Argumentum in Psalmos
- Authority group
- Athanasius of Alexandria (catalogue association; authorship remains anonymous)
- Edition reference
- Argumentum in Psalmos [Sp.], MPG 27: 56–60.
- CTS identifier
urn:cts:greekLit:tlg2035.tlg060.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Οἷς ἀκολούθως ἐπι-λέγει ἐξ αὐτοῦ τοῦ προσώπου τοῦ Χριστοῦ τό· Κύριοςεἶπε πρὸς μέ· Υἱός μου εἶ σύ. Φέρονται τοίνυν ψαλ-μοὶ οἱ πάντες ρνʹ. Τινὲς δὲ νομίζουσι τοὺς πάνταςεἶναι τοῦ μακαρίου Δαυΐδ· οὐ σημαίνεται δὲ τοῦτο.Οἱ μὲν γὰρ πάντες ἀναφέρονται τοῦ Δαυΐδ· ἐν δὲ ταῖςἐπιγραφαῖς δείκνυται τίς τίνος ψαλμὸς γεγένηται.Τέσσαρες γὰρ ἄρχοντες ᾠδῶν ἐξελέγησαν, σπηʹ ἀκό-λουθοι. Τῶν οὖν τεσσάρων ἀρχόντων παράκεινταιψαλμοὶ, ὡς καὶ αἱ ἐπιγραφαὶ διδάσκουσιν. Ὁπότανγὰρ λέγῃ· Ψαλμὸς τοῖς υἱοῖς Κορὲ, Αἰθὰν, Ἀσὰφ,καὶ Αἰμάν· αὐτοὶ ψάλλουσιν οἱ υἱοὶ Κορὲ, Αἰθὰν,Ἀσὰφ, καὶ Αἰμάν. Ὅταν εἴπῃ, Ψαλμὸς τοῦ Ἀσὰφ,αὐτὸς εἶπεν ὁ Ἀσάφ· ὅταν εἴπῃ, Ψαλμὸς τοῦ Ἰδι-θοὺμ, αὐτὸς ψάλλει Ἰδιθούμ· ὁπόταν εἴπῃ, τοῦΔαυῒδ, αὐτὸς λέγων ἦν Δαυΐδ· ἐπὰν δὲ λέγῃ, τῷΔαυῒδ, ὑφ' ἑτέρων λέγεται εἰς τὸν Δαυΐδ. Εἰσὶ μὲνοἱ πάντες ρνʹ, ὧν οβʹ εἰσὶ τοῦ Δαυῒδ, θʹ δὲ τῷ Δαυῒδ,ιβʹ τοῦ Ἀσὰφ, ιβʹ τοῖς υἱοῖς Κορὲ, εἷς τοῦ Ἰδιθοὺμ,εἷς τοῦ Αἰθὰμ, εἷς τοῦ Αἰμὰν, εἷς τοῦ Σαλομὼν, δύοἈγγαίου καὶ Ζαχαρίου, ἀνεπίγραφοι λθʹ καὶ εἷς Μω-σέως· πάντες ρνʹ. Δεῖ τοίνυν θεωρῆσαι τὸ μυστήριον τίνι λόγῳ, δια-φόρων ᾠδῶν ὑπαρχόντων, καὶ μὴ πάντων τῶν ψαλ-μῶν ὄντων Δαυῒδ, ἀναφέρεται εἰς τὸν Δαυΐδ· καὶ τοῦ-το οὐ παραδραμούμεθα. Τούτου γὰρ χάριν ἐπεγράφη,ἐπεὶ αὐτὸς αἴτιος γεγένηται τοῦ εἶναι ταῦτα· αὐτὸςγὰρ ἐξέλεξε τοὺς ᾠδούς. Αὐτὸς τοίνυν αἴτιος γενόμενοςἠξιώθη τῆς τιμῆς ταύτης, ἵνα πάντες ὅσα εἶπαν οἱᾠδοὶ εἰς τὸν Δαυῒδ καταλογισθῇ. Ὅτι προφήτης ὑπάρχων ὁ Δαυῒδ, καὶ ἠνεῳγμένουςἔχων τοὺς ἔνδον ὀφθαλμοὺς, καὶ εἰδὼς, ὅτι χαίρουσιτῇ πτώσει τῶν ἀνθρώπων τὰ πονηρὰ πνεύματα, καὶπάλιν ἀντιλυποῦνται ἡττώμενα ἐπὶ τῇ διορθώσει τῶνἀνθρώπων, πάντως ὅτι νοητῶς τὰς κατ' αὐτῶν προσ-ευχὰς ἐποιεῖτο, ἐκ τῶν αἰσθητῶν ἐχθρῶν πρὸς αὐτὰμεταβαλλόμενος. Εἰ γὰρ μὴ κατὰ τοῦτον τὸν τρόπονἐκλάβωμεν τὸν σκοπὸν τῶν προφητῶν, οὐ μόνον οὐδε-μίαν οἰκοδομὴν ἐκ τῶν παρ' αὐτοῖς εἰρημένων πρὸςκτῆσιν πραότητος ἕξομεν, ἀλλὰ καὶ σκληράν τι-να καὶ ἐναντίαν τῆς εὐαγγελικῆς διδασκαλίας διάθεσινἀναληψόμεθα ἐκ τοῦ κατεύχεσθαι συχνῶς τῶν ἐχθρῶν,καὶ μὴ ἀγαπᾷν· μυριοντάκις λέγοντος τοῦ Δαυῒδ,Αἰσχυνθείησαν καὶ ἐντραπείησαν πάντες οἱ ἐχθροίμου, καὶ μὴ αἰσχυνθείην ἐγώ. Ταῦτα δὲ οὐκ ἂνπεισθείημεν οὕτως εἰρηκέναι ἄνδρας προφήτας καὶφίλους Θεοῦ, εἰ μὴ τῷ προειρημένῳ τρόπῳ. Οὕτω γὰρχρὴ νοεῖν τὸν φιλόπονον, ἔνθα ἂν ἐπαρώμενον εὕροιπροφήτην, ἐπὶ τοὺς νοητοὺς ἐχθροὺς ἀπὸ τῶν αἰσθη-τῶν μεταβάλλοντα. Λοιπὸν δὴ κατασχολάζεσθαι τὸνἀσκητὴν παντὸς ῥήματος τὴν κατανόησιν.{ΨΑΛΜΟΣ Αʹ.Ὑπόθεσις.}Τὴν ἀρχὴν τῆς προφητείας τῷ ἐξ αὐτοῦ τεχθησομένῳ Χριστῷ ἀνατίθησιν ὁ Δαυΐδ. Διὸ ἐν πρώτοις μακα- ρίζει τοὺς εἰς αὐτὸν ἠλπικότας. [Μακαρίους δὲ καλεῖ τοὺς μὴ πορευθέντας ἐν βουλῇἀσεβῶν, μήτε μὴν στάντας ἐν ὁδῷ ἁμαρτωλῶν, μήτεἐπὶ καθέδραν λοιμῶν καθεστηκότας. Τρία γὰρ ἦν τὰτάγματα παρὰ Ἰουδαίοις κατὰ τοῦ Σωτῆρος ἐπανα-στάντα, γραμματεῖς, Φαρισαῖοι, καὶ νομικοί· οἳ καὶκληθεῖεν εἰκότως ἀσεβεῖς καὶ ἁμαρτωλοὶ καὶ λοιμοί.Ὁδὸς μὲν ὁ βίος εἴρηται διὰ τὴν πρὸς τὸ τέλος τῶνγεννωμένων ἔπαξιν.] Μακάριος ἀνὴρ ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσε-βῶν. Δυνατὸν δὲ βουλὴν ἀσεβῶν εἰπεῖν τὴν σύνοδονκαὶ τὴν συνέλευσιν τῶν πονηρῶν. Καὶ ἐπεὶ βλαβερὸντὸ τοῖς ἀθροίσμασι τῶν ἀσεβῶν παραβάλλειν, μακα-ρίζει τὸν μηδὲ κατὰ ποσὸν εἰς τὸ αὐτὸν αὐτοῖς ἐρχό-μενον. Τοιοῦτος ὑπῆρχεν ὁ Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθίας,ὁ τὸ σῶμα τοῦ Κυρίου καὶ Θεοῦ θάψας. Εἴρηται γὰρπερὶ αὐτοῦ, ὡς οὐκ ἦν συγκατατιθέμενος τῇ βουλῇτῶν Ἰησοῦ προδοτῶν. Καὶ ἐπὶ καθέδραν λοιμῶν οὐκἐκάθισε. Διὰ τῆς καθέδρας τὴν διδασκαλίαν δηλοῖ, ὥςφησιν· Ἐπὶ τῆς καθέδρας Μωσέως. Καθέδρα τοί-νυν λοιμῶν ἡ διδασκαλία τῶν πονηρῶν. Ἡμέρας καὶ νυκτός. Τὸ σύντονον δηλοῖ. Οὐ γὰρἠμελημένως δεῖ μελετᾷν τὸν νόμον τοῦ Κυρίου. [Ἀλλ' ἢ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ,καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυ-κτός. Τῷ νόμῳ, τῷ ἀγγελικῷ δηλονότι. Τὸ σύντονονδηλοῖ· οὐ γὰρ ἠμελημένως δεῖ μελετᾷν τὸν νόμον τοῦΚυρίου. Οὐ γὰρ ποτὲ δεῖ τοῖς μελετᾷν, ποτὲ δὲ οὒ,ἀλλ' ἀεὶ καὶ διαπαντὸς τοῖς θείοις λογίοις προσηλῶ-σθαι· τοῦτο γὰρ δηλοῖ τὸ, ἡμέρας καὶ νυκτός. Κα-λὸς τοῦ κατορθώματος ὁ μισθός· ὁ γὰρ τῷ θείῳ σχο-λάζων νόμῳ καὶ τοῖς ἐκ τούτου νάμασιν ἀρδευόμενος.