De sabbatis et circumcisione (Ms K)
Author namesAthanase d’Alexandrie · Athanase d Alexandrie · Athanasius of Alexandria · Athanasius
- Edition reference
- De azymis [Sp.], MPG 26: 1328–1332.
- CTS identifier
urn:cts:greekLit:tlg2035.tlg058.local004- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Creative Commons Public Domain Mark 1.0
ΠΕΡΙ ΣΑΒΒΑΤΩΝ ΚΑΙ ΠΕΡΙΤΟΜΗΣ· ΕΚ ΤΗΣ ΕΞΟΔΟΥ:
καὶ φυλάξουσιν οἱ υἱοὶ Ἰσραὴλ ιηλ τὰ σάββατα· ποιεῖν αὐτὰ εἰς τὰς γενεὰς αὐτῶν· διαθήκη αἰώνιος ἐν ἐμοὶ καὶ τοῖς υἱοῖς Ἰσραὴλ ιηλ · σημεῖόν ἐστιν ἐν ἐμοὶ αἰώνιον. ὅτι ἐν ἓξ ἡμέραις ἐποίησε κύριος κσ τόν τε οὐρανὸν ουνον καὶ τὴν γῆν· καὶ τῇ ἑβδόμῃ ἡμέρᾳ κατέπαυσε· σημεῖόν ἐστι τοῦ εἰδέναι τὴν τῆς κτί σεως ἡμέραν· καὶ τὸ ταύτης τέλος. ἀκόλουθον ἦν ἕως τὰ τῆς κτίσεως ἐνεργεῖτο ἐπὶ τῆς Ἱερουσαλὴμ ιλημ , ἕως τότε φυλάττειν τὰ σάββατα· ἐλθούσης δὲ τῆς ἑτέρας γενεᾶς καὶ τοῦ κτιζομένου λαοῦ κατὰ τὸ λεγόμενον· γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν· καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν κύριον κν , ἀνάγκη μηκέτι τὸν λαὸν τοῦτον τηρεῖν τὸ τῆς προτέρας κτίσεως τέλος· ἀλλὰ τὴν ἀρχὴν τῆς δευτέρας κτίσεως ζητεῖν· τίς δέ ἐστιν. ἢ καθ’ ἣν ἀνέστη ὁ κύριος κσ · ἔκτοτε γὰρ ἀρχὴν ἔσχεν ἡ καινὴ κτίσις· περὶ ἧς εἶπεν ὁ Παῦλος· ὥστε εἴ τις ἐν Χριστῷ χω καινὴ κτίσις· τὴν μὲν οὖν προτέραν κτίσιν ποιῶν ὁ θεὸς θσ , κατέπαυσε· διὰ τοῦτο καὶ τὸ σάββατον ἐτήρουν οἱ τῆς γενεᾶς ἐκείνης· ἡ δὲ δευτέρα κτίσις, τέλος οὐκ ἔχει· διὰ τοῦτο οὐδὲ κατέπαυσεν· ἀλλ’ ἕως ἄρτι ἐργάζεται· ὅθεν οὐδὲ σαββατίζομεν ἡμέραν ὡς ἐπὶ τῇ πρώτῃ· ἀλλὰ τὰ μέλλοντα ἐλπίζομεν σάββατα σαββάτων· ἃ οὔτε τέλος λαμβάνει ἡ καινὴ κτίσις· ἀλλὰ φανεροῦται καὶ διόλου ἑορτάζει· διὰ γὰρ τοῦτο ἐδόθη τὸ σάββατον τῷ προτέρῳ λαῷ· ἵνα γινώσκῃ καὶ τὸ τέλος καὶ τὴν ἀρχὴν τῆς κτίσεως·
τῇ δὲ καινῇ κτίσει, οὐκ ἐνετείλατο φυλάττειν σάββατον· ἵνα τὴν μὲν ἀρχὴν ἐν τῇ κυριακῇ γινώσκῃ· ἀ τελεύτητον δὲ ἐπίστηται τὴν ταύτης χάριν·
