Epistula ad Maximum
- Authority group
- Athanasius of Alexandria (catalogue association; authorship remains anonymous)
- Edition reference
- Epistula ad Maximum, MPG 26: 1085– 1089.
- CTS identifier
urn:cts:greekLit:tlg2035.tlg051.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Creative Commons Public Domain Mark 1.0
παρὰ τῶν Πατέρων ὁμολογηθέντα· ὀρθὰ γάρἐστι καὶ ἱκανὰ πᾶσαν ἀσεβεστάτην αἵρεσιν ἀνατρέ-ψαι, καὶ μάλιστα τὴν Ἀρειανὴν, τὴν εἰς τὸν Λόγοντοῦ Θεοῦ δυσφημοῦσαν, καὶ ἐξ ἀνάγκης εἰς τὸΠνεῦμα αὐτοῦ τὸ ἅγιον δυσσεβοῦσαν. Προσαγόρευεπάντας τοὺς ὀρθῶς φρονοῦντας. Προσαγορεύουσί σεπάντες οἱ σὺν ἡμῖν.{Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν ΑΘΑΝΑΣΙΟΥ, ἀρχι-επισκόπου Ἀλεξανδρείας, ἐπιστολὴ πρὸς ΙΩΑΝ-ΝΗΝ καὶ ΑΝΤΙΟΧΟΝ τοὺς πρεσβυτέρους.} Ἀθανάσιος Ἰωάννῃ καὶ Ἀντιόχῳ, τοῖς ἀγαπη-τοῖς υἱοῖς καὶ συμπρεσβυτέροις, ἐν Κυρίῳ χαίρειν. Ἐχάρην δεξάμενος ὑμῶν καὶ νῦν ἐπιστολὴν, ὅτιμάλιστα ἀπὸ Ἱεροσολύμων ἐγράψατε· καὶ χάριν ὑμῖνἔχω, ὅτι ἐδηλώσατε περὶ τῶν ἀδελφῶν, τῶν ἐκεῖ συν-αγομένων, καὶ περὶ τῶν βουλομένων προφάσει ζητη-μάτων ταράττειν τοὺς ἀκεραίους. Ἀλλὰ περὶ μὲν τού-των παραγγελλέτω ὁ Ἀπόστολος, Μὴ προσέχειν τοῖςλογομαχοῦσι, καὶ μηδὲν ἕτερον ζητοῦσιν ἢ λέγειν τικαινὸν καὶ ἀκούειν. Ὑμεῖς δὲ, ἔχοντες τὸν θεμέλιονἀσφαλῇ, ὅς ἐστιν Ἰησοῦς ὁ Χριστὸς, ὁ Κύριος ἡμῶν,καὶ τὴν τῶν Πατέρων περὶ τῆς ἀληθείας ὁμολογίαν,τοὺς πλέον τι ταύτης ἢ ἔλαττον λαλεῖν θέλοντας ἀπο-στρέφεσθε, καὶ μᾶλλον τῆς τῶν ἀδελφῶν ὠφε-λείας γίνεσθε, εἰς τὸ φοβεῖσθαι τὸν Θεὸν, καὶ τὰς ἐντο-λὰς τηρεῖν· ἵνα καὶ ἐκ τῆς διδασκαλίας τῶν Πατέρων,καὶ ἐκ τῆς τῶν ἐντολῶν τηρήσεως δυνηθῶσιν εὐάρε-στοι τῷ Κυρίῳ φανῆναι ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.Πάνυ δὲ τεθαύμακα τὴν θρασύτητα τῶν τολμώντωνλαλεῖν κατὰ τοῦ ἀγαπητοῦ ἡμῶν, τοῦ ἀληθῶς Θεοῦδούλου Βασιλείου τοῦ ἐπισκόπου. Ἐκ γὰρ τῆς τοιαύ-της φλυαρίας ἐλέγχεσθαι δυνήσονται, ὡς οὐδὲ τῶνΠατέρων ἀγαπῶντες τὴν ὁμολογίαν. Προσαγορεύετετοὺς ἀδελφούς. Προσαγορεύουσιν ὑμᾶς οἱ σὺν ἐμοί.Ἐῤῥῶσθαι ὑμᾶς ἐν Κυρίῳ εὔχομαι, ἀγαπητοὶ καὶποθεινότατοι υἱοί.{Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν ΑΘΑΝΑΣΙΟΥ, ἀρχι-επισκόπου Ἀλεξανδρείας, πρὸς ΠΑΛΛΑΔΙΟΝπρεσβύτερον ἐπιστολή.}{Ἀγαπητῷ υἱῷ Παλλαδίῳ πρεσβυτέρῳ Ἀθανάσιοςὁ ἐπίσκοπος, ἐν Κυρίῳ χαίρειν.} Καὶ τὴν παρὰ σοῦ μόνου γραφεῖσαν ἐπιστολὴνδεξάμενος, ἐχάρην, μάλιστα ὅτι συνήθως ἔπνεες ὀρ-θοδοξίας. Καὶ τὴν αἰτίαν δὲ ἣν μετὰ τοῦ ἀγαπητοῦἡμῶν Ἰνοκεντίου διάγεις, οὐ πρῶτον νῦν, ἀλλ'ἔκπαλαι μαθὼν, ἀπεδεξάμην σου τὴν εὐλάβειαν. Οὕ-τω τοίνυν πράττων, γράφε καὶ γνώριζε ἡμῖν, πῶςἐκεῖ οἱ ἀδελφοὶ, καὶ πῶς οἱ ἐχθροὶ τῆς ἀληθείαςπερὶ ἡμῶν διανοοῦνται. Ἐπειδὴ δὲ καὶ περὶ τῶν μο-ναζόντων τῶν ἐν Καισαρείᾳ ἐδήλωσας· ἔμαθον δὲπαρὰ τοῦ ἀγαπητοῦ ἡμῶν Διανίου, ὡς λυπουμένων καὶἀνθισταμένων αὐτῶν τῷ ἀγαπητῷ ἡμῶν Βασιλείῳ τῷἐπισκόπῳ· σὲ μὲν ἀπεδεξάμην δηλώσαντα, αὐτοῖς δὲτὰ πρέποντα δεδήλωκα· ἵν' ὡς τέκνα ὑπακούωσι πα-τρὶ, καὶ μὴ ἀντιλέγωσιν, οἷς αὐτὸς δοκιμάζει. Εἰ μὲνγὰρ ὕποπτος ἦν περὶ τὴν ἀλήθειαν, καλῶς ἐμάχοντο·εἰ δὲ τεθαῤῥήκασι, τεθαῤῥήκαμεν δὲ καὶ πάντες ἡμεῖς,ὡς καύχημα τῆς Ἐκκλησίας ἐστὶν, ἀγωνιζόμενος μᾶλ-λον ὑπὲρ τῆς ἀληθείας, καὶ διδάσκων τοὺς δεομένους·οὐ χρὴ πρὸς τὸν τοιοῦτον μάχεσθαι, ἀλλὰ καὶ μᾶλλονἀποδέχεσθαι τὴν ἀγαθὴν αὐτοῦ συνείδησιν. Ἐξ ὧνγὰρ διηγήσατο ὁ ἀγαπητὸς Διάνιος, μάτην φαίνονταιλυπούμενοι. Αὐτὸς μὲν γὰρ, ὡς τεθάῤῥηκα, τοῖςἀσθενοῦσιν ἀσθενὴς γίνεται, ἵνα τοὺς ἀσθενεῖς κερ-δήσῃ· οἱ δὲ ἀγαπητοὶ ἡμῶν, ἀποβλέποντες εἰς τὸνσκοπὸν τῆς ἀληθείας αὐτοῦ, καὶ τὴν οἰκονομίαν, δο-ξαζέτωσαν τὸν Κύριον, τὸν δεδωκότα τῇ Καππαδοκίᾳτοιοῦτον ἐπίσκοπον, οἷον καὶ ἑκάστη χώρα ἔχειν εὔχε-ται. Καὶ σὺ οὖν, ἀγαπητὲ, θέλησον αὐτοῖς δηλῶσαι,ἵνα, ὡς ἔγραψα, πεισθῶσι. Τοῦτο γὰρ καὶ αὐτοὺςσυνίστησιν εὐγνώμονας πρὸς πατέρα· τοῦτο καὶ τὴνεἰρήνην ταῖς Ἐκκλησίαις διαφυλάξει. Ἐῤῥῶσθαίσε ἐν Κυρίῳ εὔχομαι, ἀγαπητὲ υἱέ.{Τοῦ αὐτοῦ (Ἀθανασίου) κατὰ Οὐαλεντίνου, τὰπολλὰ συμφώνου ὄντος τοῖς προδηλωθεῖσιναἱρετικοῖς.} Πῶς λέγετε Χριστὸν οὐρανίαν σάρκα περιβεβλῆ-σθαι, καὶ οὐκ ἀνθρωπίνην, καίτοι τοῦ Ἀποστόλουφάσκοντος· Ὁ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξἑνὸς πάντες; Δι' ἣν αἰτίαν οὐκ ἐπαισχύνεται, φη-σὶν, ἀδελφοὺς αὐτοὺς καλεῖν, λέγων· Ἀπαγγελῶτὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου. Ἐξ ἑνὸς δὲ,τίνος; Τοῦ Ἀδὰμ δηλονότι, κατὰ τὴν τοῦ Λουκᾶγενεαλογίαν· καὶ πάλιν· Ἐπεὶ τὰ παιδία κεκοι-νώνηκε σαρκὸς καὶ αἵματος, καὶ αὐτὸς παρα-πλησίως ἐπέσχε τῶν αὐτῶν. Ἀναιρῶν δὲ καὶ τὴνὑπόληψιν τῆς οὐρανίου σαρκὸς, ἐπήγαγεν· Οὐ γὰρδήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματοςἈβραάμ· ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελ-φοῖς ὁμοιωθῆναι. Καὶ πολλὰ τοιαῦτα. Ἀλλ' ὁ Κύ-ριος, φασὶν, εἴρηκεν ἐν τοῖς Εὐαγγελίοις· Οὐδεὶςἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐ-ρανοῦ καταβὰς, ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷοὐρανῷ· καὶ ὁ Ἀπόστολος πάλιν· Ὁ πρῶτος ἄν-θρωπος ἐκ γῆς χοϊκός· ὁ δεύτερος ἄνθρωπος, ὁΚύριος, ἐξ οὐρανοῦ οὐράνιος. Ἰδοὺ γὰρ ἀμφοτέ-ρωθεν οὐράνιος ἄνθρωπος ὀνομάζεται. Πρὸς οὓςἐροῦμεν, ὅτι ἐπεὶ διπλοῦς ὢν ταῖς φύσεσιν ὁ Χριστὸς,μοναδικός ἐστι τὴν ὑπόστασιν, ἰδιοποιεῖται τὰ τῆςἑκατέρας φύσεως. Καὶ καθάπερ ὁ Ἀπόστολος εἰπὼνπερὶ τῶν Χριστοκτόνων ὅτι· Εἰ ἔγνωσαν, οὐκ ἂν τὸνΚύριον τῆς δόξης ἐσταύρωσαν, οὐ τὴν θεότητα πε-πονθέναι φησὶν, ἥτις ἐστὶ Κύριος τῆς δόξης, ἀλλὰ τὸπρόσλημμα· οὕτω καὶ ἐπὶ τῶν ῥητῶν τούτων αὐτὸςμὲν ὁ Υἱὸς καὶ Θεὸς πεπονθέναι λέγεται, διὰ τὴνμίαν ὑπόστασιν τῆς θεότητος, ἥτις καὶ τῇ ἀνθρω-πίνῃ φύσει γέγονεν ὑπόστασις· πεπονθέναι δὲ κατὰτὴν ἀνθρωπίνην φύσιν αὐτοῦ, καὶ ἐκ τοῦ οὐρανοῦμὲν καταβεβηκέναι, καὶ ἐν τῷ οὐρανῷ εἶναι, κατὰτὴν ὑπόστασιν τῆς θεότητος· Υἱὸν δὲ ἀνθρώπου εἶ-ναι κατὰ τὴν ὕστερον προσληφθεῖσαν φύσιν, μετὰτὴν ἐξ οὐρανοῦ κάθοδον. Καὶ πάλιν ὁ αὐτὸς Κύριοςδιὰ τὴν μίαν ὑπόστασιν· δεύτερος μὲν ἄνθρωποςκατὰ τὴν ἡνωμένην ἀνθρωπότητα, ἐξ οὐρανοῦ δὲκατὰ τὴν θεότητα· εἰ γὰρ μὴ νοήσωμεν ἑκάστηνοἰκείως, ἐναντιολογίαις ὑποβαλοῦμεν τὸν Ἀπόστο-λον. Πῶς γὰρ κατὰ πάντα ὅμοιος ἡμῖν τοῖς γηΐ-νοις; Πῶς δὲ ἀδελφὸς ἡμῶν, ὁ σάρκα οὐρανίαν πε-ριβεβλημένος; Καὶ ἄλλα δὲ μυρία ἄτοπα ἕψεται.{ΤΟΥ ΑΥΤΟΥ ΑΘΑΝΑΣΙΟΥΠΕΡΙ ΤΟΥ ΚΑΤΑ ΤΟΝ ΚΟΙΝΟΝ ΑΝΘΡΩΠΟΝ ΥΠΟΔΕΙΓΜΑΤΟΣ.} Πολλὴν τῶν ἐναντίων τὴν περὶ τὸ κακὸν ἐπιμέ-λειαν θεασάμενοι, πολλὴν ἔχομεν καὶ ἡμεῖς ἀνάγκηνμακροτέρας πρὸς αὐτοὺς ἀντιστήσασθαι τὰς ἀντιῤῥή-σεις. Μηδεὶς οὖν ἡμῖν ἐγκαλείτω τὴν ἀμνηστίαν· τοῖςδὲ τὴν ἀνάγκην ἐπάγουσιν ἐπιγραφέτω τὰς αἰτίας.Ἰδοὺ γὰρ καὶ ἕτερον παραλογισμὸν κατὰ τῆς ἀλη-θείας ἐγέννησαν. Ὥσπερ, φησὶν, ὁ ἄνθρωπος, ἐκ δύοσυνεστὼς, μία φύσις λέγεται, οὕτω καὶ ὁ ΔεσπότηςΧριστὸς, ἐκ Λόγου καὶ σαρκὸς συνεστὼς, μία οὐσίαδείκνυται. Τὸ μὲν οὖν δύνασθαι τὰ τοσοῦτον ἀλλήλωνπαρηλλαγμένα καὶ τέλεια μίαν οὐσίαν ἀποτελεῖν, καὶτροπὴν μὴ ποιεῖν, συντόμως προείρηται· τὸ δὲ μηδὲαὐτοῖς κατὰ σκοπὸν ἀπαντᾷν ἐκ τοῦδε τοῦ ὑποδείγμα-τος αὐτίκα δειχθήσεται. Ἄνθρωπος μὲν γὰρ ἐκ ψυ-χῆς νοητῆς καὶ σώματος αἰσθητοῦ ζῶον γνωρίζεταιεἰκότως, διὰ τὸ μηδέτερον χωρὶς τοῦ ἑτέρου προάγου-σαν ἔχειν ὑπόστασιν, μηδὲ σώζειν τὸν ὅρον τῆς φύ-