The Greek Library Author

Anonymous

Epistulae quattuor ad Serapionem

Authority group
Athanasius of Alexandria (catalogue association; authorship remains anonymous)
Edition reference
Epistulae quattuor ad Serapionem, MPG 26: 529–648b.
CTS identifier
urn:cts:greekLit:tlg2035.tlg043.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

26

536

οὖν, καίτοι πλείστης οὔσης διαφορᾶς ἐν ταῖς Γραφαῖς

περὶ πνευμάτων, καὶ δυναμένου τοῦ ῥητοῦ τὴν

ἰδίαν διάνοιαν ἔχειν ὀρθὴν, ὑμεῖς, ὡς φιλονεικοῦντες

ἢ ὡς ὑπὸ δήγματος τοῦ Ἀρειανοῦ ὄφεως βλαβέντες,

τὸ Πνεῦμα τὸ ἅγιον εἰρῆσθαι παρὰ τοῦ Ἀμὼς

νομίζετε, ἵνα μόνον τοῦ φρονεῖν κτίσμα μὴ ἐπι-

λάθησθε;

Εἴπατε γοῦν εἴ που τῆς θείας Γραφῆς εὑρίσκε-

τε τὸ Πνεῦμα τὸ ἅγιον ἁπλῶς εἰρημένον πνεῦμα,

χωρὶς προσθήκης τοῦ λέγεσθαι ἢ τοῦ Θεοῦ, ἢ τοῦ

537

Πατρὸς, ἢ ὅτι ἐμοῦ, ἢ αὐτοῦ τοῦ Χριστοῦ καὶ

τοῦ Υἱοῦ, ἢ παρ' ἐμοῦ, ὅ ἐστι παρὰ τοῦ Θεοῦ, ἢ μετὰ

τοῦ ἄρθρου, ἵνα μὴ ἁπλῶς λέγηται πνεῦμα, ἀλλὰ τὸ

Πνεῦμα· ἢ αὐτὸ τοῦτο τὸ Πνεῦμα τὸ ἅγιον, ἢ

Παράκλητον, ἢ ἀληθείας, ὅ ἐστι τοῦ Υἱοῦ, τοῦ λέ-

γοντος, «Ἐγώ εἰμι ἡ ἀλήθεια·» ἵνα, ἀκούσαντες

ἁπλῶς «πνεῦμα,» ὑπονοήσητε εἶναι τὸ Πνεῦμα τὸ

ἅγιον; Ἐξῃρήσθωσαν δὲ τοῦ Λόγου νῦν οἵτινες ἤδη

λαβόντες, πάλιν ὀνομάζονται, καὶ ὅσοι, προμαθόντες

περὶ τοῦ ἁγίου Πνεύματος, ὕστερον ὡς ἐν ἐπαναλή-

ψει καὶ ὑπομνήσει, καὶ μόνον λεγομένου «τοῦ

πνεύματος,» οὐκ ἀγνοοῦσι περὶ τίνος ἀκούουσι· καὶ

μάλιστα, ὅτι καὶ οὕτω μετὰ τοῦ ἄρθρου λέγεται.

Καὶ ὅλως ἄνευ τοῦ ἄρθρου, ἢ τῆς προειρημένης

προσθήκης, οὐκ ἂν εἴη σημαινόμενον τὸ Πνεῦμα

τὸ ἅγιον· οἷά ἐστιν ἃ γράφει Παῦλος τοῖς Γαλάταις·

«Τοῦτο μόνον θέλω μαθεῖν ἀφ' ὑμῶν, ἐξ ἔργων νό-

μου τὸ Πνεῦμα ἐλάβετε, ἢ ἐξ ἀκοῆς πίστεως;» Ποῖον

δὲ ἦσαν λαβόντες ἢ τὸ Πνεῦμα τὸ ἅγιον, τὸ διδόμενον

τοῖς πιστεύουσι καὶ ἀναγεννωμένοις διὰ λουτροῦ πα-

λιγγενεσίας; Καὶ Θεσσαλονικεῦσι δὲ γράφων· «Τὸ

Πνεῦμα μὴ σβέννυτε·» εἰδόσι καὶ αὐτοῖς ὅπερ ἔλαβον

ἔλεγεν, ἵνα μὴ σβέσωσιν ἐξ ἀμελείας τὴν ἐν αὐτοῖς

ἀναφθεῖσαν τοῦ Πνεύματος χάριν. Ἐν δὲ τοῖς Εὐαγ-

γελίοις περὶ τοῦ Σωτῆρος ἀνθρωπίνως διὰ τὴν σάρκα

ἣν προσέλαβεν, ἐὰν λέγωσιν οἱ εὐαγγελισταὶ,

«Ἰησοῦς δὲ, πλήρης Πνεύματος ὢν, ὑπέστρεψεν

ἀπὸ τοῦ Ἰορδάνου·» καὶ τὸ, «Τότε ὁ Ἰησοῦς ἀνήχθη

ὑπὸ τοῦ Πνεύματος εἰς τὴν ἔρημον·» τὸν αὐτὸν ἔχει

νοῦν. Προείρητο γὰρ ὑπὸ τοῦ Λουκᾶ· «Ἐγένετο δὲ ἐν

τῷ βαπτισθῆναι ἅπαντα τὸν λαὸν, καὶ Ἰησοῦ βαπτισθέ-

ντος, καὶ προσευχομένου, ἀνεωθῆναι τὸν οὐρανὸν,

καὶ καταβῆναι τὸ Πνεῦμα τὸ ἅγιον σωματικῷ εἴδει,

ὡσεὶ περιστερὰν, ἐπ' αὐτόν.» Καὶ δῆλον ἦν, ὅτι,

λεγομένου τοῦ Πνεύματος, τὸ Πνεῦμα τὸ ἅγιον ἦν

σημαινόμενον. Οὕτω μὲν οὖν παρ' οἷς ἐστι τὸ Πνεῦ-

μα τὸ ἅγιον κἂν μόνον τὸ Πνεῦμα λέγηται χωρὶς

τῆς ἐπ' αὐτῷ προσθήκης, οὐκ ἀμφίβολον, ὅτι τὸ

Πνεῦμα τὸ ἅγιον σημαίνεται, ἔχον μάλιστα τὸ ἄρθρον.

Ὑμεῖς δὲ εἴπατε τὸ προταθὲν ὑμῖν, εἰ εὑ-

ρήκατέ που τῆς θείας Γραφῆς τὸ Πνεῦμα τὸ ἅγιον

540

λεγόμενον ἁπλῶς Πνεῦμα, χωρὶς τῆς προειρημένης

ἐπ' αὐτῷ προσθήκης, καὶ πλὴν τῆς παρατηρήσεως

ἧς γε ἐμνημονεύσαμεν. Ἀλλ' οὐκ ἂν εἴποιτε· οὐ γὰρ

εὑρήσετε γεγραμμένον. Ἀλλ' ἐν μὲν τῇ Γενέσει γέ-

γραπται, «Καὶ Πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ

ὕδατος·» καὶ μετ' ὀλίγα· «Οὐ μὴ καταμείνῃ τὸ

Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ

εἶναι αὐτοὺς σάρκας·» ἐν δὲ τοῖς Ἀριθμοῖς λέγει

Μωϋσῆς πρὸς τὸν τοῦ Ναυῆ, «Μὴ ζηλοῖς σὺ ἐμέ·

καὶ τίς ἂν δῷ τὸν λαὸν Κυρίου προφήτας, ὅταν δῷ

Κύριος τὸ Πνεῦμα αὐτοῦ ἐπ' αὐτούς,» Καὶ ἐν τοῖς

Κριταῖς ἐπὶ μὲν Γοθονιήλ· «Καὶ ἐγένετο ἐπ' αὐτὸν

Πνεῦμα Κυρίου, καὶ ἔκρινε τὸν Ἰσραήλ.» Καὶ

πάλιν· «Καὶ ἐγένετο ἐπὶ Ἰεφθάε Πνεῦμα Κυρίου.»

Περὶ δὲ Σαμψών· «Ἡδρύνθη, φησὶ, τὸ παιδάριον

καὶ ηὐλόγησεν αὐτὸ Κύριος·» Καὶ, «Ἤρξατο

Πνεῦμα Κυρίου συνεκπορεύεσθαι αὐτῷ·» Καὶ, «Ἥλα-

το ἐπ' αὐτὸν Πνεῦμα Κυρίου.» Καὶ ὁ μὲν Δαβὶδ ψάλλει·

«Τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ·»

Καὶ πάλιν ἐν τῷ ἑκατοστῷ τετταρακοστῷ δευτέρῳ ψαλ-

μῷ· «Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ

εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με.»

Ἐν δὲ τῷ Ἡσαΐᾳ γέγραπται· «Πνεῦμα Κυρίου

ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με.» Ἐλέγετο δὲ πρὸ τού-

του· «Οὐαὶ, τέκνα ἀποστάται. Τάδε λέγει Κύριος·

Ἐποιήσατε βουλὴν οὐ δι' ἐμοῦ, καὶ συνθήκας οὐ διὰ

τοῦ Πνεύματός μου, προσθεῖναι ἁμαρτίας ἐφ'

ἁμαρτίαις·» καὶ πάλιν· «Ἀκούσατε ταῦτα· Οὐκ

ἀπ' ἀρχῆς ἐν κρυφῇ λελάληκα· ἡνίκα ἐγένετο, ἐκεῖ

ἤμην· καὶ νῦν Κύριος ἀπέστειλέ με, καὶ τὸ Πνεῦμα

αὐτοῦ.» Μετ' ὀλίγα δὲ οὕτω φησί· «Καὶ αὕτη

αὐτοῖς ἡ παρ' ἐμοῦ διαθήκη, εἶπε Κύριος, τὸ Πνεῦμα

τὸ ἐμὸν, ὅ ἐστιν ἐπὶ σοί·» καὶ αὖθις ἐν τοῖς ἑξῆς

ἐπιφέρει λέγων· «Οὐ πρέσβυς, οὐδὲ ἄγγελος, ἀλλ'

αὐτὸς ὁ Κύριος ἔσωσεν αὐτοὺς, διὰ τὸ ἀγαπᾷν αὐτοὺς,

καὶ φείδεσθαι αὐτῶν· αὐτὸς ἐλυτρώσατο αὐτοὺς, καὶ

ἀνέλαβεν αὐτοὺς, καὶ ὕψωσεν αὐτοὺς πάσας τὰς

541

ἡμέρας τοῦ αἰῶνος· αὐτοὶ δὲ ἠπείθησαν, καὶ παρ-

ώξυναν τὸ Πνεῦμα τὸ ἅγιον αὐτοῦ, καὶ ἐστράφη αὐτοῖς

εἰς ἔχθραν.» Ἰεζεχιὴλ δὲ οὕτω λέγει· «Καὶ

ἀνέλαβέ με Πνεῦμα, καὶ ἤγαγέ με εἰς γῆν Χαλδαίων

εἰς τὴν αἰχμαλωσίαν, ἐν ὁράσει, ἐν Πνεύματι Θεοῦ.»