Καὶ ὕδωρ καὶ ὁ Χριστὸς τὴν ἑαυτοῦ διδασκαλίαν ἀν-εκάλεσεν εἰπών· Εἴ τις διψᾷ, ἐρχέσθω πρὸς μὲ, καὶπινέτω. Τῷ παρ' ὕδασι δένδρῳ ἀπείκασται ἀεὶ τεθηλότι,ἀεὶ βρίθοντι τοῖς ὡραίοις. Οἱ γὰρ τῆς ἀρετῆς ἀθληταὶτοὺς μὲν τῶν πόνων καρποὺς κατὰ τὸ μέλλον κομί-σονται· οἷον δέ τισι φύλλοις κἀντεῦθεν τῇ ἀγαθῇ ἐλ-πίδι κατασκιάζονται, καὶ κλέπτουσι τῇ ψυχαγωγίᾳτὴν τῶν πόνων βαρύτητα. Τῷ τοιούτῳ πάντα εὐοδω-θήσεται. Οὐδὲν γὰρ ἐναντίον τοῖς θείοις νόμοις διενερ-γήσει, τῷ τοῦ νόμου βουλήματι συναρμόττων τὸ θέ-λημα· πρότερον ἅπαντα τῆς κακίας ἀπαγορεύσας τὰεἴδη, καὶ τῶν θείων νόμων ὑποδείξας τὴν τελειότητα,οὕτως ἐπήγαγε· Πάντα ὅσα ἂν ποιῇ.] Καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰτὰς διεξόδους τῶν ὑδάτων. Ἐξομολογήσεως, ἤτοιπαραβολῆς ξύλον ὁ Χριστὸς ἀναγέγραπται ἐν τῇ θεο-πνεύστῳ Τραφῇ, κατὰ τὸ εἰρημένον· Ξύλον ζωῆςἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς. Λέγει οὖν, ὅτιοἱ πιστεύσαντες τῷ Χριστῷ σῶμα αὐτοῦ ἔσονται· με-τασχηματίσει γὰρ τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶνπρὸς τὸ γενέσθαι σύμμορφον τῷ σώματι τῆς δόξηςαὐτοῦ. Διεξόδους δὲ τῶν ὑδάτων τὰς θείας φησὶΓραφάς· ἐν αἷς ἁπανταχοῦ ἔστιν εὑρεῖν Χριστὸν κη-ρυσσόμενον. [Ξύλον ζωῆς ὁ Χριστὸς, κλάδοι οἱ ἀπό-στολοι, καρπὸς αἷμα καὶ ὕδωρ ἐκ τῆς πλευρᾶς· ὧν τὸμὲν εἰς ὑποτύπωσιν μαρτυρίου, τὸ δὲ βαπτίσματος.Φύλλα οἱ λόγοι· καρπὸν τοῦ ξύλου νοήσεις τὴν ὀρθὴνπίστιν· φύλλα δὲ αὐτοῦ τὴν πλήρωσιν τῶν ἐντολῶν.Καρπὸς καὶ οἱ σωζόμενοι, ῥίζα τὸ βάπτισμα· γεωρ-γὸς ὁ Πατήρ.] Ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν και-ρῷ αὐτοῦ. Καρπὸν τοῦ ξύλου νοήσεις τὴν πίστιν·φύλλα δὲ αὐτοῦ τὴν πλήρωσιν τῶν ἐντολῶν. Καὶ τὸφύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται, οὐκ ἀποπεσεῖ-ται. Καὶ πάντα ὅσα ἂν ποιῇ κατευοδωθήσεται. Οὐγάρ ἐστι πρᾶξις τῶν κατὰ Θεὸν γινομένων ἀνωφελής.[Καιρὸς τοῦ διδόναι ἡ τοῦ λαμβάνοντος ἐπιτηδειότηςἐστίν.] Διὰ τοῦτο οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει.Διὰ τοῦτο μὲν, διὰ τὸ μὴ ἔχειν ῥίζαν, ἀλλ' ὁμοίους εἶ-ναι χοῒ γῆς ὑπὸ ἀνέμου ῥιπιζομένῳ· ἄνεμον δὲ νοή-σεις τὴν ἀπειλὴν τοῦ Θεοῦ τὴν λέγουσαν· Πορεύεσθεἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς πῦρ τὸ αἰώνιον.Οἱ τὴν αὐτὴν ἀκούσαντες φωνὴν καταπεσοῦνται δι-καίως· οὐ γὰρ ἑστήκασιν εἰς Χριστὸν, ὅς ἐστι πι-στευόντων στήριγμα καὶ θεμέλιος· τὸ γὰρ εἰς κρίσινφησὶν, οὐκ εἰς ἐρώτησιν. Ἐν τῇ συναγωγῇ δικαίων,λέγει· ἀφορίζει γὰρ τοὺς δικαίους ἀπὸ τῶν ἁμαρτω-λῶν Ὅτι γινώσκει Κύριος ὁδὸν δικαίων. Τὸ, γινώ-σκει, ἀντὶ τοῦ, τιμᾷ, κατὰ τὸ εἰρημένον ὑπὸ Θεοῦ εἰς