διὰ τοῦτο καὶ τὴν ἀρχὴν τουτέστι τὴν κυριακὴν ἐδήλωσεν· ἵνα τὸ τέλος τῆς παρελθούσης γινώσκῃς· ὁ γοῦν ἀπόστολος περὶ τῆς προτέρας γράφων φησίν· ὅτε δὲ ἦλθε τὸ πλή ρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ θεὸς θσ τὸν υἱὸν αὐτοῦ· καὶ πάλιν· ἐπὶ συν τελείᾳ τῶν αἰώνων· οὐκοῦν ἡ μὲν πρώτη πεπλήρωται καὶ τετελείωται· οὐκ ἄλλοτε. ἢ ὡς οἱ προφῆται ἔλεγον· ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκ χεῶ ἀπὸ τοῦ πνεύματός πνσ μου· τέλος δὲ ἐχουσῶν τῶν πρώτων ἡμερῶν, ἄλλαι γίνονται· ὡς Ἱερεμίας φησίν· ἰδοὺ ἡμέραι ἔρχονται λέγει Κύριος κσ · τέ λος δὲ ἐχούσης τῆς πρώτης, ἀκολούθως ἑτέρας ἀρχὴ γέγονε·
διὰ τοῦτο μετὰ τὸ σάββατον ἀνέστη ὁ κύριος κσ · οὐ γὰρ προηγουμένως εἵνεκεν τοῦ ἀργεῖν τοὺς ἀνθρώπους ανουσ , ἐδίδου τὸ σάββατον ὁ θεὸς θσ ὁ λέγων· ὁδοὶ ἀεργῶν, ἐστρωμέναι ἀκάνθαις· καὶ ὁ προστάττων ἐν τοῖς Ἀριθμοῖς· καὶ τῇ ἡμέρᾳ τῶν σαββάτων προσάξετε, δύο ἀμνοὺς ἐνιαυσιαίους ἀμώμους· καὶ δύο δεκάτας σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ, εἰς θυσίαν καὶ σπονδὴν καὶ ὁλοκαύτωμα σαββάτων ἐν τοῖς σαββάτοις ἐπὶ τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός· καὶ πάλιν πρὸ ὀλίγων λέγει ἐν τοῖς ἀνωτέρω· καὶ ἐπιθήσετε ἐπὶ τὸ θῦμα λίβανον καθαρὸν καὶ ἅλας· καὶ ἔσονται εἰς ἄρτους εἰς ἀνάμνησιν προκείμενα τῷ κυρίῳ κω · τῇ ἡμέρᾳ τῶν σαββάτων προτεθήσεται ἔναντι κυρίου κυ διαπαντὸς· ἐνώπιον τῶν υἱῶν Ἰσραὴλ ιηλ διαθήκην αἰώνιον· εἰ γὰρ ἔμελεν αὐτῷ περὶ ἀργίας, οὐκ ἂν προτιθέναι καὶ προσάγειν καὶ σφάζειν ἐκέλευε τοὺς Λευΐτας· εἰ γὰρ ἡ ἀργία ἁγιάζει, δηλονότι ἡ ἐργασία μολύνει· ἀλλ’ οἱ Λευῖται ἐργαζό μενοι οὐ μολύνονται· οὐκ ἄρα ἡ ἀργία καθαρίζει· ἢ διὰ τί μόνοι οἱ Λευῗται τοῦ ἁγιασμοῦ στερίσκονται· προσάγοντες καὶ σφάζοντες καὶ προ τιθέντες ἐν τῷ σαββάτῳ· τοσούτῳ γὰρ ἀπέχονται τοῦ πλημελεῖν, ὅσῳ καὶ ἱλάσκονται ὑπὲρ τῶν προσφερόντων·
οὐκοῦν οὐκ ἀργίαν σημαίνει τὸ σάββατον· ἀλλὰ γνῶσιν μὲν τοῦ ποιητοῦ· παῦλαν δὲ τοῦ σχήματος τῆς κτίσεως ταύτης· ὡς καὶ ἐν τῷ Ἰεζεχιὴλ διαμαρτύρεται λέγων ὁ θεός θσ · καὶ τὰ σάββατά μου ἔδωκα αὐτοῖς τοῦ εἶναι εἰς σημεῖον ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον αὐτῶν· τοῦ γνῶναι αὐτοὺς. δϊότι ἐγὼ κύριος κσ ὁ ἁγιάζων αὐτούς· γνώσεως ἄρα καὶ οὐκ ἀργίας ἕνεκεν ἐδόθη τὸ σάββατον· ὡς εἶναι μᾶλλον τὴν γνῶσιν, ἀναγκαιοτέραν τῆς ἀργίας· διὰ τοῦτο ὁ κύριος κσ ἔλεγε τοῖς αἰτιωμένοις τοὺς μαθητὰς ἐπὶ τῷ τίλλειν τοὺς στάχυας· εἰ ἐγνώ κειτε τί ἐστιν ἔλεον θέλω καὶ οὐ θυσίαν· ἀργοῦντας γὰρ, αὐτοὺς ἐν τῷ σαββάτῳ ᾐτιᾶτο. ὅτι τὸ ἴδιον τοῦ σαββάτου οὐκ ἔχετε· ὅπερ ἐστὶν ἡ πρὸς τὴν ἀλήθειαν γνῶσις· διὰ τοῦτο καὶ περὶ τὴν Ἱεριχὼ κελεύ ονται σαλπίζειν οἱ τὸν νόμον τοῦ σαββάτου λαβόντες. ἑπτὰ ἡμέρας· ἐν αἷς ἐπτὰ, καὶ τὸ σάββατον ἐμπίπτει·
εἰ τοίνυν ἕνεκα τοῦ ἀργεῖν ἐδόθη τὸ σάββατον, διὰ τί ἐργάζεσθαι προστάττονται σαλπίζοντες· ἀλλ’ ἠπίστατο ὅτι καὶ σαλπίζοντες ἐσαββάτιζον· οὐκ ἀργοῦντες· ἀλλὰ γινώσκοντες τὸν βοηθοῦντα αὐτοῖς κύριον κν · ὥσπερ καὶ ἐπὶ τοῦ περιτε μνομένου ὀκταημέρου· ἀνάγκην γὰρ ἔχει καὶ τῷ σαββάτῳ περιτέ μνειν· καὶ ὅμως σαββατίζει· ἐργαζόμενος μὲν· γινώσκων δὲ τὸν θεόν θν · ἀμέλει καὶ τὰς μὴ ἡμέρας τῶν σαββάτων, ὅμως διὰ τὴν ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τὴν τῆς θεογνωσίας χάριν, σάββατα ὀνομάζειν εἴωθεν ὁ νόμος· μᾶλλον δὲ ὁ κύριος κσ τοῦ νόμου· ὡς ἐν τῷ Λευϊτικῷ· καὶ ἐλά λησε κύριος κσ πρὸς Μωσῆν λέγων· καὶ τῇ δεκάτῃ τοῦ μηνὸς τοῦ ἑβδόμου τούτου, ἡμέρα ἐξιλασμοῦ κλητὴ ἁγία ἔσται ὑμῖν· καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν· καὶ προσάξετε ὁλοκαυτώματα τῷ κυρίῳ κω · πᾶν ἔργον οὐ ποιήσετε ἐν τῇ ἡμέρᾳ ταύτῃ· καὶ μετ’ ὀλίγα· καὶ ἔσται πᾶσα ψυχὴ ἥτις ποιήσει ἔργον ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ, ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς· πᾶν ἔργον οὐ ποιήσετε νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν· σάββατα σαββάτων ἔσται ὑμῖν· καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν, ἀπὸ ἐνάτης τοῦ μηνὸς ἀπὸ ἑσπέρας ἕως ἑσπέρας· καὶ σαββατιεῖτε τὰ σάββατα ὑμῶν.
οὐκοῦν οὐχ ἡ ἑβδόμη ἐστὶ τὸ σάββατον· ἀλλ’ ἡ ἄφεσις τῶν ἁμαρτιῶν· ὅτε τις ἀπ’ αὐτῶν καταπαύει· οὐδὲ ἡ ἀργία ἐστὶ τὸ σάββατον· ἀλλ’ ἡ ἐξομολόγησις καὶ τὸ ταπεινοῦν τὴν ψυχήν· οὐ γὰρ ὡρισμένως τῷ σαββάτῳ εἴρηκεν. ἀλλ’ ἁπλῶς τῇ δεκάτῃ· ἣν συμβαίνει ἀπαντᾷν μὴ ἐν σαββάτῳ· καὶ ὅμως τὴν ἀπαντῶσαν ἡμέραν διὰ τὸν ἐξιλασμὸν σάββατον οὐχ ἀπλῶς ἀλλὰ σάββατα σαββάτων ὀνομάζει· εἰ δὲ ταύτην σάββατον ὀνομάζει· ἐν δὲ σαββάτῳ ἐργάζεσθαι κελεύει, οὐκ ἄρα ἀργίας προηγουμένως ἐστὶ νόμος τὸ σάββατον· ἀλλὰ γνώσεως καὶ ἐξιλασμοῦ καὶ ἀργίας ἀπὸ κακίας πάσης· οὐ διὰ τὴν ἀργίαν οὖν τὸ σάββατον δέδωκεν· ἀλλὰ πρὸς τὸ γινώσκειν αὐτοὺς τὴν κατάπαυσιν τῆς κτίσεως· ἐνετεί λατο γὰρ ὁ θεὸς θσ λέγων· ἵνα γινώσκητε ὅτι ἐν ταύτῃ τῇ ἡμέρᾳ κατέπαυσε κύριος κσ ὁ θεὸς θσ ἡμῶν, ἀπὸ τῶν ἔργων ὧν ἤρξατο ποιῆσαι· ἤθελε δὲ αὐτοὺς γινώσκοντας τὸ τέλος ταύτης, ἀρχὴν ζητεῖν ἑτέρας·
τέλος μὲν οὖν τῆς προτέρας κτίσεως ἦν τὸ σάββατον· ἀρχὴ δὲ τῆς δευτέρας, ἡ κυρι ακή· ἐν ᾗ τὴν παλαιὰν ἀνενεώσατο καὶ ἀνεκαίνισεν· ὥσπερ οὖν ἐνετείλατο φυλάττειν πρότερον τοῦ σαββάτου τὴν ἡμέραν. μνήμην οὖσαν τοῦ τέλους τῶν προτέρων, οὕτως τὴν κυριακὴν τιμῶμεν μνήμην οὖσαν ἀρχῆς δευτέρας ἀνακτίσεως· οὐ γὰρ ἄλλην ἐπέκτισεν· ἀλλὰ τὴν παλαιὰν ἀνεκαίνισε· καὶ ἣν ἤρξατο ποιεῖν, ἐτελείωσε· διὰ τοῦτο ἐν μὲν τῇ ἕκτῃ τὰ γενόμενα συνετελέσθη· καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ κατέπαυσεν ἀπὸ πάντων· ἐν δὲ τῷ εὐαγγελίῳ ἐλθὼν ση ὁ λόγος, φησίν· ἦλθον τελειῶσαι τὸ ἔργον· Ὁ γὰρ ἀπὸ πάντων καταπαύων, σημαίνει τινὰ δεῖσθαι τέλους, ἅπερ ἐλθὼν ἐπετελείωσε· φησὶ γὰρ ἐν τῷ κατὰ Ἰωάννην· τὰ ἔργα ἃ δέδωκέ μοι ὁ πατὴρ πηρ ἵνα τελει ώσω αὐτά, αὐτὰ τὰ ἔργα ἃ ποιῶ μαρτυρεῖ περὶ ἐμοῦ·
ἀτελὲς μὲν γὰρ ἦν τὸ ἔργον, εἰ ἁμαρτήσαντος τοῦ Ἀδὰμ ἀπέθνησκεν ὁ ἄνθρωπος ανοσ · τέλειον δὲ γέγονε. ζωοποιηθέντος αὐτοῦ· διὰ τοῦτο τὴν ἐν ἓξ ἡμέραις κτίσιν ἀνακαινίσας, ἡμέραν τίθησι τῇ ἀνακαινίσει· ἣν διὰ τοῦ ψαλμοῦ προαναφωνεῖ λέγον τὸ πνεῦμα πνα · αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος κσ · ἀνθ’ ἡλίου γὰρ θεὸς θσ ἀνατέλλει καταυγάζων τῇ ἑκάστου