Ἐν δὲ τῷ Δανιήλ· «Ἐξήγειρεν ὁ Θεὸς τὸ Πνεῦμα τὸ

ἅγιον παιδαρίου νεωτέρου, ᾧ ὄνομα Δανιὴλ, καὶ ἀν-

εβόησε φωνῇ μεγάλῃ· Καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος

ταύτης.» Καὶ ὁ μὲν Μιχαίας φησίν· «Οἶκος

Ἰακὼβ παρώξυνε Πνεῦμα Κυρίου.» Καὶ διὰ τοῦ Ἰωὴλ

ὁ Θεός φησι· «Καὶ ἔσται μετὰ ταῦτα, καὶ ἐκχεῶ ἀπὸ

τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα.» Καὶ διὰ τοῦ

Ζαχαρίου δὲ πάλιν, Θεοῦ φωνή ἐστι λέγοντος·

«Πλὴν τοὺς λόγους μου καὶ τὰ νόμιμά μου δέχεσθε,

ὅσα ἐγὼ ἐντέλλομαι ἐν Πνεύματί μου τοῖς δούλοις

μου, τοῖς προφήταις.» Ὅτε καὶ αἰτιώμενος ὁ προ-

φήτης τὸν λαὸν, μετ' ὀλίγα ἔλεγε· «Καὶ τὴν καρδίαν

αὐτῶν ἔταξαν ἀπειθῆ τοῦ μὴ εἰσακούειν τοῦ νόμου

μου, καὶ τοὺς λόγους οὓς ἐξαπέστειλε Κύριος

παντοκράτωρ ἐν Πνεύματι αὐτοῦ ἐν χερσὶ τῶν προ-

φητῶν τῶν ἔμπροσθεν.» Καὶ ταῦτα μὲν ἐκ τῶν Πα-

λαιῶν ἀναλέξαντες, εἰρήκαμεν ὀλίγα.

Ἐρωτήσατε δὲ καὶ ὑμεῖς περὶ τῶν ἐν τοῖς Εὐαγ-

γελίοις, καὶ ὧν ἔγραψαν οἱ ἀπόστολοι, καὶ ἀκού-

σεσθε πῶς κἀκεῖ, πλείστης οὔσης διαφορᾶς πνευμά-

των, κατ' ἐξαίρετον τὸ Πνεῦμα τὸ ἅγιον οὐχ ἁπλῶς

Πνεῦμα, ἀλλὰ μετὰ προσθήκης, ἧς εἴπομεν, ὀνομά-

ζεται. Ὁ μὲν οὖν Κύριος ἡνίκα, καθὰ προεῖπον, ἀν-

θρωπίνως ἐβαπτίζετο, δι' ἣν ἐφόρει σάρκα, λέγεται

καταβεβηκέναι ἐπ' αὐτὸν τὸ Πνεῦμα τὸ ἅγιον· τοῦτο

διδοὺς μὲν τοῖς μαθηταῖς, ἔλεγε· «Λάβετε Πνεῦ-

μα ἅγιον·» ἐδίδασκε δὲ αὐτούς· «Ὁ Παράκλητος τὸ

Πνεῦμα τὸ ἅγιον, ὃ πέμψει ὁ Πατὴρ ἐν τῷ ὀνόματί

μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα.» Καὶ μετ' ὀλίγα

περὶ τοῦ αὐτοῦ ἔλεγεν· «Ὅταν ἔλθῃ ὁ Παράκλη-

τος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρὸς, τὸ

Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύε-

ται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ·» καὶ πάλιν·

«Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦ-

544

μα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν·» καὶ μετ'

ὀλίγα· «Εἰ δὲ ἐν Πνεύματι Θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαι-

μόνια, ἄρα ἔφθασεν ἐφ' ὑμᾶς ἡ βασιλεία τοῦ

Θεοῦ.» Καὶ τὴν μὲν πᾶσαν θεολογίαν καὶ τὴν ἡμῶν

τελείωσιν, ἐν ᾗ συνῆπτεν ἡμᾶς ἑαυτῷ καὶ δι' ἑαυτοῦ

τῷ Πατρὶ, ἐν τούτῳ συμπληρῶν, παρήγγειλε τοῖς

μαθηταῖς· «Πορευθέντες, μαθητεύσατε πάντα

τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς,

καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος·» ἐπαγγει-

λάμενος δὲ αὐτοῖς αὐτὸ πέμψειν, «παρήγγειλεν

ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι·» καὶ μεθ' ἡμέ-

ρας ὀλίγας, «Ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς

Πεντηκοστῆς, ἦσαν πάντες ὁμοῦ ἐπὶ τὸ αὐτό·

καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος, ὥσπερ φερο-

μένης πνοῆς βιαίας, καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον,

οὗ ἦσαν καθήμενοι· καὶ ὤφθησαν αὐτοῖς διαμεριζό-

μεναι γλῶσσαι ὡσεὶ πυρὸς, καὶ ἐκάθισαν ἐφ' ἕνα

ἕκαστον αὐτῶν· καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος

ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς

τὸ Πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς.» Ἔνθεν

οὖν καὶ διὰ μὲν τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν

ἀποστόλων ἐδίδοτο τοῖς ἀναγεννωμένοις τὸ Πνεῦμα τὸ

ἅγιον· Ἄγαβος δέ τις προεφήτευσεν ἐν τούτῳ λέγων·

«Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον·» ὁ δὲ Παῦλος·

«Ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκό-

πους, ποιμαίνειν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ἣν

περιεποιήσατο διὰ τοῦ ἰδίου αἵματος·» τοῦ τε εὐνού-

χου βαπτισθέντος, «Ἥρπασε Πνεῦμα Κυρίου

τὸν Φίλιππον.» Καὶ Πέτρος ἔγραψε· «Κομιζόμενοι τὸ

τέλος τῆς πίστεως, σωτηρίαν ψυχῶν· περὶ ἧς σωτη-

ρίας ἐξεζήτησαν καὶ ἐξηρεύνησαν προφῆται, οἱ περὶ

τῆς εἰς ὑμᾶς χάριτος προφητεύσαντες, ἐρευνῶν-

τες εἰς τίνα ἢ ποῖον καιρὸν ἐδηλοῦτο ἐν αὐτοῖς Πνεῦ-

μα Χριστοῦ, προμαρτυρόμενον τὰ εἰς Χριστὸν

παθήματα, καὶ τὰς μετὰ ταῦτα δόξας.» Καὶ ὁ μὲν

Ἰωάννης ἐπέστειλεν· «Ἐν τούτῳ γινώσκομεν, ὅτι

ἐν αὐτῷ μένομεν, καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύ-

ματος αὐτοῦ ἔδωκεν ἡμῖν·» ὁ δὲ Παῦλος γράφει

Ῥωμαίοις μέν· «Ὑμεῖς δὲ οὔκ ἐστε ἐν σαρκὶ, ἀλλ'

ἐν πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν.

Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν

αὐτοῦ. Εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν

545

δι' ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην. Εἰ

δὲ τὸ Πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν οἰκεῖ ἐν

ὑμῖν, ὁ ἐγείρας Χριστὸν Ἰησοῦν ἐκ νεκρῶν ζωοποιή-

σει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος

αὐτοῦ Πνεύματος ἐν ὑμῖν·» Κορινθίοις δέ· «Τὸ γὰρ

Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ. Τίς

γὰρ οἶδε τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ Πνεῦμα τοῦ

ἀνθρώπου τὸ ἐν αὐτῷ; οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς

ἔγνωκεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Ἡμεῖς δὲ οὐ

τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ Πνεῦμα τὸ

ἐκ τοῦ Θεοῦ, ἵνα ἴδωμεν τὰ ὑπὸ τοῦ Θεοῦ χα-

ρισθέντα ἡμῖν·» καὶ μετ' ὀλίγα· «Οὐκ οἴδατε,

ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν

ὑμῖν;» Καὶ πάλιν· «Ἀλλ' ἀπελούσασθε, ἀλλ' ἡγιά-

σθητε, ἀλλ' ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου

ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύματι Θεοῦ

ἡμῶν·» καὶ πάλιν· «Ταῦτα δὲ πάντα ἐνεργεῖ

τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθ-

ὼς βούλεται·» καὶ πάλιν· «Ὁ δὲ Κύριος τὸ

Πνεῦμά ἐστιν· οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευ-

θερία.» Ὅρα δὲ πῶς καὶ Γαλάταις ἐπιστέλλει

λέγων· «Ἵνα ἡ εὐλογία τοῦ Ἀβραὰμ γένηται ἐν

Χριστῷ Ἰησοῦ, ἵνα τὴν ἐπαγγελίαν τοῦ Πνεύματος

λάβωμεν διὰ τῆς πίστεως·» καὶ πάλιν· «Ὅτι

δέ ἐστε υἱοὶ, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ

αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν, κράζον· Ἀββᾶ ὁ

Πατήρ. Ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλὰ υἱός. Εἰ δὲ υἱὸς,

καὶ κληρονόμος Θεοῦ διὰ Χριστοῦ.» Τοῖς δὲ Ἐφε-

σίοις οὕτως ἔλεγε· «Καὶ μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ

ἅγιον τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπο-

λυτρώσεως·» καὶ πάλιν· «Σπουδάζοντες τηρεῖν τὴν

ἑνότητα τοῦ Πνεύματος, ἐν τῷ συνδέσμῳ τῆς εἰρή-

νης.» Πρὸς δὲ Φιλιππησίους ἐπαῤῥησιάζετο γράφων·

«Τί γάρ; πλὴν ὅτι παντὶ τρόπῳ εἴτε προφάσει,

εἴτε ἀληθείᾳ Χριστὸς καταγγέλλεται, καὶ ἐν τούτῳ

χαίρω, ἀλλὰ καὶ χαρήσομαι. Οἶδα γὰρ, ὅτι τοῦτό μοι

ἀποβήσεται εἰς σωτηρίαν, διὰ τῆς ὑμῶν δεήσεως καὶ

ἐπιχορηγίας· τοῦ Πνεύματος Ἰησοῦ Χριστοῦ, κατὰ

τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου, ὅτι ἐν οὐδενὶ

548

αἰσχυνθήσομαι·» καὶ πάλιν· «Ἡμεῖς γάρ ἐσμεν ἡ

περιτομὴ, οἱ Πνεύματι Θεοῦ λατρεύοντες, καὶ καυ-

χώμενοι ἐν Χριστῷ Ἰησοῦ.» Καὶ Θεσσαλονικεῦσι δὲ

διαμαρτυρεῖται· «Τοιγαροῦν ὁ ἀθετῶν οὐκ ἄνθρωπον

ἀθετεῖ, ἀλλὰ τὸν Θεὸν τὸν διδόντα τὸ Πνεῦμα τὸ ἅγιον

αὐτοῦ εἰς ὑμᾶς·» καὶ πρὸς Ἑβραίους δὲ οὕτω·

«Δηλοῦντος τοῦ Πνεύματος τοῦ ἁγίου μήπω πεφανε-

ρῶσθαι τὴν τῶν ἁγίων ὁδὸν, ἔτι τῆς πρώτης σκηνῆς

ἐχούσης στάσιν·» καὶ πάλιν· «Πόσῳ δοκεῖτε χείρο-

νος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ κατα-

πατήσας, καὶ τὸ αἷμα τῆς Διαθήκης κοινὸν ἡγησάμε-

νος, ἐν ᾧ ἡγιάσθη, καὶ τὸ Πνεῦμα τῆς χάριτος ἐν-

υβρίσας;» Καὶ πάλιν· «Εἰ γὰρ τὸ αἷμα ταύρων καὶ

τράγων, καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοι-

νωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα·

πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ, ὃς διὰ Πνεύμα-

τος αἰωνίου ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ Θεῷ, κα-

θαρίσει τὴν συνείδησιν ἡμῶν ἀπὸ νεκρῶν ἔργων;» καὶ πρὸς Θεσσαλονικεῖς δέ· «Καὶ τότε ἀποκαλυφθή-

σεται ὁ ἄνομος, ὃν ὁ Κύριος Ἰησοῦς ἀνελεῖ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ, καὶ καταργήσει τῇ

ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ.»

Ἰδοὺ πῶς τὸ Πνεῦμα τὸ ἅγιον ἐν πάσῃ τῇ θείᾳ Γρα-

φῇ γνωρίζεται. Τί τοίνυν ὑμεῖς τοιοῦτον ἐν τῷ προφή-

τῃ ἐθεωρήσατε; Οὐδὲ γὰρ οὐδὲ κἂν τὸ ἄρθρον ἔχει τὸ

παρὰ τοῦ προφήτου λεγόμενον νῦν «πνεῦμα,» ἵνα

κἂν πρόφασιν ἔχητε. Ἀλλ' ἁπλῶς ἐτολμήσατε τρόπους

ἑαυτοῖς ἐπινοεῖν, καὶ εἰπεῖν τὸ λεγόμενον κτίζεσθαι

πνεῦμα, αὐτὸ εἶναι τὸ Πνεῦμα τὸ ἅγιον, καίτοι

δυνάμενοι μαθεῖν καὶ παρὰ φιλολόγων ἀνδρῶν περὶ

διαφορᾶς πνευμάτων. Λέγεται γὰρ καὶ ἀνθρώπου

πνεῦμα, ὡς ψάλλει Δαβίδ· «Νυκτὸς μετὰ τῆς καρ-

δίας μου ἠδολέσχουν, καὶ ἤσχαλλε τὸ πνεῦμά μου.»

Ὁ δὲ Βαροὺχ ἐπευχόμενός φησι· «Ψυχὴ ἐν στενοῖς

καὶ πνεῦμα ἀκηδιῶν κέκραγε πρὸς σέ.» Καὶ ἐν μὲν

τῇ ᾠδῇ τῶν τριῶν παίδων· «Εὐλογεῖτε, πνεύ-

ματα» καὶ «ψυχαὶ δικαίων, τὸν Κύριον.» Ὁ δὲ Ἀπό-

στολος γράφει· «Αὐτὸ τὸ Πνεῦμα συμμαρτυρεῖ τῷ

πνεύματι ἡμῶν, ὅτι ἐσμὲν τέκνα Θεοῦ. Εἰ δὲ τέκνα,

καὶ κληρονόμοι·» καὶ πάλιν· «Οὐδεὶς οἶδε τὰ τοῦ

549

ἀνθρώπου εἰ μὴ τὸ Πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ.»

Ἐν δὲ τῇ πρὸς Θεσσαλονικεῖς ἐπιστολῇ ἐπευχόμενος

λέγει «Ὁλόκληρον ὑμῶν τὸ Πνεῦμα, καὶ ἡ ψυχὴ,

καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου

ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη» Λέγεται δὲ καὶ

ἀνέμων πνεύματα οὕτως ἐν μὲν τῇ γενέσει· «Καὶ

ἐπήγαγεν ὁ Θεὸς πνεῦμα ἐπὶ τὴν γῆν, καὶ ἐκόπασε

τὸ ὕδωρ·» ἐπὶ δὲ τοῦ Ἰωνᾶ· «Καὶ Κύριος ἐξήγειρε

πνεῦμα ἐπὶ τὴν θάλασσαν, καὶ ἐγένετο κλύδων μέγας

ἐν τῇ θαλάσσῃ· καὶ τὸ πλοῖον ἐκινδύνευε τοῦ συντρι-

βῆναι.» Καὶ ἐν μὲν τῷ ἑκατοστῷ ἕκτῳ ψαλμῷ

γέγραπται· «Εἶπε, καὶ ἔστη πνεῦμα καταιγίδος, καὶ

ὑψώθη τὰ κύματα αὐτῆς.» Ἐν δὲ τῷ ἑκατοστῷ τεσ-

σαρακοστῷ ὀγδόῳ ψαλμῷ «Αἰνεῖτε τὸν Κύριον ἐκ

τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι, πῦρ, χάλαζα,

χιὼν, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα

τὸν λόγον αὐτοῦ·» καὶ ἐν τῷ Ἰεζεχιὴλ ἐπὶ τοῦ θρή-

νου Σόρ· «Ἐν καρδίᾳ θαλάσσης, ἐν ὕδατι πολ-

λῷ ἦγόν σε οἱ κωπηλάται σου· τὸ πνεῦμα τοῦ νότου

συνέτριψέ σε.»

Ἐντυγχάνοντες δὲ καὶ ὑμεῖς ταῖς ἁγίαις Γρα-

φαῖς, εὑρήσετε λεγόμενον πνεῦμα καὶ τὸν ἐν αὐ-

τοῖς τοῖς θείοις λόγοις νοῦν, γράφοντος τοῦ Παύλου·

«Ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους Καινῆς Δια-

θήκης, οὐ γράμματος, ἀλλὰ πνεύματος. Τὸ γὰρ γράμ-

μα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ.» Τὸ μὲν γὰρ

ῥητὸν γράμματι κεχάρακται· ὁ δὲ νοῦς ὁ ἐν αὐτῷ

πνεῦμα λέγεται. Οὕτως καὶ «ὁ νόμος πνευματικός

ἐστιν,» ἵν' ὡς πάλιν εἴρηκε, μὴ δουλεύωμεν ἐν

παλαιότητι γράμματος, ἀλλ' ἐν καινότητι πνεύματος.

Καὶ αὐτὸς μὲν εὐχαριστῶν ἔλεγεν· «Ἄρα οὖν αὐτὸς

ἐγὼ τῷ μὲν νοῒ δουλεύω νόμῳ Θεοῦ, τῇ δὲ σαρκὶ νό-

μῳ ἁμαρτίας· οὐδὲν νῦν ἄρα κατάκριμα τοῖς ἐν

Χριστῷ Ἰησοῦ. Ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς

ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς

ἁμαρτίας·» ὁ δὲ Φίλιππος, τὸν εὐνοῦχον ἀπὸ τοῦ

γράμματος εἰς τὸ πνεῦμα θέλων ἐπιστρέφειν, ἔλε-

γεν· «Ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις;» τοιοῦ-

τον ἐσχηκὼς μαρτυρεῖται καὶ ὁ Χάλεβ ἐν τοῖς

Ἀριθμοῖς, τοῦ Θεοῦ λέγοντος· «Ὁ δὲ παῖς μου Χά-

λεβ, ὅτι ἐγενήθη ἕτερον πνεῦμα ἐν αὐτῷ, καὶ ἐπηκο-

λούθησέ μοι εἰσάξω αὐτὸν εἰς τὴν γῆν εἰς ἣν εἰσῆλ-

θεν ἐκεῖ» Ἄλλῃ γὰρ διανοίᾳ παρὰ τὴν ἐκείνων

αὐτὸς λαλήσας, εὐάρεστος τῷ Θεῷ γέγονε. Τοιαύτην

ἔχειν προέτρεψεν ὁ Θεὸς τὸν λαὸν καρδίαν διὰ Ἰεζε-

552

κιὴλ λέγων· «Ποιήσατε ἑαυτοῖς καρδίαν καινὴν καὶ

πνεῦμα καινόν.» Τούτων τοίνυν οὕτως ὄντων, καὶ

τοσαύτης διαφορᾶς περὶ τῶν πνευμάτων δεικνυμένης,

βελτίους ἂν ἦτε, εἰ, περὶ κτιζομένου πνεύματος

ἀκούοντες, περὶ ἑνὸς τῶν προειρημένων ἐφρονεῖτε,

οἷον ἦν περὶ οὗ ἐν Ἡσαΐᾳ γέγραπται· «Συνεφώνη-

σεν Ἀρὰμ πρὸς τὸν Ἐφραῒμ, καὶ ἐξέστη ἡ ψυχὴ αὐ-

τοῦ, καὶ ἡ ψυχὴ τοῦ λαοῦ αὐτοῦ, ὃν τρόπον ἐν

δρυμῷ ξύλον ὑπὸ πνεύματος σαλευθῇ.» Τοιοῦτον δὲ

ἦν καὶ, «Ὃ ἐξήγειρε Κύριος πνεῦμα ἐπὶ τὴν θάλασ-

σαν» διὰ τὸν Ἰωνᾶν. Ἀκολουθεῖ γὰρ τῇ βροντῇ καὶ

τὰ τῶν ἀνέμων πνεύματα, ὡς ἐπὶ τοῦ ὑετοῦ τοῦ

κατὰ τὸν Ἀχαὰβ, ὡς γέγραπται· «Καὶ ἐγένετο ὧδε,

καὶ ἕως ὧδε, καὶ ὁ οὐρανὸς συνεσκότασε νεφέλαις καὶ πνεύματι.»

Ἀλλ' ἐπείπερ Χριστοῦ, φησὶ, μνημονεύει

τὸ Λόγιον, ἀκολούθως καὶ τὸ λεγόμενον πνεῦμα οὐδὲν

ἕτερον ἢ τὸ Πνεῦμα τὸ ἅγιον χρὴ νοεῖν. Εἶτα τὸ

μὲν συνονομάζεσθαι τῷ Χριστῷ τὸ Πνεῦμα τὸ ἅγιον

ἐθεωρήσατε· τὸ δὲ διαιρεῖν αὐτὸ τῇ φύσει, καὶ ἀπο-

ξενίζειν ἀπὸ τοῦ Υἱοῦ, ποῦ κατενοήσατε, ὅτι τὸν μὲν

Χριστὸν λέγετε μὴ εἶναι κτίσμα, τὸ δὲ ἅγιον

Πνεῦμα κτίσμα λέγετε; Καὶ ἄτοπόν ἐστι τὰ ἀνόμοια

τῇ φύσει συνονομάζειν, καὶ συνδοξάζειν. Ποία γὰρ

κοινωνία, ἢ ποία ὁμοιότης τῷ κτίσματι πρὸς τὸν κτί-

στην; Ἐπεὶ ὥρα ὑμᾶς καὶ τῷ Υἱῷ συναριθμεῖν καὶ

συνάπτειν τὰ δι' αὐτοῦ γενόμενα κτίσματα. Ἤρκει

μὲν οὖν περὶ πνεύματος ἀνέμων νοεῖν τὸ γε-

γραμμένον, ὥσπερ εἴρηται· ἐπειδὴ δὲ προφασίζεσθε

τὴν ἐν τῷ ῥητῷ περὶ τοῦ Χριστοῦ μνήμην, ἀναγκαῖον

ἰδεῖν ἀκριβῶς τὸ λεγόμενον, μὴ ἄρα καὶ περὶ τοῦ λε-

γομένου κτίζεσθαι πνεύματος οἰκειοτέραν εὕρωμεν

τὴν διάνοιαν. Τί τοίνυν ἐστὶ τὸ ἀπαγγέλλειν εἰς ἀν-

θρώπους τὸν Χριστὸν αὐτοῦ, ἢ τὸ γίνεσθαι αὐτὸν ἄν-

θρωπον, καὶ ἴσον εἶναι τοῦτο τῷ φάναι· «Ἰδοὺ

ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν· καὶ

καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ·» καὶ τὰ ἄλλα,

ὅσα περὶ τῆς ἐπιδημίας αὐτοῦ γέγραπται; τῆς δὲ

ἐνσάρκου παρουσίας ἀπαγγελλομένης περὶ τοῦ Λόγου,

ποῖον χρὴ πνεῦμα κτιζόμενον νοεῖν, εἰ μὴ τὸ

ἀνακτιζόμενον τῶν ἀνθρώπων καὶ ἀνακαινιζόμενον

πνεῦμα; Τοῦτο γὰρ καὶ διὰ Ἰεζεκιὴλ ἐπεγγείλατο ὁ

Θεὸς λέγων· «Καὶ δώσω ὑμῖν καρδίαν καινὴν, καὶ

553

πνεῦμα καινὸν δώσω ὑμῖν· καὶ ἀφελῶ τὴν καρδίαν

τὴν λιθίνην ἐκ τῆς σαρκὸς ὑμῶν· καὶ δώσω ὑμῖν καρ-

δίαν σαρκίνην· καὶ τὸ Πνεῦμά μου δώσω ἐν ὑμῖν.»

Πότε δὴ τοῦτο πεπλήρωται, εἰ μὴ ὅτε παραγενό-

μενος ὁ Κύριος ἀνεκαίνισε τὰ πάντα τῇ χάριτι; Ἰδοὺ

γὰρ καὶ ἐν τῷ ῥητῷ τούτῳ ἡ διαφορὰ τῶν πνευμά-

των δείκνυται· καὶ τὸ μὲν πνεῦμα τὸ ἡμῶν ἀνακαι-

νιζόμενόν ἐστι· τὸ δὲ Πνεῦμα τὸ ἅγιον οὐχ ἁπλῶς

πνεῦμα, ἀλλ' ἑαυτοῦ φησιν αὐτὸ εἶναι ὁ Θεὸς, ἐν

ᾧ καὶ τὰ ἡμῶν ἀνακαινίζεται· ὡς καὶ ὁ ψάλλων ἐν

τῷ ἑκατοστῷ καὶ τρίτῳ ψαλμῷ λέγει· «Ἀντανελεῖς

τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν

αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ Πνεῦμά σου,

καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς

γῆς.» Εἰ δὲ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἀνακαινιζό-

μεθα· οὐκ ἄρα τὸ Πνεῦμα τὸ ἅγιόν ἐστι τὸ νῦν λεγό-

μενον πνεῦμα κτίζεσθαι, ἀλλὰ τὸ ἡμέτερον. Καὶ εἴπερ,

διὰ τὸ πάντα γενέσθαι διὰ τοῦ Λόγου, φρονεῖτε

καλῶς μὴ εἶναι κτίσμα τὸν Υἱόν· πῶς οὐ βλάσφημόν

ἐστι λέγειν ὑμᾶς κτίσμα τὸ Πνεῦμα, ἐν ᾧ τὰ πάντα

ὁ Πατὴρ διὰ τοῦ Λόγου τελειοῖ καὶ ἀνακαινίζει; Καὶ

εἰ, διὰ τὸ γεγράφθαι ἁπλῶς πνεῦμα κτίζεσθαι, ἀν-

επλάσαντο ἑαυτοῖς εἶναι τοῦτο τὸ Πνεῦμα τὸ ἅγιον·

πεισθῆναι λοιπὸν ὀφείλουσιν, ὅτι μὴ τὸ Πνεῦμα τὸ

ἅγιόν ἐστι τὸ κτιζόμενον, ἀλλὰ τὸ ἡμέτερόν ἐστι τὸ

ἐν αὐτῷ ἀνακαινιζόμενον· περὶ οὗ καὶ ὁ Δα-

βὶδ ηὔχετο ψάλλων· «Καρδίαν καθαρὰν κτίσον ἐν

ἐμοὶ, ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν

τοῖς ἐγκάτοις μου.» Ὧδε μὲν γὰρ λέγεται κτίζειν·

πρότερον δὲ ἔπλασεν, ὁ Ζαχαρίας φησίν· «Ἐκτείνων

τὸν οὐρανὸν, καὶ θεμελιῶν τὴν γῆν, καὶ πλάσσων

πνεῦμα ἀνθρώπου ἐν αὐτῷ·» ὃ γὰρ πρότερον ἔπλασε,

τοῦτο πεπτωκὸς ἀνέκτισε, γενόμενος αὐτὸς ἐν

τῷ κτίσματι, ὅτε ὁ Λόγος σὰρξ ἐγένετο, «ἵνα,» ὡς ὁ

Ἀπόστολος εἶπε, «τοὺς δύο κτίσῃ εἰς ἕνα καινὸν

ἄνθρωπον, τὸν κατὰ Θεὸν κτισθέντα ἐν δικαιοσύνῃ

καὶ ὁσιότητι τῆς ἀληθείας.» Οὐ γὰρ ὡς ἑτέρου δη-

μιουργηθέντος παρὰ τὸν ἐξ ἀρχῆς κατ' εἰκόνα γενό-

μενον ἄνθρωπον ἔλεγεν· ἀλλὰ τὸν ἐν Χριστῷ

κτισθέντα καὶ ἀνακαινισθέντα νοῦν συνεβούλευεν ἀνα-

λαβεῖν· ὅπερ καὶ διὰ Ἰεζεκιὴλ πάλιν δηλοῦται, λέ-

γοντος αὐτοῦ· «Ποιήσατε ἑαυτοῖς καρδίαν καινὴν

καὶ πνεῦμα καινόν· καὶ ἵνα τί ἀποθνήσκετε, οἶκος

Ἰσραήλ; Διότι οὐ θέλω τὸν θάνατον τοῦ ἀποθνήσκον-

τος, λέγει Ἀδωναῒ Κύριος.»

