The Greek Library Author

Anonymous

Homilia in Canticum canticorum

Authority group
Athanasius of Alexandria (catalogue association; authorship remains anonymous)
Edition reference
Homilia in Canticum canticorum [Sp.], MPG 27: 1349–1361.
CTS identifier
urn:cts:greekLit:tlg2035.tlg063.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

27

1353

οὐδὲ μήτηρ θυγατέρα ἑαυτῆς, οὐδὲ παιδίσκη κυρίαν,

ἐὰν μὴ ὁ εὐσεβὴς λογισμὸς φύλαξ γένηται τοῦ ἀνθρώ-

που. Διὰ τοῦτο, ὦ ἄνερ, εὐνουχίσας σεαυτὸν διὰ τὴν

βασιλείαν τῶν οὐρανῶν, καὶ σὺ, ὦ γύναι, ