The Greek Library Author

Anonymous

Scholia in Acta

Authority group
Athanasius of Alexandria (catalogue association; authorship remains anonymous)
Edition reference
Scholia in Acta (fort. ex libris Contra Novatianos), MPG 26: 1316–1317.
CTS identifier
urn:cts:greekLit:tlg2035.tlg057.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

26

1316

μένου φωτίζεται τῇ τοῦ ἁγίου Πνεύματος χάριτι,

οὕτως καὶ ὁ ἐξομολογούμενος ἐν μετανοίᾳ διὰ τοῦ

ἱερέως λαμβάνει τὴν ἄφεσιν χάριτι Χριστοῦ.

{ΚΕΦ. Ηʹ, Ϛ. κδʹ. Δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς

τὸν Κύριον.

ἈΘΑΝΑΣΙΟΥ}

Ἐκ τοῦ πρὸς λεγομένους Καθαροὺς λογ. γʹ.

Πρὸς οὖν τὴν ὑποκειμένην αὐτοῦ πικρίαν, καὶ ταύ-

την αὐτοῦ τὴν κατὰ τῆς δωρεᾶς τοῦ Θεοῦ τόλμαν καὶ

ἐπιχείρησιν Πέτρος δικαίως ἐκινήθη, καὶ κινηθεὶς

εἶπε πρὸς αὐτόν· Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη

εἰς ἀπώλειαν. Εἰ καὶ μὴ δεῖ, ἀλλὰ διὰ τὴν τόλ-

μαν σου ταύτην, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας

διὰ χρημάτων κτᾶσθαι, οὐκ ἔστι σοι μερὶς, οὐδὲ

1317

κλῆρος ἐν τῷ λόγῳ τούτῳ. Ἡ γὰρ καρδία σου οὐκ

ἔστιν εὐθεῖα ἐνώπιον τοῦ Θεοῦ. Καὶ τοσαῦτα κατ'

αὐτοῦ εἰπὼν ὀρθῶς καὶ δικαίως, οὐδὲν τούτων ἀνία-

τον ἡγησάμενος τῷ τῆς μετανοίας φαρμάκῳ, θερα-

πευτικὰ δὲ ταῦτα κρίνας εἶναι, ἐπήγαγε· Μετανόη-

σον οὖν ἀπὸ τῆς κακίας σου, καὶ δεήθητι τοῦ

Κυρίου, εἰ ἄρα ἀφεθήσεταί σοι ἦ ἐπίνοια τῆς

καρδίας σου. Μέγα γάρ σοι καὶ τοῦτο. Καὶ μὴ ἤδη

τὴν δωρεὰν οὕτως ἀκαθάρτως καὶ ῥυπαρῶς διὰ χρη-

μάτων σπεῦδε. Ἀλλὰ τέως τῆς πικρίας σου καὶ τῆς

κακῆς ταύτης ἐπινοίας παυσάμενος, μετανόησον,

εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου,

οὐχ ὡς ἀμφιβάλλων, ἀλλ' ὅτι δυσίατα πάθη, οὐκ

ἀνίατα μέντοι, ἀλλὰ δυσίατα. Εἰ γὰρ ἦν ἀνίατον,

περισσὸν ἦν τό· Μετανόησον ἀπὸ τῆς κακίας σου

ταύτης, καὶ δεήθητι τοῦ Κυρίου. Ἀλλ' ὅτι ἡ με-

τάνοια μὲν ἰσχύει διὰ τούτων, ὅτι δὲ μετὰ πολλῆς

μετανοίας καὶ ἐπιμελείας χρεία τοῖς βαρυνθεῖσιν εἰς

κακίαν, παριστὰς ἐπήγαγεν· Εἰ ἄρα ἀφεθήσεταί

σοι ἡ ἐπίνοια τῆς καρδίας σου. Εἰς γὰρ χολὴν

πικρίας καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα. Καὶ

τοσοῦτον ἴσχυεν ἡ εἰς μετάνοιαν προτροπὴ τοῦ μεγά-

λου τούτου ἀποστόλου καὶ πρὸς τὸν τοσοῦτον μάγον,

καὶ πρὸς τὸν οὕτω χολῆς καὶ πικρίας μεστὸν, καὶ

τοσούτων κακῶν πεπληρωμένον, ὡς ἤδη ἐπιμελείας

ἑαυτὸν δοῦναι, καὶ ταῦτα αὐτῷ εἰπόντι τὴν Γραφὴν

ἐπιμαρτυρεῖν· Δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν

Κύριον· οὐ γὰρ ἐμοὶ παῤῥησία μέτεστιν, ὅπως μη-

δὲν ἐπέλθῃ ἐπ' ἐμὲ, ὧν εἰρήκατε. Οὔτε δὴ ἀπηγόρευσε

ταῦτα αὐτῷ ὁ θεῖος Ἀπόστολος, οὔτ' ἀπηρνήσατο.

Πῶς γὰρ ὁ καὶ ὑποθέμενος καὶ εἰπών; Τοσοῦτον δὲ

ὠφελήθη οὗτος αὐτὸς ὁ τηλικοῦτος μάγος ἀπὸ τῆς

ἐλπίδος, τῆς εἰς μετάνοιαν, ὡς ἤδη τοσοῦτον τῆς πο-

νηρίας καὶ πικρίας αὐτὸν μεταβληθέντα εἰπεῖν· Ἐγὼ

μὲν οὐκ εἰμὶ ἱκανὸς ὑπὲρ ἐμαυτοῦ δεηθῆναι· ὑμεῖς

δὲ δεήθητε ὑπὲρ ἐμοῦ πρὸς Κύριον.

{Τοῦ αὐτοῦ ἐκ τοῦ πρὸς τοὺς Νουατιανοὺς τοὺς

ἑαυτοὺς ὀνομάσαντας Καθαροὺς λόγου Βʹ.}

ΚΕΦΑΛ. ΙϚʹ, στ. γʹ. Καὶ λαβὼν περιέτεμεν αὐτόν.

Ἵν' οὖν μὴ κωλύηται εἰς συναγωγὰς παρα-

βάλλειν, διὰ τὸ ἀπερίτμητον εἶναι τὸν Τιμόθεον, οὕ-

τως συμπαρεῖναι τοῦτ' ᾠκονόμησεν, οὐχὶ καὶ ἐδογμά-

τισεν

{ΤΟΥ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΠΕΡΙ ΤΩΝ ΑΖΥΜΩΝ.} Ἐν τρισὶν ὕλαις ἐτέλουν οἱ Ἰουδαῖοι τὸ Πάσχακαὶ ἐν τρισὶν ἀρεταῖς· καὶ ἐν τρισὶ μάρτυρσι κατὰτὴν τάξιν τοῦ Νόμου. Καὶ αἱ μὲν τρεῖς ὕλαι ὁ ἀμνὸςἦσαν, τὰ ἄζυμα καὶ ἡ πικραλίς· αἱ δὲ τρεῖς ἀρεταὶ,περιεζωσμένοι, καὶ ὑποδήματα εἰς τοὺς πόδας, καὶβακτηρίαν ἐν ταῖς χερσίν. Οἱ δὲ τρεῖς μάρτυρες,γραμματεῖς ἐπὶ τῇ τραπέζῃ ἑστῶτες, καὶ ἀκριβῶςγινώσκοντες τὴν τῆς σελήνης ἀπόχυσιν, διὰ ποτηρίουτινὸς σαλευομένου καὶ σημαινομένου· σαλπίζοντοςεὐθὺς τοῦ ἱερέως ὅτι Πάσχα ἐστὶ Κυρίου· καὶ λοιπὸνμετὰ τὸ ἄκουσμα τῆς φωνῆς τῆς σάλπιγγος, ἐποίουντὴν ζύμην ἄνευ ἄρτου ἡμέρας ζʹ. Πρὸ δὲ τοῦ ση-μείου τοῦ ποτηρίου καὶ τῆς σάλπιγγος, οὐκ εἶχονἐξουσίαν ἑτοιμάσαι ἡμέρας ἐπτὰ ἀμνὸν, ἢ ἄζυμον, ἢπικρίδα· οὕτω γάρ φησι καὶ ὁ μέγας Δαυΐδ· Σαλ-πίσατε ἐν Νεομηνίᾳ σάλπιγγι. Ὁ δὲ Κύριος ἡμῶνἸησοῦς Χριστὸς ἐν τῇ εʹ ἡμέρᾳ ἐποίησε τὴν παρά-δοσιν τῶν ἁγίων μυστηρίων ὥρᾳ τῆς νυκτὸς ζʹ· ἡ δὲεἴσοδος τῶν ἀζυμοφάγων ἐγένετο Παρασκευῇ ἑσπέραςμετὰ τὸ ταφῆναι τὸν Κύριον. Διὰ τοῦτο οἱ δʹ εὐαγ-γελισταὶ ἄρτον τέλειον λέγουσι παραδοῦναι τὸν Κύ-ριον ἐν τοῖς ἁγίοις μυστηρίοις καὶ οὐκ ἄζυμον· ἵναπιστώσηται ὅτι τέλειον σῶμα ἐκ τῆς ἁγίας Παρθένου·λέγω δὲ ἔμψυχον καὶ ἔννουν· καὶ οὐ καθάπερ ὁ αἱρετικὸςἈπολλινάριος ἔλεγεν, ὅτι σῶμα μόνον ἀνελάβετο·ἀλλ' ἡμεῖς ἄρτον τελειούμενον φαμεν τὸν δι' ἀλεύρουκαὶ ζύμης καὶ ἅλατος συνεστηκότα· καθάπερ σώματιὁ πνευματικὸς, καὶ νοΐ· σῶμα γὰρ, χωρὶς πνοῆς,νεκρόν ἐστι· καὶ τὸ ἄζυμον μόνον μὴ ἔχον ζύμηννεκρόν ἐστι καὶ οὐ ζωτικὸς ἄρτος· ἐπειδὴ ἡ ζύμηζωὴν δίδωσι τῷ φυράματι καὶ ἕνωσιν καθάπερ τὸπνεῦμα τῷ σώματι, καὶ τὸ ἅλας τῷ νῷ καὶ διὰ τοῦτοτελοῦμεν τὸ μυστήριον δι' ἄρτου τελειουμένου, ἵναμὴ τῇ βλασφημίᾳ τοῦ ἀσεβοῦς Ἀπολλιναρίου περιπέ-σωμεν. Γίνεται δὲ ἡ τοῦ φέγγους ἀπόχυσις, ἐν ἡμέ-ραις τέσσαρσι καὶ δέκα ἥμισυ καὶ ὥραις τρισίν· εἰςδὲ τὸ πάθος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὑπ-ερέβην ἕκτην καὶ δεκάτην ἡμέραν· ἵνα μαρτυρήσῃ ὅτιἀληθινός ἐστι καὶ ζωὴ αἰώνιος. Ἰστέον οὖν ὡς αἰῶνιτοῦ Χριστοῦ καὶ τῶν ἁγίων ἀποστόλων αὐτοῦ τὴνσεμίδαλιν τῶν Ἀζύμων ἐσθίειν ἢ προσφέρειν οὐδεμίαπαρέλαβεν Ἐκκλησία· ἐπεὶ δὲ οὔτε ὁ Χριστὸς αὐτὸςκατὰ τὸν καιρὸν τοῦ πάθους αὐτοῦ τὸ νομικὸν ἔφαγεΠάσχα, ἄκουε Ἰωάννου τοῦ εὐαγγελιστοῦ λέγοντος·Πρὸ δὲ τῆς ἑορτῆς τοῦ Πάσχα, εἰδὼς ὁ Ἰησοῦςὅτι ἐλήλυθεν αὐτοῦ ἡ ὥρα ἵνα μεταβῇ ἐκ τοῦκόσμου τούτου πρὸς τὸν Πατέρα, ... καὶδείπνου γενομένου τοῦ Διαβόλου ἤδη βεβληκό-τος εἰς τὴν καρδίαν Ἰούδα Σίμωνος Ἰσκαριώτουἵνα αὐτὸν παραδῷ· καὶ ὅτε, φησὶν, ἐγένετο ἡ ὥρα,τουτέστιν ὅτε παρέστη ὁ καιρὸς τοῦ προδοῦναι αὐ-τὸν, ἀνέπεσαν καὶ οἱ δώδεκα ἀπόστολοι σὺναὐτῷ· καὶ εἶπε πρὸς αὐτούς· Ἐπιθυμίᾳ ἐπεθύμησατοῦτο τὸ Πάσχα φαγεῖν μεθ' ὑμῶν πρὸ τοῦ μεπαθεῖν. Ὁρᾷς, Πρὸ τοῦ με παθεῖν φησίν· ἐπεὶ οὖνἔδει παθεῖν αὐτὸν κατὰ τὴν ἡμέραν τοῦ Πάσχα τοῦνομικοῦ καθ' ἣν καὶ ὁ ἀμνὸς παρὰ τῶν Ἰουδαίωνἐθύετο, ἔμελλε δὲ γενέσθαι τὸ πάθος παρὰ τῶν θεο-κτόνων Παρασκευῇ ἡμέρᾳ, ὡς αὖθίς φησιν ὁ Ἰωάν-νης· Ἐπεὶ Παρασκευὴ ἦν, ἦν γὰρ μεγάλη ἡμέραἐκείνη τοῦ Σαββάτου ἐν ᾗ τηνικαῦτα καὶ ἡ τεσ-σαρεσκαιδεκάτη τῆς σελήνης, κατὰ τὸν πρῶτον μῆνα,ἐν τῷ πεντακοσιοστῷ τριακοστῷ ἔτει ἐκπεσεῖν ἔτυ-χεν, ἵνα μὴ παραδοθεὶς οὐ φθάσῃ τὸ οἰκεῖον Πάσχατοῖς μαθηταῖς παραδοῦναι, ἐν τῷ δείπνῳ ἀναπεσὼνὀψὲ, καὶ βραδὺ περὶ τὴν νύκτα κατὰ τὴν ὀψίαν, δη-λονότι τῆς εʹ, ἔφαγε μὲν, ἀλλὰ τὸ οἰκεῖον Πάσχα πρὸτῆς ἑορτῆς τῶν Ἀζύμων· καὶ τοῦτο δῆλον ἐκ τοῦ ἀνα-πεσεῖν αὐτόν· οὐδὲ γὰρ νενομοθετημένον· ἐπειδὴἱσταμένους καὶ περιεζωσμένους καὶ ὑποδεδεμένουςἐσθίειν τὸ Πάσχα μετὰ σπουδῆς, καὶ ἐπὶ χεῖρας τὴνβακτηρίαν ἔχοντας τοῖς Ἰουδαίοις ὁ νόμος ἐκέλευε·κατέπαυσε μὲν τοῖς χρόνοις τοῦ οἰκείου κηρύγματοςτὸ Πάσχα τὸ νομικὸν, παρέδωκε δὲ τὸ οἰκεῖον διὰ τοῦδείπνου· διὸ μετὰ τὸ δειπνῆσαι. λαβὼν ἄρτον, καὶ κλά-σας, παρέδωκε τοῖς ἀποστόλοις τὸ μυστήριον τῆςΚαινῆς Διαθήκης αὐτοῦ καὶ Λειτουργίας· ἐν τῇ νυκτὶδηλονότι τῆς εʹ, ἐν ᾗ παρεδόθη. Ἰστέον δ' ὅτι καθ' ἣν