Οὐκοῦν τοῦ κτιζομένου πνεύματος τοιαύτην

556

ἔχοντος τὴν διάνοιαν, πρεπόντως ἂν νοηθείη καὶ ἡ

στερεουμένη βροντὴ ὁ πιστὸς λόγος, καὶ ἀσάλευτος

τοῦ πνεύματος ὁ νόμος. Τούτου γὰρ ὑπηρέτας εἶναι

θέλων τὸν Ἰακὼβ καὶ τὸν Ἰωάννην, ἐκάλεσεν ὁ Κύ-

ριος Βοανεργὲς, ὅ ἐστιν, υἱοὶ βροντῆς· ὅ γ' οὖν Ἰωάν-

νης ἀληθῶς ἀπ' οὐρανοῦ βοᾷ· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος,

καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος.»

Πρότερον μὲν γὰρ σκιὰν εἶχεν ὁ νόμος τῶν μελλόν-

των ἀγαθῶν· ὅτε δὲ ὁ Χριστὸς ἀπηγγέλη τοῖς ἀνθρώ-

ποις καὶ παρεγένετο λέγων· «Αὐτὸς ὁ λαλῶν πάρ-

ειμι· τότε,» ὡς εἶπεν ὁ Παῦλος, «ἡ τούτου φωνὴ

τὴν γῆν ἐσάλευσεν, ἐπαγγειλαμένου πρότερον· Ἔτι

ἅπαξ ἐγὼ σείσω οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν

οὐρανόν. Τὸ δὲ ἔτι ἅπαξ δηλοῖ τῶν σαλευομένων τὴν

μετάθεσιν, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα. Διὸ βασι-

λείαν ἀσάλευτον παραλαμβάνοντες, ἔχομεν χάριν, δι'

ἧς λατρεύομεν εὐαρέστως τῷ Θεῷ.» Ἣν δὲ λέ-

γει βασιλείαν οὗτος ἀσάλευτον, ταύτην στερεωθεῖσαν

ψάλλει Δαβίδ· «Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν

ἐνεδύσατο· ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώ-

σατο. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σα-

λευθήσεται.» Τὸ ἄρα παρὰ τῷ προφήτῃ ῥητὸν τὴν

ἐπιδημίαν τοῦ Σωτῆρος σημαίνει, ἐν ᾗ καὶ ἡμεῖς ἀν-

εκαινίσθημεν, καὶ ὁ νόμος τοῦ πνεύματος ἀσάλευ-

τος διαμένει. Ἀλλ' οἱ τῷ ὄντι τροπικοὶ, συνθέ-

μενοι τοῖς Ἀρειανοῖς, καὶ μερισάμενοι μετ' αὐτῶν

τὴν εἰς τὴν θεότητα βλασφημίαν, ἵνα ἐκεῖνοι μὲν τὸν

Υἱὸν, οὗτοι δὲ τὸ Πνεῦμα κτίσμα λέγωσιν· ἐτόλμη-

σαν, ὡς αὐτοί φασι, τρόπους πάλιν ἑαυτοῖς ἐφευρεῖν

καὶ παρεξηγεῖσθαι καὶ τὸ τοῦ Ἀποστόλου ῥητὸν, ὃ

καλῶς μὲν αὐτὸς ἔγραφε Τιμοθέῳ λέγων· «Δια-

μαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ Ἰησοῦ Χριστοῦ

καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ἵνα ταῦτα φυλάξῃς χω-

ρὶς προκρίματος, μηδὲν ποιῶν κατὰ πρόσκλησιν.»

Ἐκεῖνοι δὲ φάσκουσιν, ἐπειδὴ τὸν Θεὸν καὶ τὸν Χρι-

στὸν ὠνόμασεν, εἶτα τοὺς ἀγγέλους, ἀνάγκῃ τοῖς ἀγ-

γέλοις συναριθμεῖσθαι τὸ Πνεῦμα, τῆς τε αὐτῶν

εἶναι συστοιχίας καὶ αὐτὸ, καὶ ἄγγελον εἶναι

μείζονα τῶν ἄλλων. Πρῶτον μὲν οὖν τῆς ἀσεβείας

ἐστὶν Οὐαλεντίνου τοῦτο τὸ εὕρημα· καὶ οὐκ ἔλαθον

οὗτοι τὰ ἐκείνου φθεγγόμενοι. Ἐκεῖνος γὰρ ἔφη-

557

σεν, ὅτι, πεμφθέντος τοῦ Παρακλήτου, συναπεστάλη-

σαν αὐτῷ οἱ ἡλικιῶται αὐτοῦ ἄγγελοι· ἔπειτα δὲ τὸ

Πνεῦμα κατάγοντες εἰς τοὺς ἀγγέλους εἰς τὴν

Τριάδα συντάσσοντες. Εἰ γὰρ μετὰ Πατέρα καὶ Υἱὸν

κατ' αὐτοὺς οἱ ἄγγελοι, δηλονότι τὴν Τριάδος εἰσὶν

οἱ ἄγγελοι, καὶ οὐκ ἔτι «λειτουργικὰ πνεύματα

εἰς διακονίαν ἀποστελλόμενοι,» οὐδὲ ἁγιαζόμενοι, ἀλλ' αὐτοὶ μᾶλλον ἁγιάζοντες ἄλλους ἂν εἶεν.

Τί οὖν ἡ τοσαύτη τούτων ἀπόνοια; Ποῦ τῶν

Γραφῶν πάλιν εὗρον ἄγγελον τὸ Πνεῦμα λεγόμε-

νον; Τὰ αὐτὰ δέ μοι τοῖς προειρημένοις εἰπεῖν

ἀνάγκη. Παράκλητος ἐλέχθη καὶ πνεῦμα υἱοθεσίας,

καὶ πνεῦμα ἁγιασμοῦ, καὶ πνεῦμα Θεοῦ, καὶ πνεῦμα

Χριστοῦ ἐλέχθη· οὐδαμοῦ δὲ ἄγγελος, οὐδὲ ἀρχάγ-

γελος, οὐδὲ πνεῦμα διακονίας, οἷοί εἰσιν οἱ ἄγ-

γελοι· ἀλλὰ μᾶλλον σὺν τῷ Υἱῷ καὶ αὐτὸ διακονεῖται

παρὰ τοῦ Γαβριὴλ λέγοντος τῇ Μαρίᾳ· «Πνεῦμα

ἅγιον ἐπελεύσεται ἐπὶ σέ· καὶ δύναμις Ὑψίστου ἐπι-

σκιάσει σοι.» Τῶν δὲ Γραφῶν μὴ λεγουσῶν ἄγγελον

τὸ Πνεῦμα, ποία τούτοις ἀπολογία γένοιτ' ἂν τῆς

τοσαύτης ἀλογίστου τόλμης ὅπου γε καὶ ὁ τὴν τοι-

αύτην αὐτοῖς κακόνοιαν ἐπισπείρας Οὐαλεντῖνος τὸ

μὲν Παράκλητον, τοὺς δὲ ἀγγέλους ὠνόμασεν·

εἰ καὶ ἐν τῷ ἴσῳ χρόνῳ, ἡλικιώτην τοῖς ἀγγέλοις συν-

τάσσει καὶ αὐτὸς τὸ Πνεῦμα ὁ ἀφρονέστατος. Ἀλλ'

ἰδοὺ, φασὶν, ἐν τῷ προφήτῃ Ζαχαρίᾳ γέγραπται·

«Τάδε λέγει ὁ ἄγγελος, ὁ λαλῶν ἐν ἐμοί.» Καὶ δῆλόν

ἐστιν, ὅτι ἄγγελον εἶναι τὸ Πνεῦμα σημαίνει τὸν

ἐν αὐτῷ λαλοῦντα. Τοῦτο δὲ οὐκ ἂν εἶπον, εἰ τῇ ἀνα-

γνώσει προσέχοντες ἦσαν. Αὐτὸς γὰρ ὁ Ζαχαρίας,

ἡνίκα τὴν ὀπτασίαν περὶ τῆς λυχνίας ἑώρακε, φησί·

«Καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ, καὶ εἶπεν·

Οὐ γινώσκεις τί ἐστι ταῦτα; Καὶ εἶπον· Οὐχὶ

Κύριε. Καὶ ἀπεκρίθη, καὶ εἶπε πρὸς μὲ λέγων· Οὗ-

τος ὁ λόγος Κυρίου πρὸς Ζοροβάβελ, λέγων· Οὐκ ἐν

δυνάμει μεγάλῃ, οὐδὲ ἐν ἰσχύϊ, ἀλλ' ἐν Πνεύματί

μου, λέγει Κύριος παντοκράτωρ.» Εὔδηλον

οὖν, ὡς ὁ λαλῶν ἄγγελος τῷ προφήτῃ οὐκ ἦν τὸ

Πνεῦμα τὸ ἅγιον, ἀλλ' αὐτὸς μὲν ἄγγελος, τὸ δὲ τὸ

Πνεῦμα τοῦ Θεοῦ ἐστι τοῦ παντοκράτορος· καὶ

διακονεῖται μὲν παρ' ἀγγέλου, ἀδιαίρετον δὲ τῆς θεό-

τητός ἐστι, καὶ ἴδιον τοῦ λόγου. Ἐπεὶ εἰ τὸ ἀπο-

στολικὸν προφασίζονται ῥητὸν, διὰ τὸ εἰρῆσθαι μετὰ

560

τὸν Χριστὸν τοὺς ἐκλεκτοὺς ἀγγέλους, εἰπάτωσαν τίς

ἐκ πάντων τούτων ἐστὶν ὁ τῇ Τριάδι συντασσόμε-

νος; Οὐ γὰρ δὴ πάντες εἷς εἰσι τῷ ἀριθμῷ· ἢ τίς

αὐτῶν ἐστιν ὁ κατελθὼν εἰς τὸν Ἰορδάνην ἐν εἴδει

περιστερᾶς; Χίλιαι γὰρ χιλιάδες εἰσὶ καὶ μύριαι μυ-

ριάδες οἱ λειτουργοῦντες. Ἢ διὰ τί, ἀνοιγομένων τῶν

οὐρανῶν, οὐκ εἴρηται, Καὶ κατῆλθεν ἐκ τῶν ἐκλε-

κτῶν ἀγγέλων, ἀλλὰ, τὸ Πνεῦμα τὸ ἅγιον; Ἢ διὰ τί

αὐτὸς ὁ Κύριος περὶ μὲν τῆς συντελείας διαλεγόμενος

τοῖς μαθηταῖς, διαστέλλων μὲν ἔλεγεν· «Ἀποστελεῖ

ὁ Υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ;» Καὶ

πρὸ τούτων εἴρητο· «Οἱ ἄγγελοι διηκόνουν αὐτῷ.»

