρεξεν παρὰ

κυρίου τοῦ θεοῦ:

ἀθανάσιος: Καὶ τὸν μὲν ἄγγελον κυρίου κύριον λέγεις· τὴν δὲ δύναμιν

αὐτοῦ κύριον οὐ λέγεις;

ζακχαίος εἶπεν: Εἶπον ὅτι τὸν ἄγγελον κύριον εἶπε, παρὰ κυρίου τοῦ

θεοῦ βρέξαντα. μὴ γὰρ τὴν δύναμιν εἶπεν κύριον;

17

ἀθανάσιος εἶπεν: Εἴπαμεν ἐν ἀρχῇ τοῦ λόγου ὅτι γέγραπται·

πάντα ἐν σοφίᾳ ἐποίησεν· δηλονότι· εἰ τὰ πάντα καὶ τοῦτο· ἓν γὰρ τῶν

πάντων καὶ αὐτὸ τὸ βρέξαι πῦρ καὶ θεῖον ἐπὶ σόδομα καὶ γόμορρα:

ζακχαίος εἶπε: Κύριος οὖν ὁ θεὸς παρὰ κυρίου τῆς σοφίας ἔβρεξεν;

ἀθανάσιος εἶπεν: Οὔ· ἀλλὰ αὐτὴ ἡ σοφία κύριος καὶ θεὸς οὖσα

ἔβρεξε παρὰ κυρίου τοῦ θεοῦ πῦρ καὶ θεῖον:

ζακχαίος εἶπε: Ἀλλ' οὐκ εἶπε παρὰ κυρίου τοῦ θεοῦ, ἀλλὰ παρὰ

κυρίου· ἄρα οὖν ἡ μὲν σοφία κύριος ὁ θεὸς λέγεται, ὁ δὲ θεὸς κύριος

μόνον;

18

ἀθανάσιος εἶπεν: Ἐπεὶ δὴ πᾶσίν ἐστιν ὁμολογούμενον ὅτι ὁ αἴτιος

καὶ γεννήτωρ τῆς σοφίας κύριος ἐστὶ καὶ θεός· διὰ τοῦτο ἐπ' αὐτῷ τὸ

κύριος μόνον εἶπεν· ἐπὶ δὲ τῆς σοφίας καὶ τὸ θεὸς προσέθηκεν. ᾔδει γὰρ

τοὺς ἀπειθοῦντας αὐτῷ:

19

ζακχαίος εἶπε: Δύο οὖν θεοί;

ἀθανάσιος εἶπε: Μὴ γένοιτο τοῦτ' εἰπεῖν:

ζακχαίος εἶπεν: Εἰ ὁ θεός, θεὸς καὶ γεννήτωρ, καὶ θεὸς ἡ σοφία,

δύο θεοί:

ἀθανάσιος εἶπε: Δύο θεοὶ οὐκ εἰσίν· ἐπεὶ δὴ ἡ αὐτή ἐστι φύσις, καὶ

ἓν θέλημα, καὶ μία συμφωνία. καὶ ὥσπερ βασιλεὺς λέγεται, καὶ ἡ τοῦ

βασιλέως εἰκών, καὶ οὐ δύο βασιλεῖς· οὕτως θεός, καὶ ἡ τοῦ θεοῦ εἰκὼν καὶ

σοφία· καὶ οὐ δύο θεοί. καὶ ἐπὶ μὲν τοῦ ἀνθρώπου μιμητικῶς εἰκών, ἐπὶ

δὲ τοῦ θεοῦ φυσικῶς:

20

ζακχαίος εἶπεν: Εἰ ὁ θεὸς ὁ θεός, καὶ θεὸς ἡ εἰκών, δύο θεοί:

ἀθανάσιος εἶπε: Δύο θεοὶ εἰσὶν ὅτ' ἂν ἄλλο θέλημα τὸ πρωτότυπον·

καὶ ἄλλο ἡ εἰκών· ὅτ' ἂν δὲ τὸ αὐτὸ θέλημα, ἡ αὐτὴ γνῶσις, ἡ αὐτὴ

γνώμη, ἡ αὐτὴ φύσις· εἷς θεός, διὰ τὸ ἀπαράλλακτον τῆς οὐσίας·

ἀμέλει καὶ αὐτὸς μωυσῆς τὸ ἀπαράλλακτον τῆς γνώμης καὶ τοῦ

θελήματος καὶ τῆς οὐσίας δεικνὺς τοῦ ἀνδρὸς καὶ τῆς γυναικός, μίαν

σάρκα εἶπε λέγων· ἕνεκεν τούτου καταλείψει ἄνθρωποϲ τὸν πατέρα καὶ

τὴν μητέρα, καὶ ἔσονται οἱ δύο εἰϲ σάρκα μίαν. καὶ ἐν τῇ ᾠδῇ λέγει·

ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰϲ θάλασσαν διὰ τὸ ταὐτὸν τῆς φύσεως· εἰ δὲ

τοὺς ἵππους καὶ τοὺς ἀναβάτας, καίτοι σώματα ὄντα, ἑνικῶς εἶπεν, τὸν

ἀσώματον θεόν, καὶ τὸν αὐτοῦ λόγον θεὸν ὄντα, οὐκ ἂν πληθυντικῶς

ἐκάλεσεν:

21

ζακχαίος εἶπε: Δῶμεν ὅτι θεός ἐστι καὶ ἡ σοφία, μὴ καὶ ὁ

χριστὸς ἐκ γυναικός;

ἀθανάσιος εἶπεν: Αὐτὴ ἡ σοφία, μόνη καὶ ἀληθῶς οὖσα ἐκ τοῦ θεοῦ

θεός, ἀπολλυμένων τῶν ἀνθρώπων, ἠθέλησεν ἐπὶ τῆϲ γῆϲ ὀφθῆναι καὶ

τοῖϲ ἀνθρώποιϲ συναναστραφῆναι· ἵνα δι' ἑαυτοῦ σώσῃ βουλήματι τοῦ

πατρὸς τὸ τῶν ἀνθρώπων γένος. καὶ ἁγιάσας τὴν παρθένον μαριάμ,

ἔλαβεν ἐξ αὐτῆς σῶμα, ἵνα 〈σωματικῶς〉 μετὰ τῶν ἀνθρώπων συν-

αναστραφεὶς ὡς ἄνθρωπος, διὰ τοῦ ὁμοίου, σώσῃ τὸ τῶν ἀνθρώπων

γένος:

22

ζακχαίος εἶπε: Βλασφημεῖς ἄνθρωπε· λέγων τὴν σοφίαν τοῦ

θεοῦ εἰς μήτραν ἀνθρώπου εἰσεληλυθέναι:

ἀθανάσιος εἶπεν: Μὴ ταράττου: καὶ ἀπὸ τῶν γραφῶν σε πείθω·

ὅτι οὐκ ἐν μόνῃ τῇ μήτρᾳ μαριὰμ ἔπλασεν ἑαυτῷ ναὸν τὸ θεῖον, ἀλλὰ

καὶ ἐν πάσῃ τῇ μήτρᾳ γυναικός, ἡ σοφία πλάττει καὶ ἁγιάζει τοὺς

ἀνθρώπους. ἀμέλει τῷ ἱερεμίᾳ ἔλεγε· πρὸ τοῦ με πλάσαι σε ἐκ κοιλίαϲ,

ἐπίσταμαί σε. καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτραϲ, ἡγίακά σε:

23

ζακχαίος εἶπε: Ναὶ πλάττει καὶ δημιουργεῖ· μὴ καὶ εἰσέρχεται εἰς

μήτραν;

ἀθανάσιος εἶπε: Πρῶτον αὐτὴν τὴν μήτραν τῆς γυναικὸς οὐκ αὐτὸν

λέγεις πεπλακέναι, καὶ πᾶν μέλος τοῦ σώματος;

ζακχαίος εἶπε: Ναί:

ἀθανάσιος εἶπεν: Εἰ τοίνυν κατηξίωσε, πηλὸν λαβεῖν ἀπὸ τῆς γῆς

καὶ διὰ τῶν ἑαυτοῦ χειρῶν πλάσαι μήτραν, καὶ πᾶν εἴτι ἕτερον μέλος δια-

πλάσσει· 〈τί βδελύσσει〉 ἀκούσας ὅτι ἑαυτῷ ναὸν πλάσαι ἀπὸ μήτρας

κατηξίωκεν, καὶ ἀπ' ἀρχῆς ταῦτα δι' ἑαυτοῦ κατεργάσασθαι· εἰ δὲ πλάττει,

ἔσω ὂν πλάττει· πανταχοῦ γὰρ ὂν τὸ θεῖον, καὶ τὸ ἔσω καὶ τὸ ἔξω ὡσαύτως

ἔχει· ἔπειτα ὁ ἥλιος οὗτος ὁ ἡμεροφαής, καὶ ἐν σώμασι νεκροῖς γινόμενος,

καὶ ἐν ἀκαθαρσίαις ἐπεκτεινόμενος οὐκ ἀδικεῖται, οὐ μιαίνεται. ἀλλὰ

μᾶλλον ὠφελεῖ τὰ νεκρὰ καὶ δυσώδη, ξηραίνων αὐτά, καὶ ἀφανίζων τὴν

δυσωδίαν. καὶ νομίζεις σὺ τὸ θεῖον μιαίνεσθαι· οὐχὶ δὲ μᾶλλον πιστεύεις·

ὅτι ἁγιάζει τὴν μήτραν, ἀνοίγει τὰς πύλας τῆς γαστρός, πάντα ὁ τεχνίτης

οἰκονομεῖ, διασώζει, τελεσιουργεῖ:

24

ζακχαίος εἶπε: Καὶ ἡ σοφία τοῦ θεοῦ, ἐπὶ γῆϲ ὤφθη;

ἀθανάσιος εἶπε: Καὶ τί ξένον· ἀκούεις τοῦ ἱερεμίου λέγοντος· οὗτοϲ

ὁ θεὸϲ ἡμῶν· οὐ λογισθήσεται ἕτεροϲ πρὸϲ αὐτόν. ἐξεῦρε πᾶσαν ὁδὸν

ἐπιϲτήμηϲ. μετὰ ταῦτα ἐπὶ τῆϲ γῆϲ ὤφθη, καὶ τοῖϲ ἀνθρώποιϲ συνανε-

στράφη:

25

ζακχαίος εἶπεν: Οὐ γραφὴ ἐν τῷ ἱερεμίᾳ:

ἀθανάσιος εἶπεν: Ἀνάγνωθι τὰς ἐπιστολὰς τοῦ βαρούχ, ἵνα γνῷς καὶ

πεισθεὶς ὅτι γέγραπται:

ζακχαίος εἶπεν: Οἶδα ὅτι ἐν αὐτῇ τῇ ἐπιστολῇ γέγραπται, ἀλλ'

οὐκ ἐν τῷ ἱερεμίᾳ:

ἀθανάσιος: Ἱερεμίας μετὰ τοῦ βαροὺχ καὶ τῶν θρήνων καὶ τῆς

ἐπιστολῆς εἰς ἓν βιβλίον γράφεται· καὶ ἱερεμίας τὰ τέσσαρα ταῦτα

βιβλία ἓν ὀνομάζεται:

26

ζακχαίος εἶπεν: Οὐδέπω ἔδειξας ὅτι καὶ χριστὸς ἐστὶν ἡ σοφία:

ἀθανάσιος: Θέλω σε ὁδηγῆσαι ἐπὶ τῷ ἀναγνῶναι, ὅτι θεὸς ἐπηγγείλατο

συναναστρέφεσθαι τοῖϲ ἀνθρώποιϲ· καὶ οὕτως σε ὁδηγηθέντα ἐκ τῆς

γραφῆς, ἐλθεῖν εἰς σύνεσιν:

27

ζακχαίος εἶπεν: Ἐπὶ γῆϲ ὤφθη ὁ θεός· καὶ συνανεστράφη τοῖϲ

ἀνθρώποιϲ ὅτε ἐν τῷ ναῷ τῷ ἁγίῳ ἐχρημάτιζε τοῖς προφήταις, καὶ τοῖς

πατριάρχαις;

ἀθανάσιος εἶπε: Μετὰ ταῦτα εἴρηται ἐπὶ τῆϲ γῆϲ ὤφθη· καὶ τοῖϲ

ἀνθρώποιϲ συνανεστράφη· δηλονότι μετὰ τὸν νόμον· καὶ ἔτι ὁμοίως

εἴρηται παρὰ τῷ προφήτῃ ἡσαίᾳ· λαόϲ μου, οἱ μακαρίζοντεϲ ὑμᾶϲ

πλανῶσιν ὑμᾶϲ, καὶ τὰϲ τρίβουϲ τῶν ὁδῶν ὑμῶν ταράττουσιν· ἀλλὰ νῦν

καταστήσεται εἰϲ κρίσιν κύριοϲ. καὶ στήσει τὸν λαὸν εἰϲ κρίσιν· αὐτὸϲ

κύριοϲ εἰϲ κρίσιν ἥξει, μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ μετὰ τῶν

ἀρχόντων αὐτοῦ· ὑμεῖϲ δέ, τί ἐνεπυρίσατε τὸν ἀμπελῶνά μου:

28

ζακχαίος εἶπε: Δεῖξον ὅτι ἀπὸ γυναικὸς ἐγεννήθη:

ἀθανάσιος: Πιστεύεις ἡσαίᾳ τῷ προφήτῃ;

ζακχαίος εἶπε: Ναί:

ἀθανάσιος: Ἄκουσον αὐτοῦ λέγοντος· καὶ θελήσουσιν εἰ ἐγενήθησαν

πυρίκαυστοι· ὅτι παιδίον ἐγεννήθη ἡμῖν υἱόϲ, καὶ ἐδόθη ἡμῖν. οὗ ἡ ἀρχὴ

ἐπὶ τοῦ ὤμου αὐτοῦ. καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάληϲ βουλῆϲ

ἄγγελοϲ· θαυμαστὸϲ σύμβουλοϲ· θεὸϲ ἰσχυρὸϲ ἐξουσιαστήϲ· ἄρχων εἰρήνηϲ·

πατὴρ τοῦ μέλλοντοϲ αἰῶνοϲ:

29

ζακχαίος εἶπε: Καθὼς οὖν λέγεις, ἡ σοφία τοῦ θεοῦ ἀπέθανεν;

ἀθανάσιος: Ἐὰν σοὶ μὴ ἀναγνῶ ὅτι θέλων ἀπέθανεν, καταγίνωσκέ

μου ὡς ἀμαθοῦς· ἐὰν δὲ ἀναγνῷς, φοβήθητι καταγελῶν· μὴ εὑρεθῇς ἐν

ἡμέρᾳ κρίσεως καὶ εἴπῃς· ὅτι οὗτόϲ ἐστιν ὃν ἔσχομεν εἰϲ καταγέλωτα:

ζακχαίος εἶπε: Δεῖξον ἀπὸ τῶν γραφῶν καὶ πείθομαι:

30

ἀθανάσιος: Τέως ὁμολόγησον ὅτι ὁ θεὸς ἐτέχθη ἐπὶ τῆς γῆς· καὶ

οὗτός ἐστιν ὁ ἐμμανουήλ, περὶ οὗ εἶπεν ὁ προφήτης ἡσαίας: ἰδοὺ ἡ παρθένοϲ

ἐν γαστρὶ ἕξει· καὶ τέξεται υἱόν· καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ

ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον μεθ' ἡμῶν ὁ θεόϲ· ἵνα σε εἰς τοῦτο

προκόψαντα πείσω· ὅτι θέλων ἀπέθανεν ὑπὲρ πάντων ἡμῶν:

31

ζακχαίος εἶπε: Πᾶς γὰρ ἄνθρωπος δίκαιος οὔκ ἐστι θεός:

ἀθανάσιος: Ἀλλ' οὐδεὶς ἐμμανουήλ, οὐδεὶς ἐκ παρθένου:

ζακχαίος εἶπεν: Ἔχεις γὰρ πεῖσαί με ὅτι παρθένος οὖσα ἐγέννησεν

ἡ μαρία;

ἀθανάσιος εἶπεν: Ὁ προφήτης εἶπεν· ἰδοὺ ἡ παρθένοϲ ἐν γαστρὶ

ἕξει· καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ ἐμμανουήλ· ὅ ἐστι

μεθερμηνευόμενον μεθ' ἡμῶν ὁ θεόϲ:

32

ζακχαίος εἶπεν: Ἰδοὺ ἡ νεᾶνις εἴρηται καὶ οὐχ ἡ παρθένος:

ἀθανάσιος: Καὶ ποῖον σημεῖον νεάνιδα 〈μὴ〉 παρθένον ἐξ ἀνδρὸς

συλλαβοῦσαν τεκεῖν, τοῦ θεοῦ λέγοντος· αἴτησαι σημεῖον εἰϲ βάθοϲ ἢ εἰϲ

ὕψοϲ· καὶ τοῦ προφήτου εἰρηκότος· οὐ μὴ αἰτήσω οὐδὲ μὴ πειράσω κύριον·

καὶ διὰ τοῦτο ἐπαγαγόντος· μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποιϲ;

