Tomus ad Antiochenos
- Authority group
- Athanasius of Alexandria (catalogue association; authorship remains anonymous)
- Edition reference
- Tomus ad Antiochenos, MPG 26: 796– 809.
- CTS identifier
urn:cts:greekLit:tlg2035.tlg045.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Creative Commons Public Domain Mark 1.0
26
800
οὔτε ὑμῶν οὔθ' ἕτερόν τινα ἀγνοεῖν ἡγούμεθα.
Ἐπειδὴ δὲ συγχαίρομεν τοῖς βουλομένοις συνάπτεσθαι,
πᾶσι μὲν, ἐξαιρέτως δὲ τοῖς ἐν τῇ Παλαιᾷ συναγο-
μένοις, καὶ μάλιστα τὸν Κύριον ἐδοξάσαμεν, ὡς
ἐπὶ πᾶσι, καὶ ἐπὶ τῇ ἀγαθῇ προθέσει τούτων· παρακα-
λοῦμεν ὑμᾶς ἐπὶ τούτοις γίνεσθαι τούτων τὴν ὁμόνοιαν,
καὶ μηδὲν τούτων πλέον, καθὰ προείπομεν, μήτε τοὺς
ἐν τῇ Παλαιᾷ συναγομένους ἀπαιτεῖσθαι παρ' ὑμῶν,
μήτε τοὺς περὶ Παυλῖνον ἕτερόν τι μήτε πλέον
τῶν ἐν Νικαίᾳ προβάλλεσθαι.
Καὶ τὸ θρυληθὲν γοῦν παρά τινων πιττάκιον,
ὡς ἐν τῇ κατὰ Σαρδικὴν συνόδῳ συνταχθὲν περὶ πί-
στεως, κωλύετε κἂν ὅλως ἀναγινώσκεσθαι ἢ προφέ-
ρεσθαι· οὐδὲν γὰρ τοιοῦτον ὥρισεν ἡ σύνοδος. Ἠξίω-
σαν μὲν γάρ τινες, ὡς ἐνδεοῦς οὔσης τῆς κατὰ
Νίκαιαν συνόδου, γράψαι περὶ πίστεως, καὶ ἐπεχεί-
ρησάν γε προπετῶς· ἡ δὲ ἁγία σύνοδος ἡ ἐν Σαρδικῇ
συναχθεῖσα ἠγανάκτησε, καὶ ὥρισε μηδὲν ἔτι περὶ
πίστεως γράφεσθαι, ἀλλ' ἀρκεῖσθαι τῇ ἐν Νικαίᾳ
παρὰ τῶν Πατέρων ὁμολογηθείσῃ πίστει, διὰ
τὸ μηδὲν αὐτῇ λείπειν, ἀλλὰ πλήρη εὐσεβείας εἶναι,
καὶ ὅτι μὴ δεῖν δευτέραν ἐκτίθεσθαι πίστιν, ἵνα μὴ ἡ
ἐν Νικαίᾳ γραφεῖσα ὡς ἀτελὴς οὖσα νομισθῇ, καὶ
πρόφασις δοθῇ τοῖς ἐθέλουσι πολλάκις γράφειν καὶ
ὁρίζειν περὶ πίστεως. Ὅθεν κἂν τοῦτό τις, ἢ ἕτερον
προβάλληται, παύετε τοὺς τοιούτους, καὶ μᾶλλον εἰ-
801
ρηνεύειν αὐτοὺς πείθετε· καὶ γὰρ οὐδὲν πλέον συνεί-
δομεν ἐν τούτοις ἢ φιλονεικίαν μόνην. Οὓς γὰρ ἐμέμ-
φοντό τινες ὡς τρεῖς λέγοντας ὑποστάσεις, διὰ τὸ
ἀγράφους καὶ ὑπόπτους αὐτόθεν εἶναι τὰς λέξεις,
ἠξιώσαμεν μὲν μηδὲν πλέον ἐπιζητεῖν πλὴν τῆς κατὰ
Νίκαιαν ὁμολογίας· ἀνεκρίναμεν δὲ ὅμως τούτους διὰ
τὴν φιλονεικίαν, μὴ ἆρ' ὡς οἱ Ἀρειομανῖται
λέγουσιν ἀπηλλοτριωμένας καὶ ἀπεξενωμένας, ἀλλο-
τριοουσίους τε ἀλλήλων, καὶ ἑκάστην καθ' ἑαυτὴν
ὑπόστασιν διῃρημένην, ὡς ἔστι τά τε ἄλλα κτίσματα,
καὶ οἱ ἐξ ἀνθρώπων γεννώμενοι· ἢ ὥσπερ διαφόρους
οὐσίας, ὥσπερ ἐστὶ χρυσὸς, ἢ ἄργυρος, ἢ χαλκὸς, οὕτω
καὶ αὐτοὶ λέγωσιν· ἢ ὡς ἄλλοι αἱρετικοὶ τρεῖς ἀρ-
χὰς καὶ τρεῖς θεοὺς λέγουσιν, οὕτω καὶ οὗτοι φρονοῦν-
τες, τρεῖς ὑποστάσεις λέγωσι; Διεβεβαιώσαντο
μήτε λέγειν, μήτε πεφρονηκέναι ποτὲ οὕτως. Ἐρωτών-
των δὲ ἡμῶν αὐτούς· Πῶς οὖν ταῦτα λέγετε; ἢ διὰ τί δὲ
ὅλως τοιαύταις χρῆσθαι λέξεσιν; ἀπεκρίναντο, διὰ
τὸ εἰς ἁγίαν Τριάδα πιστεύειν, οὐκ ὀνόματι Τριάδα
μόνον, ἀλλ' ἀληθῶς οὖσαν καὶ ὑφεστῶσαν, Πατέρα τε
ἀληθῶς ὄντα καὶ ὑφεστῶτα, καὶ Υἱὸν ἀληθῶς ἐνού-
σιον ὄντα καὶ ὑφεστῶτα, καὶ Πνεῦμα ἅγιον ὑφεστὼς
καὶ ὑπάρχον οἴδαμεν, μήτε δὲ εἰρηκέναι τρεῖς θεοὺς
ἢ τρεῖς ἀρχὰς, μήθ' ὅλως ἀνέχεσθαι τῶν τοῦτο
λεγόντων, ἢ φρονούντων· ἀλλ' εἰδέναι ἁγίαν μὲν
Τριάδα, μίαν δὲ θεότητα, καὶ μίαν ἀρχὴν, καὶ
Υἱὸν μὲν ὁμοούσιον τῷ Πατρὶ, ὡς εἶπον οἱ Πατέρες,
τὸ δὲ ἅγιον Πνεῦμα, οὐ κτίσμα, οὐδὲ ξένον, ἀλλ' ἴδιον
καὶ ἀδιαίρετον τῆς οὐσίας τοῦ Υἱοῦ καὶ τοῦ Πατρός.
Ἀποδεξάμενοι δὲ τούτων τὴν ἑρμηνείαν τῶν λέ-
ξεων, καὶ τὴν ἀπολογίαν, ἀνεκρίναμεν τοὺς αἰ-
τιαθέντας παρὰ τούτων, ὡς λέγοντας μίαν ὑπόστασιν,
μὴ ἆρα ὡς Σαβέλλιος φρονεῖ, οὕτω καὶ οὗτοι λέγου-
σιν ἐπὶ ἀναιρέσει τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος,
ἢ ὡς ἀνουσίου ὄντος τοῦ Υἱοῦ, ἢ ἀνυποστάτου τοῦ
ἁγίου Πνεύματος; Οἱ δὲ καὶ αὐτοὶ διεβεβαιώσαντο
μήτε τοῦτο λέγειν, μήτε οὕτω πεφρονηκέναι πώποτε·
ἀλλ' ὑπόστασιν μὲν λέγομεν, ἡγούμενοι ταὐτὸν εἶναι
εἰπεῖν ὑπόστασιν καὶ οὐσίαν· μίαν δὲ φρονοῦμεν,
διὰ τὸ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς εἶναι τὸν Υἱὸν, καὶ
διὰ τὴν ταυτότητα τῆς φύσεως· μίαν γὰρ θεότητα,
καὶ μίαν εἶναι τὴν ταύτης φύσιν πιστεύομεν, καὶ οὐκ
ἄλλην μὲν τὴν τοῦ Πατρὸς, ξένην δὲ τούτου τὴν τοῦ
Υἱοῦ, καὶ τὴν τοῦ ἁγίου Πνεύματος. Ἀμέλει κἀκεῖ οἱ
αἰτιαθέντες ὡς εἰρηκότες τρεῖς ὑποστάσεις συνετί-
θεντο τούτοις· καὶ αὐτοὶ δὲ οἱ εἰρηκότες μίαν
οὐσίαν τὰ ἐκείνων ὥσπερ ἡρμήνευσαν καὶ ὡμολόγουν,
804
καὶ ἀνεθεματίζετο παρ' ἀμφοτέρων τῶν μερῶν
Ἄρειός τε ὡς Χριστομάχος, καὶ Σαβέλλιος καὶ Παῦ-
λος ὁ Σαμοσατεὺς ὡς ἀσεβεῖς, καὶ Οὐαλεντῖνος καὶ
Βασιλείδης ὡς ἀλλότριοι τῆς ἀληθείας, Μανιχαῖος δὲ
ὡς ἐφευρετὴς κακῶν· πάντες τε τῇ τοῦ Θεοῦ χάριτι,
καὶ μετὰ τὰς τοιαύτας ἑρμηνείας ὁμοῦ συντίθενται
τῶν τοιούτων λέξεων βελτίονα καὶ ἀκριβεστέραν εἶναι
τὴν ἐν Νικαίᾳ παρὰ τῶν Πατέρων ὁμολογηθεῖσαν πί-
στιν, καὶ τοῦ λοιποῦ τοῖς ταύτης ἀρκεῖσθαι μᾶλλον
καὶ χρᾶσθαι ῥήμασιν.
Ἀλλὰ καὶ τὸ περὶ τῆς κατὰ σάρκα οἰκονομίας
τοῦ Σωτῆρος, ἐπειδὴ καὶ περὶ τούτου ἐδόκουν φιλο-
νεικεῖν τινες πρὸς ἀλλήλους, ἀνεκρίναμεν καὶ τούτους
κἀκείνους, καὶ ἅπερ ὡμολόγουν οὗτοι, συνετίθεντο
κἀκεῖνοι, ὅτι οὐχ ὡς εἰς τοὺς προφήτας «ἐγέ-
νετο ὁ Λόγος Κυρίου,» οὕτω καὶ εἰς ἅγιον ἄνθρωπον
ἐνεδήμησεν ἐπὶ συντελείᾳ τῶν αἰώνων, ἀλλ' αὐτὸς ὁ
Λόγος σὰρξ ἐγένετο· καὶ ἐν μορφῇ Θεοῦ ὑπάρχων,
ἔλαβε δούλου μορφὴν, ἔκ τε τῆς Μαρίας τὸ κατὰ
σάρκα γεγένηται ἄνθρωπος δι' ἡμᾶς, καὶ
οὕτω τελείως καὶ ὁλοκλήρως τὸ ἀνθρώπινον γένος
ἐλευθερούμενον ἀπὸ τῆς ἁμαρτίας ἐν αὐτῷ, καὶ ζωο-
ποιούμενον ἐκ τῶν νεκρῶν, εἰσάγεται εἰς τὴν βασι-
λείαν τῶν οὐρανῶν. Ὡμολόγουν γὰρ καὶ τοῦτο,
ὅτι οὐ σῶμα ἄψυχον, οὐδ' ἀναίσθητον, οὐδ' ἀνόη-
τον εἶχεν ὁ Σωτήρ. Οὐδὲ γὰρ οἷόν τε ἦν, τοῦ Κυρίου
δι' ἡμᾶς ἀνθρώπου γενομένου, ἀνόητον εἶναι τὸ σῶμα
αὐτοῦ, οὐδὲ σώματος μόνου, ἀλλὰ καὶ ψυχῆς ἐν αὐτῷ
τῷ Λόγῳ σωτηρία γέγονεν· Υἱός τε ὢν ἀληθῶς τοῦ
Θεοῦ, γέγονε καὶ υἱὸς ἀνθρώπου· καὶ μονογενὴς ὢν
Υἱὸς τοῦ Θεοῦ, γέγονεν ὁ αὐτὸς καὶ πρωτότοκος ἐν
πολλοῖς ἀδελφοῖς. Διὸ οὔθ' ἕτερος μὲν ἦν ὁ πρὸ
τοῦ Ἀβραὰμ Υἱὸς τοῦ Θεοῦ, ἕτερος δὲ ὁ μετὰ Ἀβραάμ·
οὐδ' ἕτερος μὲν ἦν ὁ τὸν Λάζαρον ἐγείρας, ἕτερος δὲ
805
ὁ πυνθανόμενος περὶ αὐτοῦ· ἀλλ' ὁ αὐτὸς ἦν ἀνθρω-
πίνως μὲν λέγων, «Ποῦ Λάζαρος κεῖται;» θεϊκῶς
δὲ τοῦτον ἀνεγείρων· ὁ αὐτὸς δὲ ἦν σωματικῶς
μὲν ὡς ἄνθρωπος πτύων, θεϊκῶς δὲ ὡς Υἱὸς τοῦ Θεοῦ
ἀνοίγων τοὺς ὀφθαλμοὺς τοῦ ἐκ γενετῆς τυφλοῦ· καὶ
σαρκὶ μὲν πάσχων, ὡς εἶπεν ὁ Πέτρος, θεϊκῶς δὲ
ἀνοίγων τὰ μνήματα, καὶ ἀνεγείρων τοὺς νεκρούς.
Ἐξ ὧν καὶ πάντα τὰ ἐν τῷ Εὐαγγελίῳ οὕτω νοοῦν-
τες, τὸ αὐτὸ φρονεῖν περὶ τῆς σαρκώσεως καὶ ἐναν-
θρωπήσεως τοῦ Λόγου διεβεβαιώσαντο.
Τούτων τοίνυν οὕτως ὁμολογηθέντων, παρακα-
λοῦμεν ὑμᾶς τοὺς μὲν οὕτως ὁμολογοῦντας καὶ ἑρμη-
νεύοντας οὕτω τὰς λέξεις, ἃς λέγουσι, μὴ κατα-
κρίνετε προπετῶς, μηδὲ ἀποβάλλετε, ἀλλὰ μᾶλ-
λον εἰρηνεύοντας καὶ ἀπολογουμένους προσλαμβάνε-
σθε· τοὺς δὲ μὴ βουλομένους οὕτως ὁμολογεῖν καὶ
διερμηνεύειν τὰς λέξεις, τούτους κωλύετε καὶ ἐντρέ-
πετε, ὡς ὑπόπτους τῷ φρονήματι. Τούτων τε μὴ
ἀνεχόμενοι συμβουλεύετε κἀκείνοις τοῖς ὀρθῶς ἑρμη-
νεύουσί τε καὶ φρονοῦσι μηδὲν πλέον ἀλλήλους ἀνα-
κρίνειν μηδὲ λογομαχεῖν ἐπ' οὐδὲν χρήσιμον, μήτε
ταῖς τοιαύταις λέξεσι διαμάχεσθαι, ἀλλὰ τῷ φρονή-
ματι τῆς εὐσεβείας συμφωνεῖν. Οἱ γὰρ μὴ οὕτω δια-
νοούμενοι, ἀλλὰ μόνον ἐπὶ τοῖς τοιούτοις λεξειδίοις
φιλονεικοῦντες, καὶ παρὰ τὰ ἐν Νικαίᾳ γραφέντα
ζητοῦντες, οὐδὲν ἕτερον ποιοῦσιν, ἢ «ποτίζουσιν ἀνα-
τροπὴν θολερὰν τὸν πλησίον,» ὡς φθονοῦντες τὴν
εἰρήνην καὶ ἀγαπῶντες τὰ σχίσματα. Ἀλλ' ὑμεῖς,
ὡς ἀγαθοὶ ἄνθρωποι καὶ πιστοὶ δοῦλοι, καὶ οἰκο-
νόμοι τοῦ Κυρίου, τὰ μὲν σκανδαλίζοντα καὶ ξενί-
ζοντα παύετε καὶ κωλύετε, πάντων δὲ μᾶλλον προ-
κρίνετε τὴν τοιαύτην εἰρήνην, οὔσης ὑγιαινούσης
πίστεως· ἴσως ὁ Κύριος ἐλεήσει ἡμᾶς, καὶ συνάψει
τὰ διῃρημένα, καὶ γενομένης μιᾶς ποίμνης, πάλιν
πάντες ἕνα ἔχομεν καθηγεμόνα, τὸν Κύριον ἡμῶν
Ἰησοῦν Χριστόν.
Ταῦτα ἡμεῖς μὲν, εἰ καὶ μηδὲν πλέον ἔδει ζη-
τεῖν τῆς ἐν Νικαίᾳ συνόδου, μηδὲ ἀνέχεσθαι τῶν ἐκ
φιλονεικίας ῥημάτων, ἀλλά γε διὰ τὴν εἰρήνην, καὶ
ἕνεκα τοῦ μὴ ἀποβάλλειν τοὺς ὀρθῶς πιστεύειν
ἐθέλοντας, ἀνεκρίναμεν, καὶ ἅπερ ὡμολόγησαν, συν-
τόμως ὑπηγορεύσαμεν, οἱ περιλειφθέντες ἐν τῇ Ἀλε-
ξανδρείᾳ, κοινῇ μετὰ τῶν συλλειτουργῶν ἡμῶν Ἀστε-
ρίου καὶ Εὐσεβίου· οἱ γὰρ πλεῖστοι ἐξ ἡμῶν
ἀπεδήμησαν εἰς τὰς παροικίας ἑαυτῶν. Ὑμεῖς δὲ
πάλιν κοινῇ ἔνθα καὶ εἰώθατε συνάγεσθαι, ἀνάγνωτε
ταῦτα, κἀκεῖ πάντας προσκαλέσασθαι καταξιώσατε.
Δίκαιον γὰρ ἐκεῖ πρῶτον τὴν ἐπιστολὴν ἀναγνωσθῆ-
ναι, κἀκεῖ τοὺς βουλομένους καὶ ἀντιποιουμένους τῆς
808
εἰρήνης συνάπτεσθαι· καὶ λοιπὸν συναφθέντων αὐ-
τῶν, ἔνθα ἂν ἀρέσῃ πᾶσι τοῖς λαοῖς, παρούσης τῆς
ὑμετέρας χρηστότητος, ἐκεῖ τὰς συνάξεις ἐπιτελεῖ-
σθαι, καὶ τὸν Κύριον κοινῇ παρὰ πάντων δοξάζεσθαι.
Προσαγορεύουσιν ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί. Ἐῤῥῶ-
σθαι ὑμᾶς, καὶ μνημονεύειν ἡμῶν τῷ Κυρίῳ εὔχο-
μαι, Ἐγώ τε Ἀθανάσιος· ὁμοίως τε οἱ ἄλλοι ἐπίσκο-
ποι οἱ συνελθόντες ὑπέγραψαν· καὶ οἱ ἀποσταλέν-
τες δὲ παρὰ μὲν Λουκίφερος τοῦ ἐπισκόπου
Σαρδίας νήσου, διάκονοι δύο, Ἑρέννιος, καὶ Ἀγαπη-
τός· παρὰ δὲ Παυλίνου Μάξιμος καὶ Καλήμερος, καὶ
αὐτοὶ διάκονοι. Παρῆσαν δὲ καί τινες Ἀπολλιναρίου
τοῦ ἐπισκόπου μονάζοντες, παρ' αὐτοῦ εἰς τοῦτο
πεμφθέντες.
Ἔστι δὲ ἕκαστος τῶν προκειμένων ἐπι-
σκόπων, πρὸς οὓς ἡ ἐπιστολὴ ἐγράφη, Εὐσέβιος πό-
λεως Βιργίλλων τῆς Γαλλίας, Λουκίφερ τῆς
Σαρδίας νήσου, Ἀστέριος Πετρῶν τῆς Ἀραβίας, Κυ-
μάτιος Παλτοῦ Κοίλης Συρίας, Ἀνατόλιος Εὐβοίας.
Οἱ δὲ ἐπιστείλαντες ὅ τε πάπας Ἀθανάσιος, καὶ
οἱ παρατυχόντες σὺν αὐτῷ ἐν Ἀλεξανδρείᾳ, αὐτός
τε Εὐσέβιος καὶ Ἀστέριος· καὶ οἱ λοιποὶ Γάϊος Πα-
ρατονίου τῆς ἔγγιστα Λιβύης, Ἀγαθὸς Φραγώ-
νεως καὶ μέρους Ἐλεαρχίας τῆς Αἰγύπτου· Ἀμμώ-
νιος Παχνεμούνεως καὶ τοῦ λοιποῦ μέρους τῆς Ἐλε-
αρχίας, Ἀγαθοδαίμων Σχεδίας καὶ Μενελαΐτου· Δρα-
κόντιος Ἑρμουπόλεως μικρᾶς, Ἀδέλφιος Ὀνούφεως
τῆς Λύχνων, Ἑρμίων Τάνεως, Μάρκος Ζύγρων τῆς
ἔγγιστα Λιβύης, Θεόδωρος Ἀθρίβεως, Ἀνδρέας
Ἀρσενοΐτου, Παφνούτιος Σάεως, Μάρκος Φίλων,
Ζώϊλος Ἄνδρω, Μῆνας Ἀντίφρων.
Τούτοις καὶ Εὐσέβιος ὑπέγραψε Ῥωμαϊστὶ, ὧν ἡ
ἑρμηνεία·
Ἐγὼ Εὐσέβιος ἐπίσκοπος κατὰ τὴν ἀκρίβειαν
ὑμῶν τὴν παρ' ἑκατέρων τῶν μερῶν ὁμολογηθεῖσαν
ἀλλήλοις συντιθεμένων περὶ τῶν ὑποστάσεων, καὶ
αὐτὸς συγκατεθέμην· οὐ μὴν ἀλλὰ καὶ περὶ
τῆς σαρκώσεως τοῦ Σωτῆρος ἡμῶν, ὅτι ὁ τοῦ Θεοῦ
Υἱὸς, καὶ ἄνθρωπος γέγονεν, ἀναλαβὼν πάντα ἄνευ
ἁμαρτίας, οἷος ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνέστηκε,
κατὰ τὸ τῆς ἐπιστολῆς ὕφος ἐπιστωσάμην. Καὶ
ἐπειδὴ ἔξωθεν λέγεται τὸ τῆς Σαρδικῆς πιττάκιον
ἕνεκεν τοῦ μὴ παρὰ τὴν ἐν Νικαίᾳ πίστιν δοκεῖν ἐκ-
τίθεσθαι, καὶ ἐγὼ συγκατατίθεμαι, ἵνα μὴ ἡ ἐν
Νικαίᾳ πίστις διὰ τούτου ἐκκλείεσθαι δόξῃ, μήτε
εἶναι προκομιστέον. Ἐῤῥῶσθαι ὑμᾶς ἐν Κυρίῳ εὔ-
χομαι.
809
Ἐγὼ Ἀστέριος συνευδοκῶ τοῖς προγεγραμμένοις,
καὶ ἐῤῥῶσθαι ὑμᾶς ἐν Κυρίῳ εὔχομαι.
Καὶ μετὰ τὸ ἀποσταλῆναι ἀπὸ Ἀλεξανδρείας
τὸν τόμον τοῦτον, οὕτω παρὰ τῶν προειρημένων
ὑπογεγραμμένον, μετὰ ταῦτα καὶ αὐτοὶ ὑπέγραψαν·
Ἐγὼ Παυλῖνος οὕτω φρονῶ, καθὼς παρέλαβον
παρὰ τῶν Πατέρων, Ὄντα καὶ ὑφεστῶτα Πατέρα τέ-
λειον καὶ ὑφεστῶτα Υἱὸν τέλειον, καὶ ὑφεστηκὸς τὸ
Πνεῦμα τὸ ἅγιον τέλειον. Διὸ καὶ ἀποδέχομαι
τὴν προγεγραμμένην ἑρμηνείαν περὶ τῶν τριῶν
ὑποστάσεων, καὶ τῆς μιᾶς ὑποστάσεως, ἤτοι οὐσίας,
καὶ τοὺς φρονοῦντας οὕτως. Εὐσεβὲς γάρ ἐστι φρο-
νεῖν καὶ ὁμολογεῖν τὴν ἁγίαν Τριάδα ἐν μιᾷ θεότητι.
Καὶ περὶ τῆς ἐνανθρωπήσεως δὲ τῆς δι' ἡμᾶς γενο-
μένης τοῦ Λόγου τοῦ Πατρὸς οὕτω φρονῶ, καθὼς
γέγραπται, ὅτι, κατὰ τὸν Ἰωάννην, ὁ Λόγος σὰρξ
ἐγένετο· οὐ κατὰ τοὺς ἀσεβεστάτους τοὺς λέγοντας
μεταβολὴν αὐτὸν πεπονθέναι, ἀλλ' ὅτι ἄνθρωπος
δι' ἡμᾶς γέγονεν, ἐκ τῆς ἁγίας Παρθένου Μαρίας
καὶ ἁγίου Πνεύματος γεννηθείς. Οὔτε γὰρ ἄψυχον,
οὔτε ἀναίσθητον, οὔτε ἀνόητον σῶμα εἶχεν ὁ Σω-
τήρ· οὔτε γὰρ οἷόν τ' ἦν, τοῦ Κυρίου ἀνθρώ-
που δι' ἡμᾶς γενομένου, ἀνόητον εἶναι αὐτοῦ τὸ
σῶμα. Ὅθεν ἀναθεματίζω τοὺς τὴν ἐν Νικαίᾳ ὁμο-
λογηθεῖσαν πίστιν ἀθετοῦντας, καὶ μὴ λέγοντας ἐκ
τῆς οὐσίας τοῦ Πατρὸς, καὶ ὁμοούσιον εἶναι τὸν Υἱὸν
τῷ Πατρί. Ἀναθεματίζω δὲ τοὺς λέγοντας τὸ Πνεῦμα
τὸ ἅγιον κτίσμα δι' Υἱοῦ γεγονός. Ἔτι δὲ ἀναθεμα-
τίζω Σαβελλίου καὶ Φωτεινοῦ, καὶ πᾶσαν αἵρε-
σιν, στοιχῶν τῇ πίστει τῇ κατὰ Νίκαιαν, καὶ πᾶσι
τοῖς προγεγραμμένοις. Ἐῤῥῶσθαι ὑμᾶς εὔχομαι ἐγὼ
Καρτέριος.
{Ἐντυχία γενομένη ἐν Ἀντιοχείᾳ Ἰωβιανῷ βασιλεῖ, παρὰ Λουκίου καὶ Βερνικιανοῦ, καὶ ἑτέρων τινῶν Ἀρειανῶν, κατὰ Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας.Πρώτη ἐντυχία, ἣν ἐποιήσαντο, ἀπερχομένου τοῦ βα-σιλέως εἰς κάμπον ἐν τῇ Ῥωμανησίᾳ πύλῃ.} Δεόμεθά σου τοῦ κράτους, καὶ τοῦ βασιλείου σου,καὶ τῆς εὐσεβείας σου, ἄκουσον ἡμῶν. Ὁ βασιλεὺςεἶπεν· Τίνες ἐστὲ, καὶ πόθεν; Οἱ Ἀρειανοὶ εἶπον·Κύριε, Χριστιανοί. Ὁ βασιλεὺς εἶπε· Πόθεν καὶ ἐκποίας πόλεως; Οἱ Ἀρειανοὶ εἶπον· Ἀλεξανδρείας.Ὁ βασιλεὺς εἶπε· Τί βούλεσθε; Οἱ Ἀρειανοὶ εἶ-πον· Δεόμεθά σου τοῦ κράτους καὶ τοῦ βασιλείουσου, ἐπίσκοπον ἡμῖν δός. Ὁ βασιλεὺς εἶπεν· Ἐκέ-λευσα τὸν πρότερον, ὅνπερ εἴχετε τὸ πρότερον Ἀθα-νάσιον, καθέζεσθαι ἐν τῷ θρόνῳ. Οἱ Ἀρειανοὶ εἶ-πον· Δεόμεθά σου τοῦ κράτους· καὶ ἐν ἐξορισμῷκαὶ ἐν κατηγορίᾳ ἐστὶν ἔτη πολλά. Στρατιώτης ἐξ-αίφνης ζηλώσας ἀπεκρίνατο· Δέομαί σου τοῦ βασι-λείου, αὐτὸς ἐξέτασον, τίνες εἰσὶ, καὶ πόθεν. Οὗτοιγάρ εἰσι τὰ λείψανα καὶ ἡ παραβολὴ τῆς Καππαδο-κίας, τὰ ὑπόλοιπα τοῦ ἀνοσίου ἐκείνου Γεωργίου, οἱ τὴνπόλιν καὶ τὸν κόσμον ἐρημώσαντες. Ἀκούσας ὁ βασιλεὺςἐπτέρνισε τὸν ἵππον, καὶ ἀπῆλθεν εἰς τὸν κάμπον.{Δευτέρα ἐντυχία τῶν Ἀρειανῶν.} Κατηγορίας καὶ ἀποδείξεις ἔχομεν κατὰ Ἀθανα-σίου, ὅστις πρὸ δέκα καὶ εἴκοσιν ἐτῶν ἐχωρίσθη ἀπὸτῶν ἀειμνήστων Κωνσταντίνου καὶ Κωνσταντίου, καὶἐπὶ τοῦ θεοφιλεστάτου καὶ φιλοσοφωτάτου καὶμακαριωτάτου Ἰουλιανοῦ ἔσχε τὴν ἐξόρισιν. Ὁ βα-σιλεὺς εἶπεν· Αἱ πρὸ δέκα καὶ κʹ, καὶ λʹ ἐτῶν κατ-ηγορίαι ἤδη παρῆλθον· Ἐμοὶ μὴ λέγετε περὶ Ἀθα-νασίου· οἶδα γὰρ διὰ τί κατηγορήθη, καὶ πῶς ἐξ-ωρίσθη.{Τρίτη ἐντυχία τῶν Ἀρειανῶν.} Καὶ νῦν πάλιν κατηγορίας ἔχομεν ἄλλας τινὰςκατὰ Ἀθανασίου. Ὁ βασιλεὺς εἶπεν· Οὐκ ἐκ τῆςπολυοχλίας καὶ ἐκ τῶν πολυφωνημάτων τὰ δίκαιαφανήσεται· ἀλλ' ἢ ἐκλέξασθε δύο ἐξ ἑαυτῶν, καὶ ἐκτῶν τοῦ, πλήθους ἑτέρους δύο. Οὐ γὰρ δύναμαι πρὸςἕνα ἕκαστον ὑμῶν ἀποφαίνεσθαι. Οἱ ἐκ τοῦ πλήθουςεἶπαν· Οὗτοί εἰσι τὰ λείψανα ἀπὸ τοῦ ἀνοσίουΓεωργίου τοῦ ἐρημώσαντος τὴν ἐπαρχίαν ἡμῶν, καὶἐν ταῖς πόλεσι βουλευτὴν μὴ ἐάσαντες οἰκῆσαι.