Καὶ πάλιν αὐτὸς λέγει· «Ἐξελεύσονται οἱ ἄγγελοι.»

Τοῖς δὲ μαθηταῖς διδοὺς ἔλεγε «Λάβετε Πνεῦμα

ἅγιον·» ἀποστέλλων τε αὐτοὺς ἔλεγε· «Πορευθέν-

τες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες

αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ

τοῦ ἁγίου Πνεύματος.» Οὐ γὰρ ἄγγελον συνέτασσε

τῇ θεότητι, οὐδὲ ἐν κτίσματι συνῆπτεν ἡμᾶς ἑαυτῷ

τε καὶ τῷ Πατρὶ, ἀλλ' ἐν τῷ Πνεύματι τῷ ἁγίῳ, ὅπερ

αὐτὸς ἐπαγγελλόμενος οὐκ εἴρηκεν ἄγγελον ἀπο-

στέλλειν, ἀλλὰ «τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ

Πατρὸς ἐκπορεύεται,» καὶ ἐκ τοῦ αὐτοῦ λαμβάνει

καὶ δίδοται.

Καὶ Μωσῆς γ' οὖν, γινώσκων τοὺς μὲν ἀγγέ-

λους κτίσματα, τὸ δὲ Πνεῦμα τὸ ἅγιον ἡνωμένον τῷ

Υἱῷ καὶ τῷ Πατρὶ, λέγοντος αὐτῷ τοῦ Θεοῦ· «Πο-

ρεύου, ἀνάβηθι ἐντεῦθεν σὺ καὶ ὁ λαός σου, οὓς

ἐξήγαγες ἐκ γῆς Αἰγύπτου εἰς τὴν γῆν, ἣν ὤμοσα

τῷ Ἀβραὰμ, καὶ τῷ Ἰσαὰκ, καὶ τῷ Ἰακὼβ λέγων·

Τῷ σπέρματι ὑμῶν δώσω αὐτήν· καὶ συναποστελῶ

πρὸ προσώπου σου τὸν ἄγγελόν μου, καὶ ἐκβαλεῖ τὸν

Χαναναῖον·» παραιτεῖται λέγων· «Εἰ μὴ αὐτὸς

συμπορεύῃ μεθ' ἡμῶν, μή με ἀναγάγῃς ἐντεῦθεν.»

Οὐκ ἐβούλετο γὰρ κτίσμα προηγεῖσθαι τοῦ λαοῦ,

ἵνα μὴ μάθωσι λατρεύειν τῇ κτίσει παρὰ τὸν κτί-

σαντα τὰ πάντα Θεόν. Ἀμέλει, τὸν ἄγγελον παραιτη-

σάμενος, παρεκάλει αὐτὸν τὸν Θεὸν καθηγεῖσθαι αὐ-

τῶν. Τοῦ δὲ Θεοῦ ἐπαγγειλαμένου καὶ εἰπόντος πρὸς

αὐτόν· «Καὶ τοῦτόν σου τὸν λόγον, ὃν εἴρηκας,

ποιήσω· εὕρηκας γὰρ χάριν ἐνώπιόν μου, καὶ οἶδά σε

παρὰ πάντας·» γέγραπται ἐν τῷ Ἡσαΐᾳ· «Ὁ ἀνα-

βιβάσας ἐκ τῆς γῆς τὸν ποιμένα τῶν προβάτων· ποῦ

561

ἐστιν ὁ θεὶς ἐν αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, ὁ ἀναγα-

γὼν τῇ δεξιᾷ Μωσῆν;» καὶ μετ' ὀλίγα φησί·

«Κατέβη Πνεῦμα παρὰ Κυρίου καὶ ὡδήγησεν αὐτούς.

Οὕτως ἤγαγες τὸν λαόν σου ποιήσας σεαυτῷ

ὄνομα δόξης·» τίς ἐκ τούτων οὐ συνορᾷ τὴν ἀλήθειαν;

Τοῦ γὰρ Θεοῦ ἐπαγγειλαμένου καθηγεῖσθαι, ἰδοὺ οὐκ

ἔτι ἄγγελον ἐπαγγέλλεται πέμπειν, ἀλλὰ τὸ Πνεῦμα

αὐτοῦ, ὅ ἐστιν ὑπὲρ τοὺς ἀγγέλους, καὶ αὐτὸ καθ-

ηγούμενόν ἐστι τοῦ λαοῦ. Καὶ δείκνυται, ὅτι οὐ τῶν

κτισμάτων, οὐδὲ ἄγγελός ἐστι τὸ Πνεῦμα, ἀλλὰ ἄνω

τῆς κτίσεώς ἐστιν, ἡνωμένον τῇ θεότητι τοῦ

Πατρός. Αὐτὸς γὰρ ὁ Θεὸς διὰ τοῦ Λόγου ἐν Πνεύ-

ματι καθηγεῖτο τοῦ λαοῦ· ὅθεν καὶ διὰ πάσης τῆς

Γραφῆς φησιν· «Ἐγὼ ἀνήγαγον ὑμᾶς ἐκ γῆς

Αἰγύπτου· μάρτυρες ὑμεῖς ἐστε, εἰ Θεὸς ἦν ἀλλό-

τριος ἐν ὑμῖν πλὴν ἐμοῦ.» Καὶ οἱ ἅγιοι δὲ προσφω-

νοῦσι τῷ Θεῷ· «Ὡδήγησας ὡς πρόβατα τὸν λαόν

σου·» καὶ, «Ὡδήγησεν αὐτοὺς Κύριος ἐπ' ἐλπίδι,

καὶ οὐκ ἐδειλίασαν.» Τούτῳ καὶ τὸν ὕμνον ἀνατι-

θέασι λέγοντες· «Τῷ διαγαγόντι τὸν λαὸν αὐτοῦ ἐν

τῇ ἐρήμῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.» Ὁ δὲ

μέγας Μωσῆς συνεχῶς διηγεῖται· «Κύριος ὁ

Θεὸς ὁ προπορευόμενος πρὸ προσώπου ὑμῶν.» Τὸ

ἄρα τοῦ Θεοῦ Πνεῦμα οὐκ ἂν εἴη ἄγγελος, οὐδὲ κτί-

σμα, ἀλλ' ἴδιον τῆς θεότητος αὐτοῦ. Τοῦ γὰρ Πνεύ-

ματος ὄντος ἐν τῷ λαῷ, ὁ Θεὸς δι' Υἱοῦ ἐν Πνεύματι

ἦν ἐν αὐτοῖς.

Ἀλλ' ἔστω ταῦτα, φασὶ καὶ αὐτοί· διὰ τί οὖν

ὁ Ἀπόστολος μετὰ τὸν Χριστὸν οὐκ ὠνόμασε τὸ

Πνεῦμα τὸ ἅγιον, ἀλλὰ τοὺς ἐκλεκτοὺς ἀγγέλους; Τὸ

αὐτὸ δ' ἄν τις αὐτοὺς ἐρωτήσειε· Διὰ τί μὴ ἀρχαγγέ-

λους, μηδὲ χερουβὶμ, μηδὲ σεραφὶμ, μηδὲ κυριό-

τητας, μηδὲ θρόνους, μηδὲ ἕτερόν τι, ἀλλ' ἐκλεκτοὺς

μόνους ἀγγέλους ὠνόμασεν ὁ Παῦλος; Ἆρ' οὖν, ἐπεὶ

μὴ οὕτως ὠνόμασεν, οἱ ἄγγελοι ἀρχάγγελοί εἰσιν, ἢ

μόνοι ἄγγελοί εἰσι, καὶ οὔτε σεραφὶμ, ἢ χερουβὶμ,

οὐκ ἀρχάγγελοι, οὐδὲ κυριότητες, οὐ θρόνοι, οὐκ ἀρ-

χαὶ, οὐχ ἕτερόν τι ἐστίν; Ἀλλὰ τοῦτό ἐστιν ἀνάγκην

μὲν ἐπιβάλλειν τῷ Ἀποστόλῳ, διὰ τί μὴ οὕτως, ἀλλ'

οὕτως ἔγραψεν, ἀγνοεῖν δὲ τὰς θείας Γραφὰς, καὶ διὰ

τοῦτο πλανᾶσθαι περὶ τὴν ἀλήθειαν. Ἰδοὺ γὰρ

παρὰ μὲν τῷ Ἡσαΐᾳ γέγραπται· «Προσαγάγετε πρὸς

μὲ, καὶ ἀκούσατε ταῦτα· Οὐκ ἀπ' ἀρχῆς ἐν κρυφῇ

564

λελάληκα· ἡνίκα ἐγένετο, ἐκεῖ ἤμην· καὶ νῦν Κύριος

ἀπέσταλκέ με, καὶ τὸ Πνεῦμα αὐτοῦ·» παρὰ δὲ τῷ

Ἀγγαίῳ· «Καὶ νῦν κατίσχυε Ζοροβάβελ, λέγει

Κύριος, καὶ κατίσχυε Ἰησοῦ ὁ τοῦ Ἰωσεδὲκ, ὁ ἱερεὺς

ὁ μέγας, λέγει Κύριος. Καὶ κατισχυέτω πᾶς ὁ λαὸς

τῆς γῆς, λέγει Κύριος· καὶ ποιεῖτε, διότι μεθ' ὑμῶν

ἐγώ εἰμι, λέγει Κύριος παντοκράτωρ, καὶ τὸ Πνεῦμά

μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν.» Καὶ παρ' ἀμφοτέ-

ροις τοῖς προφήταις περὶ μόνου τοῦ Κυρίου καὶ τοῦ

Πνεύματος μνήμη γέγονε. Τί τοίνυν καὶ περὶ τού-

του φήσουσιν; Εἰ γὰρ, ἐπειδὴ τοῦ Χριστοῦ μνη-

μονεύσας ὁ Παῦλος περὶ μὲν τοῦ Πνεύματος ἐσιώπησε,

τῶν δὲ ἐκλεκτῶν ἀγγέλων ἐμνημόνευσε, διὰ τοῦτο ἐν

ἀγγέλοις τὸ Πνεῦμα συντάττουσιν· ὥρα, καὶ τοῖς

προφητικοῖς τούτοις ἐντυγχάνοντας, τολμηρό-

τερον αὐτοὺς διαλογίζεσθαι καὶ περὶ τοῦ σεσιωπημέ-

νου. Ἄν τε γὰρ τὸν Κύριον εἶναι, φήσουσιν εἶναι τὸν

Υἱὸν, τί ἂν εἴποιεν περὶ τοῦ Πατρός; ἄν τε τὸν Πα-

τέρα εἴπωσι, τί ἂν εἴποιεν περὶ τοῦ Υἱοῦ; Τὴν γὰρ

ἀκολουθοῦσαν κατ' ἐκείνους δυσφημίαν μηδὲ λογίσα-

σθαί τινα γένοιτο· ἀνάγκη γὰρ αὐτοὺς εἰπεῖν, ἢ ὅτι

οὐκ ἔστιν, ἢ τοῖς ποιήμασι συναριθμεῖν τὸ σεσιωπη-

μένον.

