In illud: Qui dixerit verbum in filium
- Authority group
- Athanasius of Alexandria (catalogue association; authorship remains anonymous)
- Edition reference
- In illud: Qui dixerit verbum in filium, MPG 26: 648c–676.
- CTS identifier
urn:cts:greekLit:tlg2035.tlg044.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Creative Commons Public Domain Mark 1.0
26
653
προφητῶν παρεκρούοντο, καὶ τὸν οἶκον τοῦ Θεοῦ
ἐποίουν οἶκον ἐμπορίου, ὅμως παρῄνει καὶ μετανοεῖν
αὐτοῖς. Ἐπὶ δὲ τῷ λέγειν αὐτοὺς, Ἐν Βεελζεβοὺλ
ἐκβάλλει τὰ δαιμόνια, οὐκ ἔτι ταύτην ἁμαρτίαν
ἁπλῶς, ἀλλὰ βλασφημίαν εἴρηκεν εἶναι τηλικαύτην,
ὥστε ἄφυκτον καὶ ἀσύγγνωστον εἶναι τὴν τιμωρίαν
τοῖς τοιαῦτα τολμῶσιν.
Ἄλλως τε, εἰ τῶν μετὰ τὸ λουτρὸν ἁμαρτανόν-
των χάριν εἴρηται τοῦτο τὸ ῥητὸν, καὶ τούτοις ἀσύγ-
γνωστός ἐστιν ἡ τῶν πλημμελημάτων δίκη· πῶς
τῳ μὲν ἐν Κορίνθῳ μετανοοῦντι κυροῖ τὴν αὐτὴν
ἀγάπην ὁ Ἀπόστολος, τοὺς δὲ Γαλάτας παλινδρομή-
σαντας ὠδίνει, ἄχρις οὗ πάλιν μορφωθῇ Χριστὸς ἐν
αὐτοῖς; Ἐν δὲ τῷ λέγειν, πάλιν, δείκνυσιν αὐτῶν
καὶ τὴν προτέραν ἐν τῷ Πνεύματι τελειότητα. Τί δὲ
καὶ Νουάτῳ μεμφόμεθα ἀναιροῦντι μετάνοιαν, καὶ
656
φάσκοντι μηδεμίαν συγγνώμην ἔχειν τοὺς μετὰ τὸ
λουτρὸν ἁμαρτάνοντας, εἰ διὰ τοὺς μετὰ τὸ λουτρὸν
ἁμαρτάνοντας εἴρηται τὸ ῥητόν; Καὶ γὰρ τὸ ἐν
τῇ πρὸς Ἑβραίους εἰρημένον οὐκ ἐκκλεῖόν ἐστι τῶν
ἁμαρτανόντων τὴν μετάνοιαν, ἀλλὰ δεικνύον ἓν εἶναι
τὸ τῆς καθολικῆς Ἐκκλησίας βάπτισμα καὶ μὴ δεύ-
τερον. Ἑβραίοις γὰρ ἔγραφε· καὶ ἵνα μὴ νομίσωσι,
κατὰ τὴν ἐν τῷ νόμῳ συνήθειαν, προφάσει μετανοίας
εἶναι πολλὰ καὶ καθ' ἡμέραν βαπτίσματα, διὰ
τοῦτο μετανοεῖν μὲν παραινεῖ, μίαν δὲ εἶναι τὴν
ἀνακαίνισιν διὰ τοῦ βαπτίσματος, καὶ μὴ δευτέραν
ἀποφαίνεται, ὡς καὶ ἐν ἑτέρᾳ Ἐπιστολῇ φησι· «Μία
πίστις, ἓν βάπτισμα.» Οὐδὲ γὰρ, εἶπεν, ἀδύνατον με-
τανοεῖν· ἀλλ' ἀδύνατον προφάσει μετανοίας ἀνα-
καινίζειν ἡμᾶς. Ἔχει δὲ πολλὴν τὴν διαφοράν· ὁ μὲν
γὰρ μετανοῶν παύεται μὲν τοῦ ἁμαρτάνειν, ἔχει δὲ
τῶν τραυμάτων τὰς οὐλάς· ὁ δὲ βαπτιζόμενος τὸν
μὲν παλαιὸν ἀπεκδιδύσκεται, ἀνακαινίζεται δὲ,
ἄνωθεν γεννηθεὶς τῇ τοῦ Πνεύματος χάριτι.
Τοιαῦτα δὴ οὖν μοι λογιζομένῳ, μεῖζον ἀπαντᾷ
τὸ βάθος τῆς ἐν τῷ ῥητῷ διανοίας· καὶ διὰ τοῦτο
πολλὰ πρότερον παρακαλέσας τὸν ἐπὶ τὸ φρέαρ καθ-
εσθέντα, καὶ ἐπὶ τὴν θάλασσαν περιπατήσαντα
Κύριον, ἐπὶ τὴν οἰκονομίαν λοιπὸν τὴν ἐν αὐτῷ γενο-
μένην ὑπὲρ ἡμῶν ἀνέρχομαι, τάχα πως ἐξ αὐτῆς
τὸν ἐν τῷ ἀναγνώσματι νοῦν λαβεῖν δυνηθῶ. Πᾶσα
τοίνυν ἡ θεία Γραφὴ ταύτην εὐαγγελίζεται καὶ κη-
ρύττει, μάλιστα δὲ ὁ μὲν Ἰωάννης λέγων· «Ὁ Λό-
γος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν·» ὁ δὲ Παῦ-
λος γράφων· «Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ
ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ· ἀλλ' ἑαυτὸν
ἐκένωσε, μορφὴν δούλου λαβὼν, καὶ σχήματι
εὑρεθεὶς ὡς ἄνθρωπος. Ἐταπείνωσεν ἑαυτὸν, ὑπ-
ήκοος γενόμενος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.»
Διὰ τοῦτο γὰρ Θεὸς ὢν καὶ ἄνθρωπος γενόμενος,
ὡς μὲν Θεὸς ἤγειρε νεκροὺς, καὶ λόγῳ πάντας θε-
ραπεύων, μετέβαλε καὶ τὸ ὕδωρ εἰς οἶνον· οὐ γὰρ ἦν
ἀνθρώπου ταῦτα ἔργα· ὡς δὲ σῶμα φορῶν,
ἐδίψα καὶ ἐκοπία, καὶ ἔπασχεν· οὐ γὰρ ἦν ἴδια ταῦτα
τῆς θεότητος. Καὶ ὡς μὲν Θεὸς ἔλεγεν· «Ἐγὼ ἐν τῷ
Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·» ὡς δὲ σῶμα φορῶν,
657
ἤλεγχε τοὺς Ἰουδαίους· «Τί με ζητεῖτε ἀποκτεῖναι,
ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα
παρὰ τοῦ Πατρός;» Ἐγίνετο δὲ ταῦτα οὐ διῃρη-
μένως κατὰ τὴν τῶν γινομένων ποιότητα, ὥστε τὰ
μὲν τοῦ σώματος χωρὶς τῆς θεότητος, τὰ δὲ τῆς θεό-
τητος χωρὶς τοῦ σώματος δείκνυσθαι· συνημμένως
δὲ πάντα ἐγίνετο, καὶ εἷς ἦν ὁ ταῦτα ποιῶν Κύριος
παραδόξως τῇ ἑαυτοῦ χάριτι. Ἔπτυε γὰρ ἀνθρω-
πίνως, καὶ τὸ πτύσμα ἦν ἔνθεον· ἐν αὐτῷ γὰρ ἐποίει
τοὺς ὀφθαλμοὺς τοῦ ἐκ γενετῆς τυφλοῦ ἀναβλέ-
πειν. Καὶ δεικνύναι δὲ θέλων ἑαυτὸν Θεὸν, ἀνθρωπίνῃ
γλώττῃ τοῦτο σημαίνων ἔλεγεν· «Ἐγὼ καὶ ὁ Πα-
τὴρ ἕν ἐσμεν·» καὶ μόνον δὲ θέλων ἐθεράπευε.
Τὴν δὲ ἀνθρωπίνην ἐκτείνων χεῖρα, ἤγειρε τὴν πεν-
θερὰν Πέτρου πυρέσσουσαν, καὶ τὴν τοῦ ἀρχισυν-
αγώγου θυγατέρα ἤδη τελευτήσασαν ἐκ τῶν νεκρῶν
ἀνήγειρεν.
Αἱρετικοὶ μὲν οὖν κατὰ τὴν ἰδίαν ἀπαιδευσίαν
ἐμάνησαν· καὶ οἱ μὲν τὰ σωματικὰ βλέποντες τοῦ
Σωτῆρος ἠρνήσαντο τὸ, «Ἐν ἀρχῇ ἦν ὁ Λόγος·» οἱ
δὲ τὰ τῆς θεότητος θεωροῦντες ἠγνόησαν τὸ, «Ὁ
Λόγος σὰρξ ἐγένετο.» Ὁ δὲ πιστὸς καὶ ἀποστολικὸς
ἀνὴρ, εἰδὼς τὴν τοῦ Κυρίου φιλανθρωπίαν, βλέπων
μὲν τὰ τῆς θεότητος σημεῖα, θαυμάζει τὸν ἐν τῷ
σώματι Κύριον· θεωρῶν δὲ πάλιν καὶ τὰ τοῦ
σώματος ἴδια, ὑπερεκπλήσσεται, κατανοῶν τὴν ἐν
αὐτοῖς τῆς θεότητος ἐνέργειαν. Τοιαύτης δὲ οὔσης
τῆς ἐκκλησιαστικῆς πίστεως, ὅταν τινὲς εἰς τὰ ἀν-
θρώπινα βλέποντες, ἴδωσι τὸν Κύριον διψῶντα,
ἢ κοπιῶντα, ἢ πάσχοντα, καὶ μόνον φλυαρήσωσιν ὡς
κατὰ ἀνθρώπου τοῦ Σωτῆρος, ἁμαρτάνουσι μὲν με-
γάλως, δύνανται δὲ ὅμως, ταχέως μεταγινώσκοντες,
λαμβάνειν συγγνώμην, ἔχοντες πρόφασιν τὴν τοῦ
σώματος ἀσθένειαν (ἔχουσι γὰρ καὶ τὸν Ἀπό-
στολον συγγνώμην αὐτοῖς νέμοντα, καὶ οἱονεὶ χεῖρα
αὐτοῖς ἐν τῷ λέγειν ἐκτείνοντα, ὅτι «Καὶ ὁμολο-
γουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον,
Θεὸς ἐφανερώθη ἐν σαρκί»). Ὅταν δὲ πάλιν τὰ τῆς
θεότητος ἔργα θεωροῦντές τινες, διστάζωσι περὶ
τῆς τοῦ σώματος φύσεως, καὶ αὐτοὶ μὲν ἁμαρτάνουσι
τὰ μέγιστα, ὅτι, καίτοι βλέποντες ἐσθίοντα καὶ
πάσχοντα, φαντάζονται φαντασίαν· συγγινώσκειν δὲ
ὅμως καὶ τούτοις ταχέως μεταγινώσκουσιν ὁ Χριστὸς
δύναται, διὰ τὸ καὶ αὐτοὺς ἔχειν πρόφασιν τὴν ἐκ
τῶν ἔργων ὑπὲρ ἄνθρωπον μεγαλειότητα. Ἐπειδὰν
660
δὲ τὴν ἀμφοτέραν τούτων ἄγνοιαν καὶ πήρωσιν
ὑπερβάντες οἱ δοκοῦντες ἔχειν τοῦ νόμου τὴν γνῶσιν
(οἷοι ἦσαν οἱ τότε Φαρισαῖοι) εἰς μανίαν τρα-
πῶσι, καὶ αὐτὸν τὸν ἐν τῷ σώματι ὄντα Λόγον
τέλεον ἀρνήσωνται, ἢ καὶ τὰ τῆς θεότητος ἔργα τῷ
διαβόλῳ καὶ τοῖς τούτου δαίμοσιν ἀναφέρωσιν· εἰκό-
τως ἀσύγγνωστον ἔχουσι τὴν ἐκ τῆς τοιαύτης ἀσε-
βείας ἐπιτιμίαν. Τόν τε γὰρ διάβολον εἰς Θεὸν ἐλο-
γίσαντο, καὶ τὸν ἀληθινὸν καὶ ὄντως ὄντα Θεὸν, οὐδὲν πλέον ἐν τοῖς ἔργοις ἔχειν τῶν δαιμόνων
ἡγήσαντο.
Εἰς τοιαύτην τοίνυν ἀσέβειαν πεπτωκότες ἦσαν
οἱ τότε Ἰουδαῖοι, καὶ τῶν Ἰουδαίων οἱ Φαρισαῖοι.
Τοῦ γὰρ Σωτῆρος δεικνύοντος τὰ τοῦ Πατρὸς ἔργα,
(νεκροὺς γὰρ ἤγειρε, τυφλοῖς ἐχαρίζετο τὸ βλέπειν,
χωλοὺς ἐποίει περιπατεῖν, κωφῶν ἤνοιγε τὴν ἀκοὴν,
ἀλάλους ἐποίει λαλεῖν, καὶ τὴν κτίσιν ὑποτεταγμένην
ἐδείκνυεν, ἐπιτάσσων τοῖς ἀνέμοις, καὶ περιπατῶν
ἐπ' αὐτῆς τῆς θαλάττης), οἱ μὲν ὄχλοι ἐξεπλήσσοντο
καὶ ἐδόξαζον τὸν Θεόν· οἱ δὲ θαυμαστοὶ Φαρισαῖοι
ἔλεγον τοῦ Βεελζεβοὺλ εἶναι τὰ τοιαῦτα ἔργα· καὶ
οὐκ ᾐσχύνοντο οἱ ἄφρονες τὴν τοῦ Θεοῦ δύναμιν ἐπὶ
τὸν διάβολον μεταφέροντες. Ὅθεν ἀκολούθως ὁ Σωτὴρ
ἀσύγγνωστα καὶ ἄφυκτα βλασφημεῖν αὐτοὺς ἀπεφή-
νατο. Ἕως μὲν γὰρ εἰς τὰ ἀνθρώπινα βλέποντες ἐχώ-
λευον τῇ διανοίᾳ, λέγοντες· «Οὐχ οὗτός ἐστιν ὁ
τοῦ τέκτονος υἱός;» καὶ, «Πῶς οὗτος οἶδε
γράμματα, μὴ μεμαθηκώς;» καὶ, «Τί σὺ ποιεῖς
περὶ σεαυτοῦ σημεῖον;» καὶ, «Καταβήτω νῦν ἀπὸ
τοῦ σταυροῦ, καὶ πιστεύσομεν αὐτῷ·» ἔφερεν αὐ-
τοὺς, καὶ, ὡς εἰς Υἱὸν ἀνθρώπου ἁμαρτανόντων αὐ-
τῶν, λυπούμενος ἐπὶ τῇ πωρώσει αὐτῶν ἔλεγεν· «Εἰ
ἔγνωτε καὶ ὑμεῖς τὰ εἰς εἰρήνην.» Καὶ γὰρ καὶ τῷ
μεγάλῳ Πέτρῳ ὡς περὶ ἀνθρώπου λαλησάσης τῆς
θυρωροῦ, καὶ οὕτως ἀποκρινομένῳ, συνέγνω κλαύ-
σαντι ὁ Κύριος. Ὅτε δὲ πεσόντες ἐπιπεπτώκασι, καὶ
πλέον ἐμάνησαν, ὥστε τὰ τοῦ Θεοῦ ἔργα λέγειν εἶναι
τοῦ Βεελζεβοὺλ, οὐκέτι λοιπὸν αὐτοὺς ἤνεγκεν·
εἰς γὰρ τὸ Πνεῦμα αὐτοῦ ἐβλασφήμουν, λέγοντες τὸν
ταῦτα ποιοῦντα μὴ εἶναι Θεὸν, ἀλλὰ Βεελζεβούλ. Καὶ
διὰ τοῦτο, ὡς ἀφόρητα τολμῶντας, αἰωνίως ἐτιμω-
ρήσατο. Ἴσον γὰρ ἦν αὐτοὺς τολμᾷν καὶ εἰπεῖν,
661
ὁρῶντας τὴν τοῦ κόσμου τάξιν, καὶ τὴν εἰς αὐτὸν
πρόνοιαν, ὅτι καὶ ἡ κτίσις ὑπὸ τοῦ Βεελζεβοὺλ γέ-
γονε· καὶ ὁ ἥλιος ὑπακούων τῷ διαβόλῳ ἀνατέλλει,
καὶ δι' αὐτὸν περιπολεῖ τὰ ἄστρα ἐν τῷ οὐρανῷ. Καὶ
γὰρ ὥσπερ ταῦτα τοῦ Θεοῦ, οὕτω κἀκεῖνα τοῦ Πατρὸς
ἦν ἔργα· καὶ εἰ ἐκεῖνα τοῦ Βεελζεβοὺλ, ἐξ ἀνάγ-
κης καὶ ταῦτα τοῦ Βεελζεβούλ. Καὶ ποῦ λοιπὸν αὐτοῖς
τό· «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν
γῆν;» Ἀλλ' οὐδὲν ξένον τῆς τοιαύτης αὐτῶν μανίας·
ἐπεὶ καὶ οἱ τῆς τοιαύτης αὐτὸν γνώμης πατέρες, ἐν
τῇ ἐρήμῳ πρὸ ὀλίγου ἐξελθόντες ἀπὸ τῆς Αἰγύπτου,
μόσχον πλάσαντες, αὐτῷ τὰς εἰς αὐτοὺς εὐεργεσίας
παρὰ Θεοῦ γενομένας ἀνατιθέντες, ἔλεγον·
«Οὗτοι οἱ θεοί σου, Ἰσραὴλ, οἱ ἀναγαγόντες σε ἐκ
γῆς Αἰγύπτου.» Διὰ γοῦν ταύτην τὴν βλασφημίαν
καὶ τότε τῶν τοιαῦτα τολμησάντων τὴν μὲν ἀρχὴν
οὐκ ὀλίγοι, πολλοὶ δὲ ἀνῃρέθησαν· ἐπηγγείλατο δὲ
ὁ Θεὸς λέγων· «Ἧ| δ' ἂν ἡμέρᾳ ἐπισκέψωμαι,
ἐπάξω ἐπ' αὐτοὺς τὴν ἁμαρτίαν αὐτῶν.» Καὶ γὰρ
ἕως μὲν κἀκεῖνοι δι' ἄρτους καὶ ὕδωρ ἐγόγγυζον, ἐπὶ
τοσοῦτον αὐτοὺς οὕτως ἔφερεν, ὡς εἴ τις τροφὸς
τροφοφορήσειε τὸν ἑαυτῆς υἱόν· ὅτε δὲ πλέον ἐμάνη-
σαν, καὶ ὡς ψάλλει κατ' αὐτῶν τὸ Πνεῦμα· «Ἠλλά-
ξαντο τὴν δόξαν αὐτῶν ἐν ὁμοιώματι μόσχου ἐσθίοντος
χόρτον·» τὸ τηνικαῦτα λοιπὸν ἀσύγγνωστα τολ-
μήσαντες, ἐπατάχθησαν, ὥς φησιν ἡ Γραφὴ, περὶ τῆς
ποιήσεως τοῦ μόσχου, οὗ ἐποίησεν Ἀαρών.
Τοιαῦτα καὶ νῦν τολμῶντες οἱ Φαρισαῖοι, τοι-
αύτην ἐσχήκασι παρὰ τοῦ Σωτῆρος τὴν ἀπόφα-
σιν, οἵαν καὶ ὁ παρ' αὐτῶν ὑπονοηθεὶς Βεελζεβοὺλ
ἔσχεν ἤδη καὶ ἔχει· ὥστε αὐτοὺς εἰς τὸ ἡτοιμασμέ-
νον πῦρ ἐκείνῳ αἰωνίως συγκατεσθίεσθαι μετ' αὐτοῦ.
Οὐ γὰρ δὴ σύγκρισίν τινα ποιούμενος τῆς εἰς ἑαυ-
τὸν καὶ τῆς εἰς τὸ Πνεῦμα τὸ ἅγιον λεγομένης
βλασφημίας, καὶ ὡς μείζονος ὄντος τοῦ Πνεύμα-
τος, καὶ διὰ τοῦτο μείζονα τὴν αἰτίαν ἐχούσης τῆς εἰς
τὸ Πνεῦμα γινομένης, ταῦτ' εἴρηκε· μὴ γένοιτο!
Φθάσας γὰρ ἐδίδαξεν, ὅτι πάντα ὅσα ἔχει ὁ Πατὴρ
τοῦ Υἱοῦ ἐστι, καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα λήψεται,
καὶ αὐτὸ δοξάσει τὸν Υἱόν. Καὶ οὐχὶ τὸ Πνεῦμα τὸν
Υἱὸν δίδωσιν, ἀλλ' ὁ Υἱὸς παρέχει τὸ Πνεῦμα τοῖς μα-
θηταῖς, καὶ δι' αὐτῶν τοῖς εἰς αὐτὸν πιστεύουσιν.
Οὐχ οὕτως οὖν εἴρηκεν ὁ Σωτήρ· ἀλλ' ὡς εἰς αὐτὸν
ἐπ' ἀμφοτέροις γινομένης τῆς βλασφημίας, καὶ τῆς
664
μὲν ἐλάττονος, τῆς δὲ ὑπερβαλλούσης ταῦτα λελάλη-
κεν ὁ Κύριος. Καὶ γὰρ καὶ αὐτοὶ οἱ Φαρισαῖοι
ἀμφότερα ἦσαν λέγοντες· καὶ ἄνθρωπον βλέποντες
αὐτὸν ἐλοιδόρουν· «Πόθεν τούτῳ ἡ σοφία αὕτη;»
καὶ, «Πεντήκοντα ἔτη οὔπω ἔχεις, καὶ Ἀβραὰμ
ἑώρακας;» Καὶ τὰ τοῦ Πατρὸς ἔργα θεωροῦντες, οὐ
μόνον ἠρνοῦντο τὴν θεότητα αὐτοῦ, ἀλλὰ καὶ ἀντὶ
ταύτης ἔλεγον ἐν αὐτῷ εἶναι τὸν Βεελζεβοὺλ, καὶ αὐ-
τοῦ εἶναι τὰ ἔργα. Διὰ τοῦτο, ὡς εἰς αὐτὸν ἀμφοτέ-
ρων λεγομένων, καὶ τῆς μὲν ἐλάττονος βλασφη-
μίας οὔσης διὰ τὸ ἀνθρώπινον, τῆς δὲ μείζονος
διὰ τὴν θεότητα, ἐπὶ τῇ μείζονι κατ' αὐτῶν τὸ ἄφυ-
κτον τῆς τιμωρίας ἔλεγεν. Ἀμέλει τοὺς μαθητὰς πα-
ραθαρσύνων καὶ λέγων, ὅτι «Εἰ τὸν οἰκοδεσπό-
την Βεελζεβοὺλ ἐπεκάλεσαν,» ἑαυτὸν εἶναι τὸν οἰκο-
δεσπότην ἔλεγε, τὸν καὶ ὑπὸ τῶν Ἰουδαίων οὕτω
βλασφημούμενον.
Εἰ δὲ οἱ Ἰουδαῖοι λέγοντες. «ἐν Βεελζε-
βοὺλ,» οὐδένα ἕτερον ἢ τὸν Κύριον ἐλοιδόρουν, δῆ-
λον τοίνυν ἐστὶν, ὡς τὸ λεγόμενον, «Ἡ δὲ τοῦ Πνεύ-
ματος βλασφημία,» εἰς αὐτόν ἐστι τὸν Κύριον λεγο-
μένη, καὶ τὸ ῥητὸν ὅλον περὶ ἑαυτοῦ σημαίνων ἔλε-
γεν ὁ Σωτήρ. Αὐτὸς γάρ ἐστιν ὁ τοῦ παντὸς οἰκοδε-
σπότης· πάλιν γὰρ ἀσφαλείας ἕνεκα τὸ αὐτὸ εἰπεῖν
οὐκ ὀκνητέον. Τὸ διψᾷν, τὸ κοπιᾷν, τὸ κοιμᾶ-
σθαι, τὸ ῥαπίζεσθαι, τὸ ἐσθίειν, ἀνθρώπων ἐστὶν ἴδια·
τὰ δὲ ἔργα ἃ ἐποίει ὁ Κύριος, οὐκ ἔτι ἀνθρώπων,
ἀλλὰ Θεοῦ ἦν αὐτὰ ποιεῖν. Ὅταν οὖν τινες, καθὰ
πρότερον εἶπον, ταῦτα βλέποντες ὡς ἀνθρώπῳ λοιδο-
ρῶνται τῷ Κυρίῳ, ἐλάττονος ἂν ἀξιοῖντο τιμω-
ρίας τῶν τὰ τοῦ Θεοῦ ἔργα μεταφερόντων εἰς τὸν
διάβολον. Οἱ γὰρ τοιοῦτοι, οὐ μόνον τὰ ἅγια τοῖς
κυσὶ ῥίπτουσιν, ἀλλὰ καὶ τὸν Θεὸν τῷ διαβόλῳ συγ-
κρίνουσι, καὶ τὸ φῶς λέγουσιν εἶναι σκότος. Ταύτην
γοῦν εἶναι τῶν Φαρισαίων τὴν ἀσύγγνωστον βλα-
σφημίαν ὁ Μάρκος παρετηρήσατο λέγων· «Ὃς δ' ἂν
βλασφημήσῃ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἔχει ἄφ-
εσιν, ἀλλ' ἔνοχός ἐστιν αἰωνίου ἁμαρτίας· ὅτι ἔλεγον,
Πνεῦμα ἀκάθαρτον ἔχει.» Καὶ ὁ μὲν ἐκ γενετῆς
τυφλὸς ἀναβλέψας ἐμαρτύρει· «Ἐκ τοῦ αἰῶνος οὐκ
ἠκούσθη, ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννη-
μένου. Εἰ μὴ ἦν οὗτος παρὰ Θεοῦ, οὐκ ἠδύνατο ποιεῖν
οὐδέν·» οἵ τε ὄχλοι, θαυμάζοντες ἐπὶ τοῖς γινομέ-
νοις ὑπὸ τοῦ Κυρίου, ἔλεγον· «Ταῦτα τὰ ῥή-
665
ματα οὐκ ἔστι δαιμονιζομένου· μὴ δαιμόνιον δύναται
τυφλῶν ὀφθαλμοὺς ἀνοίγειν;» οἱ δὲ νομιζόμενοι
ἁδροὶ τοῦ νόμου, οἱ Φαρισαῖοι, οἱ τὰ κράσπεδα πλα-
τύνοντες, καὶ κομπάζοντες ὡς πλέον τι τῶν ἄλλων
γινώσκοντες, οὐδ' οὕτως ᾐσχύνοντο· κατὰ δὲ τὸ γε-
γραμμένον, ἔθυον οἱ τάλανες δαιμονίῳ καὶ οὐ Θεῷ,
λέγοντες δαιμόνιον ἔχειν τὸν Κύριον, καὶ δαιμόνων
εἶναι τὰ τοῦ Θεοῦ ἔργα. Ἔπασχον δὲ τοῦτο δι' οὐδὲν
ἕτερον, ἢ ἵνα μόνον ἀρνήσωνται τὸν ταῦτα ποιοῦντα
Θεὸν εἶναι, καὶ τοῦ Θεοῦ Υἱόν. Εἰ γὰρ τὸ ἐσθίειν καὶ
τοῦ σώματος ἡ ὄψις ἐδείκνυεν αὐτὸν καὶ ἄνθρωπον,
διὰ τί μὴ ἐκ τῶν ἔργων ἐθεώρουν αὐτὸν εἶναι ἐν τῷ
Πατρὶ, καὶ τὸν Πατέρα ἐν αὐτῷ; Ἀλλ' οὐκ ἤθελον·
μᾶλλον δὲ αὐτοὶ τὸν Βεελζεβοὺλ εἶχον ἐν ἑαυτοῖς
φθεγγόμενον, ὡς ἐκ μὲν τῶν ἀνθρωπίνων ἄνθρωπον
αὐτὸν μόνον ὀνομάζειν· ἐκ δὲ τῶν ἔργων, ἃ ἦν ἴδια
Θεοῦ, μηκέτι Θεὸν αὐτὸν ὁμολογεῖν, ἀλλὰ τὸν ἐν αὐ-
τοῖς Βεελζεβοὺλ ἀντ' ἐκείνου θεοποιεῖν, ἵνα σὺν αὐτῷ
λοιπὸν αἰωνίως ἐν τῷ πυρὶ κολάζωνται.
Καὶ αὐτὴ δὲ ἡ τοῦ ἀναγνώσματος παρατήρησις
τοιαύτην ἔμφασίν τινα παρέχειν μοι δοκεῖ, καὶ
δεικνύειν εἰς αὐτὸν φθάνειν ἀμφοτέρας τὰς βλασφη-
μίας, καὶ περὶ ἑαυτοῦ εἰρηκέναι τὸ, «Υἱὸς ἀνθρώ-
που,» καὶ τὸ, «Πνεῦμα·» ἵν' ἐκ τούτου μὲν τὸ σω-
ματικὸν ἑαυτοῦ δείξῃ, ἐκ δὲ τοῦ πνεύματος τὴν πνευ-
ματικὴν ἑαυτοῦ καὶ νοητὴν καὶ ἀληθεστάτην
θεότητα δηλώσῃ. Καὶ γὰρ τὸ μὲν λαβεῖν δυνάμενον
συγγνώμην ἐπὶ τοῦ Υἱοῦ τοῦ ἀνθρώπου συνέταξεν,
ἵνα τὸ σωματικὸν ἑαυτοῦ σημάνῃ· τὴν δὲ ἀσύγγνωστον
βλασφημίαν εἰς τὸ Πνεῦμα φθάνειν δεδήλωκεν· ἵνα,
πρὸς ἀντιδιαστολὴν τοῦ σωματικοῦ τοῦτο λέγων,
τὴν ἑαυτοῦ θεότητα δείξῃ. Τοῦτον δὲ τὸν χαρακτῆρα
καὶ ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ ἑώρακα· ὁπη-
νίκα, περὶ τῆς τοῦ σώματος βρώσεως διαλεγόμενος,
καὶ διὰ τοῦτο πολλοὺς ἑωρακὼς τοὺς σκανδαλισθέντας,
φησὶν ὁ Κύριος· «Τοῦτο ὑμᾶς σκανδαλίζει; Ἐὰν
οὖν θεωρῆτε τὸν Υἱὸν τοῦ ἀνθρώπου ἀναβαί-
νοντα, ὅπου ἦν τὸ πρότερον; Τὸ Πνεῦμά ἐστι τὸ
ζωοποιοῦν· ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν. Τὰ ῥήματα ἃ
ἐγὼ λελάληκα ὑμῖν, πνεῦμά ἐστι καὶ ζωή.» Καὶ ἐν-
ταῦθα γὰρ ἀμφότερα περὶ ἑαυτοῦ εἴρηκε, σάρκα καὶ
πνεῦμα· καὶ τὸ πνεῦμα πρὸς τὸ κατὰ σάρκα δι-
έστειλεν, ἵνα μὴ μόνον τὸ φαινόμενον, ἀλλὰ καὶ τὸ
ἀόρατον αὐτοῦ πιστεύσαντες μάθωσιν, ὅτι καὶ
ἃ λέγει οὐκ ἔστι σαρκικὰ, ἀλλὰ πνευματικά. Πόσοις
γὰρ ἤρκει τὸ σῶμα πρὸς βρῶσιν, ἵνα καὶ τοῦ κόσμου
παντὸς τοῦτο τροφὴ γένηται; Ἀλλὰ διὰ τοῦτο τῆς εἰς
668
οὐρανοὺς ἀναβάσεως ἐμνημόνευσε τοῦ Υἱοῦ τοῦ
ἀνθρώπου, ἵνα τῆς σωματικῆς ἐννοίας αὐτοὺς ἀφελ-
κύσῃ, καὶ λοιπὸν τὴν εἰρημένην σάρκα βρῶσιν ἄνω-
θεν οὐράνιον, καὶ πνευματικὴν τροφὴν παρ' αὐτοῦ
διδομένην μάθωσιν. «Ἃ γὰρ λελάληκα, φησὶν, ὑμῖν,
πνεῦμά ἐστι καὶ ζωή·» ἴσον τῷ εἰπεῖν· Τὸ μὲν δει-
κνύμενον καὶ διδόμενον ὑπὲρ τῆς τοῦ κόσμου σωτη-
ρίας ἐστὶν ἡ σὰρξ ἣν ἐγὼ φορῶ· ἀλλ' αὕτη ὑμῖν καὶ
τὸ ταύτης αἷμα παρ' ἐμοῦ πνευματικῶς δοθή-
σεται τροφή· ὥστε πνευματικῶς ἐν ἑκάστῳ
ταύτην ἀναδίδοσθαι, καὶ γίνεσθαι πᾶσι φυλακτήριον
εἰς ἀνάστασιν ζωῆς αἰωνίου. Οὕτω καὶ τὴν Σαμα-
ρεῖτιν ἀφέλκων ὁ Κύριος ἀπὸ τῶν αἰσθητῶν,
Πνεῦμα εἴρηκε τὸν Θεὸν, ὑπὲρ τοῦ μηκέτι σωματικῶς
αὐτὴν, ἀλλὰ πνευματικῶς διανοεῖσθαι περὶ τοῦ Θεοῦ·
οὕτω καὶ ὁ προφήτης θεωρῶν τὸν Λόγον τὸν
γενόμενον σάρκα εἴρηκε· «Πνεῦμα προσώπου ἡμῶν
Χριστὸς Κύριος·» ἵνα μὴ ἐκ τοῦ φαινομένου νομίσῃ τις ἄνθρωπον ψιλὸν εἶναι τὸν Κύριον, ἀλλὰ καὶ
Πνεῦμα ἀκούων, γινώσκῃ Θεὸν εἶναι τὸν ἐν σώματι ὄντα.
Ἑκάτερον οὖν δῆλον ἂν εἴη λοιπὸν, ὅτι ὁ
τὸν Κύριον ὁρῶν τὰ περὶ ἑαυτοῦ διαλεγόμενον, ἐὰν μὲν
τὰ σωματικὰ αὐτοῦ μόνον βλέπων, καὶ μὴ πιστεύων
λέγοι· «Πόθεν τούτῳ ἡ σοφία αὕτη;» ἁμαρτάνει
μὲν, καὶ ὡς εἰς Υἱὸν ἀνθρώπου βλασφημεῖ· ἀλλ' ὁ
669
ὁρῶν αὐτοῦ τὰ ἔργα τὰ Πνεύματι ἁγίῳ γινό-
μενα, καὶ λέγων τὸν τοιαῦτα ποιοῦντα μὴ εἶναι Θεὸν
καὶ τοῦ Θεοῦ Υἱὸν, ἀλλὰ τῷ Βεελζεβοὺλ αὐτὰ ἐπιγρά-
φων, φανερῶς βλασφημεῖ, ἀρνούμενος αὐτοῦ τὴν θεό-
τητα. Καὶ γὰρ καὶ ἐν τῷ εὐαγγελικῷ ῥητῷ, καθὰ
πολλάκις εἴρηται, λέγων, «Υἱὸν ἀνθρώπου,» τὸ κατὰ
σάρκα καὶ ἀνθρώπινον αὐτοῦ δείκνυσιν· ἵνα, «τὸ
Πνεῦμα» λέγων, δηλώσῃ αὐτοῦ εἶναι τὸ ἅγιον Πνεῦμα,
ἐν ᾧ τὰ πάντα εἰργάζετο. Ὅθεν τὰ μὲν ἔργα ποιῶν
ἔλεγεν· «Εἰ ἐμοὶ μὴ πιστεύετε, κἂν τοῖς ἔργοις μου
πιστεύετε, ἵνα γνῶτε, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ
Πατὴρ ἐν ἐμοί.» Μέλλων δὲ ἑαυτὸν σωματικῶς
προσφέρειν ὑπὲρ ἡμῶν, ὁπηνίκα δι' αὐτὸ τοῦτο ἀνέβη
εἰς Ἱερουσαλὴμ, ἔλεγε τοῖς μαθηταῖς αὐτοῦ· «Καθ-
εύδετε τὸ λοιπὸν, καὶ ἀναπαύεσθε· ἰδοὺ γὰρ ἤγγικεν
ἡ ὥρα, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς
χεῖρας ἁμαρτωλῶν·» τὰ μὲν γὰρ ἔργα Θεὸν ἀληθι-
νὸν αὐτὸν ἐποίει πιστεύεσθαι· ὁ δὲ θάνατος ἐδείκνυεν
αὐτὸν ἀληθῶς ἔχοντα σῶμα. Διὸ εἰκότως Υἱὸν ἀνθρώ-
που ἔλεγε τὸν παραδιδόμενον· ὁ Λόγος γὰρ, ἀθάνατος
καὶ ἄψαυστός ἐστι, καὶ αὐτοζωὴ τυγχάνει ὤν.
Ἀλλ' οὔτε τούτοις ἐπίστευον οἱ Φαρισαῖοι, οὔτε ἂ
ἐποίουν τούτων οἱ υἱοὶ, βλέπειν ἐβούλοντο· ὅθεν ἠρέμα
πάλιν αὐτοὺς ὁ Κύριος ἐλέγχει λέγων· «Εἰ ἐν Βεελ-
ζεβοὺλ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν
τίνι ἐκβάλλουσι; Διὰ τοῦτο αὐτοὶ ὑμῶν κριταὶ ἔσον-
ται· εἰ δὲ ἐν Πνεύματι Θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαιμό-
νια, ἄρα ἔφθασεν ἐφ' ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ.»
Καὶ ὧδε δὲ «ἐν Πνεύματι Θεοῦ» ἔλεγεν, οὐχ ὡς
ἐλάττων ὢν τοῦ Πνεύματος, οὐδὲ ὡς τοῦ Πνεύματος
αὐτὰ ἐνεργοῦντος ἐν αὐτῷ, ἀλλ' ἵνα πάλιν δη-
λώσῃ, ὅτι αὐτὸς, Λόγος ὢν τοῦ Θεοῦ, αὐτὸς διὰ τοῦ
Πνεύματος ἐνεργεῖ τὰ πάντα, καὶ διδάξῃ τοὺς
ἀκούοντας, ὅτι ὅσῳ τὰ τοῦ Πνεύματος ἔργα τῷ Βεελ-
ζεβοὺλ ἀνατιθέασι, τοσούτῳ τὸν χορηγοῦντα τὸ Πνεῦ-
μα δυσφημοῦσι· καὶ γὰρ καὶ τοῦτο λέγων, δεί-
κνυσιν, ὅτι μὴ ἀγνοοῦντες, ἀλλ' ἑκόντες εἰς τὴν τοι-
αύτην ἀναπόδραστον βλασφημίαν ἑαυτοὺς περιπεί-
ρουσι. Καὶ οὐκ αἰσχύνονται· καίτοι γινώσκοντες
τὰ τοιαῦτα ἔργα ὄντα τοῦ Θεοῦ, ὅτι τῷ Βεελζεβοὺλ
πνεύματος ἔλεγον γίνεσθαι ταῦτα.
672
Πῶς οὖν, ταῦτα τολμῶντες, ἔτι δύνανται
τοὺς Ἕλληνας αἰτιᾶσθαι, πλάττοντας εἴδωλα, καὶ
θεοὺς ὀνομάζοντας αὐτά; Ὅμοια γὰρ καὶ τὰ αὐτῶν
τῆς ἐκείνων μανίας· ἢ τάχα καὶ μείζονα τὰ τούτων
τολμήματα τυγχάνει ὄντα· ὅτι, καίπερ νόμον περὶ
τούτου λαβόντες, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν
Θεὸν ἠτίμασαν. Τί δὲ τοιαῦτα βλασφημοῦντες ποιή-
σουσιν, ὅταν ἀναγινώσκωσι τὸν προφήτην Ἡσαΐαν,
καὶ ἀκούσωσι, τὰ σημεῖα τῆς τοῦ Χριστοῦ παρου-
σίας εἶναι τυφλῶν ἀνάβλεψιν, χωλῶν περίπατον,
ἀλάλων λαλιὰν, νεκρῶν ἀνάστασιν, λεπρῶν θερα-
πείαν, καὶ κωφῶν ἀκοῆς ἄνοιξιν; ἄρα γὰρ καὶ
τούτων τίνα θελήσουσιν εἶναι τὸν ποιητήν; Τὸν μὲν
γὰρ Θεὸν λέγοντες, ἑαυτοὺς διελέγξουσιν ἀσεβήσαν-
τας εἰς τὸν Κύριον· ἃ γὰρ ὁ προφήτης προβλέ-
πων εἴρηκε, ταῦτα παρὼν αὐτὸς ὁ Κύριος πε-
ποίηκεν· ἐὰν δὲ, ὡς προπετείᾳ προληφθέντες, τολ-
μήσωσιν εἰπεῖν κἀκεῖνα ἐν τῷ Βεελζεβοὺλ γίνε-
σθαι, φοβοῦμαι μὴ, κατ' ὀλίγον ἐν ἀσεβείᾳ
προκόπτοντες, καὶ ἀναγινώσκοντες· «Τίς ἔδωκε
στόμα ἀνθρώπῳ; Καὶ τίς ἐποίησε δύσκωφον καὶ
κωφὸν, βλέποντα καὶ τυφλόν;» καὶ τὰ ὅμοια
τούτοις, μανέντες πάλιν εἴπωσι τοῦ Βεελζεβοὺλ εἶναι
καὶ ταύτας τὰς φωνάς. Ὧ| γὰρ τὴν τοῦ ἀναβλέπειν
χάριν διδόασι, τούτῳ καὶ τὴν τοῦ μὴ βλέπειν αἰ-
τίαν αὐτοὺς ἀνάγκη διδόναι· ἀμφότερα γὰρ τὸν αὐ-
τὸν ποιεῖν εἴρηκεν ὁ Λόγος. Πάντως δὲ τοῦτο λέγον-
τες, φρονήσουσί ποτε καὶ δημιουργὸν εἶναι τὸν Βεελ-
ζεβοὺλ τῆς ἀνθρωπίνης φύσεως· τοῦ γὰρ ποιοῦν-
τός ἐστιν ἔχειν καὶ τὴν τῶν γινομένων ἐξουσίαν.
Τοῦ γὰρ Μωϋσέως εἰρηκότος· «Ἐν ἀρχῇ ἐποίησεν ὁ
Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν·» καὶ, «ἐν εἰκόνι Θεοῦ
ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον·» καὶ Δανιὴλ παῤ-
ῥησιάζεται τῷ Δαρείῳ λέγων· «Οὐ σέβομαι εἴ-
δωλα χειροποίητα, ἀλλὰ ζῶντα Θεὸν τὸν κτίσαντα
τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ ἔχοντα πάσης σαρκὸς
κυρείαν·» εἰ μὴ ἄρα πάλιν μεταβαλλόμενοι
λέγοιεν τὸ μὲν μὴ βλέπειν καὶ χωλεύειν, καὶ τὰ
ἄλλα πάθη ἐξ ἐπιτιμίας τοῦ δημιουργοῦ γίνεσθαι·
τὴν δὲ λύσιν τούτων καὶ τὴν εἰς τοὺς πάσχοντας
εὐεργεσίαν τὸν Βεελζεβοὺλ ἐργάζεσθαι. Ἀλλὰ τοῦτο
κἂν ἐξετάζειν, λίαν εὔηθές ἐστι. Μαινομένων
γὰρ καὶ πλέον παρεξεστηκότων ἐστὶν ἡ τοιαύτη μετὰ
ἀσεβείας μωρολογία· ὅτι μηδὲ τὰ κρείττονα κατὰ
σύγκρισιν τῷ Θεῷ, ἀλλὰ τῷ Βεελζεβοὺλ διδόασιν οἱ παράφρονες. Καὶ γὰρ οὐ μέλει τούτοις λυμαίνεσθαι
τῶν θείων Γραφῶν τὰ δόγματα, ἵνα μόνον ἀρνήσωνται τὴν τοῦ Χριστοῦ παρουσίαν.
673
Ἔδει δὲ τοὺς πονηροὺς ἢ μηδὲ ἐκ τῶν σωμα-
τικῶν ἐξουθενεῖν αὐτοὺς ὡς ἄνθρωπον τὸν Κύ-
ριον, ἢ δηλονότι καὶ ἐκ τῶν ἔργων Θεὸν αὐτὸν ὁμο-
λογεῖν ἀληθινόν. Ἀλλὰ πάντα διεστραμμένως ἔπρατ-
τον· ἄνθρωπον μὲν βλέποντες, ὡς ἀνθρώπῳ ἐλοιδο-
ροῦντο· ἔργα δὲ θεϊκὰ θεωροῦντες, ἠρνοῦντο τὴν
θεότητα, καὶ προσέτρεχον τῷ διαβόλῳ, οἰόμενοι, ὅτι,
ταῦτα τολμῶντες, διαδράναι δυνήσονται, ὥστε μὴ
κριθῆναι παρ' αὐτοῦ τοῦ ὑβριζομένου παρ' αὐτῶν
Λόγου. Οἱ μὲν οὖν ἐπαοιδοὶ, καὶ μάγοι, καὶ φαρμα-
κοὶ τοῦ Φαραὼ, καίτοι πλεῖστα ἐπιχειρήσαντες, ὅμως
βλέποντες τὰ διὰ Μωσέως σημεῖα, καθυφῆκαν,
καὶ νῶτα δεδώκασι, λέγοντες δάκτυλον εἶναι Θεοῦ
τὸν ταῦτα ποιοῦντα· οἱ δὲ Φαρισαῖοι καὶ οἱ γραμ-
ματεῖς, ὅλην τὴν χεῖρα τοῦ Θεοῦ βλέποντες ἐργαζο-
μένην, καὶ πλείονα καὶ μείζονα θεωροῦντες ἐκείνων
τὰ δι' αὐτοῦ τοῦ Σωτῆρος γινόμενα, τὸν Βεελζε-
βοὺλ ἔλεγον ταῦτα ποιεῖν, ὃν καὶ οἱ μάγοι, καίτοι
ἴδιον αὐτῶν ὄντα, ὅμως ὡμολόγουν μὴ δύνασθαι μηδὲ
τὰ τούτων ἐλάττονα ποιεῖν. Τίς οὖν ὑπερβολὴ
τῆς τούτων μανίας εἰπεῖν; ἢ τίς, ὡς εἴρηκεν ὁ προ-
φήτης, ὁμοιῶσαί τι ταῖς τούτων ἀσεβείαις δυνήσε-
ται; Ἐδικαίωσαν γὰρ ἐξ ἑαυτῶν καὶ Σοδομί-
τας· καὶ νενικήκασι μὲν τὴν Ἑλλήνων ἀγνωσίαν,
ὑπερβάλλουσι δὲ καὶ τῶν μάγων τοῦ Φαραὼ τὴν ἀλο-
γίαν, καὶ πρὸς μόνους τοὺς Ἀρειομανίτας
ἔχουσι τὴν σύγκρισιν, ἀλλήλοις εἰς τὴν αὐτὴν ἀσέ-
βειαν συμπίπτοντες. Ἰουδαῖοι μὲν γὰρ βλέποντες
διὰ τοῦ Υἱοῦ τὰ τοῦ Πατρὸς ἔργα, τῷ Βεελζεβοὺλ
ἀνατιθέασιν αὐτά· Ἀρειανοὶ δὲ, καὶ αὐτοὶ τὰ
αὐτὰ βλέποντες ἔργα, τοῖς κτίσμασι συναριθμοῦσι
τὸν ταῦτα ποιοῦντα Κύριον, φάσκοντες ἐξ οὐκ ὄν-
των αὐτὸν εἶναι· καὶ, οὐκ ἦν, πρὶν γένηται· Καὶ οἱ
μὲν Φαρισαῖοι θεωροῦντες τὸν Κύριον ἐν σώματι διε-
γόγγυζον λέγοντες· «Διὰ τί σὺ, ἄνθρωπος ὢν, ποιεῖς
σεαυτὸν Θεόν;» οἱ δὲ Χριστομάχοι, βλέπον-
τες αὐτὸν πάσχοντα καὶ κοιμώμενον, βλασφημοῦσι
λέγοντες· Ὁ ταῦτα ὑπομένων οὐ δύναται Θεὸς
ἀληθινὸς καὶ ὁμοούσιος εἶναι τοῦ Πατρός. Καὶ
ὅλως ἄν τις ἐξετάζειν ἐκ παραλλήλου βούλοιτο τὰς ἀμφοτέρων κακονοίας, εὑρήσει, καθὰ προεῖπον, εἰς
τὴν κοιλάδα τῆς ἁλυκῆς παροινίας συμπίπτοντας αὐτοὺς ἀλλήλοις.
676
Διὰ τοῦτο γὰρ κἀκείνοις καὶ τούτοις
ἀσύγγνωστον ἔσεσθαι τὴν ἐπὶ τοῖς τοιούτοις τιμω-
ρίαν ὁ Κύριος ἀπεφήνατο λέγων· «Ὃς δ' ἂν εἴπῃ
κατὰ τοῦ Πνεύματος τοῦ ἁγίου, οὐκ ἀφεθήσεται
αὐτῷ οὔτε ἐν τῷ αἰῶνι τούτῳ, οὔτε ἐν τῷ μέλ-
λοντι.» Καὶ εἰκότως γε· ὁ γὰρ ἀρνούμενος τὸν Υἱὸν,
τίνα παρακαλῶν, ἱλασμὸν δυνήσεται ἔχειν; ἢ ποίαν
ζωὴν, ἢ ἀνάπαυσιν προσδοκήσει, ὁ ἀπωσάμενος τὸν
λέγοντα· «Ἐγώ εἰμι ἡ ζωή;» καὶ, «Δεῦτε πρὸς
μὲ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ
ἀναπαύσω ὑμᾶς;» Τούτων δὲ οὕτω διδόντων δί-
κας, δῆλον ἂν εἴη, ὡς οἱ εὐσεβοῦντες εἰς τὸν
Χριστὸν, καὶ τὸ κατὰ σάρκα καὶ τὸ κατὰ Πνεῦμα
προσκυνοῦντες αὐτοῦ, καὶ μήτε Υἱὸν Θεοῦ αὐτὸν
ἀγνοοῦντες, μήτε ὅτι καὶ Υἱὸς ἀνθρώπου γέγο-
νεν ἀρνούμενοι· ἀλλὰ καὶ πιστεύοντες, ὅτι «Ἐν
ἀρχῇ ἦν ὁ Λόγος,» καὶ, «ὁ Λόγος σὰρξ ἐγένετο,»
βασιλεύσουσιν αἰωνίως ἐν τοῖς οὐρανοῖς κατὰ τὰς
ἁγίας ἐπαγγελίας αὐτοῦ τοῦ Κυρίου καὶ Σωτῆρος
ἡμῶν Ἰησοῦ Χριστοῦ λέγοντος· «Ἀπελεύσον-
ται μὲν ἐκεῖνοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς
ζωὴν αἰώνιον.» Ταῦτά σοι συντόμως, ἐξ ὧν ἔμαθον,
ἔγραψα. Σὺ δὲ μὴ ὡς τελείαν διδασκαλίαν, ἀλλὰ μό-
νην ἀφορμὴν ταῦτα παρ' ἐμοῦ λάμβανε· καὶ λοιπὸν
σαυτῷ τὴν ἀκριβεστέραν διάνοιαν ἔκ τε τοῦ
εὐαγγελικοῦ ῥητοῦ καὶ τῶν Ψαλμῶν ἀναλαμβάνων,
δέσμευε τὰ τῆς ἀληθείας δράγματα· ἵνα καὶ, σοῦ
ταῦτα φέροντος, εἴπωσιν οἱ λέγοντες· «Ἐρχόμενοι
δὲ ἥξουσιν ἐν ἀγαλλιάσει, αἴροντες τὰ δράγματα αὐ-
τῶν,» ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι' οὗ
καὶ μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι
ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
{Ο ΠΡΟΣ ΤΟΥΣ ΑΝΤΙΟΧΕΙΣ ΤΟΜΟΣ ΑΘΑΝΑ-ΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ.} Τοῖς ἀγαπητοῖς καὶ ποθεινοτάτοις συλλειτουργοῖςΕὐσεβίῳ, Λουκίφερι, Ἀστερίῳ, Κυματίῳ καὶἈνατολίῳ, Ἀθανάσιος καὶ οἱ παρατυχόντες ἐν Ἀλε-ξανδρείᾳ ἐπίσκοποι ἀπό τε τῆς Ἰταλίας καὶ Ἀρα-βίας, Αἰγύπτου καὶ Λιβύης, Εὐσέβιος, Ἀστέριος,Γάϊος, Ἀγαθὸς, Ἀμμώνιος, Ἀγαθοδαίμων, Δρακόν-τιος, Ἀδέλφιος, Ἑρμαίων, Μάρκος, Θεόδωρος,Ἀνδρέας, Παφνούτιος, ἄλλος Μάρκος, Ζώϊλος, Μη-νᾶς, Γεώργιος, Λούκιος, Μακάριος, καὶ οἱ λοιποὶ, ἐνΧριστῷ πλεῖστα χαίρειν. Πεπείσμεθα μὲν, ὅτι, λειτουργοὶ Θεοῦ καὶ οἰκο-νόμοι καλοὶ τυγχάνοντες, ἱκανοί ἐστε πρὸς ἅπαντατὰ τῆς Ἐκκλησίας ἁρμόζεσθαι· ἐπειδὴ δὲ καὶ εἰςἡμᾶς ἦλθεν, ὅτι πλεῖστοι πρότερον διὰ φιλονεικίανδιαιρεθέντες ἀφ' ἡμῶν, νῦν εἰρηνεύειν βούλονται,πολλοὶ δὲ, καὶ τῆς πρὸς τοὺς Ἀρειομανίτας σχέσεωςἀποστάντες, ἀντιποιοῦνται τῆς πρὸς ἡμᾶς κοινω-νίας· ἀναγκαῖον ἡγησάμεθα ταῦθ' ἅπερ ἐγράψαμενἡμεῖς τε καὶ οἱ ἀγαπητοὶ ἡμῶν Εὐσέβιός τε καὶἈστέριος, γράψαι τῇ ὑμῶν χρηστότητι, καὶ αὐτοὶἀγαπητοὶ καὶ ὡς ἀληθῶς ποθεινότατοι συλλειτουρ-γοὶ, χαίροντες μὲν ἐπὶ τῇ τοιαύτῃ ἀκοῇ, εὐχόμενοιδὲ ἵνα καὶ, εἴ τις ἔτι περιλείπεται μακρὰν ἀφ' ἡμῶν,καὶ εἴ τις ἔτι τοῖς Ἀρειανοῖς συνερχόμενος φαίνεται,οὗτος ἀποπηδήσῃ τῆς ἐκείνων μανίας· ὥστεπάντας πανταχοῦ λοιπὸν λέγειν· «Εἷς Κύριος, μία πί-στις.» Τί γὰρ οὕτω «καλὸν,» ὡς ὁ Ὑμνῳδὸς εἶπεν,ἢ τί «τερπνὸν» ἀλλ' ἢ «τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸαὐτό;» Οἶκος δὲ ἡμῶν ἡ Ἐκκλησία· καὶ φρόνημα εἶναιπρέπει τὸ αὐτό· οὕτω γὰρ πιστεύομεν καὶ τὸν Κύριονμεθ' ἡμῶν κατοικήσειν λέγοντα· «Ἐνοικήσω ἐν αὐ-τοῖς καὶ ἐμπεριπατήσω,» καὶ, «Ὧδε κατοικήσω, ὅτιᾑρετισάμην αὐτήν.» Ὧδε δὲ ποῦ, ἢ ἔνθα μία πί-στις καὶ εὐσέβεια κηρύσσεται; Ἐβουλόμεθα μὲν οὖν ἀληθῶς καὶ ἡμεῖς οἱ ἀπὸτῆς Αἰγύπτου ἅμα τοῖς ἀγαπητοῖς ἡμῶν ἀδελφοῖςΕὐσεβίῳ καὶ Ἀστερίῳ διὰ πολλὰ μὲν, μάλισταδὲ τούτου χάριν ἐλθεῖν, ἵν' ἅμα τὴν ὑμετέραν περι-πτυξώμεθα διάθεσιν, καὶ κοινῇ τῆς τοιαύτης ἀπολαύ-σωμεν εἰρήνης τε καὶ ὁμονοίας· ἐπειδὴ δὲ, καθὼςκαὶ ἐν ταῖς ἄλλαις ἐπιστολαῖς ἐδηλώσαμεν, καὶδύνασθε μαθεῖν παρὰ τῶν αὐτῶν συλλειτουργῶν ἡμῶν,αἱ ἐκκλησιαστικαὶ χρεῖαι κατέχουσιν ἡμᾶς· ἐλυ-πήθημεν μὲν, ὅμως δὲ ἠξιώσαμεν τοὺς αὐτοὺς συλλει-τουργοὺς ἡμῶν Εὐσέβιον καὶ Ἀστέριον ἐλθεῖν ἀνθ'ἡμῶν πρὸς ὑμᾶς· καὶ χάρις αὐτῶν τῇ θεοσεβείᾳ, ὅτι,καίπερ αὐτοὶ δυνάμενοι σπεύδειν εἰς τὰς παροι-κίας ἑαυτῶν, προέκριναν πάντων τὴν πρὸς ὑμᾶς ὁδὸνἕνεκα τῆς κατεπειγούσης ἐκκλησιαστικῆς χρείας.Συνθεμένων οὖν αὐτῶν, παρεμυθησάμεθα ἑαυτοὺς,ὅτι, αὐτῶν τε καὶ ὑμῶν ἐκεῖ τυγχανόντων, πάντεςἑαυτοὺς ἡγούμεθα συνεῖναι ὑμῖν. Πάντας τοίνυν τοὺς βουλομένους εἰρηνεύειν πρὸςἡμᾶς, καὶ μάλιστα τοὺς ἐν τῇ Παλαιᾷ συναγομέ-νους, καὶ τοὺς ἀποτρέχοντας δὲ ἀπὸ τῶν Ἀρεια-νῶν προσκαλέσασθε παρ' ἑαυτοῖς, καὶ ὡς μὲν πατέ-ρες υἱοὺς προσλάβεσθε, ὡς δὲ διδάσκαλοι καὶ κηδε-μόνες ἀποδέξασθε, καὶ συνάψαντες αὐτοὺς τοῖςἀγαπητοῖς ἡμῶν τοῖς περὶ Παυλῖνον, μηδὲν πλέονἀπαιτήσητε παρ' αὐτῶν ἢ ἀναθεματίζειν μὲν τὴνἈρειανὴν αἵρεσιν, ὁμολογεῖν δὲ τὴν παρὰ τῶν ἁγίωνΠατέρων ὁμολογηθεῖσαν ἐν Νικαίᾳ πίστιν, ἀναθεμα-τίζειν δὲ καὶ τοὺς λέγοντας κτίσμα εἶναι τὸ Πνεῦματὸ ἅγιον, καὶ διῃρημένον ἐκ τῆς οὐσίας τοῦ Χριστοῦ.Τοῦτο γάρ ἐστιν ἀληθῶς ἀποπηδᾷν ἀπὸ τῆς μυ-σαρᾶς αἱρέσεως τῶν Ἀρειανῶν, τὸ μὴ διαιρεῖν τὴνἁγίαν Τριάδα, καὶ λέγειν τι ταύτης εἶναι κτίσμα. Οἱγὰρ προσποιούμενοι μὲν ὀνομάζειν τὴν ὁμολογηθεῖσανἐν Νικαίᾳ πίστιν, τολμῶντες δὲ κατὰ τοῦ ἁγίουΠνεύματος βλασφημεῖν, οὐδὲν πλέον ποιοῦσιν,ἢ τὴν Ἀρειανὴν αἵρεσιν τοῖς μὲν ῥήμασιν ἀρνοῦν-ται, τῷ δὲ φρονήματι ταύτην κατέχουσιν. Ἀναθεμα-τιζέσθω δὲ παρὰ πάντων ἡ Σαβελλίου καὶ Παύλου τοῦΣαμοσατέως ἀσέβεια, καὶ Οὐαλεντίνου καὶ Βασιλεί-δου ἡ μανία, καὶ τῶν Μανιχαίων ἡ παραφρο-σύνη· τούτων γὰρ οὕτω γινομένων, πᾶσα παρὰ πάν-των ὑποψία φαύλη περιαιρεθήσεται, καὶ μόνη τῆςκαθολικῆς Ἐκκλησίας ἡ πίστις καθαρὰ δειχθήσεται. Ὅτι μὲν οὖν ταύτην ἔχομεν τὴν πίστιν ἡμεῖς τεκαὶ οἱ ἀεὶ μεθ' ἡμῶν τὴν κοινωνίαν ἐσχηκότες, οὐδένα