The Greek Library Author

Anonymous

Petitiones Arianorum

Authority group
Athanasius of Alexandria (catalogue association; authorship remains anonymous)
Edition reference
Petitiones Arianorum, MPG 26: 820–824.
CTS identifier
urn:cts:greekLit:tlg2035.tlg046.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

26

821

Οἱ Ἀρειανοὶ εἶπαν· Δεόμεθά σου, εἴ τινα ἂν θέλῃς

χωρὶς Ἀθανασίου. Ὁ βασιλεὺς εἶπεν· Εἶπον ὑμῖν,

ὅτι τὰ περὶ Ἀθανασίου ἤδη διοίκησιν ἔσχε· καὶ ὀρ-

γισθεὶς εἶπε· Φέρι φέρι. Οἱ Ἀρειανοὶ εἶπαν·

Δεόμεθά σου, ἐὰν πέμψῃς Ἀθανάσιον, λυμαίνεται ἡ

πόλις ἡμῶν, καὶ οὐδεὶς αὐτῷ συνέρχεται. Ὁ βασι-

λεὺς εἶπε· Καίτοι περιεργασάμενος ἔγνων, ὅτι κα-

λῶς φρονεῖ, καὶ ὀρθόδοξός ἐστι, καὶ καλῶς διδάσκει.

Οἱ Ἀρειανοὶ εἶπον· Τῷ μὲν στόματι καλῶς

φθέγγεται, τῇ δὲ ψυχῇ δολίως φρονεῖ. Ὁ βασιλεὺς

εἶπε· Τοῦτο ἀρκετόν ἐστιν, ὅτι ὑμεῖς ἐμαρτυρήσατε

περὶ αὐτοῦ, ὅτι καλῶς φθέγγεται καὶ καλῶς διδάσκει.

Εἰ δὲ τῇ γλώσσῃ καλῶς διδάσκει καὶ λέγει, τῇ δὲ

ψυχῇ κακῶς φρονεῖ, πρὸς τὸν Θεὸν ἔχει. Ἄνθρωποι

γὰρ ὄντες τὸν λόγον ἀκούομεν· τὰ δὲ ἐγκάρδια ὁ

Θεὸς οἶδεν. Οἱ Ἀρειανοὶ εἶπον· Κέλευσον ἡμᾶς συν-

άγεσθαι. Ὁ βασιλεὺς εἶπε· Τίς γὰρ κωλύει ὑμᾶς;

Οἱ Ἀρειανοὶ εἶπον· Δεόμεθά σου, αἱρεσιώτας καὶ

δογματιστὰς ἡμᾶς ἀπαγγέλλει. Ὁ βασιλεὺς εἶπεν·

Ἔργον αὐτοῦ ἐστι, καὶ τῶν καλῶς διδασκόντων. Οἱ

Ἀρειανοὶ εἶπον· Δεόμεθά σου τοῦ κράτους· τοῦτον

βαστάσαι οὐ δυνάμεθα, καὶ τὰ τεμένη τῶν ἐκκλη-

σιῶν περιῆρεν. Ὁ βασιλεὺς εἶπεν· Οὐκοῦν ἕνε-

κεν χρημάτων ἤλθετε ὧδε, καὶ οὐχ ἕνεκεν πίστεως;

Καὶ πάλιν εἶπεν· Ἀπέλθετε, καὶ εἰρηνεύετε. Ἔτι

προσθεὶς εἶπε πρὸς τοὺς Ἀρειανούς· Ἀπέλθετε εἰς

τὴν ἐκκλησίαν, αὔριον σύναξις ὑμῖν ἐστι. Καὶ μετὰ

τὴν ἀπόλυσιν, εἰσὶν ὧδε ἐπίσκοποι, καὶ Νεμεσῖνος

ὧδέ ἐστιν· ἕκαστος ὑμῶν, καθὼς πιστεύει, ὑπογρά-

ψει. Καὶ Ἀθανάσιος ὧδέ ἐστιν· ὁ μὴ εἰδὼς τὸν τῆς πίστεως λόγον, μάθῃ παρὰ Ἀθανασίου. Ἔχετε τὴν

αὔριον καὶ τὴν ἐπαύριον. Ἐκβαίνω γὰρ ἐγὼ εἰς κάμπον.

Καί τις σχολαστικὸς τῶν κυνικῶν ἐνέτυχε τῷ βα-

σιλεῖ. Δέομαι τοῦ βασιλείου σου, προφάσει Ἀθανα-

σίου ἐπισκόπου ὁ καθολικὸς τὰς οἰκίας μου ἦρεν. Ὁ

βασιλεὺς εἶπεν· Εἰ ὁ καθολικὸς τὰς οἰκίας σου ἦρε,

τί κοινὸν Ἀθανασίῳ;

Ἕτερός τις σχολαστικὸς Παταλᾶς εἶπε· Κατηγο-

ρίαν ἔχω κατὰ Ἀθανασίου. Ὁ βασιλεὺς εἶπε· Καὶ

σὺ τί κοινὸν ἔχεις πρὸς Χριστιανοὺς, Ἕλλην ὤν;

Τινὲς δὲ τοῦ πλήθους τῶν Ἀντιοχέων κατέσχον

Λούκιον, καὶ προσήνεγκαν τῷ βασιλεῖ λέγοντες·

Δεόμεθα τοῦ κράτους σου καὶ τοῦ βασιλείου σου, ἴδε

τίνα ἠθέλησαν ποιῆσαι ἐπίσκοπον.

{Ἑτέρα ἐντυχία πρὸς τῷ πυλῶνι τοῦ παλα-

τίου γενομένη παρὰ Λουκίου.}

Δέομαί σου τοῦ κράτους, ἄκουσόν μου. Ὁ βασι-

λεὺς ἐστάθη καὶ εἶπε· Σοὶ αὐτῷ Λουκίῳ λέγω,

πῶς ἦλθες ὧδε, πλοῒ ἢ πεζής; Λούκιος εἶπε·

Δέομαί σου, πλοΐ. Ὁ βασιλεὺς εἶπε· Πρὸς σὲ λέγω,

824

Λούκιε, ὁ Θεὸς τοῦ κόσμου, καὶ κομήτης ἥλιος

καὶ σελήνη, ὀργισθείη αὐτοῖς ἐκείνοις τοῖς ἐμπλέου-

σιν ἅμα σοι, ὅτι οὐκ ἔῤῥιψάν σε εἰς τὴν θάλασσαν·

καὶ ἡ ναῦς δὲ ἐκείνη μὴ ἴσχῃ εἰς τὸν ἅπαντα χρόνον

εὐδρόμους πνοὰς, μήτε χειμαζομένη μετὰ τῶν ἐμ-

πλεόντων λιμένος τύχοι.

Καὶ δι' Εὐζωΐου ἠξίωσαν τοὺς περὶ Προβάτιον,

τοὺς διαδόχους Εὐσεβίου καὶ Βαρδίωνος, τοὺς εὐνού-

χους, ὡς ἵνα συστάσεως τύχωσιν οἱ ἄπιστοι Ἀρεια-

νοί. Καὶ γνοὺς τοῦτο βασιλεὺς, καὶ τοὺς εὐνούχους

βασανίσας, εἶπεν· Εἴ τις ἐντυχεῖν βούλεται κατὰ

Χριστιανῶν, τοιαῦτα πάθοι. Καὶ οὕτως ἀφῆκεν ὁ

βασιλεύς.

{ΒΙΟΣ ΚΑΙ ΠΟΛΙΤΕΙΑΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΝΤΩΝΙΟΥΣΥΓΓΡΑΦΕΙΣ ΚΑΙ ΑΠΟΣΤΑΛΕΙΣ ΠΡΟΣ ΤΟΥΣ ΕΝ Τῌ ΞΕΝῌ ΜΟΝΑΚΟΥΣΠΑΡΑ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΑΛΕΧΑΝΔΡΕΙΑΣ}{ΠΡΟΟΙΜΙΟΝ.} Ἀγαθὴν ἅμιλλαν ἐνεστήσασθε πρὸς τοὺς ἐν Αἰγύπτῳμοναχοὺς, ἤτοι παρισωθῆναι, ἢ καὶ ὑπερβάλλεσθαιτούτους προελόμενοι τῇ κατ' ἀρετὴν ὑμῶν ἀσκήσει.Καὶ γὰρ καὶ παρ' ὑμῖν λοιπὸν μοναστήρια, καὶτὸ τῶν μοναχῶν ὄνομα πολιτεύεται. Ταύτην μὲν οὖντὴν πρόθεσιν δικαίως ἄν τις ἐπαινέσειε, καὶ εὐχομέ-νων ὑμῶν, ὁ Θεὸς τελειώσειεν· ἐπειδὴ δὲ ἀπῃτή-σατε καὶ παρ' ἐμοῦ περὶ τῆς πολιτείας τοῦ μακαρίουἈντωνίου, μαθεῖν θέλοντες ὅπως τε ἤρξατο τῆς ἀσκή-σεως, καὶ τίς ἦν πρὸ ταύτης, καὶ ὁποῖον ἔσχε τοῦβίου τὸ τέλος, καὶ εἰ ἀληθῆ τὰ περὶ αὐτοῦ λεγό-μενά ἐστιν, ἵνα καὶ πρὸς τὸν ἐκείνου ζῆλον ἑαυτοὺςἀγάγητε· μετὰ πολλῆς προθυμίας ἐδεξάμην τὸ παρ'ὑμῶν ἐπίταγμα. Κἀμοὶ γὰρ μέγα κέρδος ὠφελείαςἐστὶ καὶ τὸ μόνον Ἀντωνίου μνημονεύειν. Οἶδα δὲ,ὅτι καὶ ὑμεῖς ἀκούσαντες, μετὰ τοῦ θαυμάσαι τὸν ἄν-θρωπον, θελήσετε καὶ ζηλῶσαι τὴν ἐκείνου πρόθεσιν·ἔστι γὰρ μοναχοῖς ἱκανὸς χαρακτὴρ πρὸς ἄσκησιν ὁἈντωνίου βίος. Οἷς μὲν οὖν ἠκούσατε περὶ αὐτοῦπαρὰ τῶν ἀπαγγειλάντων, μὴ ἀπιστήσητε, ὀλίγα δὲμᾶλλον ἀκηκοέναι παρ' αὐτῶν νομίζετε· πάντως γὰρκἀκεῖνοι μόγις τοσαῦτα διηγήσαντο. Ἐπεὶ κἀγὼ,προτραπεὶς παρ' ὑμῶν, ὅσα ἂν διὰ τῆς ἐπιστολῆς ση-μανῶ, ὀλίγα τῶν ἐκείνου μνημονεύσας ἐπιστείλω· καὶὑμεῖς δὲ μὴ παύσησθε τοὺς ἐνθένδε πλέοντας ἐρω-τᾷν. Ἴσως γὰρ, ἑκάστου λέγοντος ὅπερ οἶδε, μόγιςἐπαξίως ἡ περὶ ἐκείνου γένηται διήγησις. Ἐβουλό-μην γὰρ οὖν, δεξάμενος ὑμῶν τὴν ἐπιστολὴν, μετα-πέμψασθαί τινας τῶν μοναχῶν, τῶν μάλιστα πυκνό-τερον εἰωθότων πρὸς αὐτὸν παραγίνεσθαι· ὡς ἄντι πλέον μαθὼν πληρέστερον ὑμῖν ἐπιστείλω·ἐπειδὴ δὲ γὰρ καὶ ὁ καιρὸς τῶν πλωΐμων συνέκλειε,καὶ ὁ γραμματοφόρος ἔσπευδε· διὰ τοῦτο ἅπερ αὐτόςτε γινώσκω (πολλάκις γὰρ αὐτὸν ἑώρακα), καὶ ἃμαθεῖν ἠδυνήθην παρ' αὐτοῦ, ἀκολουθήσας αὐτῷ χρό-νον οὐκ ὀλίγον, καὶ ἐπιχέων ὕδωρ κατὰ χεῖραςαὐτοῦ, γράψαι τῇ εὐλαβείᾳ ὑμῶν ἐσπούδασα· παντα-χοῦ τῆς ἀληθείας φροντίσας, ἵνα μήτε πλέον τις ἀκού-σας ἀπιστήσῃ, μήτε πάλιν ἐλάττονα τοῦ δέοντος μαθὼν, καταφρονήσῃ τοῦ ἀνδρός. Ἀντώνιος γένος μὲν ἦν Αἰγύπτιος, εὐγενῶνδὲ γονέων καὶ περιουσίαν αὐτάρκη κεκτημένων, καὶΧριστιανῶν αὐτῶν ὄντων, Χριστιανικῶς ἀνήγετο καὶαὐτός. Καὶ παιδίον μὲν ὢν, ἐτρέφετο παρὰ τοῖς γο-νεῦσι, πλέον αὐτῶν καὶ τοῦ οἴκου μηδὲν ἕτερον γινώ-σκων· ἐπειδὴ δὲ καὶ αὐξήσας ἐγένετο παῖς, καὶ προ-έκοπτε τῇ ἡλικίᾳ, γράμματα μὲν μαθεῖν οὐκ ἠνέσχετο,βουλόμενος ἐκτὸς εἶναι καὶ τῆς πρὸς τοὺς παῖδας συν-ηθείας· τὴν δὲ ἐπιθυμίαν πᾶσαν εἶχε, κατὰ τὸ γεγραμ-μένον περὶ τοῦ Ἰακὼβ, ὡς ἄπλαστος οἰκεῖν ἐντῇ οἰκίᾳ αὐτοῦ. Συνήγετο μέντοι μετὰ τῶν γονέωνἐν τῷ Κυριακῷ· καὶ οὔτε ὡς παῖς ἐῤῥᾳθύμει, οὔτεὡς τῇ ἡλικίᾳ προκόπτων κατεφρόνει· ἀλλὰ καὶ τοῖςγονεῦσιν ὑπετάσσετο, καὶ τοῖς ἀναγνώσμασι προσ-έχων, τὴν ἐξ αὐτῶν ὠφέλειαν ἐν ἑαυτῷ διετήρει.Οὔτε δὲ πάλιν ὡς παῖς ἐν μετρίᾳ περιουσίᾳ τυγχάνωνἠνώχλει τοῖς γονεῦσι ποικίλης καὶ πολυτελοῦς ἕνεκατροφῆς, οὔτε τὰς ἐκ ταύτης ἡδονὰς ἐζήτει· μόνοις δὲοἷς ηὕρισκεν ἠρκεῖτο, καὶ πλέον οὐδὲν ἐζήτει. Μετὰ δὲ τὸν θάνατον τῶν γονέων, αὐτὸς μόνοςκατελείφθη μετὰ μιᾶς βραχυτάτης ἀδελφῆς· καὶ ἦνἐτῶν ἐγγὺς δέκα καὶ ὀκτὼ, ἢ καὶ εἴκοσι γεγονὼς, αὐ-τός τε τῆς οἰκίας καὶ τῆς ἀδελφῆς ἐφρόντιζεν. Οὔπωδὲ μῆνες ἓξ παρῆλθον τοῦ θανάτου τῶν γονέων αὐ-τοῦ, καὶ κατὰ τὸ εἰωθὸς προερχόμενος εἰς τὸΚυριακὸν, καὶ συνάγων ἑαυτοῦ τὴν διάνοιαν, ἐλογί-ζετο περιπατῶν, πῶς οἱ μὲν ἀπόστολοι πάντα κατα-λιπόντες ἠκολούθησαν τῷ Σωτῆρι· οἱ δὲ ἐν ταῖς Πρά-