ψυχῇ· διὰ τοῦτο καὶ ἐν αὐτῷ τῷ σωτηρίῳ σριω πάθει οὐκ ἔφανεν ὁ ἥλιος· σημαίνων τέλος μὲν τῆς προτέρας κτίσεως· ἀρχὴν δὲ ἑτέρας. τὴν ἐκ τοῦ σωτῆρος σρσ ἀνατέλλουσαν· ἣν ἑωρακὼς ὁ προφήτης φησίν· ἰδοὺ ἀνὴρ ἀνατολὴ ὄνομα αὐτῷ· καὶ πάλιν· ὑμῖν δὲ τοῖς φοβουμένοις αὐτὸν, ἀνατελεῖ ἥλιος δικαιοσύνης· οὐ γὰρ πάντων ἡμέρα αὕτη· ἀλλὰ τῶν ἀποθανόντων τῇ ἁμαρτίᾳ· ζών των δὲ τῷ κυρίῳ κω · διὰ τοῦτο γὰρ καὶ τῇ ὀγδόῃ ἡμέρᾳ περιτέμνεσθαι ἐκέλευσεν ὁ νόμος· καὶ ἀπαράβατος ἦν ἡ ἐντολὴ· σημαίνουσα τὴν μετὰ τὴν ἑβδόμην ἀναγέννησιν πάντων· ἡ γὰρ περιτομὴ οὐδὲν ἄλλο ἐδήλου, ἢ τὴν τῆς γενέσεως ἀπέκδυσιν· τὸν γὰρ τῇ ἕκτῃ ἀποθανόντα ση ἀπεκδιδυσκόμεθα καὶ ἀνακαινούμεθα τῇ κυριακῇ· ὅτε ὁ παλαιὸς ἀπεκδυθεὶς, ἀνεγεννήθη τῇ ἀναστάσει· τοῦτο γὰρ καὶ ὁ Παῦλός φησιν ἐν τῇ πρὸς Κολοσσαεῖς· ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ· ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῆς σαρκὸς ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ χυ · συν ταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι εἰς τὸν ᾅδην· ἐν ᾧ καὶ συνηγέρθητε· τῆς γὰρ διὰ τοῦ βαπτίσματος ἀπεκδύσεως τύπος ἦν ἡ περιτομή· ἣν ἐνετείλατο γίνεσθαι ἐν ἐκείνοις τοῖς μέλεσι, δι’ ὧν καὶ γεννᾶται τὸ σῶμα· ἵν’ εἰδεῖεν οἱ περιτεμνόμενοι, ὅτι ἀπεκδύσεως παλαιότητός ἐστι σημεῖον· πιστεύσας γὰρ Ἀβραὰμ, ἔλαβε τὴν περιτομὴν· σημεῖον οὖσαν τῆς διὰ τοῦ βαπτίσματος ἀναγεννήσεως· διὰ τοῦτο ἐλθόντος τοῦ σημαι νομένου, πέπαυται τὸ σημεῖον· ἡ μὲν γὰρ περιτομὴ, σημεῖον ἦν· τὸ δέ γε λουτρὸν τῆς παλιγγενεσίας, τὸ σημαινόμενον· ὅλου γὰρ τοῦ παλαιοῦ ἀπεκδιδυσκομένου, περιττὴ ἡ διὰ τοῦ μέρους σημασία· καὶ ὥσπερ ση ἡ κυριακὴ ἀρχὴ κτίσεώς ἐστι καὶ παύει τὸ σάββατον, οὕτως ἡ αὐτὴ ἀναγεννήσασα τὸν ἄνθρωπον ανον , ἔπαυσε τὴν περιτομήν· ἀμφότερα γὰρ, ἐν τῇ ὀγδόῃ κατώρθωται· καὶ ἡ ἀρχὴ τῆς κτίσεως, καὶ ἡ ἀναγέννησις τοῦ ἄνθρωπου ανου · διὰ τοῦτο ἡ ὀγδόη τὸ σάββατον ἔλυσε· καὶ οὐ τὸ σάββατον τὴν ὀγδόην· ἐν μὲν γὰρ σαββάτῳ περιετέμνετο ὁ ἄνθρωπος ανοσ · ἐν δὲ τῷ σαββάτῳ οὐκ ἤργει ἡ περιτομή· ἡ γὰρ ὀγδόη ἀρχὴ οὖσα τῆς ἀνακτίσεως, κατέπαυσε τὴν πρώτην·
