Vita Antonii
- Authority group
- Athanasius of Alexandria (catalogue association; authorship remains anonymous)
- Edition reference
- Vita Antonii, MPG 26: 835–976b.
- CTS identifier
urn:cts:greekLit:tlg2035.tlg047.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Creative Commons Public Domain Mark 1.0
26
841
ξεσι πωλοῦντες τὰ ἑαυτῶν ἔφερον καὶ ἐτίθουν παρὰ
τοὺς πόδας τῶν ἀποστόλων, εἰς διάδοσιν τῶν χρείαν
ἐχόντων, τίς τε καὶ πόση τούτοις ἐλπὶς ἐν οὐρανοῖς
ἀπόκειται. Ταῦτα δὴ ἐνθυμούμενος, εἰσῆλθεν εἰς τὴν
ἐκκλησίαν, καὶ συνέβη τότε τὸ Εὐαγγέλιον ἀναγι-
νώσκεσθαι, καὶ ἤκουσε τοῦ Κυρίου λέγοντος τῷ πλου-
σίῳ· Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησον
πάντα τὰ ὑπάρχοντά σοι, καὶ δὸς πτωχοῖς,
καὶ δεῦρο ἀκολούθει μοι, καὶ ἕξεις θησαυρὸν ἐν
οὐρανοῖς. Ὁ δὲ Ἀντώνιος, ὥσπερ θεόθεν ἐσχηκὼς
τὴν τῶν ἁγίων μνήμην, καὶ ὡς δι' αὐτὸν γενομένου
844
τοῦ ἀναγνώσματος, ἐξελθὼν εὐθὺς ἐκ τοῦ Κυρια-
κοῦ, τὰς μὲν κτήσεις ἃς εἶχεν ἐκ προγόνων (ἄρουραι
δὲ ἦσαν τριακόσιαι εὔφοροι καὶ πάνυ καλαὶ), ταύτας
ἐχαρίσατο τοῖς ἀπὸ τῆς κώμης, ἵνα εἰς μηδ' ὁτιοῦν
ὀχλήσωσιν αὐτῷ τε καὶ τῇ ἀδελφῇ. Τὰ δὲ ἄλλα
ὅσα ἦν αὐτοῖς κινητὰ, πάντα πωλήσας, καὶ συναγαγὼν ἀργύριον ἱκανὸν, δέδωκε τοῖς πτωχοῖς, τηρήσας
ὀλίγα διὰ τὴν ἀδελφήν.
Ὡς δὲ, πάλιν εἰσελθὼν εἰς τὸ Κυριακὸν,
ἤκουσεν ἐν τῷ Εὐαγγελίῳ τοῦ Κυρίου λέγοντος, Μὴ
μεριμνήσητε περὶ τῆς αὔριον, οὐκ ἀνασχόμενος ἔτι
μένειν, ἐξελθὼν διέδωκε κἀκεῖνα τοῖς μετρίοις. Τὴν
δὲ ἀδελφὴν παραθέμενος γνωρίμοις καὶ πισταῖς παρ-
θένοις, δούς τε αὐτὴν εἰς Παρθενῶνα ἀνατρέφε-
σθαι, αὐτὸς πρὸ τῆς οἰκίας ἐσχόλαζε λοιπὸν τῇ ἀσκή-
σει, προσέχων ἑαυτῷ καὶ καρτερικῶς ἑαυτὸν ἄγων.
Οὔπω γὰρ ἦν οὕτως ἐν Αἰγύπτῳ συνεχῆ μονα-
στήρια, οὐδ' ὅλως ᾔδει μοναχὸς τὴν μακρὰν ἔρημον,
ἕκαστος δὲ τῶν βουλομένων ἑαυτῷ προσέχειν οὐ μα-
κρὰν τῆς ἰδίας κώμης καταμόνας ἠσκεῖτο. Ἦν
τοίνυν ἐν τῇ πλησίον κώμῃ τότε γέρων, ἐκ νεότητος
τὸν μονήρη βίον ἀσκήσας· τοῦτον ἰδὼν Ἀντώνιος,
ἐζήλωσεν ἐν καλῷ· καὶ πρῶτον μὲν ἤρξατο καὶ αὐτὸς
μένειν ἐν τοῖς πρὸ τῆς κώμης τόποις. Κἀκεῖθεν εἴ που
τινὰ σπουδαῖον ἤκουεν, προερχόμενος ἐζήτει τοῦτον
ὡς ἡ σοφὴ μέλισσα· καὶ οὐ πρότερον εἰς τὸν
ἴδιον τόπον ἀνέκαμπτεν, εἰ μὴ τοῦτον ἑωράκει, καὶ
ὥσπερ ἐφόδιόν τι τῆς εἰς ἀρετὴν ὁδοῦ παρ' αὐτοῦ λα-
βὼν, ἐπανῄει. Ἐκεῖ τοίνυν τὰς ἀρχὰς διατρίβων, τὴν
διάνοιαν ἐστάθμιζεν, ὅπως πρὸς μὲν τὰ τῶν γονέων
μὴ ἐπιστρέφηται, μηδὲ τῶν συγγενῶν μνημονεύῃ·
ὅλον δὲ τὸν πόθον καὶ πᾶσαν τὴν σπουδὴν ἔχῃ περὶ
τὸν τόνον τῆς ἀσκήσεως. Εἰργάζετο γοῦν ταῖς χερσὶν,
ἀκούσας· Ὁ δὲ ἀργὸς μηδὲ ἐσθιέτω· καὶ τὸ μὲν
845
εἰς τὸν ἄρτον, τὸ δὲ εἰς τοὺς δεομένους ἀνήλισκε.
Προσηύχετο δὲ συνεχῶς, μαθὼν, ὅτι δεῖ κατ' ἰδίαν
προσεύχεσθαι ἀδιαλείπτως. Καὶ γὰρ προσεῖχεν οὕτως
τῇ ἀναγνώσει, ὡς μηδὲν τῶν γεγραμμένων ἀπ' αὐτοῦ
πίπτειν χαμαὶ, πάντα δὲ κατέχειν, καὶ λοιπὸν αὐτῷ
τὴν μνήμην ἀντὶ βιβλίων γίνεσθαι.
Οὕτω μὲν οὖν ἑαυτὸν ἄγων, ἠγαπᾶτο παρὰ
πάντων ὁ Ἀντώνιος· αὐτὸς δὲ τοῖς σπουδαίοις, πρὸς
οὓς ἀπήρχετο, γνησίως ὑπετάσσετο, καὶ καθ' ἑαυτὸν
ἑκάστου τὸ πλεονέκτημα τῆς σπουδῆς καὶ τῆς ἀσκή-
σεως κατεμάνθανε· καὶ τοῦ μὲν τὸ χαρίεν, τοῦ δὲ τὸ
πρὸς τὰς εὐχὰς σύντονον ἐθεώρει· καὶ ἄλλου μὲν τὸ
ἀόργητον, ἄλλου δὲ τὸ φιλάνθρωπον κατενόει· καὶ τῷ
μὲν ἀγρυπνοῦντι, τῷ δὲ φιλολογοῦντι προσεῖχε· καὶ
τὸν μὲν ἐν καρτερίᾳ, τὸν δὲ ἐν νηστείαις καὶ
χαμευνίαις ἐθαύμαζε· καὶ τοῦ μὲν τὴν πραότητα,
τοῦ δὲ τὴν μακροθυμίαν παρετηρεῖτο· πάντων
δὲ ὁμοῦ τὴν εἰς τὸν Χριστὸν εὐσέβειαν, καὶ τὴν πρὸς
ἀλλήλους ἀγάπην ἐσημειοῦτο· καὶ οὕτω πεπληρωμέ-
νος, ὑπέστρεφεν εἰς τὸν ἴδιον τοῦ ἀσκητηρίου τόπον·
λοιπὸν αὐτὸς τὰ παρ' ἑκάστου συνάγων εἰς ἑαυ-
τὸν, καὶ σπουδάζων ἐν ἑαυτῷ τὰ πάντων δεικνύναι·
καὶ γὰρ πρὸς τοὺς καθ' ἡλικίαν ἴσους οὐκ ἦν φιλό-
νεικος, ἢ μόνον ἵνα μὴ δεύτερος ἐκείνων ἐν τοῖς
βελτίοσι φαίνηται· καὶ τοῦτο ἔπραττεν ὥστε μηδένα
λυπεῖν, ἀλλὰ κἀκείνους ἐπ' αὐτῷ χαίρειν. Πάντες
μὲν οὖν οἱ ἀπὸ τῆς κώμης καὶ οἱ φιλόκαλοι,
πρὸς οὓς εἶχε τὴν συνήθειαν, οὕτως αὐτὸν ὁρῶντες,
ἐκάλουν θεοφιλῆ· καὶ οἱ μὲν ὡς υἱὸν, οἱ δὲ ὡς ἀδελ-
φὸν ἠσπάζοντο.
Ὁ δὲ μισόκαλος καὶ φθονερὸς διάβολος οὐκ ἤνεγ-
κεν ὁρῶν ἐν νεωτέρῳ τοιαύτην πρόθεσιν. Ἀλλ' οἷα
μεμελέτηκε ποιεῖν, ἐπιχειρεῖ καὶ κατὰ τούτου πράτ-
848
τειν· καὶ τὸ μὲν πρῶτον ἐπείραζεν αὐτὸν ἀπὸ τῆς
ἀσκήσεως καταγαγεῖν, ὑποβάλλων μνήμην τῶν κτη-
μάτων, τῆς ἀδελφῆς τὴν κηδεμονίαν, τοῦ γένους τὴν
οἰκειότητα, φιλαργυρίαν, φιλοδοξίαν, τροφῆς
τὴν ποικίλην ἡδονὴν, καὶ τὰς ἄλλας ἀνέσεις τοῦ
βίου, καὶ τέλος τὸ τραχὺ τῆς ἀρετῆς, καὶ ὡς πολὺς
αὐτῆς ἐστιν ὁ πόνος· τοῦ τε σώματος τὴν ἀσθένειαν
ὑπετίθετο, καὶ τοῦ χρόνου τὸ μῆκος. Καὶ ὅλως πο-
λὺν ἤγειρεν αὐτῷ κονιορτὸν λογισμῶν ἐν τῇ διανοίᾳ,
θέλων αὐτὸν ἀποσχοινίσαι τῆς ὀρθῆς προαιρέσεως.
Ὡς δὲ εἶδεν ἑαυτὸν ὁ ἐχθρὸς ἀσθενοῦντα πρὸς τὴν
τοῦ Ἀντωνίου πρόθεσιν, καὶ μᾶλλον ἑαυτὸν κα-
ταπαλαιόμενον ὑπὸ τῆς ἐκείνου στεῤῥότητος, καὶ
ἀνατρεπόμενον τῇ πολλῇ πίστει, καὶ πίπτοντα ταῖς
συνεχέσιν Ἀντωνίου προσευχαῖς· τότε δὴ τοῖς ἐπ'
ὀμφαλοῦ γαστρὸς ὅπλοις ἑαυτοῦ θαῤῥῶν, καὶ
καυχώμενος ἐπὶ τούτοις (ταῦτα γάρ ἐστιν αὐτοῦ τὰ
πρῶτα κατὰ τῶν νεωτέρων ἔνεδρα), προσέρχεται κατὰ
τοῦ νεωτέρου, νυκτὸς μὲν αὐτὸν θορυβῶν, μεθ' ἡμέ-
ραν δὲ οὕτως ἐνοχλῶν, ὡς καὶ τοὺς ὁρῶντας αἰσθέ-
σθαι τὴν γινομένην ἀμφοτέρων πάλην. Ὁ μὲν γὰρ
ὑπέβαλλε λογισμοὺς ῥυπαροὺς, ὁ δὲ ταῖς εὐχαῖς ἀν-
έτρεπε τούτους· καὶ ὁ μὲν ἐγαργάλιζεν, ὁ δὲ, ὡς ἐρυ-
θριᾷν δοκῶν, τῇ πίστει καὶ ταῖς εὐχαῖς καὶ νη-
στείαις ἐτείχιζε τὸ σῶμα· καὶ ὁ μὲν διάβολος ὑπέμε-
νεν ὁ ἄθλιος καὶ ὡς γυνὴ σχηματίζεσθαι νυκτὸς, καὶ
πάντα τρόπον μιμεῖσθαι, μόνον ἵνα τὸν Ἀντώνιον
ἀπατήσῃ· ὁ δὲ τὸν Χριστὸν ἐνθυμούμενος, καὶ τὴν
δι' αὐτὸν εὐγένειαν, καὶ τὸ νοερὸν τῆς ψυχῆς λογι-
ζόμενος, ἀπεσβέννυε τὸν ἄνθρακα τῆς ἐκείνου πλά-
νης. Πάλιν τε ὁ μὲν ἐχθρὸς ὑπέβαλλε τὸ λεῖον τῆς
ἡδονῆς· ὁ δὲ, ὀργιζομένῳ καὶ λυπουμένῳ ἐοικὼς, τὴν
ἀπειλὴν τοῦ πυρὸς καὶ τοῦ σκώληκος τὸν πόνον ἐν-
εθυμεῖτο· καὶ ἀντιτιθεὶς ταῦτα, διέβαινε τούτων ἀβλα-
βής. Ἦν δὲ ταῦτα πάντα πρὸς αἰσχύνην γινόμενα τοῦ
849
ἐχθροῦ. Ὁ γὰρ νομίσας ὅμοιος γενέσθαι Θεῷ
ὑπὸ νεανίσκου νῦν ἐπαίζετο· καὶ ὁ σαρκὸς καὶ αἵμα-
τος κατακαυχώμενος ὑπὸ ἀνθρώπου σάρκα φοροῦντος
ἀνετρέπετο. Συνήργει γὰρ ὁ Κύριος αὐτῷ, ὁ σάρκα
δι' ἡμᾶς φορέσας, καὶ τῷ σώματι δοὺς τὴν κατὰ
τοῦ διαβόλου νίκην· ὥστε τῶν ὄντως ἀγωνιζομένων ἕκαστον λέγειν· «Οὐκ ἐγὼ δὲ, ἀλλ' ἡ χάρις τοῦ Θεοῦ
ἡ σὺν ἐμοί.»
Τέλος γοῦν, ὡς οὐκ ἠδυνήθη τὸν Ἀντώνιον
οὐδ' ἐν τούτῳ καταβαλεῖν ὁ δράκων, ἀλλὰ καὶ ἔβλε-
πεν ἑαυτὸν ἐξωθούμενον ἀπὸ τῆς καρδίας αὐτοῦ,
τρίζων τοὺς ὀδόντας, κατὰ τὸ γεγραμμένον, καὶ
ὥσπερ ἐξιστάμενος, οἷός ἐστι τὸν νοῦν, τοιοῦτος
ὕστερον καὶ τῇ φαντασίᾳ μέλας αὐτῷ φαίνεται παῖς·
καὶ ὥσπερ ὑποπίπτων, οὐκέτι μὲν λογισμοῖς ἐπέβαι-
νεν (ἐκβέβλητο γὰρ ὁ δόλιος), λοιπὸν δὲ ἀνθρω-
πίνῃ χρώμενος φωνῇ, ἔλεγε· Πολλοὺς μὲν ἠπάτησα,
καὶ πλείστους κατέβαλον· νῦν δὲ, ὡς ἐπὶ πολλοῖς καὶ
ἐπὶ σοὶ καὶ τοῖς σοῖς πόνοις προσβαλὼν, ἠσθένησα.
Εἶτα τοῦ Ἀντωνίου πυθομένου· Τίς εἶ σὺ ὁ τοιαῦτα
λαλῶν παρ' ἐμοί; εὐθὺς ἐκεῖνος οἰκτρὰς ἠφίει φω-
νάς· Ἐγὼ τῆς πορνείας εἰμὶ φίλος· ἐγὼ τὰ εἰς ταύτην
ἔνεδρα, καὶ τοὺς ταύτης γαργαλισμοὺς κατὰ
τῶν νέων ἀνεδεξάμην, καὶ πνεῦμα πορνείας κέκλη-
μαι. Πόσους θέλοντας σωφρονεῖν ἠπάτησα! Πόσους
ἐγκρατευομένους μετέπεισα γαργαλίζων! Ἐγώ
εἰμι δι' ὃν καὶ ὁ προφήτης μέμφεται τοὺς πεσόντας,
λέγων· Πνεύματι πορνείας ἐπλανήθητε· δι' ἐμοῦ
γὰρ ἦσαν ἐκεῖνοι σκελισθέντες. Ἐγώ εἰμι ὁ πολλάκις
σοι ὀχλήσας, καὶ τοσαυτάκις ἀνατραπεὶς παρὰ σοῦ.
Ὁ δὲ Ἀντώνιος εὐχαριστήσας τῷ Κυρίῳ, καὶ κατα-
θαῤῥήσας αὐτοῦ, φησὶ πρὸς αὐτόν· Πολὺ τοίνυν
εὐκαταφρόνητος τυγχάνεις· καὶ γὰρ μέλας εἶ τὸν
852
νοῦν, καὶ ὡς παῖς ἀσθενής· οὐδὲ μία μοι λοιπόν ἐστι
φροντὶς περὶ σοῦ· Κύριος γὰρ ἐμοὶ βοηθὸς, κἀγὼ
ἐπόψομαι τοὺς ἐχθρούς μου. Ταῦτα ἀκούσας ὁ
μέλας ἐκεῖνος, εὐθὺς ἔφυγε καταπτήξας τὰς φωνὰς,
καὶ φοβηθεὶς ἔτι κἂν ἐγγίσαι τῷ ἀνδρί.
Τοῦτο πρῶτον ἆθλον Ἀντωνίου γέγονε κατὰ
τοῦ διαβόλου· μᾶλλον δὲ τοῦ Σωτῆρος καὶ τοῦτο γέ-
γονεν ἐν τῷ Ἀντωνίῳ τὸ κατόρθωμα, τοῦ τὴν
ἁμαρτίαν κατακρίναντος ἐν τῇ σαρκὶ, ἵνα τὸ δι-
καίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν, τοῖς μὴ
κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα.
Ἀλλ' οὔτε Ἀντώνιος, ὡς ὑποπεσόντος τοῦ δαίμονος,
ἠμέλει λοιπὸν καὶ κατεφρόνει ἑαυτοῦ· οὔτε ὁ ἐχθρὸς,
ὡς ἡττηθεὶς, ἐπαύετο τοῦ ἐνεδρεύειν. Περιήρχετο
γὰρ πάλιν ὡς λέων, ζητῶν τινα πρόφασιν κατ' αὐ-
τοῦ. Ὁ δὲ Ἀντώνιος, μαθὼν ἐκ τῶν Γραφῶν πολλὰς
εἶναι τὰς μεθοδείας τοῦ ἐχθροῦ, συντόνως ἐκέχρητο
τῇ ἀσκήσει, λογιζόμενος, ὅτι, εἰ καὶ μὴ ἴσχυσε τὴν
καρδίαν ἐν ἡδονῇ σώματος ἀπατῆσαι, πειράσει πάν-
τως δι' ἑτέρας ἐνεδρεῦσαι μεθόδου· ἔστι γὰρ φιλ-
αμαρτήμων ὁ δαίμων. Μᾶλλον οὖν καὶ μᾶλλον ὑπ-
επίαζε τὸ σῶμα καὶ ἐδουλαγώγει, μήπως, ἐν ἄλλοις
νικήσας, ἐν ἄλλοις ὑποσυρῇ. Βουλεύεται τοίνυν
σκληροτέραις ἀγωγαῖς ἑαυτὸν ἐθίζειν. Καὶ πολλοὶ
μὲν ἐθαύμαζον, αὐτὸς δὲ ῥᾷον τὸν πόνον ἔφερεν· ἡ
γὰρ προθυμία τῆς ψυχῆς, πολὺν χρόνον ἐμμείνασα,
ἕξιν ἀγαθὴν ἐνειργάζετο ἐν αὐτῷ· ὥστε καὶ μικρὰν
πρόφασιν λαμβάνοντα παρ' ἑτέρων, πολλὴν εἰς
τοῦτο τὴν σπουδὴν ἐνδείκνυσθαι· ἠγρύπνει γὰρ το-
σοῦτον, ὡς πολλάκις καὶ ὅλην τὴν νύκτα διατελεῖν
αὐτὸν ἄϋπνον· καὶ τοῦτο δὲ οὐχ ἅπαξ, ἀλλὰ καὶ
πλειστάκις ποιῶν ἐθαυμάζετο. Ἤσθιέ τε ἅπαξ τῆς
ἡμέρας μετὰ δύσιν ἡλίου· ἦν δ' ὅτε καὶ διὰ δύο, πολ-
λάκις δὲ καὶ διὰ τεσσάρων μετελάμβανε. Καὶ
853
ἦν αὐτῷ ἡ τροφὴ ἄρτος καὶ ἅλας· καὶ τὸ ποτὸν
ὕδωρ μόνον. Περὶ γὰρ κρεῶν καὶ οἴνου περιττόν ἐστι
καὶ λέγειν· ὅπου γε οὐδὲ παρὰ τοῖς ἄλλοις σπου-
δαίοις ηὑρίσκετό τι τοιοῦτον. Εἰς δὲ τὸν ὕπνον ἠρκεῖτο
ψιαθίῳ· τὸ δὲ πλεῖστον καὶ ἐπὶ γῆς μόνης κατέκειτο.
Ἀλείφεσθαι δὲ ἐλαίῳ παρῃτεῖτο, λέγων μᾶλλον πρέ-
πειν τοὺς νεωτέρους ἐκ προθυμίας ἔχειν τὴν ἄσκη-
σιν, καὶ μὴ ζητεῖν τὰ χαυνοῦντα τὸ σῶμα· ἀλλὰ καὶ
ἐθίζειν αὐτὸ τοῖς πόνοις, λογιζομένους τὸ τοῦ Ἀπο-
στόλου ῥητόν· Ὅταν ἀσθενῶ, τότε δυνατός εἰμι.
Τότε γὰρ ἔλεγεν ἰσχύειν τῆς ψυχῆς τὸν τόνον, ὅταν
αἱ τοῦ σώματος ἀσθενῶσιν ἡδοναί. Καὶ ἦν αὐτῷ πα-
ράδοξος ὄντως καὶ οὗτος ὁ λογισμός· οὐ γὰρ ἠξίου
χρόνῳ μετρεῖν τὴν τῆς ἀρετῆς ὁδὸν, οὐδὲ τὴν δι' αὐ-
τὴν ἀναχώρησιν, ἀλλὰ πόθῳ καὶ τῇ προαιρέσει.
Αὐτὸς γοῦν οὐκ ἐμνημόνευε τοῦ παρελθόντος χρόνου·
ἀλλὰ καθ' ἡμέραν, ὡς ἀρχὴν ἔχων τῆς ἀσκήσεως,
μείζω τὸν πόνον εἶχεν εἰς προκοπὴν, ἐπιλέγων ἑαυτῷ
τὸ τοῦ Παύλου ῥητὸν συνεχῶς· Τῶν ὄπισθεν
ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινό-
μενος· μνημονεύων τε καὶ τῆς φωνῆς τοῦ προφήτου
Ἠλίου λέγοντος· Ζῇ Κύριος, ᾧ παρέστην ἐνώπιον
αὐτοῦ σήμερον. Παρετηρεῖτο γὰρ, ὅτι, σήμερον
λέγων, οὐκ ἐμέτρει τὸν παρελθόντα χρόνον· ἀλλ' ὡς
ἀρχὴν ἀεὶ καταβαλλόμενος, καθ' ἡμέραν ἐσπούδα-
ζεν ἑαυτὸν παριστάνειν τοιοῦτον, οἷον χρὴ φαίνεσθαι
τῷ Θεῷ, καθαρὸν τῇ καρδίᾳ, καὶ ἕτοιμον ὑπακούειν
τῷ βουλήματι αὐτοῦ, καὶ μηδενὶ ἄλλῳ. Ἔλεγε δὲ ἐν
ἑαυτῷ, δεῖν τὸν ἀσκητὴν ἐκ τῆς πολιτείας τοῦ
μεγάλου Ἠλίου καταμανθάνειν, ὡς ἐν ἐσόπτρῳ τὸν
ἑαυτοῦ βίον ἀεί.
Οὕτω δὴ οὖν συσφίγξας ἑαυτὸν ὁ Ἀντώνιος,
ἀπήρχετο εἰς τὰ μακρὰν τῆς κώμης τυγχάνοντα
μνήματα, καὶ παραγγείλας ἑνὶ τῶν γνωρίμων δι'
ἡμερῶν πολλῶν αὐτῷ κομίζειν τὸν ἄρτον, αὐτὸς εἰσ-
ελθὼν εἰς ἓν τῶν μνημάτων, καὶ κλείσαντος ἐκείνου
856
κατ' αὐτοῦ τὴν θύραν, ἔμενε μόνος ἔνδον. Ἔνθα
δὴ μὴ φέρων ὁ ἐχθρὸς, ἀλλὰ μὴν καὶ φοβούμενος,
μὴ κατ' ὀλίγον καὶ τὴν ἔρημον ἐμπλήσῃ τῆς ἀσκή-
σεως· προσελθὼν ἐν μιᾷ νυκτὶ μετὰ πλήθους
δαιμόνων, τοσοῦτον αὐτὸν ἔκοψε πληγαῖς, ὡς καὶ
ἄφωνον αὐτὸν ἀπὸ τῶν βασάνων κεῖσθαι χαμαί· δι-
εβεβαιοῦτο γὰρ οὕτω σφοδροὺς γεγενῆσθαι τοὺς πό-
νους, ὡς λέγειν μὴ δύνασθαι τὰς παρὰ ἀνθρώπων
πληγὰς τοιαύτην ποτὲ βάσανον ἐμποιῆσαι. Θεοῦ δὲ
προνοίᾳ (οὐ γὰρ παρορᾷ Κύριος τοὺς ἐλπίζοντας
ἐπ' αὐτὸν), τῇ ἑξῆς παραγίνεται ὁ γνώριμος, κομί-
ζων τοὺς ἄρτους αὐτῷ· ἀνοίξας τε τὴν θύραν,
καὶ τοῦτον ἰδὼν χαμαὶ κείμενον ὡς νεκρὸν, βαστά-
σας ἔφερεν εἰς τὸ τῆς κώμης Κυριακὸν, καὶ τίθησιν
ἐπὶ τῆς γῆς. Πολλοί τε τῶν συγγενῶν, καὶ οἱ ἀπὸ τῆς
κώμης, παρεκαθέζοντο ὡς ἐπὶ νεκρῷ τῷ Ἀντωνίῳ.
Περὶ δὲ τὸ μεσονύκτιον εἰς ἑαυτὸν ἐλθὼν ὁ Ἀντώ-
νιος, καὶ διεγερθεὶς, ὡς εἶδε πάντας κοιμωμένους,
καὶ μόνον τὸν γνώριμον γρηγοροῦντα, νεύσας ἥκειν αὐτὸν πρὸς αὐτὸν, ἠξίου πάλιν αὐτὸν βαστά-
σαι καὶ ἀποφέρειν εἰς τὰ μνήματα, μηδένα ἐξυπνίσαντα.
Ἀπηνέχθη οὖν παρὰ τοῦ ἀνδρὸς, καὶ συνήθως
τῆς θύρας κεκλεισμένης, ἔνδον ἦν πάλιν μόνος. Καὶ
στήκειν μὲν οὐκ ἴσχυε διὰ τὰς πληγάς· ἀνακεί-
μενος δὲ ηὔχετο. Καὶ μετὰ τὴν εὐχὴν ἔλεγε μετὰ
κραυγῆς· Ὧδέ εἰμι ἐγὼ Ἀντώνιος· οὐ φεύγω τὰς
παρ' ὑμῶν πληγάς. Κἂν γὰρ πλείονας ποιήσητε,
οὐδέν με χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ. Εἶτα
καὶ ἔψαλλεν· Ἐὰν παρατάξηται ἐπ' ἐμὲ παρεμ-
βολὴ, οὐ φοβηθήσεται ἡ καρδία μου. Ὁ μὲν οὖν
ἀσκητὴς ἐφρόνει καὶ ἔλεγε ταῦτα· ὁ δὲ μισόκαλος.
ἐχθρὸς, θαυμάσας, ὅτι καὶ μετὰ τὰς πληγὰς
ἐθάῤῥησεν ἐλθεῖν, συγκαλέσας αὐτοῦ τοὺς κύνας, καὶ
διαῤῥηγνύμενος, ἔφη· Ὁρᾶτε ὅτι οὐ πνεύματι πορ-
νείας, οὐ πληγαῖς ἐπαύσαμεν τοῦτον· ἀλλὰ καὶ θρασύ-
νεται καθ' ἡμῶν· προσέλθωμεν ἄλλως αὐτῷ. Εὔκολον
857
δὲ τῷ διαβόλῳ τὰ εἰς κακίαν σχήματα. Τότε δὴ οὖν
ἐν τῇ νυκτὶ κτύπον μὲν τοιοῦτον ποιοῦσιν, ὡς
δοκεῖν πάντα τὸν τόπον ἐκεῖνον σείεσθαι· τοὺς δὲ τοῦ
οἰκίσκου τέσσαρας τοίχους ὥσπερ ῥήξαντες οἱ δαίμο-
νες, ἔδοξαν δι' αὐτῶν ἐπεισέρχεσθαι, μετασχημα-
τισθέντες εἰς θηρίων καὶ ἑρπετῶν φαντασίαν· καὶ ἦν
ὁ τόπος εὐθὺς πεπληρωμένος φαντασίας λεόν-
των, ἄρκτων, λεοπάρδων, ταύρων, καὶ ὄφεων, ἀσπί-
δων, καὶ σκορπίων, καὶ λύκων. Καὶ ἕκαστον μὲν
τούτων ἐκίνει κατὰ τὸ ἴδιον σχῆμα. Ὁ λέων
ἔβρυχε, θέλων ἐπελθεῖν, ὁ ταῦρος ἐδόκει κερατίζειν,
ὁ ὄφις ἕρπων οὐκ ἔφθανε, καὶ ὁ λύκος ὁρμῶν ἐπεί-
χετο· καὶ ὅλως πάντων ὁμοῦ ἦσαν τῶν φαινομένων
οἱ ψόφοι δεινοὶ, καὶ οἱ θυμοὶ χαλεποί. Ὁ δὲ Ἀντώ-
νιος, μαστιζόμενος καὶ κεντούμενος παρ' αὐτῶν,
ᾔσθετο μὲν δεινοτέρου πόνου σωματικοῦ. Ἀτρέ-
μας καὶ μᾶλλον τῇ ψυχῇ γρηγορῶν ἀνέκειτο· καὶ
ἔστενε μὲν διὰ τὸν τοῦ σώματος πόνον· νήφων δὲ τῇ
διανοίᾳ καὶ ὥσπερ χλευάζων, ἔλεγεν· Εἰ δύναμίς τις
ἦν ἐν ὑμῖν, ἤρκει καὶ μόνον ἕνα ἐξ ὑμῶν ἐλθεῖν·
ἐπειδὴ δὲ ἐξενεύρωσεν ὑμᾶς ὁ Κύριος, διὰ τοῦτο κἂν
τῷ πλήθει πειράζετέ πως ἐκφοβεῖν· γνώρισμα τῆς
ἀσθενείας ὑμῶν τὸ τὰς ἀλόγων ὑμᾶς μιμεῖσθαι μορ-
φάς. Θαῤῥῶν γοῦν πάλιν ἔλεγεν· Εἰ δύνασθε καὶ
ἐξουσίαν ἐλάβετε κατ' ἐμοῦ, μὴ μέλλετε, ἀλλ' ἐπί-
βητε· εἰ δὲ μὴ δύνασθε, τί μάτην ταράσσεσθε; Σφρα-
γὶς γὰρ ἡμῖν καὶ τεῖχος εἰς ἀσφάλειαν ἡ εἰς τὸν
Κύριον ἡμῶν πίστις. Πολλὰ τοίνυν ἐπιχειρήσαντες,
ἔτριζον κατ' αὐτοῦ τοὺς ὀδόντας, ὅτι μᾶλλον ἔπαιζον
ἑαυτοὺς, καὶ οὐκ ἐκεῖνον.