καὶ πῶϲ κυρίῳ παρέχετε ἀγῶνα; διὰ τοῦτο αὐτὸϲ κύριοϲ δώσει ὑμῖν

σημεῖον· ἰδοὺ ἡ παρθένοϲ ἐν γαστρὶ ἕξει· καὶ τέξεται υἱόν· καὶ καλέσουσι

τὸ ὄνομα αὐτοῦ ἐμμανουήλ. τὸ μέγα σημεῖον, ὃ αὐτὸς κύριος ἀντὶ πάντων

παρέσχεν, τοῦτο ἦν· ἵνα γυνὴ νεωτέρα συλλαβοῦσα [οὐκ] ἐξ ἀνδρὸς τέκῃ

υἱόν, ἕνα τῶν κατὰ συνήθειαν ἀνθρώπων;

33

ζακχαίος εἶπεν: Τὸ σημεῖον ἦν τοῦτο· ὅτι πρὶν ἢ γνῶναι τὸ

παιδίον καλεῖν πατέρα ἢ μητέρα, ἔλαβε τὴν δύναμιν δαμασκοῦ, καὶ τὰ

σκῦλα σαμαρείαϲ:

ἀθανάσιος: Ποῖον παιδίον πρὶν ἢ γνῶναι καλεῖν πατέρα ἢ μητέρα,

ἠπείθησε πονηρά, τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν· καὶ ἔλαβε τὴν δύναμιν

δαμασκοῦ καὶ τὰ σκῦλα σαμαρείαϲ· εἰ μὴ μόνος ὁ χριστός; κειμένου γὰρ

αὐτοῦ ἐπὶ τῆϲ φάτνηϲ, ἦλθον οἱ μάγοι ἀποσταλέντες ἀπὸ ἡρώδου, ἀναζη-

τῆσαι καὶ μηνῦσαι αὐτῷ. Καὶ τοῦτο μὲν οὐκ ἐποίησαν ὃ ἐπεζήτησεν ὁ

ἡρώδης· προσκυνήσαντεϲ δὲ αὐτῷ, δεδώκασι χρυσόν, λίβανον, καὶ σμύρναν.

ἵνα πληρωθῇ τὸ εἰρημένον· πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ

μητέρα, λήψεται δύναμιν δαμασκοῦ, καὶ τὰ σκῦλα σαμαρείας:

34

ζακχαίος εἶπε: Δαμασκηνοὶ γὰρ ἦσαν οἱ μάγοι;

ἀθανάσιος: Παρὰ τῇ γραφῇ οἱ τὰ τοιαῦτα φρονοῦντες τοῖς

αἰγυπτίοις, αἰγύπτιοι καλοῦνται· καὶ οἱ τὰ τοιαῦτα χαναναίοις, χαναναῖοι

καλοῦνται· καὶ οἱ τὰ τοιαῦτα ἀμοραίοις, ἀμοραῖοι καλοῦνται· ἀμέλει

ὁ προφήτης βοᾷ κατὰ τοῦ ἔθνους ὑμῶν· ὁ πατὴρ ὑμῶν ἀμοραῖοϲ· ἡ γῆ

ὑμῶν χετταία. οὕτως καὶ ἐπὶ τοὺς μάγους, τὰ αὐτὰ φρονοῦντα〈ς〉

δαμασκηνοῖς 〈καὶ σαμαρείταις, δαμασκηνοὺς〉 καὶ σαμαρείτας ἐκάλεσεν:

35

ζακχαίος εἶπεν: Διὰ τί εἴπερ ἔμελλεν ὁ χριστὸς ὃν λέγεις

ἐπιδημεῖν, οὐ φανερῶς ἔλεγον οἱ προφῆται ὅτι τάδε ἔσται· ἀλλὰ

σποράδην μαρτύριά μοι φέρεις, ποτὲ τούτου τοῦ προφήτου, ποτὲ ἄλλου,

καὶ ποτὲ ἑτέρου; μὴ οὐκ ἠδύνατο εἷς αὐτῶν ἐκ τοῦ φανεροῦ εἰπεῖν· ὅτι

μέλλει ἡ σοφία τοῦ θεοῦ σαρκοῦσθαι, καὶ τόδε παθεῖν καὶ τάδε ποιῆσαι;

ἀθανάσιος: Τί τοσούτων εἰρηκότων οὐκ ἐπείσθητε; καὶ ἑνὶ λέγοντι,

πῶς ἂν ἐπείσθητε;

ζακχαίος εἶπε: Καὶ ὅλοι ἐκ τοῦ φανεροῦ, διὰ τί μὴ εἶπον· ἵνα μηδεὶς

σκανδαλισθῇ;

ἀθανάσιος: Καὶ πῶς ἔτι μυστήριον ἦν τὸ κηρυττόμενον, εἰ φανερῶς

ἐκηρύττετο; ἄλλως τε δὲ καὶ ἐγίνωσκεν ὁ θεὸς ὅτι ἔθνος πονηρὸν ἔστε·

καὶ λαὸς πλήρης ἁμαρτιῶν· διὰ τοῦτο διὰ παραβολῶν εἶπε ταῦτα. ἵνα μὴ

ἀκούσαντες ὅτι μέλλει χριστὸς γεννᾶσθαι. καὶ μέλλουσι τὰ ἔθνη

κληρονομία γίνεσθαι τοῦ θεοῦ, καύσετε τὰς βίβλους, ὑπὲρ τοῦ μὴ

ἀναγνόντα τὰ ἔθνη σωθῆναι. καὶ γὰρ διὰ τοῦτο αὐτὸν ἐσταυρώσατε,

ἐπεὶ δὴ ἔλεγεν, ἀρθήσεται ἀφ' ὑμῶν ὁ ἀμπελών. καὶ δοθήσεται ἔθνει

ποιοῦντι τοὺϲ καρπούϲ. πῶς οὐκ ἂν καὶ τὰς βίβλους ἐκαύσατε, οἱ καὶ

τὸν δεσπότην σταυρώσαντες καὶ τοὺς κηρύξαντας λιθοβολήσαντες; ὅτι εἰ

καὶ φανερῶς ἦσαν κηρύξαντες, τὰ αὐτὰ ἂν ἐποιήσατε, οὐκ ἐστὶν ἀμφίβολον·

εἰ γὰρ μετὰ τὰ φανερὰ ἐν αἰγύπτῳ σημεῖα, καὶ τὰ ἐν τῇ ἐρυθρᾷ ἐξαίσια,

καὶ τὰ μετὰ ταῦτα παράδοξα, ἐπὶ εἰδωλολατρείαν ἐτράπητε εἰπόντες τῷ

ἀαρὼν ποίησον ἡμῖν θεούϲ, πῶς οὐκ ἐστὶν ὁμολογούμενον ὅτι τοιαύτης

ὄντες προαιρέσεως, τὰ αὐτὰ ἐποιήσατε;

36

ζακχαίος εἶπεν: Οὐκ αἰσχύνῃ δεσπότου καὶ θεοῦ, καὶ δυνάμεως

καὶ σοφίας σταυρὸν λέγων;

ἀθανάσιος: Οἱ προφῆται οὐκ ᾐσχύνθησαν εἰπεῖν, ἐγὼ πῶς αἰσχυνθῶ;

ζακχαίος εἶπε: Καὶ ἔχεις δεῖξαι ὅτι οἱ προφῆται σταυροῦσθαι αὐτὸν

εἰρήκασιν;

ἀθανάσιος: Πρῶτον μωσῆς λέγει· καὶ ὄψεσθε τὴν ζωὴν ὑμῶν

κρεμαμένην, ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν. καὶ οὐ μὴ πιστεύσετε τῇ

ζωῇ ὑμῶν· τὸ πρωὶ ἐρεῖϲ πῶϲ ἂν γένοιτο ἑσπέρα, καὶ τὸ ἑσπέραϲ ἐρεῖϲ

πῶϲ ἂν γένοιτο πρωί; ἀπὸ γὰρ ἕκτηϲ ὥραϲ σκότοϲ ἐγένετο ἐπὶ πᾶσαν τὴν

γῆν ἕωϲ ὥραϲ ἐνάτηϲ. καὶ ἀπὸ ἐνάτηϲ πάλιν ὤφθη τὸ φῶϲ ὥστε

λέγειν τοὺϲ ὁρῶνταϲ· πῶϲ ἐγένετο ἑσπέρα· ὅ ἐστι σκότος. καὶ πάλιν

πῶϲ ἐγένετο πρωί· ὅ ἐστι φῶς:

37

ζακχαίος εἶπεν: Ἀπὸ τῆς παλαιᾶς με διαθήκης πεῖσον, ὅτι δεῖ

αὐτὸν σταυρωθῆναι:

ἀθανάσιος: Τὸ ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην, ἀπέναντι τῶν

ὀφθαλμῶν ὑμῶν, καὶ οὐ μὴ πιστεύσετε τῇ ζωῇ ὑμῶν, τῆς παλαιᾶς ἐστὶ

διαθήκης· καὶ τὸ πρωὶ ἐρεῖϲ πῶϲ ἐγένετο ἑϲπέρα, καὶ τὸ ἑσπέραϲ πῶϲ

ἐγένετο πρωί, ὁμοίως τῆς παλαιᾶς ἐστίν:

38

ζακχαίος εἶπεν: Ἀλλὰ τοῦτο οὔκ ἐστιν σταυρὸς οὐδὲ θάνατος:

ἀθανάσιος: Ἐὰν λέγῃ ἡσαΐας· Κύριε, τίϲ ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν;

καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; ἀνηγγείλαμεν ἐνώπιον αὐτοῦ ὡϲ

παιδίον, ὡϲ ῥίζα ἐν γῇ διψώσῃ· οὐκ ἔστιν εἶδοϲ αὐτοῦ οὐδὲ δόξα. καὶ

εἴδομεν αὐτὸν καὶ οὐκ εἶχεν εἶδοϲ οὐδὲ κάλλοϲ· ἀλλὰ τὸ εἶδοϲ αὐτοῦ

ἄτιμον ἐκλεῖπον παρὰ πάνταϲ τοὺϲ ἀνθρώπουϲ· ἐὰν δὲ λέγῃ καὶ ὁ δαυίδ·

ὤρυξαν χεῖράϲ μου καὶ πόδαϲ μου. διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖϲ·

καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον, πῶς οὐ νοεῖς τὸν σταυρόν;

39

ζακχαίος εἶπεν: Οὐδὲ οὕτως θανάτου ἐμνήσθης:

ἀθανάσιος: Ἄνθρωποϲ ἐν πληγῇ ὢν καὶ εἰδὼϲ φέρειν μαλακίαν, ὅτι

ἀπέστρεψεν τὸ πρόσωπον· ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη. αὐτὸϲ τὰϲ

ἁμαρτίαϲ ἡμῶν αἴρει, καὶ διὰ τὰϲ ἁμαρτίαϲ ἡμῶν ὀδυνᾶται· καὶ ἡμεῖϲ

ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ ἐν κακώσει· αὐτὸϲ

δὲ ἐτραυματίσθη διὰ τὰϲ ἁμαρτίαϲ ἡμῶν· παιδεία εἰρήνηϲ ἡμῶν ἐπ'

αὐτῷ, τῷ μώλωπι αὐτοῦ ἡμεῖϲ ἰάθημεν. πάντεϲ ὡϲ πρόβατα ἐπλανήθημεν·

ἄνθρωποϲ τῇ ὁδῷ αὐτοῦ ἐπλανήθη· καὶ κύριοϲ παρέδωκεν αὐτὸν ταῖϲ

ἁμαρτίαιϲ ἡμῶν· καὶ αὐτὸϲ διὰ τὸ κεκακῶσθαι οὐκ ἀνοίγει τὸ στόμα

αὐτοῦ· ὡϲ πρόβατον ἐπὶ σφαγὴν ἤχθη. καὶ ὡϲ ἀμνὸϲ ἐναντίον τοῦ κείρον-

τοϲ αὐτὸν ἄφωνοϲ, οὗτοϲ οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. ἐν τῇ ταπεινώσει

αὐτοῦ ἡ κρίσιϲ αὐτοῦ ἤρθη, τὴν δὲ γενεὰν αὐτοῦ τίϲ διηγήσεται· ὅτι

αἴρεται ἀπὸ τῆϲ γῆϲ ἡ ζωὴ αὐτοῦ, ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ ἤχθη εἰϲ

θάνατον· καὶ δώσω τοὺϲ πονηροὺϲ ἀντὶ τῆϲ ταφῆϲ αὐτοῦ, καὶ τοὺϲ

πλουσίουϲ ἀντὶ τοῦ θανάτου αὐτοῦ. ὅτι ἀνομίαν οὐκ ἐποίησεν· οὐδὲ

εὑρέθη δόλοϲ ἐν τῷ στόματι αὐτοῦ: καὶ βούλεται κύριοϲ καθαρίσαι

αὐτὸν ἀπὸ τῆϲ πληγῆϲ· ἐὰν δῶτε περὶ ἁμαρτίαϲ, ἡ ψυχὴ ὑμῶν ὄψεται

σπέρμα μακρόβιον· καὶ βούλεται κύριοϲ ἀφελεῖν ἀπὸ τοῦ πόνου τῆϲ ψυχῆϲ

αὐτοῦ, δεῖξαι αὐτῷ φῶϲ. καὶ πλάσαι τῇ συνέσει, δικαιῶσαι δίκαιον, εὖ

δουλεύοντα πολλοῖϲ· καὶ τὰϲ ἁμαρτίαϲ αὐτῶν αὐτὸϲ ἀνήσει. διὰ τοῦτο

αὐτὸϲ κληρονομήσει πολλοὺϲ καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα· ἀνθ' ὧν

παρεδόθη εἰϲ θάνατον ἡ ψυχὴ αὐτοῦ, καὶ ἐν τοῖϲ ἀνόμοιϲ ἐλογίσθη· καὶ

αὐτὸϲ ἁμαρτίαϲ πολλῶν ἀνήνεγκεν. καὶ διὰ τὰϲ ἁμαρτίαϲ αὐτῶν

παρεδόθη.

40

ζακχαίος εἶπεν: Ὅλα ἃ εἴρηκας, περὶ ἀνθρώπου εἴρηκας

εἰρηκέναι τὸν προφήτην:

ἀθανάσιος: Περὶ βραχίονος κυρίου γενομένου, βραχίονα θεοῦ ἀκούων,

δύναμιν θεοῦ νοεῖ· οὐ γὰρ ἐκ μελῶν σύγκειται τὸ θεῖον:

ζακχαίος εἶπεν: Ἤκουσα αὐτοῦ λέγοντος· ἄνθρωποϲ ἐν τιμῇ ὤν,

καὶ εἰδὼϲ φέρειν μαλακίαν:

ἀθανάσιος: Φαίνῃ μοι 〈μὴ〉 προσέχων τοῖς εἰρημένοις. ἤκουσας

αὐτοῦ λέγοντος· Κύριε τίϲ ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν. καὶ ὁ βραχίων

κυρίου τίνι ἀπεκαλύφθη; ἀνηγγείλαμεν ἐνώπιον αὐτοῦ ὡϲ παιδίον:

41

ζακχαίος εἶπεν: Ὁ βραχίων κυρίου, ἣν λέγεις δύναμιν, ἐτράπη

καὶ ἐγένετο παιδίον;

ἀθανάσιος: Οὐκ ἐτράπη, μὴ γένοιτο· ἀλλὰ λαβὼν σάρκα, καὶ ὡς ἐν

ναῷ τῇ σαρκὶ οὖσα ἡ δύναμις ἐγένετο ἄνθρωπος· κατὰ σάρκα μὲν οὖσα

ἄνθρωπος, ὢν δὲ θεὸς κατὰ πνεῦμα. καὶ ὡς μὲν ἄνθρωπος, ἐπὶ σφαγὴν

ἤγετο· ὡς δὲ θεὸς ἐλάμβανε τὴν ἁμαρτίαν τοῦ κόσμου. διὰ γὰρ 〈τοῦτο〉

καὶ αὐτὸϲ κληρονομήσει πολλούϲ· καὶ τῶν ἰσχυρῶν δαιμόνων διεμέρισε

τὰ σκῦλα λαβών· οὓς ἐκ πολλοῦ σκυλεύσαντες ἦσαν ἀνθρώπους. ἀνθ' ὧν

παρεδόθη εἰϲ θάνατον ἡ ψυχὴ αὐτοῦ, καὶ ἐν τοῖϲ ἀνόμοιϲ ἐλογίσθη 〈quia

inter duos latrones suspensus quasi impius reputatus est〉 τοῦ

νόμου λέγοντος· ἐπικατάρατοϲ πᾶϲ ὁ κρεμάμενοϲ ἐπὶ ξύλου:

42

ζακχαίος εἶπεν: Ἴδε οὖν ἐπικατάρατός ἐστιν:

ἀθανάσιος: Διὰ τοῦτο δοθήσονται οἱ πονηροὶ ἀντὶ τοῦ θανάτου

αὐτοῦ· καὶ οἱ πλούσιοι, ἀντὶ τῆς ταφῆς αὐτοῦ· ὅτι μετὰ τῶν ἀνόμων

αὐτὸν ἐλογίσαντο:

43

ζακχαίος εἶπεν: Ὡς ὁ προφήτης λέγει· τὴν γενεὰν αὐτοῦ τίϲ

διηγήσεται· ἐγὼ δὲ ἰησοῦ λέγω τὴν γενεάν· υἱὸς γὰρ ἦν τοῦ ἰωσήφ, καὶ

οἱ ἀδελφοὶ αὐτοῦ, ἰάκωβ καὶ ἰωσή, καὶ ἰούδαϲ, καὶ σίμων. καὶ ἡ μήτηρ

μαρία:

44

ἀθανάσιος: Διὰ τοῦτο εἶπεν ὁ προφήτης· τὴν γενεὰν αὐτοῦ τίϲ

διηγήσεται; ἐὰν μή τις ᾖ σοφός, οὐ δύναται γνῶναι, ὅτι ἐκ πνεύματος

ἁγίου καὶ μαρίας τῆς παρθένου γεγέννηται:

45

ζακχαίος εἶπε: Τὸ πνεῦμα τὸ ἅγιον ἀντὶ ἀνδρὸς ἐμίγη τῇ

μαρίᾳ;

ἀθανάσιος: Ὁρᾷς ὅτι ζητεῖται σοφός, ὁ δυνάμενος νοῆσαι ὅτι

πνεῦμα ἅγιον μίξιν σωματικὴν οὐκ ἔχει:

ζακχαίος εἶπε: Σὺ εἶπας ἐκ πνεύματος ἁγίου καὶ μαρίας τῆς

παρθένου γεγέννηται:

ἀθανάσιος: Ἀλλ' οὐ κατὰ μίξιν, ἀλλὰ κατὰ δημιουργίαν. ὡς γὰρ

ὁ πρῶτος ἄνθρωπος ἐκ θεοῦ, καὶ τῆς γῆς· οὐ κατὰ μίξιν, ἀλλὰ κατὰ

δημιουργίαν· οὕτως ἄκουε καὶ χριστὸν ἐκ πνεύματος ἁγίου καὶ μαρίας

τῆς παρθένου:

46

ζακχαίος εἶπε: Διά τί οὖν αὐτὸν καὶ χριστὸν λέγετε. τὸν μὴ

βασιλεύσαντα, μηδὲ χρισθέντα παρὰ μηδενὸς τῶν προφητῶν;

ἀθανάσιος: Ἐδιδάχθης ἀπὸ τῶν προφητῶν ὅτι δύναμις, καὶ λόγος, καὶ

σοφία, καὶ βραχίων, καὶ παιδίον, καὶ ἄνθρωπος λέγεται· καὶ ἔστι μαθεῖν,

ὅτι καὶ ἄρχων, καὶ βασιλεύς, καὶ χριστός, καὶ ἱερεύς, καὶ προφήτης

ἐστιν· τὰ γὰρ πάντα τοῖς ἅπασιν ἐγένετο. ἵνα πάντας σώσῃ μένων

θεός, οὐ τραπεὶς τὴν φύσιν:

ζακχαίος εἶπεν: Πῶς δύνῃ μοι δεῖξαι;

47

ἀθανάσιος: Τέως ὅτι ἄρχων καὶ ἡγούμενος, ἄκουε τοῦ μωυσέως

γράφοντος, τὰς τοῦ Ἰακὼβ εὐλογίας καὶ λέγοντος· οὐκ ἐκλείψει ἄρχων ἐξ

ἰούδα· καὶ ἡγούμενοϲ ἐκ τῶν μηρῶν αὐτοῦ· ἕωϲ οὗ ἔλθῃ ὃ ἀπόκειται· καὶ

αὐτὸϲ προσδοκία ἐθνῶν. καὶ βλέπε ποία ἦν ἡ προφητεία· ὅτι αὐτὸς ὁ

ἰακὼβ ἀποθνήσκων ἐκάλεσε τοὺς υἱοὺς αὐτοῦ λέγων· συνάχθητε ἀναγγείλω

ὑμῖν τί ἀπαντήσει ἐπ' ἐσχάτου τῶν ἡμερῶν· συνάχθητε ἵνα ἀναγγείλω

ὑμῖν. υἱοὶ ἰακὼβ ἀκούσατε ἰσραὴλ τοῦ πατρὸϲ ὑμῶν. καὶ συναχθέντων

αὐτῶν, τὸν ἰούδαν εὐλογεῖ τῇ προειρημένῃ εὐλογίᾳ. καὶ τὸν ἰωσὴφ

βασιλεύοντα δοῦλον ποιεῖ τοῦ ἰούδα, λέγων αὐτῷ· καὶ προσκυνήσουσί σοι

οἱ υἱοὶ τοῦ πατρόϲ σου. ὅτι οὐκ ἐκλείψει ἄρχων ἐξ ἰούδα, καὶ ἡγούμενοϲ

ἐκ τῶν μηρῶν αὐτοῦ, ἕωϲ οὗ ἔλθῃ ὃ ἀπόκειται. καὶ αὐτὸϲ προσδοκία

ἐθνῶν:

48

ζακχαίος: Περὶ τοῦ δαυὶδ εἶπεν, ὅτι ἔμελλε μετὰ γενεὰς ἐξ

ἰούδα γεννᾶσθαι:

ἀθανάσιος: Καίτοι δὲ ἀπὸ τοῦ δαυὶδ ηὔξησαν οἱ ἄρχοντες. ἡ δὲ

προφητεία λέγει, ἕως τότε εἶναι τοὺς ἄρχοντας τοῦ ἰουδαίων ἔθνους, ἕωϲ

οὗ ἔλθῃ ὃ ἀπόκειται, καὶ αὐτὸϲ προσδοκία ἐθνῶν. ὁ γὰρ δαυὶδ ὑμῶν

ἐγένετο προσδοκία τῶν ἰουδαίων, καὶ οὐχ ἡμῶν τῶν ἐθνῶν:

49

ζακχαίος εἶπε: Καὶ γὰρ καὶ τὰ ἔθνη λέγεις καλεῖσθαι εἰς ζωὴν ἃ

ἀπηγόρευσεν ὁ θεός;

ἀθανάσιος: Ἤκουσας ἐν δευτέρῳ ψαλμῷ προφητικῶς λέγοντος τοῦ

δαυίδ· κύριοϲ εἶπε πρόϲ με· υἱόϲ μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε.

αἴτησαι παρ' ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου· καὶ τὴν

κατάσχεσίν σου τὰ πέρατα τῆϲ γῆϲ:

50

ζακχαίος εἶπε: Περὶ αὐτοῦ ἔλεγε δαυίδ· κύριοϲ εἶπε πρόϲ με·

υἱόϲ μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε. μὴ γὰρ περὶ χριστοῦ;

ἀθανάσιος: Καὶ πότε τὰ ἔθνη ἐκληρονόμησε δαυίδ;

ζακχαίος εἶπε: Τὰ ἔθνη λέγει τὰς δώδεκα φυλὰς τοῦ ἰσραήλ:

ἀθανάσιος: Καὶ τὰ πέρατα τῆς γῆς, πότε κατέσχε δαυίδ;

51

ζακχαίος εἶπεν: Ὁ γὰρ χριστὸς τὰ πέρατα τῆς γῆς κατέσχεν;

ἀθανάσιος: Μάθε ὅτι ἐν αἰγύπτῳ πάσῃ· καὶ ἐν παλαιστίνῃ· καὶ ἐν

φοινίκῃ· ἐν συρίᾳ· ἐν κιλικίᾳ· ἐν καπποδοκίᾳ· ἐν πόντῳ· ἐν ἀρμενίᾳ· ἐν

σκυθίᾳ· καὶ καθάπαξ ἐν ὅλῃ τῇ οἰκουμένῃ 〈τὸν χριστὸν〉 ἐπιγραφόμεθα

καὶ ἐπικαλούμεθα βασιλέα:

52

ζακχαίος εἶπε: Καὶ ἐν αἰγύπτῳ βασιλέα λέγεις τὸν χριστόν,

τοῖς ἀποκηρυχθεῖσιν ἀπὸ τοῦ θεοῦ; καὶ πῶς δύναται ἐκ τοῦ θεοῦ εἶναι ὁ

χριστός, καί, ὡς λέγεις σύ, υἱὸς τοῦ θεοῦ, τοῦ αἰτιωμένου τοὺς πατέρας

ἡμῶν, διότι τῇ ὁδῷ αἰγύπτου ἐπορεύοντο; ἢ οὐκ ἤκουσας αὐτοῦ λέγοντος

τοῦ προφήτου· τί σοι καὶ τῇ ὁδῷ αἰγύπτου, τοῦ πιεῖν ὕδωρ γαιῶν;

53

ἀθανάσιος: Μιμεῖσθαι ἡμᾶς οὐ θέλει τοὺς αἰγυπτίους· σώζεσθαι

δὲ αὐτοὺς βούλεται, καὶ πρὸς θεοσέβειαν ἔρχεσθαι· ἐπειδὴ καὶ πᾶν

ἔθνος· ἀμέλει, ἄκουε τοῦ προφήτου λέγοντος· καὶ ἔσται ὅσοι ἂν

καταλειφθῶσιν ἐκ πάντων τῶν ἐθνῶν, τῶν ἐλθόντων ἐπὶ ἱερουσαλήμ.

καὶ ἀναβήσονται κατ' ἐνιαυτὸν τοῦ προσκυνῆσαι τῷ κυρίῳ παντοκράτορι

〈καὶ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆϲ σκηνοπηγίαϲ. καὶ ἔσται ὅσοι μὴ

ἀναβῶσιν ἐκ πασῶν τῶν φυλῶν τῆϲ γῆϲ εἰϲ ἱερουσαλὴμ τοῦ προσ-

κυνῆσαι τῷ βασιλεῖ κυρίῳ παντοκράτορι〉, καὶ αὐτοὶ ἐκεῖνοι προστεθή-

σονται· ἐὰν δὲ φυλὴ αἰγύπτου μὴ ἀναβῇ μηδὲ ἔλθῃ, καὶ ἐπὶ τούτοιϲ ἔσται

ἡ πτῶσιϲ ἣν πατάξει κύριοϲ πάντα τὰ ἔθνη ὅσα ἂν μὴ ἀναβῇ τοῦ

ἑορτάσαι τὴν ἑορτὴν τῆϲ σκηνοπηγίαϲ:

54

ζακχαίος εἶπεν: Αὕτη ἔσται ἡ ἁμαρτία αἰγύπτου, καὶ ἡ ἁμαρτία

πάντων τῶν ἐθνῶν, ὅς' ἂν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆϲ

σκηνοπηγίαϲ: [ἀθανάσιος:] καὶ αὐτοὺς μὲν τοὺς αἰγυπτίους, θέλει

σώζεσθαι καὶ ἀναβαίνειν εἰς ἱερουσαλήμ· οὐ μὴν ἐν αἰγύπτῳ διαπορεύεσθαι:

Ἀθανάσιος εἶπε: Οὐκ ἔχεις με δεῖξαι, ὅτι ἐν τῇ ἱερουσαλὴμ τῇ

αἰσθητῇ θέλει πάντας κατ' ἐνιαυτὸν ἀπαντᾶν. πῶς γὰρ τοῦτο δυνατὸν

γενέσθαι; ὥστε καὶ τοὺς ἀπὸ ὠκεανοῦ κατ' ἐνιαυτὸν ἔρχεσθαι εἰς

ἱερουσαλήμ. ἵνα δέ σοι καὶ τοῦτο δοθῇ, ὅτι δυνατόν, μηδενὶ ἑτέρῳ

προσέχοντας ἀνθρώπους ἢ τοῦτο μόνον σχολάζειν:

55

[ἀθανάσιος]: Ἄκουε ἡσαίου τοῦ προφήτου, ἐν αὐτῇ τῇ αἰγύπτῳ

προσκυνεῖσθαι τὸν θεόν, καὶ διαρρήδην προφητεύοντος· καὶ γνωστὸϲ

ἔσται κύριοϲ τοῖϲ αἰγυπτίοιϲ· καὶ φοβηθήσονται οἱ αἰγύπτιοι τὸν κύριον

ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· καὶ θύσουσι θυσίαϲ· καὶ εὔξονται τῷ κυρίῳ εὐχὰϲ

καὶ ἀποδώσουσιν:

56

ζακχαίος εἶπεν: Οὐκ εἶπεν ἐν αἰγύπτῳ, ἀλλ' οἱ αἰγύπτιοι

φοβηθήσονται τὸν κύριον· καὶ θύσουσι θυσίαϲ καὶ εὔξονται εὐχὰϲ τῷ

κυρίῳ καὶ ἀποδώσουσιν οὐκ ἐν αἰγύπτῳ ἀλλ' ἐν ἱερουσαλήμ:

ἀθανάσιος: Οὐ δὲ τοῦτο ἔχεις δεῖξαι ὅτι ἐν ἱερουσαλὴμ λέγει· ἵνα δὲ

μή σε φιλόνεικον ποιήσω, ἄκουε αὐτοῦ τοῦ προφήτου φανερῶς λέγοντος·

τῇ ἡμέρᾳ ἐκείνῃ ἔσονται πέντε πόλειϲ ἐν αἰγύπτῳ, λαλοῦσαι τῇ γλώσσῃ

τῇ χαναανίτιδι καὶ ὀμνύουσαι τῷ ὀνόματι κυρίου. πόλιϲ ἀσεδέχ,

κληθήσεται ἡ μία πόλιϲ· τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται θυσιαστήριον ἐν αὐτῇ τῷ

κυρίῳ. καὶ ἔσται σημεῖον εἰϲ αἰῶνα κυρίῳ ἐν χώρᾳ αἰγύπτου. ὅτι

κεκράξονται πρὸϲ κύριον, διὰ τοὺϲ θλίβονταϲ αὐτούϲ, καὶ ἀποστελεῖ αὐτοῖϲ

κύριοϲ ἄνθρωπον, ὃϲ σώσει αὐτούϲ. καὶ γνωστὸϲ ἔσται κύριοϲ τοῖϲ

αἰγυπτίοιϲ· καὶ φοβηθήσονται οἱ αἰγύπτιοι τὸν κύριον. καὶ γνώσονται

οἱ αἰγύπτιοι τὸν θεὸν τὸν ἅγιον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, καὶ ποιήσουσι θυσίαϲ,

καὶ εὔξονται τῷ κυρίῳ καὶ ἀποδώσουσι. καὶ πατάξει κύριοϲ τοὺϲ

αἰγυπτίουϲ πληγῇ μεγάλῃ, σείων αὐτῶν τὰ χειροποίητα. καὶ ἰάσεται

αὐτοὺϲ ἰάσει· καὶ ἐπιστραφήσονται πρὸϲ κύριον, καὶ εἰσακούσεται αὐτῶν

καὶ ἰάσεται αὐτούϲ:

57

ζακχαίος εἶπε: Πρὸς ταῦτα ἀντειπεῖν οὐκ ἔχω:

ἀθανάσιος: Γένοιτό σοι καὶ ἐν τοῖς μείζοσι τὴν αὐτὴν φωνὴν ἐᾶσαι.

ἵνα καὶ σὺ κληθῇς τῷ ὀνόματι τῷ καινῷ, τῷ δεδομένῳ ἐπὶ τῆς γῆς:

ζακχαίος εἶπεν: Ἔνι γὰρ μεῖζον ὄνομα ὃ ἔχωμεν, ἰσραηλῖται

καλούμενοι;

ἀθανάσιος: Ἄκουε τοῦ θεοῦ διὰ τοῦ προφήτου ἡσαίου λέγοντος πάλιν·

τοῖϲ δὲ δουλεύουσί μοι, κληθήσεται ὄνομα καινόν, ὃ εὐλογηθήσεται ἐπὶ

τῆϲ γῆϲ:

ζακχαίος εἶπε: Καὶ ποῖόν ἐστι τὸ ὄνομα;

ἀθανάσιος: Ἐὰν καταξιωθῇς χριστιανὸς καλεῖσθαι, γνώσῃ τὸ ὄνομα

τὸ καινόν:

58

ζακχαίος εἶπεν: Ἐπηγγείλω δεικνύναι ὅτι καὶ χριστός ἐστι,

καὶ βασιλεύς, καὶ ἱερεύς:

ἀθανάσιος: Εἰ χρίεται χριστός, οὐκ ἐν ἐλαίῳ γηίνῳ, ἀλλὰ πνεύματι

θεοῦ· κατὰ τὸν προφήτην δαυὶδ τὸν λέγοντα· διὰ τοῦτο ἔχρισέν σε ὁ θεὸϲ

ὁ θεόϲ σου ἔλαιον ἀγαλλιάσεωϲ παρὰ τοὺϲ μετόχουϲ σου:

59

ζακχαίος εἶπεν: Ἔλαιον ἀγαλλιάσεως ἐστὶ τὸ χρίσμα τὸ παρὰ

μωσέως κατασκευασθέν:

ἀθανάσιος: Διὰ τοῦτο παρὰ τοὺϲ μετόχουϲ σου εἴρηται. καὶ οὐκ

ἔχει κατὰ τοὺς μετόχους σου· οἱ γὰρ μέτοχοι αὐτοῦ, ἐλαίῳ γηίνῳ

ἐχρίσθησαν· αὐτὸς γὰρ πνεύματι ἁγίῳ καθὼς γέγραπται· πνεῦμα κυρίου

ἐπ' ἐμέ· οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖϲ ἀπέσταλκέ με.

60

ζακχαίος εἶπεν: Ἡσαίας ὁ ταῦτα λέγων· μὴ γὰρ ὁ σὸς χριστός;

ἀθανάσιος: Χριστὸς οὐ λέγεται ὁ χριόμενος ἐν πνεύματι ἁγίῳ;

ζακχαίος εἶπε: Ναί:

ἀθανάσιος: Ἄπελθε οὖν εἰς ἱερουσαλήμ, καὶ μάθε ἐν αὐτῇ ἐρωτήσας,

ποῦ κατῆλθεν 〈πνεῦμα〉 ἅγιον καὶ ἐπὶ τίνα· καὶ τότε ἵνα ἀκούσῃς,

ὅτι ἐν τῷ ἰορδάνῃ ἐπὶ τὸν ἐκ μαρίας γεγεννημένον ἐπὶ καίσαρος

αὐγούστου:

64

ζακχαίος εἶπε: Καὶ ἔχω πιστεῦσαι τοῖς εὐαγγελίοις σου;

ἀθανάσιος: Διὰ τοῦτο καὶ ὁ τόπος σοι εἴρηται καὶ ὁ χρόνος, ἵνα

ἀπελθὼν ἐπὶ τὸν τόπον, λάβῃς τῶν πραγμάτων τὴν ἀπόδειξιν· καὶ γνῷς

πεπληρωμένην τὴν προφητείαν ἐπὶ πάντας τοὺς πιστεύοντας αὐτῷ,

εὐφροσύνην αἰώνιον ὁρῶν ἐπὶ κεφαλῆς αὐτῶν, καὶ λέγοντας· ἐσημειώθη ἐφ'

ἡμᾶϲ τὸ φῶϲ τοῦ προσώπου σου κύριε· ἔδωκαϲ εὐφροσύνην εἰϲ τὴν

καρδίαν μου:

65

ζακχαίος: Ἀλλ' οὐχὶ περὶ ὑμῶν εἴρηται τοῦτο τῶν χριστιανῶν·

ἀλλὰ περὶ ἡμῶν τῶν ἰσραηλιτῶν εἴρηται:

ἀθανάσιος: Ἄκουσον τῶν ἑξῆς τῆς προφητείας· ἵνα γνῷς ὅτι περὶ

ἡμῶν εἴρηται:

ζακχαίος εἶπεν: Εἰπέ:

ἀθανάσιος: Λέγει οὕτως· καὶ διαθήκην αἰώνιον διαθήσομαι αὐτοῖϲ·

καὶ γνωσθήσεται ἐν τοῖϲ ἔθνεσιν τὸ σπέρμα αὐτῶν:

66

ζακχαίος εἶπε: Τὸ σπέρμα τῶν ἰουδαίων γνωσθήσεται ἐν τοῖς

ἔθνεσιν:

ἀθανάσιος: Ἀληθῆ λέγεις: οἱ γὰρ ἅγιοι ἀπόστολοι, σπέρμα τοῦ

ἀβραὰμ ὄντες, ἡμῖν τοῖς ἔθνεσιν ἐγνώσθησαν, καὶ τὰ ἔκγονα αὐτῶν ἐν

μέσῳ λαῶν, ἅγιοι μάρτυρες· πᾶϲ γὰρ ὁρῶν αὐτούϲ, ἐπιγνώσεται αὐτούϲ·

ὅτι οὗτοί εἰσι σπέρμα εὐλογημένον ἀπὸ θεοῦ· καὶ εὐφροσύνῃ 〈εὐφραν-

θήσονται ἐπὶ κύριον:

67

ζακχαίος εἶπεν: Ηὐφράνθημεν ἡμεῖς ἐπὶ κύριον:

ἀθανάσιος: Καὶ πάλιν λέγω: ὑμῶν τίς εὐφροσύνη ἡ〉 αἰώνιος; τῆς

γῆς ὑμῶν ἐρημωμένης, καὶ τῶν πόλεων ὑμῶν πυρικαύστων γεγενημένων, καὶ

ἀεὶ διὰ τοῦτο παθεῖν ὀφειλόντων; 〈ναὶ ἢ οὔ;〉 εἰπέ:

68

ζακχαίος εἶπεν: Ἀλλ' εἶπον ὅτι μέλλει γίνεσθαι ταῦτα καὶ

οἰκοδομεῖσθαι ἡ πόλις:

ἀθανάσιος εἶπεν: Ἴδωμεν τοῦτο ἀπὸ τῶν ἑξῆς εἰ μὴ ἐγένετο· λέγει

οὕτως· ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον

σωτηρίου, καὶ χιτῶνα εὐφροσύνηϲ περιέθηκέ μοι. εἰ δὲ ᾔδεις ὅτι ὅσοι

ἐβαπτίσθημεν εἰς χριστόν, χριστὸν ἐνεδυσάμεθα, καὶ χιτῶνα εὐφροσύνηϲ,

τὴν τοῦ πνεύματος ἐλάβομεν χάριν, καὶ ὡϲ νυμφίοι μίτραν τὸ σημεῖον

τοῦ σταυροῦ ἔχομεν. καὶ ὡϲ νύμφη κατεκοσμήθημεν κόσμῳ ταῖς πράξεσιν·

καὶ ὡϲ γῆ αὔξουσα τὸ ἄνθοϲ αὐτῆϲ, ἡ ἐκκλησία κατ' ἐνιαυτὸν τοὺς

φωτιζομένους ἀνθεῖ· καὶ ὡσεὶ κῆποϲ τὰ σπέρματα αὐτῆϲ ἀνατελεῖ τοὺς

κατηχουμένους, οὕτωϲ ἀνατελεῖ κύριοϲ δικαιοσύνην· ὅτι ἔστιν ἡμέρα

σωτηρίας καὶ ἀγαλλιάματος· λέγω δὲ τὴν ἀνάστασιν ἐναντίον πάντων τῶν

ἐθνῶν:

69

ζακχαίος: Σεαυτῷ ὡς θέλεις νοεῖς· καὶ τὸ δὴ λεγόμενον,

νεομηνίας κηρύττεις:

ἀθανάσιος: Ἐπειδὴ ἔτι ἀπειθεῖς, ἄκουε τῶν ἑξῆς· καὶ φοβηθεὶς εἰπὲ

τὴν ἀλήθειαν· διὰ σιὼν οὐ σιωπήσομαι· καὶ διὰ ἱερουσαλὴμ οὐκ ἀνήσω·

ἕωϲ ὂν ἐξέλθῃ ὡϲ φῶϲ ἡ δικαιοσύνη αὐτῆϲ, τὸ δὲ σωτήριόν μου ὡϲ λαμπὰϲ

καυθήσεται· καὶ ὄψονται ἔθνη τὴν δικαιοσύνην σου, καὶ πάντεϲ

οἱ βασιλεῖϲ τὴν δόξαν σου· καὶ καλέσει μου τὸ ὄνομα τὸ καινόν, ὃ ὁ

κύριοϲ ὀνομάσει αὐτό. καὶ ἔσει στέφανοϲ κάλλουϲ ἐν χειρὶ κυρίου, καὶ

διάδημα βασιλείαϲ ἐν χειρὶ θεοῦ σου.

70

ζακχαίος: Περὶ τίνος λέγεις, λέγεσθαι ταῦτα;

ἀθανάσιος: Περὶ ἱερουσαλήμ· οὐκέτι γάρ ἐστιν ἰουδαίων πόλις· ἀλλὰ

χριστιανῶν πόλις, τῷ καινῷ ὀνόματι καλουμένη. ἀπελθὼν ἐκεῖσε ὄψει

χριστοῦ τὴν πόλιν ταύτην οὖσαν, καὶ μοναζόντων οἰκητήριον· καὶ τοῦ

χριστοῦ τὴν ἀνάστασιν· καὶ πάντας τοὺς βασιλεῖς τὴν δόξαν αὐτῶν

φέροντας· καὶ τὰ ἔθνη μετὰ πάντων τῶν λαῶν τὴν δικαιοσύνην αὐτῆς ἣν

ἐδικαιώθη ἀπαγγέλλοντας:

ζακχαίος εἶπεν: Οὐκέτι οὖν πυρίκαυστος καὶ ἄδοξος ἐστίν;

ἀθανάσιος εἶπεν: Κατεστράφη καὶ ἠτιμάσθη ἰουδαίοις· ᾠκοδομήθη δὲ

καὶ ἐδοξάσθη χριστιανοῖς:

ζακχαίος εἶπεν: Ἡ προφητεία λέγει· καὶ ἥξουσιν ἀλλογενεῖϲ

ποιμαίνοντεϲ τὰ πρόβατά σου, καὶ ἀλλόφυλοι ἀροτῆρεϲ καὶ ἀμπελουργοί·

ὑμεῖϲ δὲ ἱερεῖϲ κυρίου κληθήσεσθε, λειτουργοὶ θεοῦ ἡμῶν· ἰσχὺν ἐθνῶν

κατέδεσθε· καὶ ἐν τῷ πλούτῳ αὐτῶν θαυμασθήσεσθε. ὁρᾷς ὅτι ἡμῖν

τοῖς ἰουδαίοις τὴν ἐπαγγελίαν ἐπαγγέλλεται:

71

ἀθανάσιος: Ταῦτα ἀληθῶς λέγεις· οὕτως γὰρ καὶ αἱ ἐπαγγελίαι

πληροῦνται τοῦ θεοῦ· ἃς ἐπηγγείλατο ὀμόσας τῷ ἀβραὰμ καθ' ἑαυτοῦ· ἦ μὴν

εὐλογῶν εὐλογήσω σε· καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου, ὡϲ τοὺϲ ἀστέ-

ραϲ τοῦ οὐρανοῦ, καὶ ὡϲ τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλοϲ τῆϲ θαλάσσηϲ· ὤμοσε

δὲ καὶ τῷ δαυὶδ ἀλήθειαν καὶ οὐκ ἠθέτησεν αὐτόν· ἀλλὰ τὸ σπέρμα αὐτοῦ

καθέξεται ἕως τοῦ αἰῶνος ἐπὶ τοῦ θρόνου αὐτοῦ. πρόδηλον γὰρ ὅτι ἐξ

ἰούδα ἀνατέταλκε ὁ αὐτὸς κύριος ἡμῶν ἰησοῦς ὁ χριστός· καὶ ἐν αὐτῷ

πᾶσαι αἱ ἐπαγγελίαι πληροῦνται· καὶ οἱ μὲν ἀλλογενεῖς ποιμαίνουσιν

αὐτοῦ τὰ λογικὰ πρόβατα· καὶ ἀλλόφυλοι ἀροτῆρες εἰσὶ γεωργοῦντες

αὐτοῦ τὴν ἐκκλησίαν· αὐτὸς δὲ μετὰ τῶν μαθητῶν αὐτοῦ τὴν ἱερωσύνην ἔχει,

τὴν ἰσχὺν τῶν ἐθνῶν κατεσθίων· ἐγὼ γάρ φησιν ἐν εὐαγγελίοις βρῶσιν ἔχω

φαγεῖν ἣν ὑμεῖϲ οὐκ οἴδατε, καὶ ἐν τῷ πλούτῳ τῶν ἐθνῶν θαυμάζεται·

ὁρᾷς γὰρ τοὺς σοφούς, τοὺς ῥήτορας, καὶ τοὺς ποιητὰς τὸν πλοῦτον τῶν

λόγων αὐτῶν αὐτῷ προσφέροντας· καὶ ἀποτασσομένους μέν, τῆς

εἰδωλολατρείας, προσφερομένους δέ, τῷ λόγῳ τῆς χάριτος· καὶ ὑμεῖς

θεωροῦντες νεκροὺς ἐγηγερμένους, οὐκ ἐπιστεύσατε· ἀλλ' ἐνεκρώθητε· τὰ

δὲ ἔθνη μετὰ τῶν νεκρῶν συνανέστησαν:

72

ζακχαίος εἶπε: Καὶ τί μέγα νεκροὺς ἀναστῆσαι; μάγοι γὰρ οὐκ

ἀνέστησαν νεκρούς; καὶ σημεῖα ἐποίησαν οὕτως, ὥστε καὶ ἀντιστῆναι

μωσεῖ;

ἀθανάσιος: Μὴ οὖν ἐπειδὴ μάγοι σημεῖα πεποιήκασι καὶ ἀντέστησαν

μωσεῖ, οὐδὲν μέγα ἐποίησε μωσῆς;

73

ζακχαίος εἶπε: Μωσῆς μὲν ἐποίησε σημεῖα μεγάλα· οὐκ ἀπὸ

τῶν σημείων δὲ πιστεύεται θεός, ἀλλὰ ἀπὸ τῆς ἀληθείας:

ἀθανάσιος: Καὶ τί μεῖζον χριστοῦ ἀληθείας; ποῖος γὰρ μάγος πρὸ

τοῦ γεννηθῆναι ἴσχυσε σημεῖα καὶ τέρατα ποιῆσαι;

74

ζακχαίος εἶπε: Ποῖον γὰρ σημεῖον ἐποίησεν ὁ χριστὸς πρὸ τοῦ

γεννηθῆναι;

ἀθανάσιος: Τοὺς προφήτας ἐποίησε περὶ αὐτοῦ εἰπεῖν· ἰδοὺ ἡ

παρθένοϲ ἐν γαϲτρὶ ἕξει· καὶ ἕτερα μυρία τοιαῦτα· καὶ ἐν αὐτῇ ὢν τῇ

γαστρὶ τὸν ἰωάννην σκιρτῆσαι ἐν ἀγαλλιάσει ἐποίησεν:

75

ζακχαίος εἶπεν: Οὐ πιστεύω τοῖς εὐαγγελίοις σου:

ἀθανάσιος εἶπεν: Οὐκοῦν οὐδὲ ὅτι μαρίας ἦν υἱὸς πιστεύεις;

ζακχαίος: Ἐν αὐτῇ τῇ ἱερουσαλὴμ ἐγεννήθη· καὶ οἶδα ὅτι μαρίας

ἐστὶν υἱός:

ἀθανάσιος: Καὶ ἐν αὐτῇ τῇ ἱερουσαλὴμ ἐλισάβετ τὸν ἰωάννην

ἐκυοφόρει, ὅτε χριστὸς ἐποίησεν αὐτὸν ἐν ἀγαλλιάσει σκιρτῆσαι· καὶ εὐθέως

δὲ γεννηθείς, μάγους ἀπὸ ἀνατολῶν ἥλκυσεν τοῦ προσκυνῆσαι αὐτόν·

οὐδεὶς δὲ γεννηθεὶς μάγος ἐποίησεν ἐν οὐρανῷ ἀστέρα φανῆναι, καὶ ἄλλους

μάγους ἐλθόντας προσκυνῆσαι αὐτῷ:

76

ζακχαίος εἶπεν: Ἔχεις μὲ οὖν πεῖσαι ὅτι μάγοι γεννηθέντος

αὐτοῦ ἦλθον καὶ προσεκύνησαν αὐτῷ;

ἀθανάσιος: Ἐπ' αὐτῶν τῶν πραγμάτων πείσθητι· ἐρώτησον γὰρ διὰ

τί ἡρώδης ἀνεῖλεν ἐν βηθλεὲμ παιδία· καὶ μαθὼν τὴν αἰτίαν γνώσῃ ὅτι

διὰ τὸν χριστόν· τῶν μάγων ἐλθόντων καὶ λεγόντων· ποῦ ἐστιν ὁ τεχθεὶϲ

βασιλεὺϲ τῶν ἰουδαίων· εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ, καὶ

ἤλθομεν προσκυνῆσαι αὐτόν· καὶ τὰ μνημεῖα τῶν παιδίων εἰσὶ φανερὰ ἕως

τῆς ἡμέρας ταύτης:

77

ζακχαίος εἶπεν: Οὐ πιστεύομεν ὅτι οὕτως ἐγένετο. ἆρα γὰρ καί

πως οὐκ ἠδυνήθη ὁ χριστός σου βοηθῆσαι τοῖς παιδίοις, ἵνα μὴ ἀπο-

θάνωσιν;

ἀθανάσιος: Εἰ μὲν οὖν καταγελᾷς, ἀντίθες τὰ παιδία τὰ ὑπὸ τοῦ

φαραῶ ἀναιρεθέντα, ἐν ᾧ καιρῷ ἐγεννήθη μωυσῆϲ· καὶ εἰπέ· οὐκ ἠδύνατο

ὁ θεὸς ῥύσασθαι τὰ παιδία τῶν…

〈…

The complete text is available when the reading interface loads.