Τί δ' ἂν εἴποιεν, ἐὰν ἀκούσουσι καὶ τοῦ

Κυρίου λέγοντος· «Κριτής τις ἦν ἔν τινι χώρᾳ, τὸν

Θεὸν μὴ φοβούμενος, καὶ ἄνθρωπον μὴ ἐντρεπόμε-

νος.» Ἆρα, ἐπειδὴ μετὰ τὸν Θεὸν ὠνόμασεν

ἄνθρωπον, ὁ Υἱός ἐστιν οὗτος ὁ ἄνθρωπος, ὃν οὐκ ἐν-

ετράπη ὁ ἄδικος κριτής; Ἢ ἐπειδὴ μετὰ τὸν Θεὸν ὠνό-

μασε τὸν ἄνθρωπον, τρίτος ἐστὶν ὁ Υἱὸς μετὰ τὸν

ἄνθρωπον, καὶ τέταρτον τὸ Πνεῦμα τὸ ἅγιον; Τί δὲ

ἄρα, ἐὰν καὶ τοῦ Ἀποστόλου ἐν τῇ αὐτῇ ἐπιστολῇ πά-

λιν λέγοντος ἀκούσωσι· «Παραγγέλλω σοι ἐνώπιον

τοῦ Θεοῦ τοῦ ζωογονοῦντος τὰ πάντα, καὶ Κυρίου

Ἰησοῦ Χριστοῦ, τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πι-

λάτου, τὴν καλὴν ὁμολογίαν, τηρῆσαί σε τὴν ἐντολὴν

ἄσπιλον, ἀνεπίληπτον;» Ἆρα οὖν, ἐπειδὴ σεσιώ-

πηκε νῦν περὶ ἀγγέλων καὶ Πνεύματος, ἀμφιβάλλουσι

περὶ Πνεύματος, εἰ ἔστι, καὶ περὶ ἀγγέλων, εἴ

εἰσι; Ναὶ ἀμφιβάλλουσιν ἕως τοιαῦτα δυσφημεῖν περὶ

τοῦ Πνεύματος μεμελετήκασιν. Ἐὰν δὲ ἀκούσωσι

τῆς Γραφῆς λεγούσης ἐν τῇ Ἐξόδῳ, «Ἐφοβήθη

565

δὲ ὁ λαὸς τὸν Κύριον, καὶ ἐπίστευσαν τῷ Θεῷ, καὶ

Μωσῇ, τῷ θεραπόντι αὐτοῦ,» ἆρα συναριθμήσουσι

τῷ Θεῷ τὸν Μωσῆν, καὶ μετὰ τὸν Θεὸν οὐ νοήσουσι

τὸν Υἱὸν, ἀλλὰ μόνον τὸν Μωσῆν; Τί δὲ, ἐὰν ἀκού-

σωσι καὶ τοῦ πατριάρχου Ἰακὼβ εὐλογοῦντος τὸν

Ἰωσὴφ καὶ λέγοντος· «Ὁ Θεὸς ὁ τρέφων με ἐκ νεό-

τητός μου ἕως τῆς ἡμέρας ταύτης· ὁ ἄγγελος ὁ ῥυό-

μενός με ἐκ πάντων τῶν κακῶν εὐλογήσαι τὰ

παιδία ταῦτα»; Ἆρα, ἐπειδὴ μετὰ τὸν Θεὸν ὠνό-

μασεν ἄγγελον, πρῶτός ἐστιν ὁ ἄγγελος τοῦ

Υἱοῦ, ἢ ἀγγέλοις συναριθμεῖται ὁ Υἱός; Ναὶ, πάλιν

οὕτω νοήσουσι, διεφθαρμένην ἔχοντες τὴν καρδίαν.

Ἀλλ' οὐχ ἡ ἀποστολικὴ πίστις ἐστὶ τοιαύτη, οὐδ'

ὅλως Χριστιανὸς ἀνάσχοιτο ἂν τούτων. Ἡ γὰρ ἁγία

καὶ μακαρία Τριὰς, ἀδιαίρετος καὶ ἡνωμένη πρὸς

ἑαυτήν ἐστι· καὶ λεγομένου τοῦ Πατρὸς, πρόσεστι

καὶ ὁ τούτου Λόγος καὶ τὸ ἐν τῷ Υἱῷ Πνεῦμα. Ἐὰν

δὲ καὶ ὁ Υἱὸς ὀνομάζηται, ἐν τῷ Υἱῷ ἐστιν ὁ Πατὴρ,

καὶ τὸ Πνεῦμα οὐκ ἔστιν ἐκτὸς τοῦ Λόγου. Μία γάρ

ἐστιν ἐκ τοῦ Πατρὸς χάρις δι' Υἱοῦ ἐν Πνεύματι ἁγίῳ

πληρουμένη· καὶ μία θεότης ἐστὶ, καὶ εἷς Θεός

ἐστιν ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶ-

σιν. Οὕτω γὰρ καὶ ὁ Παῦλος, εἰρηκὼς, «Διαμαρτύ-

ρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ Ἰησοῦ Χριστοῦ,» ἐγί-

νωσκεν, ὅτι οὐ διῃρεῖτο τοῦ Υἱοῦ τὸ Πνεῦμα, ἀλλ' ἐν

Χριστῷ ἦν καὶ αὐτὸ, ὥσπερ ὁ Υἱὸς ἐν τῷ Πατρί·

τοὺς δὲ ἐκλεκτοὺς ἀγγέλους συνεπήγαγεν εἰκότως,

ἵνα, ἐπειδὴ διαμαρτυρία ἦν τῷ μαθητῇ λεγομένη,

γινώσκων, ὡς τὰ μὲν λεγόμενα παρὰ Θεοῦ διὰ

Χριστοῦ ἐν Πνεύματι λελάληται, οἱ δὲ ἄγγελοι δια-

κονοῦσι τὰ παρ' ἡμῶν, ἐπισκοποῦντες τὰς ἑκάστου

πράξεις, φυλάξῃ τὰς τοῦ διδασκάλου παραινέσεις,

ὡς ἔχων τοὺς ἐφορῶντας τῶν λεγομένων μάρτυρας.

Ἣ τάχα καὶ διὰ τοὺς διὰ παντὸς θεωροῦντας τὸ

πρόσωπον τοῦ Πατρὸς, τοῦ ἐν τοῖς οὐρανοῖς, δια-

μαρτύρεται νῦν ἀγγέλους, ἕνεκά γε τῶν ἐν τῇ Ἐκκλησίᾳ μικρῶν, ἵνα, γινώσκων ὁ μαθητὴς τοὺς

κηδεμόνας τῶν λαῶν, μὴ ἀμελήσῃ τῶν παραινέσεων τοῦ Ἀποστόλου.

Τῶν μὲν οὖν θείων λογίων τοιοῦτος ὁ νοῦς ἐμοὶ

φαίνεται, διελέγχων τὴν τῶν ἀλόγων κατὰ τοῦ Πνεύ-

ματος δυσφημίαν· αὐτοὶ δὲ τὴν φιλονεικίαν ἔμμονον

ἔχοντες πρὸς τὴν ἀλήθειαν, ὡς γράφεις, οὐκέτι μὲν

ἀπὸ τῶν Γραφῶν (οὐχ εὑρίσκουσι γὰρ), ἀπὸ δὲ τοῦ

περισσεύματος τῆς καρδίας τῆς ἰδίας ἐρευγόμενοι,

πάλιν φάσκουσιν· Εἰ μὴ κτίσμα ἐστὶ, μηδὲ τῶν ἀγ-

γέλων εἷς ἐστιν, ἀλλ' ἐκ τοῦ Πατρὸς ἐκπορεύεται·

568

οὐκοῦν Υἱός ἐστι καὶ αὐτὸ, καὶ δύο ἀδελφοί εἰσιν

αὐτό τε καὶ ὁ Λόγος. Καὶ εἰ ἀδελφός ἐστι, πῶς μονο-

γενὴς ὁ Λόγος, ἢ πῶς οὐκ ἴσοι, ἀλλ' ὁ μὲν μετὰ τὸν

Πατέρα, τὸ δὲ μετὰ τὸν Υἱὸν ὀνομάζεται; Πῶς

δὲ, εἰ ἐκ τοῦ Πατρός ἐστιν, οὐ λέγεται καὶ αὐτὸ γε-

γεννῆσθαι, ἢ ὅτι Υἱός ἐστιν, ἀλλ' ἁπλῶς Πνεῦμα

ἅγιον; Εἰ δὲ τοῦ Υἱοῦ ἐστι τὸ Πνεῦμα, οὐκοῦν

πάππος ἐστὶν ὁ Πατὴρ τοῦ Πνεύματος. Τοιαῦτα παί-

ζουσιν οἱ ἄτιμοι, περιεργαζόμενοι καὶ θέλοντες ἐρευ-

νᾷν τὰ βάθη τοῦ Θεοῦ, ἃ μηδεὶς οἶδεν, εἰ μὴ τὸ

Πνεῦμα τοῦ Θεοῦ τὸ δυσφημούμενον ὑπ' αὐτῶν.

Ἔδει μὲν οὖν μηκέτι τούτοις ἀποκρίνασθαι, κατὰ δὲ

τὴν ἀποστολικὴν παραγγελίαν, μετὰ τὴν ἐκ τῶν προ-

ειρημένων νουθεσίαν ὡς αἱρετικοὺς αὐτοὺς παραι-

τεῖσθαι, ἢ ἄξια ὧν ἐρωτῶσιν ἐρωτᾷν αὐτοὺς, καὶ

ἀπαιτεῖν παρ' αὐτῶν ἀπόκρισιν, οἵαν αὐτοὶ παρ'

ἡμῶν ἀπαιτοῦσιν. Εἰπάτωσαν τοίνυν· εἰ ὁ Πατὴρ ἐκ

πατρός ἐστι, καὶ εἰ ἄλλος σὺν αὐτῷ γεγέννηται, καί

εἰσιν ἀδελφοὶ ἐξ ἑνὸς, καὶ τί ὄνομα αὐτοῖς, καὶ

τίς ὁ καὶ τούτων Πατὴρ καὶ πάππος, κἀκείνων οἱ

πρόγονοι; Ἀλλ' οὐκ εἶναι φήσουσι. Πῶς οὖν Πατὴρ,

λεγέτωσαν, αὐτὸς μὴ γενόμενος ἐκ Πατρός; Ἢ

πῶς ἠδυνήθη Υἱὸν ἔχειν, μὴ πρότερον αὐτὸς Υἱὸς

γεννηθείς; Οἶδα, ὅτι ἀσεβὴς ἡ ἐρώτησις· ἀλλὰ τοιαῦτα

παίζοντας αὐτοὺς παίζειν δίκαιον, ἵνα κἂν ἐκ τῆς

τοιαύτης ἀτοπίας καὶ ἀσεβοῦς ἐρωτήσεως αἰσθάνεσθαι

τῆς ἰδίας ἀφροσύνης δύνωνται. Οὐκ ἔστι γὰρ ταῦτα·

μὴ γένοιτο! οὐδ' οὕτως ἐρωτᾷν περὶ τῆς θεότητος

πρέπει. Οὐκ ἔστι γὰρ ὡς ἄνθρωπος ὁ Θεὸς, ἵνα καὶ

ἀνθρώπινα περὶ αὐτοῦ τις τολμήσῃ ἐρωτᾷν.

Σιωπᾷν μὲν οὖν, ὡς προεῖπον, ἐπὶ τούτοις,

καὶ μὴ προσποιεῖσθαι τοὺς τοιούτους ἔδει· ἵνα δὲ

μὴ ἡ ἡμῶν σιωπὴ πρόφασιν ἀναισχυντίας αὐτοῖς

ἐμποιήσῃ, ἀκουέτωσαν· Ὥσπερ οὐκ ἔστιν ἐπὶ τοῦ

Πατρὸς εἰπεῖν πατέρα, οὕτως οὐκ ἔστιν ἐπὶ τοῦ

Υἱοῦ εἰπεῖν ἀδελφόν. Τοῦ μὲν γὰρ Πατρὸς, ὡς γέ-

γραπται ἔμπροσθεν, ἄλλος Θεὸς οὐ γέγονεν· Υἱὸς δὲ

οὐκ ἔστιν ἄλλος· μονογενὴς γάρ ἐστι· διὸ καὶ μό-

νος καὶ εἷς ὁ Πατὴρ, μόνου καὶ ἑνὸς Υἱοῦ Πα-

τήρ ἐστι· καὶ ἐπὶ μόνης τῆς θεότητος τὸ Πατὴρ καὶ

τὸ Υἱὸς ἕστηκεν ἀεὶ καὶ ἔστι. Τῶν μὲν γὰρ ἀνθρώ-

πων εἰ πατὴρ λέγεταί τις, ἀλλ' ἑτέρου γέγονεν υἱός·

569

καὶ εἰ υἱὸς λέγεται, ἀλλ' ἑτέρου γέγονε πα-

τήρ· ὥστε ἐπ' ἀνθρώπων μὴ σώζεσθαι κυρίως τὸ

πατρὸς καὶ υἱοῦ ὄνομα. Ἀβραὰμ γοῦν, υἱὸς ὢν

τοῦ Θάῤῥου, πατὴρ γέγονε τοῦ Ἰσαάκ· καὶ Ἰσαὰκ,

υἱὸς ὢν τοῦ Ἀβραὰμ, πατὴρ γέγονε τοῦ Ἰακώβ·

καὶ τοῦτον τὸν τρόπον ἡ φύσις τῶν ἀνθρώπων ἔχει·

μέρη γάρ εἰσιν ἀλλήλων· καὶ ἕκαστος γεννώμενος

ἔχει τοῦ πατρὸς μέρος, ἵνα καὶ αὐτὸς ἑτέρου γένη-

ται πατήρ. Ἐπὶ δὲ τῆς θεότητος οὐκ ἔστιν οὕτως.

Οὐ γὰρ ὡς ἄνθρωπος ὁ Θεὸς, οὐδὲ μεριζομένην ἔχει

φύσιν· διὸ οὐδὲ γεννᾷ Υἱὸν μεριζόμενος, ἵνα

καὶ αὐτὸς γένηται Πατὴρ ἑτέρου, ἐπεὶ μηδ' αὐτός

ἐστιν ἐκ Πατρός· οὔτε ὁ Υἱὸς δὲ μέρος ἐστὶ τοῦ Πα-

τρός· διὸ καὶ οὐδὲ γεννᾷ, ὥσπερ γεγέννηται

αὐτὸς, ἀλλὰ ὅλος ἐστὶν ὅλου εἰκὼν καὶ ἀπαύγασμα·

καὶ ἐπὶ τῆς θεότητος μόνης ὁ Πατὴρ κυρίως ἐστὶ

Πατήρ· καὶ ὁ Υἱὸς, κυρίως Υἱός ἐστιν· καὶ ἐπὶ τού-

των ἕστηκε τὸ Πατὴρ ἀεὶ Πατὴρ, καὶ τὸ Υἱὸς

ἀεὶ Υἱός. Καὶ ὥσπερ οὐκ ἂν εἴη ποτὲ ὁ Πατὴρ Υἱὸς,

οὕτως οὐκ ἄν ποτε γένοιτο ὁ Υἱὸς Πατήρ. Καὶ ὥσπερ

οὐ παύσεταί ποτε ὁ Πατὴρ μόνος ὢν Πατὴρ, οὕτως

οὐ παύσεταί ποτε ὁ Υἱὸς μόνος ὢν Υἱός. Μανία ἄρα

κἂν ὅλως ἐνθυμεῖσθαι καὶ λέγειν ἐπὶ μὲν Υἱοῦ ἀδελ-

φὸν, ἐπὶ δὲ Πατρὸς τὸ πάππου ὄνομα. Οὐδὲ γὰρ

ὠνομάσθη ἐν ταῖς Γραφαῖς υἱὸς τὸ Πνεῦμα, ἵνα μὴ

ἀδελφὸς νομισθῇ· οὐδὲ υἱὸς τοῦ Υἱοῦ, ἵνα μὴ πάπ-

πος νοοῖτο ὁ Πατήρ· ἀλλ' ὁ Υἱὸς, τοῦ Πατρὸς

υἱὸς, καὶ τὸ Πνεῦμα τοῦ Πατρὸς πνεῦμα εἴρηται·

καὶ οὕτως τῆς ἁγίας Τριάδος μία ἡ θεότης καὶ πί-

στις ἐστίν.

Οὐκοῦν καὶ κατὰ τοῦτο μανία τὸ λέγειν αὐτὸ

κτίσμα. Εἰ γὰρ κτίσμα ἦν, οὐ συνετάσσετο τῇ Τριάδι.

Ὅλη γὰρ εἷς Θεός ἐστι. Καὶ ἀρκεῖ γινώσκειν, ὅτι

μὴ κτίσμα ἐστὶ τὸ Πνεῦμα, μηδὲ τοῖς ποιήμασι συν-

αριθμεῖται· οὐ γὰρ ἀλλότριον ἐπιμίγνυται τῇ

Τριάδι, ἀλλ' ἀδιαίρετός ἐστι καὶ ὁμοία ἑαυτῇ.

Ἀρκεῖ ταῦτα τοῖς πιστοῖς· μέχρι τούτων ἐν ἀνθρώ-

ποις ἡ γνῶσις φθάνει· ἕως τούτων τὰ χερουβὶμ κα-

λύπτει ταῖς πτέρυξιν. Ὁ δὲ περιττὰ τούτων ζητῶν

καὶ θέλων ἐρευνᾷν παρακούει τοῦ λέγοντος· «Μὴ

σοφίζου περισσὰ, ἵνα μὴ ἐκπλαγῇς.» Τὰ γὰρ

πίστει παραδοθέντα, ταῦτα οὐκ ἐν ἀνθρωπίνῃ σοφίᾳ,

ἀλλ' ἐν ἀκοῇ πίστεως διανοεῖσθαι πρέπει. Ποῖος γὰρ

572

λόγος ἐπαξίως διερμηνεῦσαι δυνήσεται τὰ ὑπὲρ τὴν

γενητὴν ὄντα φύσιν; Ἢ ποία τις ὅλως ἀκοὴ συνιέ-

ναι δύναται, ἃ μὴ ἔξεστιν ἀνθρώποις μήτε

ἀκούειν, μήτε λαλεῖν; Περὶ μὲν οὖν ὧν ἤκουσεν ὁ

Παῦλος, οὕτως εἴρηκε· περὶ δὲ αὐτοῦ τοῦ Θεοῦ·

«Ὡς ἀνεξιχνίαστοι αἱ…

ν…

The complete text is available when the reading interface loads.