860
Ὁ δὲ Κύριος οὐδὲ ἐν τούτῳ ἐπελάθετο τῆς
ἀθλήσεως Ἀντωνίου, ἀλλ' εἰς ἀντίληψιν αὐτοῦ παρα-
γέγονεν. Ἀναβλέψας γοῦν, εἶδε τὴν στέγην
ὥσπερ διανοιγομένην, καὶ ἀκτῖνά τινα φωτὸς κατ-
ερχομένην πρὸς αὐτόν. Καὶ οἱ μὲν δαίμονες ἐξαίφνης
ἄφαντοι γεγόνασιν· ὁ δὲ πόνος τοῦ σώματος εὐθὺς
ἐπέπαυτο, καὶ ὁ οἶκος πάλιν ἦν ὁλόκληρος. Ὁ δὲ
Ἀντώνιος, αἰσθόμενος τῆς ἀντιλήψεως, καὶ πλέον
ἀναπνεύσας, κουφισθείς τε τῶν πόνων, ἐδέετο τῆς
φανείσης ὀπτασίας, λέγων· Ποῦ ἦς; διὰ τί μὴ ἐξ
ἀρχῆς ἐφάνης, ἵνα μου τὰς ὀδύνας παύσῃς; Καὶ
φωνὴ γέγονε πρὸς αὐτόν· Ἀντώνιε, ὧδε ἤμην, ἀλλὰ
περιέμενον ἰδεῖν τὸ σὸν ἀγώνισμα. Ἐπεὶ οὖν
ὑπέμεινας, καὶ οὐχ ἡττήθης, ἔσομαί σοι ἀεὶ
βοηθὸς, καὶ ποιήσω σε ὀνομαστὸν πανταχοῦ γενέ-
σθαι. Ταῦτα ἀκούσας, ἀναστὰς ηὔχετο· καὶ τοσοῦτον
ἴσχυσεν, ὡς αἰσθέσθαι αὐτὸν, ὅτι πλείονα δύναμιν
ἔσχεν ἐν τῷ σώματι μᾶλλον, ἧς εἶχε τὸ πρότερον.
Ἦν δὲ τότε λοιπὸν ἐγγὺς τριάκοντα καὶ πέντε ἐτῶν.
Τῇ δὲ ἑξῆς προελθὼν, ἔτι μᾶλλον προθυμό-
τερος ἦν εἰς τὴν θεοσέβειαν, καὶ γενόμενος πρὸς τὸν
γέροντα τὸν παλαιὸν ἐκεῖνον, ἠξίου τὴν ἔρημον οἰκῆ-
σαι σὺν αὐτῷ. Τοῦ δὲ παραιτησαμένου διά τε τὴν
ἡλικίαν, καὶ διὰ τὸ μηδέπω εἶναι τοιαύτην συν-
ήθειαν, εὐθὺς αὐτὸς ὥρμησεν εἰς τὸ ὄρος. Ἀλλὰ καὶ
πάλιν ὁ ἐχθρὸς, βλέπων αὐτοῦ τὴν σπουδὴν καὶ θέ-
λων ἐμποδίσαι ταύτην, ὑπέβαλεν ἐν ταῖς ὁδοῖς
ἀργυροῦ δίσκου μεγάλου φαντασίαν. Ἀντώνιος δὲ,
συνεὶς τοῦ μισοκάλου τὴν τέχνην, ἔστη, καὶ τῷ
δίσκῳ βλέπων, τὸν ἐν αὐτῷ διάβολον ἤλεγχε λέγων·
Πόθεν ἐν ἐρήμῳ δίσκος; Οὐκ ἔστιν ἡ ὁδὸς αὕτη τε-
τριμμένη, οὐδέ ἐστιν ἴχνος ὁδευσάντων ὧδέ τινων·
ἐκπεσὼν οὐκ ἠδύνατο λαθεῖν μέγιστος ὤν. Ἀλλὰ καὶ
ὁ ἀπολέσας, ἀναστρέψας καὶ ζητήσας εὗρεν ἂν διὰ
τὸ ἔρημον εἶναι τὸν τόπον. Τοῦτο τέχνη τοῦ διαβό-
861
λου γέγονεν. Οὐκ ἐμποδίσεις ἐν τούτῳ μου τὴν προ-
θυμίαν, διάβολε. Τοῦτο γὰρ σὺν σοὶ εἴη εἰς ἀπ-
ώλειαν. Καὶ τοῦτο τοῦ Ἀντωνίου λέγοντος, ἐξέλιπεν
ἐκεῖνος, ὡσεὶ καπνὸς ἀπὸ προσώπου πυρός.
Εἶτα πάλιν οὐκ ἔτι φαντασίαν, ἀληθινὸν δὲ
χρυσὸν ἐῤῥιμμένον ἐν ταῖς ὁδοῖς ἑώρακεν ἀπερχόμε-
νος. Εἴτε δὲ τοῦ ἐχθροῦ δείξαντος, εἴτε τινὸς κρείτ-
τονος δυνάμεως γυμναζούσης τὸν ἀθλητὴν, καὶ δει-
κνυούσης τῷ διαβόλῳ, ὅτι μηδὲ τῶν ἀληθῶς φροντί-
ζει χρημάτων· οὔτε αὐτὸς ἀπήγγειλεν, οὔτε ἡμεῖς
ἔγνωμεν, πλὴν ὅτι χρυσὸς ἦν ὁ φαινόμενος. Ὁ δὲ
Ἀντώνιος τὸ μὲν πλῆθος ἐθαύμασεν, ὡς δὲ πῦρ
ὑπερβὰς, οὕτως αὐτὸν παρῆλθεν ὡς μηδὲ στρα-
φῆναι· ἀλλὰ καὶ δρόμῳ σπουδάσαι τοσοῦτον, ὥστε
κρύψαι καὶ λαθεῖν τὸν τόπον. Μᾶλλον οὖν καὶ μᾶλ-
λον ἐπιτείνας τὴν πρόθεσιν, ὥρμησεν εἰς τὸ ὄρος.
Καὶ παρεμβολὴν ἔρημον, καὶ διὰ τὸν χρόνον μεστὴν
ἑρπετῶν εὑρὼν εἰς τὸ πέραν τοῦ ποταμοῦ, ἐκεῖ μετ-
έθηκεν ἑαυτὸν, καὶ ᾤκησεν ἐν αὐτῇ. Τὰ μὲν οὖν
ἑρπετὰ, ὥσπερ τινὸς διώκοντος, εὐθὺς ἀνεχώρησαν·
αὐτὸς δὲ, τὴν εἴσοδον ἀναφράξας, καὶ ἄρτους εἰς μῆ-
νας ἒξ ἀποθέμενος (ποιοῦσι δὲ τοῦτο Θηβαῖοι, καὶ
πολλάκις μένουσι καὶ ὅλον ἐνιαυτὸν ἀβλαβεῖς), ἔχων
ἔνδον ὕδωρ, ὥσπερ ἐν ἀδύτοις ἐγκαταδυόμενος
μόνος ἔμενεν ἔνδον, μήτε αὐτὸς προϊὼν, μήτε τινὰ
τῶν ἐρχομένων βλέπων. Αὐτὸς μὲν οὖν πολὺν χρόνον
οὕτω συνῆψεν ἀσκούμενος· κατ' ἐνιαυτὸν μόνον ἄνω-
θεν ἀπὸ τοῦ δώματος δεύτερον δεχόμενος τοὺς ἄρ-
τους
Οἱ δὲ πρὸς αὐτὸν ἐρχόμενοι τῶν γνωρίμων,
ἐπεὶ μὴ συνεχώρει τούτους εἰσελθεῖν, ἔξω πολλάκις
ἡμέρας καὶ νύκτας ποιοῦντες, ἤκουον ὡς ὄχλων ἔν-
δον θορυβούντων, κτυπούντων, φωνὰς ἀφιέντων οἰ-
κτρὰς, καὶ κραζόντων· Ἀπόστα τῶν ἡμετέρων· τί
σοὶ καὶ τῇ ἐρήμῳ; οὐ φέρεις ἡμῶν τὴν ἐπιβου-
λήν. Τὴν μὲν οὖν ἀρχὴν εἶναί τινας σὺν αὐτῷ μαχο-
μένους ἀνθρώπους, καὶ τούτους διὰ κλιμάκων εἰσ-
εληλυθέναι πρὸς αὐτὸν ἐνόμιζον οἱ ἔξωθεν· ὡς δὲ διά
τινος τρυμαλιᾶς παρακύψαντες, οὐδένα ἔβλεπον, τότε
864
δὴ λογισάμενοι δαίμονας εἶναι τούτους, καὶ φοβηθέν-
τες αὐτοὶ, τὸν Ἀντώνιον ἐκάλουν. Ὁ δὲ μᾶλλον τού-
των ἤκουεν, ἢ ἐκείνων ἐφρόντιζε. Καὶ προσελ-
θὼν ἐγγὺς τῆς θύρας, παρεκάλει τοὺς ἀνθρώπους
ἀναχωρεῖν καὶ μὴ φοβεῖσθαι· οὕτω γὰρ ἔλεγε τοὺς
δαίμονας φαντασίας ποιεῖν κατὰ τῶν δειλιώντων.
Ὑμεῖς οὖν σφραγίσατε ἑαυτοὺς, καὶ ἄπιτε θαῤῥοῦν-
τες· καὶ τούτους ἄφετε παίζειν ἑαυτοῖς. Οἱ μὲν οὖν
ἀπήρχοντο τετειχισμένοι τῷ σημείῳ τοῦ σταυροῦ.
Ὁ δὲ ἔμενε, καὶ οὐδὲν ἐβλάπτετο παρ' αὐτῶν· ἀλλ'
οὐδὲ ἔκαμνεν ἀγωνιζόμενος· ἡ γὰρ προσθήκη τῶν
γινομένων αὐτῷ τῶν ἄνω θεωρημάτων, καὶ ἡ τῶν
ἐχθρῶν ἀσθένεια, πολλὴν αὐτῷ τῶν πόνων ἀνάπαυ-
λαν παρείχετο, καὶ εἰς πλείονα προθυμίαν παρ-
εσκεύαζε. Καὶ γὰρ συνεχῶς παρέβαλλον οἱ γνώρι-
μοι, νομίζοντες εὑρίσκειν αὐτὸν νεκρὸν, καὶ ἤκουον
αὐτοῦ ψάλλοντος· Ἀναστήτω, ὁ Θεὸς, καὶ δια-
σκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέ-
τωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
Ὡς ἐκλείπει καπνὸς, ἐκλειπέτωσαν· ὡς τήκεται
κηρὸς ἀπὸ προσώπου πυρὸς, οὕτως ἀπόλοιντο
οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ· καὶ πάλιν· Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι
Κυρίου ἠμυνάμην αὐτούς.
Εἴκοσι τοίνυν ἐγγὺς ἔτη διετέλεσεν, οὕτω καθ'
ἑαυτὸν ἀσκούμενος, οὔτε προϊὼν, οὔτε παρά τινων
συνεχῶς βλεπόμενος. Μετὰ δὲ ταῦτα, πολλῶν ποθούν-
των καὶ θελόντων αὐτοῦ τὴν ἄσκησιν ζηλῶσαι,
ἄλλων τε γνωρίμων ἐλθόντων, καὶ βίᾳ τὴν θύραν
καταβαλόντων καὶ ἐξεωσάντων· προῆλθεν ὁ Ἀντώνιος
ὥσπερ ἔκ τινος ἀδύτου μεμυσταγωγημένος καὶ θεο-
φορούμενος· καὶ τότε πρῶτον ἀπὸ τῆς παρεμ-
βολῆς ἐφάνη τοῖς ἐλθοῦσι πρὸς αὐτόν. Ἐκεῖνοι μὲν
οὖν, ὡς εἶδον, ἐθαύμαζον ὁρῶντες αὐτοῦ τό τε σῶμα
τὴν αὐτὴν ἕξιν ἔχον, καὶ μήτε πιανθὲν, ὡς ἀγύμνα-
στον, μήτε ἰσχνωθὲν ὡς ἀπὸ νηστειῶν καὶ μά-
865
χης δαιμόνων· τοιοῦτος γὰρ ἦν, οἶον καὶ πρὸ τῆς
ἀναχωρήσεως ᾔδεισαν αὐτόν· τῆς δὲ ψυχῆς πάλιν κα-
θαρὸν τὸ ἦθος· οὔτε γὰρ ὡς ὑπὸ ἀνίας συνεσταλμέ-
νον ἦν, οὔτε ὑφ' ἡδονῆς διακεχυμένον, οὔτε ὑπὸ
γέλωτος ἢ κατηφείας συνεχόμενον· οὔτε γὰρ ἑωρακὼς
τὸν ὄχλον ἐταράχθη, οὔτε ὡς ὑπὸ τοσούτων κατασπα-
ζόμενος ἐγεγήθει· ἀλλ' ὅλος ἦν ἴσος, ὡς ὑπὸ τοῦ
λόγου κυβερνώμενος, καὶ ἐν τῷ κατὰ φύσιν ἑστώς.
Πολλοὺς γοῦν τῶν παρόντων τὰ σώματα πάσχοντας
ἐθεράπευσεν ὁ Κύριος δι' αὐτοῦ· καὶ ἄλλους ἀπὸ δαι-
μόνων ἐκαθάρισε. Χάριν τε ἐν τῷ λαλεῖν ἐδίδου τῷ
Ἀντωνίῳ· καὶ οὕτω πολλοὺς μὲν λυπουμένους παρ-
εμυθεῖτο, ἄλλους δὲ μαχομένους διήλλαττεν εἰς φι-
λίαν· πᾶσιν ἐπιλέγων μηδὲν τῶν ἐν τῷ κόσμῳ προ-
κρίνειν τῆς εἰς Χριστὸν ἀγάπης. Διαλεγόμενος δὲ καὶ
παραινῶν μνημονεύειν περὶ τῶν μελλόντων
ἀγαθῶν καὶ τῆς εἰς ἡμᾶς γενομένης τοῦ Θεοῦ φιλαν-
θρωπίας, ὃς οὐκ ἐφείσατο τοῦ ἰδίου Υἱοῦ, ἀλλ'
ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν· ἔπεισε πολ-
λοὺς αἱρήσασθαι τὸν μονήρη βίον· καὶ οὕτω λοιπὸν
γέγονε καὶ ἐν τοῖς ὄρεσι μοναστήρια, καὶ ἡ ἔρημος
ἐπολίσθη ὑπὸ μοναχῶν, ἐξελθόντων ἀπὸ τῶν ἰδίων, καὶ ἀπογραψαμένων τὴν ἐν τοῖς οὐρανοῖς πο-
λιτείαν.
Χρείας δὲ γενομένης διελθεῖν αὐτὸν τὴν τοῦ
Ἀρσενοΐτου διώρυγα (χρεία δὲ ἦν ἡ τῶν ἀδελφῶν
ἐπίσκεψις), πλήρης ἦν ἡ διώρυξ κροκοδείλων. Καὶ
μόνον εὐξάμενος, ἐνέβη αὐτός τε καὶ πάντες οἱ σὺν
αὐτῷ, καὶ διῆλθον ἀβλαβεῖς. Ὑποστρέψας δὲ εἰς τὸ
μοναστήριον, τῶν αὐτῶν εἴχετο σεμνῶν καὶ νεανικῶν
πόνων. Διαλεγόμενός τε συνεχῶς, τῶν μὲν ἤδη μο-
ναχῶν τὴν προθυμίαν ηὔξανε, τῶν δὲ ἄλλων τοὺς
πλείστους εἰς ἔρωτα τῆς ἀσκήσεως ἐκίνει, καὶ τα-
χέως, ἕλκοντος τοῦ λόγου, πλεῖστα γέγονε μοναστή-
ρια, καὶ πάντων αὐτῶν ὡς πατὴρ καθηγεῖτο.
Μιᾷ γοῦν ἡμέρᾳ προελθὼν, καὶ πάντων τῶν
μοναχῶν ἐλθόντων πρὸς αὐτὸν, ἀξιούντων τε παρ'
868
αὐτοῦ ἀκοῦσαι λόγον, ἔλεγεν αὐτοῖς τῇ Αἰγυπτιακῇ
φωνῇ ταῦτα· Τὰς μὲν Γραφὰς ἱκανὰς εἶναι πρὸς δι-
δασκαλίαν· ἡμᾶς δὲ καλὸν παρακαλεῖν ἀλλήλους ἐν
τῇ πίστει, καὶ ἀλείφειν ἐν τοῖς λόγοις. Καὶ ὑμεῖς
τοίνυν ὡς τέκνα φέρετε τῷ πατρὶ λέγοντες ἃ οἴδατε·
κἀγὼ δὲ ὡς τῇ ἡλικίᾳ πρεσβύτερος ὑμῶν, ἃ οἶδα καὶ
ὧν πεπείραμαι μεταδίδωμι. Ἔστω δὲ προηγουμένως
κοινὴ πᾶσιν αὕτη σπουδὴ, ἀρξαμένους μὴ ὑπενδοῦ-
ναι, μηδὲ ἐκκακεῖν ἐν τοῖς πόνοις, μηδὲ λέγειν· Ἐχρο-
νίσαμεν ἐν τῇ ἀσκήσει· ἀλλὰ μᾶλλον ὡς ἀρχόμενοι
καθ' ἡμέραν, τὴν προθυμίαν ἐπαυξήσωμεν. Ὅλος
γὰρ ὁ τῶν ἀνθρώπων βίος βραχύτατός ἐστι, μετρού-
μενος πρὸς τοὺς μέλλοντας αἰῶνας· ὥστε καὶ πάντα
τὸν χρόνον ἡμῶν μηδὲν εἶναι πρὸς τὴν αἰώνιον ζωήν.
Καὶ πᾶν μὲν πρᾶγμα ἐν τῷ κόσμῳ τοῦ ἀξίου πιπρά-
σκεται, καὶ ἴσον ἴσῳ τις ἀντικαταλλάσσει· ἡ δὲ ἐπαγ-
γελία τῆς αἰωνίου ζωῆς ὀλίγου τινὸς ἀγοράζεται.
Γέγραπται γάρ· Αἱ ἡμέραι τῆς ζωῆς ἡμῶν ἐν
αὐτοῖς ἑβδομήκοντα ἔτη, ἐὰν δὲ ἐν δυναστείαις,
ὀγδοήκοντα ἔτη, καὶ τὸ πλεῖον αὐτῶν, κόπος καὶ
πόνος. Ὅταν τοίνυν πάντα τὰ ὀγδοήκοντα ἔτη, ἢ
καὶ ἑκατὸν διαμείνωμεν ἐν τῇ ἀσκήσει, οὐκ ἴσα τοῖς
ἑκατὸν ἔτεσι βασιλεύσομεν, ἀλλ' ἀντὶ τῶν ἑκατὸν
αἰῶνας αἰώνων βασιλεύσομεν· καὶ ἐπὶ γῆς ἀγωνισά-
μενοι, οὐκ ἐν γῇ κληρονομοῦμεν, ἀλλ' ἐν οὐρανοῖς
ἔχομεν τὰς ἐπαγγελίας· πάλιν δὲ φθαρτὸν ἀποθέμε-
νοι τὸ σῶμα, ἄφθαρτον ἀπολαμβάνομεν αὐτό.
Ὥστε, τέκνα, μὴ ἐκκακῶμεν, μηδὲ νομί-
ζωμεν χρονίζειν, ἢ μέγα τι ποιεῖν. Οὐ γὰρ ἄξια τὰ
παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν
ἀποκαλυφθῆναι εἰς ἡμᾶς δόξαν. Μηδὲ εἰς τὸν κό-
σμον βλέποντες νομίζωμεν μεγάλοις τισὶν ἀποτε-
τάχθαι· καὶ γὰρ καὶ αὐτὴ πᾶσα ἡ γῆ βραχυτάτη
πρὸς ὅλον τὸν οὐρανόν ἐστιν. Εἰ τοίνυν καὶ πάσης
τῆς γῆς κύριοι ἐτυγχάνομεν, καὶ ἀπετασσόμεθα τῇ
γῇ πάσῃ, οὐδὲν ἄξιον ἦν πάλιν πρὸς τὴν βασιλείαν
τῶν οὐρανῶν. Ὡς γὰρ εἴ τις καταφρονήσειε μιᾶς
869
χαλκῆς δραχμῆς, ἵνα κερδήσῃ χρυσᾶς δραχμὰς ἑκα-
τὸν, οὕτως ὁ πάσης τῆς γῆς κύριος ὢν, καὶ ἀποτασ-
σόμενος αὐτῇ, ὀλίγον ἀφίησι, καὶ ἑκατονταπλασίονα
λαμβάνει. Εἰ δὲ οὐδὲ πᾶσα ἡ γῆ ἀξία τῶν οὐρανῶν
ἐστιν, ὁ ἄρα ἀφεὶς ὀλίγας ἀρούρας, ὡς οὐδὲν κατα-
λιμπάνων, κἂν οἰκίαν ἢ χρυσίον ἱκανὸν ἀφῇ, οὐκ
ὀφείλει καυχᾶσθαι ἢ ἀκηδιᾷν. Ἄλλως τε ὀφείλομεν
λογίζεσθαι, ὅτι, κἂν μὴ ἀφῶμεν δι' ἀρετὴν, ἀλλ'
ὕστερον ἀποθνήσκοντες καταλιμπάνομεν αὐτὰ πολ-
λάκις καὶ οἷς οὐ θέλομεν, ὡς ἐμνημόνευσεν ὁ Ἐκκλη-
σιαστής. Διὰ τί οὖν μὴ δι' ἀρετὴν ἡμεῖς καταλιμπά-
νομεν, ἵνα καὶ βασιλείαν κληρονομήσωμεν; Διὰ τοῦτο
μηδὲ τοῦ κτᾶσθαί τις ἡμῶν ἐπιθυμίαν λαμβανέτω. Τί
γὰρ κέρδος ταῦτα κτᾶσθαι, ἃ μηδὲ αἴρομεν μεθ' ἑαυ-
τῶν; τί οὐ μᾶλλον ἐκεῖνα κτώμεθα, ἃ καὶ μεθ'
ἑαυτῶν ἆραι δυνάμεθα, ἅτινά ἐστι φρόνησις, δικαιο-
σύνη, σωφροσύνη, ἀνδρεία, σύνεσις, ἀγάπη, φιλο-
πτωχία, πίστις ἡ εἰς Χριστὸν, ἀοργησία, φιλοξενία;
Ταῦτα κτώμενοι, εὑρήσομεν αὐτὰ πρὸ ἑαυτῶν ἐκεῖ
ποιοῦντα ἡμῖν ξενίαν ἐν τῇ γῇ τῶν πραέων.
Ὥστε καὶ ἐκ τοιούτων πειθέτω τις ἑαυτὸν
μὴ ὀλιγωρεῖν· καὶ μάλιστα, ἐὰν λογίσηται, δοῦλον
ἑαυτὸν εἶναι τοῦ Κυρίου, καὶ ὀφείλοντα τῷ δεσπότῃ
δουλεύειν. Ὥσπερ οὖν ὁ δοῦλος οὐκ ἂν τολμήσῃ λέ-
γειν· Ἐπειδὴ χθὲς εἰργασάμην, οὐκ ἐργάζομαι
σήμερον· οὐδὲ τὸν παρελθόντα χρόνον μετρῶν, παύ-
σεται τῶν ἑξῆς ἡμερῶν, ἀλλὰ καθ' ἡμέραν, ὡς ἐν τῷ
Εὐαγγελίῳ γέγραπται, τὴν αὐτὴν προθυμίαν δείκνυ-
σιν, ἵνα τῷ κυρίῳ αὐτοῦ ἀρέσκῃ, καὶ μὴ κινδυ-
νεύσῃ· οὕτω καὶ ἡμεῖς καθ' ἡμέραν ἐπιμένωμεν τῇ
ἀσκήσει, εἰδότες, ὅτι, ἐὰν μίαν ἡμέραν ἀμελήσωμεν,
οὐ διὰ τὸν παρελθόντα χρόνον ἡμῖν συγχωρήσει, ἀλλὰ
διὰ τὴν ἀμέλειαν ἀγανακτήσει καθ' ἡμῶν. Οὕτως καὶ
ἐν τῷ Ἰεζεχιὴλ ἠκούσαμεν· οὕτως καὶ ὁ Ἰούδας διὰ
νύκτα μίαν ἀπώλεσε καὶ τοῦ παρελθόντος χρόνου τὸν
κάματον.
872
Ἐχώμεθα οὖν, τέκνα, τῆς ἀσκήσεως, καὶ μὴ
ἀκηδιῶμεν. Ἔχομεν γὰρ ἐν τούτῳ καὶ τὸν Κύριον
συνεργὸν, ὡς γέγραπται· Παντὶ τῷ προαιρουμένῳ
τὸ ἀγαθὸν συνεργεῖ ὁ Θεὸς εἰς τὸ ἀγαθόν. Εἰς δὲ τὸ
μὴ ὀλιγωρεῖν ἡμᾶς καλὸν τὸ τοῦ Ἀποστόλου ῥητὸν
μελετᾷν, τὸ, Καθ' ἡμέραν ἀποθνήσκω. Ἂν γὰρ καὶ
ἡμεῖς, ὡς ἀποθνήσκοντες καθ' ἡμέραν, οὕτως ζῶμεν,
οὐχ ἁμαρτήσομεν. Ἔστι δὲ τὸ λεγόμενον τοιοῦτον,
ἵνα, ἐγειρόμενοι καθ' ἡμέραν, νομίζωμεν μὴ μένειν
ἕως ἑσπέρας, καὶ πάλιν μέλλοντες κοιμᾶσθαι, νομί-
ζωμεν μὴ ἐγείρεσθαι· ἀδήλου φύσει καὶ τῆς ζωῆς
ἡμῶν οὔσης, καὶ μετρουμένης καθ' ἡμέραν παρὰ
τῆς Προνοίας. Οὕτω δὲ διακείμενοι, καὶ καθ' ἡμέραν
οὕτω ζῶντες, οὔτε ἁμαρτήσομεν, οὔτε τινὸς ἐπιθυ-
μίαν ἕξομεν, οὔτε μηνιοῦμέν τινι, οὔτε θησαυρίσομεν
ἐπὶ τῆς γῆς· ἀλλ' ὡς καθ' ἡμέραν προσδοκῶντες
ἀποθνήσκειν, ἀκτήμονες ἐσόμεθα, καὶ πᾶσι πάντα
συγχωρήσομεν· ἐπιθυμίας δὲ γυναικὸς, ἢ ἄλλης ῥυ-
παρᾶς ἡδονῆς, οὐδ' ὅλως κρατήσομεν, ἀλλ' ὡς παρ-
ερχομένην ἀποστραφησόμεθα· ἀγωνιῶντες ἀεὶ καὶ
προβλέποντες τὴν ἡμέραν τῆς κρίσεως. Ἀεὶ γὰρ ὁ
μείζων φόβος καὶ ὁ ἀγὼν τῶν βασάνων διαλύει τὸ
λεῖον τῆς ἡδονῆς, καὶ τὴν ψυχὴν κλίνουσαν ἀν-
ίστησιν.
Οὐκοῦν ἀρξάμενοι καὶ ἐπιβάντες ἤδη τῇ ὁδῷ
τῆς ἀρετῆς, ἐπεκτεινώμεθα μᾶλλον ἵνα φθάσωμεν
ἐπὶ τὰ ἔμπροσθεν. Καὶ μηδεὶς εἰς τὰ ὀπίσω
στρεφέσθω, ὡς ἡ γυνὴ τοῦ Λώτ· μάλιστα ὅτι Κύριος
εἴρηκεν· Οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα ἐπ' ἄροτρον,
καὶ στραφεὶς εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν ἐν τῇ
βασιλείᾳ τῶν οὐρανῶν. Τὸ δὲ στραφῆναι οὐδὲν
ἕτερόν ἐστιν ἢ μεταμεληθῆναι, καὶ πάλιν κοσμικὰ
φρονεῖν. Μὴ φοβεῖσθε δὲ ἀκούοντες περὶ ἀρετῆς,
μηδὲ ξενίζεσθε περὶ τοῦ ὀνόματος· οὐ γὰρ μακρὰν
ἀφ' ἡμῶν ἐστιν οὐδ' ἔξωθεν ἡμῶν συνίσταται, ἐν
873
ἡμῖν δέ ἐστι τὸ ἔργον, καὶ εὔκολόν ἐστι τὸ πρᾶγμα,
ἐὰν μόνον θελήσωμεν. Ἕλληνες μὲν οὖν ἀποδημοῦσι,
καὶ θάλατταν περῶσι, ἵνα γράμματα μάθωσιν· ἡμεῖς
δὲ οὐ χρείαν ἔχομεν ἀποδημῆσαι διὰ τὴν βασι-
λείαν τῶν οὐρανῶν, οὔτε περᾶσαι θάλατταν διὰ τὴν
ἀρετήν. Φθάσας γὰρ εἶπεν ὁ Κύριος· Ἡ βασιλεία
τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστιν· Οὐκοῦν ἡ ἀρετὴ
τοῦ θέλειν ἡμῶν μόνου χρείαν ἔχει· ἐπειδήπερ
ἐν ἡμῖν ἐστι, καὶ ἐξ ἡμῶν συνίσταται. Τῆς γὰρ ψυ-
χῆς τὸ νοερὸν κατὰ φύσιν ἑκούσης, ἡ ἀρετὴ συνίστα-
ται. Κατὰ φύσιν δὲ ἔχει, ὅτ' ἂν ὡς γέγονε μένει,
γέγονε δὲ καλὴ καὶ εὐθὴς λίαν. Διὰ τοῦτο ὁ μὲν τοῦ
Ναυῆ Ἰησοῦς παραγγέλλων ἔλεγε τῷ λαῷ· Εὐθύ-
νατε τὴν καρδίαν ὑμῶν πρὸς Κύριον τὸν Θεὸν
Ἰσραήλ· ὁ δὲ Ἰωάννης· Εὐθείας ποιεῖτε τὰς τρί-
βους ὑμῶν. Τὸ γὰρ εὐθεῖαν εἶναι τὴν ψυχὴν, τοῦτό
ἐστι τὸ κατὰ φύσιν νοερὸν αὐτῆς ὡς ἐκτίσθη. Πάλιν
δὲ ὅτ' ἂν ἐκκλίνῃ, καὶ ἐν διαστροφῇ τοῦ κατὰ φύσιν
γένηται, τότε κακία ψυχῆς λέγεται. Οὐκοῦν οὐκ ἔστι
δυσχερὲς τὸ πρᾶγμα· ἐὰν γὰρ μείνωμεν ὡς γεγόνα-
μεν, ἐν τῇ ἀρετῇ ἐσμεν· ἐὰν δὲ λογιζώμεθα τὰ φαῦ-
λα, ὡς κακοὶ κρινόμεθα. Εἰ μὲν οὖν ἔξωθεν ἦν πο-
ριστέον τὸ πρᾶγμα, δυσχερὲς ὄντως ἦν· εἰ δὲ ἐν
ἡμῖν ἐστι, φυλάξωμεν ἑαυτοὺς ἀπὸ ῥυπαρῶν λογι-
σμῶν, καὶ ὡς παρακαταθήκην λαβόντες, τηρήσωμεν
τῷ Κυρίῳ τὴν ψυχήν· ἵν' αὐτὸς ἐπιγνῷ τὸ ποίημα αὐτοῦ, οὕτως οὖσαν, ὥσπερ αὐτὴν καὶ πεποίηκεν
αὐτήν.
Ἔστω δὲ ἡμῖν ἀγὼν, ὥστε μὴ τυραννεῖν ἡμῶν
θυμὸν, μηδὲ κρατεῖν ἡμῶν ἐπιθυμίαν. Γέγραπται γὰρ,
ὅτι Ὀργὴ ἀνδρὸς δικαιοσύνην Θεοῦ οὐ κατεργά-
ζεται· ἡ δὲ ἐπιθυμία, συλλαβοῦσα, τίκτει ἁμαρ-
τίαν· ἡ δὲ ἁμαρτία, ἀποτελεσθεῖσα ἀποκύει θά-
νατον. Οὕτω δὲ πολιτευόμενοι νήφωμεν ἀσφαλῶς·
καὶ, ὡς γέγραπται, πάσῃ φυλακῇ τηρῶμεν ἑαυ-
τῶν τὴν καρδίαν. Ἐχθροὺς γὰρ ἔχομεν δεινοὺς καὶ
πανούργους, τοὺς πονηροὺς δαίμονας· καὶ πρὸς τού-
τους ἐστὶν ἡμῖν ἡ πάλη, ὡς εἶπεν ὁ Ἀπόστολος· Οὐ
πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, καὶ
876
πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας
τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ
τῆς πονηρίας, ἐν τοῖς ἐπουρανίοις. Πολὺς μὲν
οὖν ἐστιν αὐτῶν ὁ ὄχλος ἐν τῷ καθ' ἡμᾶς ἀέρι, καὶ
μακρὰν οὐκ εἰσὶν ἀφ' ἡμῶν· πολλὴ δέ τίς ἐστιν ἐν
αὐτοῖς ἡ διαφορά. Καὶ περὶ μὲν τῆς φύσεως αὐτῶν
καὶ τῆς διαφορᾶς πολὺς ἂν εἴη λόγος, καὶ ἄλλων μει-
ζόνων ἢ καθ' ἡμᾶς ἐστι τὸ τοιοῦτον διήγημα· τὸ δὲ
νῦν κατεπεῖγον καὶ ἀναγκαῖον ἡμῖν, γνῶναί ἐστι μό-
νον τὰς καθ' ἡμῶν αὐτῶν πανουργίας
Πρῶτον τοίνυν τοῦτο γινώσκωμεν, ὅτι οἱ
δαίμονες οὐ καθ' ὃ δαίμονες καλοῦνται, οὕτω γεγό-
νασιν· οὐδὲν γὰρ κακὸν ἐποίησεν ὁ Θεός· ἀλλὰ καλοὶ
μὲν γεγόνασι καὶ αὐτοὶ, ἐκπεσόντες δὲ ἀπὸ τῆς οὐ-
ρανίου φρονήσεως, καὶ λοιπὸν περὶ τὴν γῆν καλιν-
δούμενοι, τοὺς μὲν Ἕλληνας ἠπάτησαν ταῖς φαντα-
σίαις, ἡμῖν δὲ τοῖς Χριστιανοῖς φθονοῦντες, πάντα
κινοῦσι, θέλοντες ἐμποδίζειν ἡμᾶς τῆς εἰς οὐρανοὺς
ἀνόδου· ἵνα μὴ ὅθεν ἐξέπεσον αὐτοὶ ἀνέλθωμεν ἡμεῖς.
Δι' ὃ καὶ πολλῆς εὐχῆς, καὶ ἀσκήσεώς ἐστι χρεία·
ἵνα τις, λαβὼν διὰ τοῦ Πνεύματος χάρισμα διακρί-
σεως πνευμάτων, γνῶναι δυνηθῇ τὰ κατ' αὐτούς·
καὶ τίνες μὲν αὐτῶν εἰσιν ἔλαττον φαῦλοι, τίνες
δὲ ἐκείνων φαυλότεροι, καὶ περὶ ποῖον ἐπιτήδευμα
ἕκαστος αὐτῶν ἔχει τὴν σπουδὴν, καὶ πῶς ἕκαστος
αὐτῶν ἀνατρέπεται καὶ ἐκβάλλεται. Πολλὰ γὰρ αὐ-
τῶν ἐστι τὰ πανουργεύματα, καὶ τὰ τῆς ἐπιβουλῆς
κινήματα. Ὁ μὲν οὖν μακάριος Ἀπόστολος καὶ οἱ
κατ' αὐτὸν ᾔδεισαν τὰ τοιαῦτα λέγοντες· Οὐ γὰρ αὐ-
τοῦ τὰ νοήματα ἀγνοοῦμεν· ἡμεῖς δὲ ἀφ' ὧν ἐπει-
ράθημεν παρ' αὐτῶν, ὀφείλομεν ἀλλήλους ὑπ' αὐτῶν
διορθοῦσθαι. Ἐγὼ γοῦν, ἐκ μέρους πεῖραν αὐτῶν ἔχων, ὡς τέκνοις λέγω.
Οὗτοι μὲν οὖν, ἐὰν ἴδωσι καὶ πάντας μὲν Χρι-
877
στιανοὺς, μάλιστα δὲ μοναχοὺς, φιλοπονοῦντας καὶ
προκόπτοντας, πρῶτον μὲν ἐπιχειροῦσι καὶ πειρά-
ζουσιν, ἐχόμενα τρίβου τιθέντες σκάνδαλα· σκάνδαλα
δὲ αὐτῶν εἰσιν οἱ πονηροὶ λογισμοί. Οὐ δεῖ δὲ
ἡμᾶς φοβεῖσθαι τὰς ὑποβολὰς αὐτῶν· εὐχαῖς γὰρ καὶ
νηστείαις καὶ τῇ εἰς τὸν Κύριον πίστει πίπτουσιν
εὐθὺς ἐκεῖνοι. Ἀλλὰ καὶ πεσόντες οὐ παύονται, αὖ-
θις δὲ πάλιν προσέρχονται πανούργως καὶ δολίως.
Ἐπειδὰν γὰρ ἐκ φανεροῦ καὶ ῥυπαρᾶς ἡδονῆς
μὴ δυνηθῶσιν ἀπατῆσαι τὴν καρδίαν, ἄλλως πάλιν
ἐπιβαίνουσι· καὶ λοιπὸν φαντασίας ἀναπλάττοντες
ἐκφοβεῖν προσποιοῦνται, μετασχηματιζόμενοι, καὶ
μιμούμενοι γυναῖκας, θηρία, ἑρπετὰ, καὶ μεγέθη
σωμάτων, καὶ πλῆθος στρατιωτῶν. Ἀλλ' οὐδὲ οὕτως
δεῖ τὰς τούτων φαντασίας δειλιᾷν· οὐδὲν γάρ
εἰσιν, ἀλλὰ καὶ ταχέως ἀφανίζονται· ἐὰν μάλιστα τῇ
πίστει καὶ τῷ σημείῳ τοῦ σταυροῦ ἑαυτόν τις περι-
φράττῃ. Τολμηροὶ δέ εἰσι καὶ λίαν ἀναιδεῖς. Ἐὰν
γὰρ καὶ οὕτως ἡττηθῶσιν, ἄλλῳ τρόπῳ πάλιν ἐπι-
βαίνουσι. Καὶ προσποιοῦνται μαντεύεσθαι, καὶ προ-
λέγειν τὰ μεθ' ἡμέρας ἐρχόμενα, δεικνύειν τε ἑαυ-
τοὺς ὑψηλοὺς ἄχρι τῆς στέγης φθάνοντας, καὶ πλατεῖς
τῷ μεγέθει· ἵνα οὓς οὐκ ἠδυνήθησαν ἀπατῆσαι τοῖς
λογισμοῖς, κἂν ταῖς τοιαύταις φαντασίαις ὑφαρπά-
σωσιν. Ἐὰν δὲ καὶ οὕτως εὕρωσι τὴν ψυχὴν ἠσφαλισμένην τῇ πίστει, καὶ τῇ ἐλπίδι τῆς διανοίας,
λοιπὸν ἐπάγονται τὸν ἄρχοντα ἑαυτῶν
Καὶ φαίνεσθαι αὐτοὺς πολλάκις ἔλεγε τοιού-
τους, οἷον τὸν διάβολον τῷ Ἰὼβ ὁ Κύριος ἀπεκάλυψε,
λέγων· Οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς εἶδος ἑωσφόρου.
Ἐκ στόματος αὐτοῦ ἐκπορεύονται λαμπάδες και-
όμεναι, καὶ διαῤῥιπτοῦνται ἐσχάραι πυρός·
ἐκ μυκτήρων αὐτοῦ ἐκπορεύεται καπνὸς καμίνου
καιομένης πυρὶ ἀνθράκων. Ἡ ψυχὴ αὐτοῦ ἄν-
θρακες· φλὸξ δὲ ἐκ στόματος αὐτοῦ ἐκπορεύε-
ται. Τοιοῦτος δὲ φαινόμενος ὁ τῶν δαιμονίων ἄρχων,
ἐκφοβεῖ, καθὰ προεῖπον, μεγάλα λαλῶν ὁ πανοῦργος,
ὡς πάλιν ἐξήλεγξεν αὐτὸν ὁ Κύριος, τῷ μὲν Ἰὼβ
880
λέγων· Ἥγηται μὲν γὰρ σίδηρον ἄχυρα, χαλκὸν
δὲ ὥσπερ ξύλον σαθρόν· ἥγηται δὲ θάλασσαν
ὥσπερ ἐξάλειπτρον, τὸν δὲ τάρταρον τῆς ἀβύσ-
σου ὥσπερ αἰχμάλωτον· ἐλογίσατο ἄβυσσον ὡς
περίπατον· διὰ δὲ τοῦ προφήτου· Εἶπεν ὁ ἐχθρός·
Διώξας καταλήψομαι· καὶ πάλιν δι' ἑτέρου· Τὴν
οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρί μου, ὡς
νεοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ. Καὶ
ὅλως τοιαῦτα κομπάζειν ἐπιχειροῦσι, καὶ ἐπαγγέλ-
λονται ταῦτα, ὅπως ἀπατήσωσι τοὺς θεοσεβοῦν-
τας. Ἀλλ' ἡμᾶς οὐδ' οὕτως πάλιν χρὴ τοὺς πιστοὺς
τάς τε φαντασίας αὐτοῦ φοβεῖσθαι, καὶ ταῖς φωναῖς
αὐτοῦ προσέχειν. Ψεύδεται γὰρ, καὶ οὐδὲν ὅλως ἀλη-
θὲς λαλεῖ. Ἀμέλει τοιαῦτα καὶ τοσαῦτα λαλῶν καὶ
θρασυνόμενος, ὡς μὲν δράκων εἱλκύσθη τῷ ἀγκίστρῳ
παρὰ τοῦ Σωτῆρος, ὡς δὲ κτῆνος φορβαίαν
ἔλαβε περὶ τὰς ῥῖνας, ὡς δὲ δραπέτης κρίκῳ δέδεται
τοὺς μυκτῆρας, καὶ ψελλίῳ τετρύπηται τὰ χείλη.
Καὶ δέδεται μὲν παρὰ τοῦ Κυρίου ὡς στρουθίον, εἰς
τὸ καταπαίζεσθαι παρ' ἡμῶν· τέθεινται δὲ αὐτός τε
καὶ οἱ σὺν αὐτῷ δαίμονες, ὡς σκορπίοι καὶ ὄφεις, εἰς
τὸ καταπατεῖσθαι παρ' ἡμῶν τῶν Χριστιανῶν. Καὶ
τούτου γνώρισμα, τὸ νῦν ἡμᾶς πολιτεύεσθαι κατ'
αὐτοῦ. Ὁ γὰρ τὴν θάλασσαν ἐπαγγελλόμενος ἐξαλεί-
φειν καὶ τὴν οἰκουμένην καταλαμβάνειν, ἰδοὺ νῦν οὐ
δύναται κωλῦσαι τὴν ἄσκησιν ὑμῶν, ἀλλ' οὐδὲ ἐμὲ
λαλοῦντα κατ' αὐτοῦ. Μὴ τοίνυν προσέχωμεν οἷς ἂν
λαλῇ (ψεύδεται γὰρ), μηδὲ δειλιῶμεν αὐτοῦ τὰς φαν-
τασίας, ψευδεῖς καὶ αὐτὰς τυγχανούσας. Οὐ γὰρ φῶς
ἐστιν ἀληθὲς τὸ φαινόμενον ἐν αὐταῖς· τοῦ δὲ
ἡτοιμασμένου πυρὸς αὐτοῖς μᾶλλον τὰ προοίμια καὶ
τὰς εἰκόνας φέρουσι· καὶ ἐν οἷς κατακαίεσθαι μέλ-
λουσιν, ἐν τούτοις ἐκφοβεῖν τοὺς ἀνθρώπους πειρά-
ζουσιν. Ἀμέλει φαίνονται, καὶ παρ' αὐτὰ πάλιν ἀφα-
νίζονται· βλάψαντες μὲν οὐδένα τῶν πιστῶν, φέροντες
881
δὲ μεθ' ἑαυτῶν τὴν ἀφομοίωσιν τοῦ μέλλοντος αὐτοὺς δέχεσθαι πυρός. Ὅθεν οὐδὲ οὕτως φοβεῖσθαι τούτους
προσήκει· πάντα γὰρ αὐτῶν διὰ τὴν τοῦ Χριστοῦ χάριν εἰς οὐδέν ἐστι τὰ ἐπιτηδεύματα.
Δόλιοι δέ εἰσι καὶ ἕτοιμοι πρὸς πάντα μετα-
βάλλεσθαι καὶ μετασχηματίζεσθαι. Πολλάκις γοῦν
καὶ ψάλλειν μετ' ᾠδῆς προσποιοῦνται μὴ φαινόμε-
νοι, καὶ μνημονεύουσι τῶν ἀπὸ τῶν Γραφῶν λέξεων·
ἔστι δὲ ὅτε καὶ ἀναγινωσκόντων ἡμῶν, εὐθὺς ὥσπερ
ἠχὼ λέγουσιν αὐτοὶ τὰ αὐτὰ πολλάκις ἅπερ ἀνέγνω-
σται· καὶ κοιμωμένους ἡμᾶς διεγείρουσιν εἰς
προσευχάς· καὶ τοῦτο συνεχῶς ποιοῦσι, σχεδὸν μὴ
ἐπιτρέποντες ἡμῖν μηδὲ κοιμᾶσθαι. Ἔστι δὲ ὅτε καὶ
ἀποτυποῦντες ἑαυτοὺς εἰς σχήματα μοναχῶν, ὡς εὐ-
λαβεῖς προσποιοῦνται λαλεῖν, ἵνα τῷ ὁμοίῳ σχή-
ματι πλανήσωσι, καὶ λοιπὸν ἔνθα θέλουσιν ἑλκύσωσι
τοὺς ἀπατηθέντας παρ' αὐτῶν. Ἀλλ' οὐ χρὴ προσ-
έχειν αὐτοῖς, κἂν εἰς προσευχὴν διεγείρωσι, κἂν
συμβουλεύωσι μήθ' ὅλως ἐσθίειν, κἂν κατηγορεῖν
καὶ ὀνειδίζειν προσποιῶνται, ἐν οἷς ποτε συν-
έγνωσαν ἡμῖν. Οὐ γὰρ δι' εὐλάβειαν ἢ ἀλήθειαν
ταῦτα ποιοῦσιν, ἀλλ' ἵνα τοὺς ἀκεραίους εἰς ἀπό-
γνωσιν ἐνέγκωσιν, καὶ ἀνωφελῆ τὴν ἄσκησιν εἴπωσι,
ναυτιᾶσαί τε ποιήσωσι τοὺς ἀνθρώπους, ὡς
φορτικοῦ καὶ βαρυτάτου ὄντος τοῦ μονήρους βίου,
καὶ ἐμποδίσωσι τοὺς κατ' αὐτῶν πολιτευομένους.
Ὁ μὲν οὖν προφήτης ἀποσταλεὶς παρὰ τοῦ
Κυρίου, ἐταλάνιζε τοὺς τοιούτους λέγων· Οὐαὶ ὁ πο-
τίζων τὸν πλησίον αὐτοῦ ἀνατροπὴν θολεράν.
Τὰ γὰρ τοιαῦτα ἐπιτηδεύματα καὶ ἐνθυμήματα ἀνα-
τρεπτικὰ τῆς εἰς ἀρετὴν φερούσης ἐστὶν ὁδοῦ. Ὁ δὲ
Κύριος αὐτὸς δι' ἑαυτοῦ, καίτοι τἀληθῆ λέγοντας τοὺς
δαίμονας (ἀληθῆ γὰρ ἔλεγον· Σὺ εἶ ὁ Υἱὸς Θεοῦ)
ὅμως ἐφίμου, καὶ λαλεῖν ἐκώλυε, μή ποτε μετὰ τῆς
ἀληθείας καὶ τὴν ἰδίαν κακίαν ἐπισπείρωσι, καὶ ἵνα
καὶ ἡμᾶς συνεθίσῃ, μηδέποτε τοῖς τοιούτοις προσ-
έχειν, κἂν δοκῶσι τἀληθῆ λέγειν· καὶ γὰρ ἀπρεπὲς,
ἔχοντας ἡμᾶς τὰς ἁγίας Γραφὰς, καὶ τὴν παρὰ τοῦ
Σωτῆρος ἐλευθερίαν, διδάσκεσθαι παρὰ τοῦ διαβόλου,
τοῦ μὴ τηρήσαντος τὴν ἰδίαν τάξιν, ἀλλ' ἕτερα ἀνθ'
ἑτέρων φρονήσαντος. Διὰ τοῦτο καὶ λαλοῦντα τοῦτον
τὰς ἀπὸ τῶν Γραφῶν λέξεις κωλύει λέγων· Τῷ δὲ
ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἵνα τί σὺ ἐκδιηγῇ τὰ
884
δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην
μου διὰ στόματός σου; Πάντα γὰρ ποιοῦσι, καὶ
λαλοῦσι, καὶ θορυβοῦσι, καὶ ὑποκρίνονται, καὶ
ταράττουσι πρὸς ἀπάτην τῶν ἀκεραίων. Καὶ κτύπους
γοῦν ποιοῦσι, καὶ γελῶσιν ἀφρόνως καὶ συρίττουσιν·
ἂν δὲ μή τις αὐτοῖς προσέχῃ, λοιπὸν κλαίουσι καὶ
θρηνοῦσιν ὡς ἡττηθέντες.
Ὁ μὲν οὖν Κύριος ὡς Θεὸς ἐφίμου τοὺς
δαίμονας· ἡμᾶς δὲ, μαθόντας ἀπὸ τῶν ἁγίων, πρέπει
κατ' ἐκείνους ποιεῖν, καὶ μιμεῖσθαι…
τ…
The complete text is available when the reading interface loads.