ἡγοῦμαι δὲ καὶ διὰ τοῦτο τὴν περιτομὴν δεδόσθαι· τοῦ γὰρ ση Ἀδὰμ ἀκούσαντος γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ, ἔθνησκε καὶ διεφθείρετο τὸ σῶμα· ὅθεν μέρος τι τοῦ σώματος. καὶ τοῦτο τὸ αἴτιον τῆς τοῦ σώματος γενέσεως, προσετάχθησαν ἐκτιννύειν· προδιδασκόμενοι τὴν τοῦ ὅλου ἀπέκδυσιν· ἵν’ ὥσπερ ἀποδιδόντες τὸ κατακριθὲν, διασωθῆναι δυνηθῶσι· καὶ ὥσπερ αἱ θυσίαι σκιαὶ ἦσαν τῶν μελλόντων, οὕτως καὶ ἡ ἐκ μέρους περιτομὴ. τοῦ ὅλου ἦν σκιά· τοῦτο δὲ καὶ ἐν τῷ Ἰησοῦ τῷ τοῦ Ναυῆ φανερῶς ὁ λόγος σημαίνει· τοῦ γὰρ Ἰησοῦ κατὰ πρόσταξιν τοῦ θεοῦ θυ περιτέμνοντος τὸν λαὸν ἐν Γαλγάλοις πέραν τοῦ Ἰορδάνου, εἶπε κύριος κσ τῷ Ἰησοῦ υἱῷ Ναυῆ· ἐν τῇ σήμερον ἡμέρᾳ ἀφεῖλον τὸν ὀνειδισμὸν Αἰγύπτου ἀφ’ ὑμῶν· καὶ ἐκάλεσε φησὶ τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Γάλγαλα· εἰ γὰρ ἡ περιτομὴ ἀφαίρεσίς ἐστι τῆς ἐν Αἰγύπτῳ γενέσεως, δηλονότι ἡ ἀκροβυστία, Αἰγυπτιακῆς σχέσεως καὶ γενέσεως γνώρισμά ἐστι· τοῦτο δὲ ἀφεῖλεν ὁ θεὸς θσ . ἵνα μηκέτι ὡς ἐν Αἰγύπτῳ γεννηθέντες ὦσιν· ἀλλὰ τῆς ἐπαγγελίας εἰς ἣν εἰσῆξεν αὐτοὺς ὁ κύριος κσ . τέκνα λογίζωνται· τούτων δὲ οὕτως ὄντων, φαίνεται καθόλου ἡ περιτομὴ δοθεῖσα, ἵνα ἀφαιρεθῇ ὁ ὀνειδισμὸς τῆς γηΐνης γενέσεως ἀπὸ τῶν Ἀβραμιαίων, καὶ μηκέτι ὑπεύθυνοι ὦμεν τῷ γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ· ἀφῃρέθη γὰρ ὁ ὀνειδισμὸς τοῦ παραπτώματος· τοῦτο δὲ ἐγίνετο τότε, εἰς τύπον τοῦ διὰ τοῦ Χριστοῦ χυ βαπτίσματος· τότε γὰρ ἐκ μέρους ἐγίνετο ὡς ἐν σκιᾷ· νῦν δὲ ὥσπερ εἶπεν ὁ ἀπόστολος, ὅλην τὴν γηΐνην γένεσιν ἀπεκδιδυ σκόμεθα διὰ τοῦ λουτροῦ ἀναγεννώμενοι· ἵνα μηκέτι κατὰ τὴν πρώτην γένεσιν ἀποθνήσκωμεν· ἀλλὰ κατὰ τὴν περιτομὴν τῆς ἀπεκδύ σεως τοῦ σώματος ἣν διὰ τοῦ λουτροῦ ἀπεκδιδυσκόμεθα ζήσωμεν· ὥσπερ δὲ εἶπε κύριος κσ τῷ Ἰησοῦ· ἀφεῖλον τὸν ὀνειδισμὸν Αἰγύπτου ἐν τῇ σήμερον ἡμέρᾳ ἀφ’ ὑμῶν, οὕτως πολλῷ πλέον λεχθείη ἂν ἑκάστῳ τῶν νῦν βαπτι ζομένων, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀφεῖλον τὸν ὀνειδισμὸν τῆς γηΐνης γενέσεως· καὶ τὸν ὀνειδισμὸν τῆς τοῦ θανάτου φθορᾶς ἀπὸ σοῦ, ἐν τῇ σήμερον ἡμέρᾳ: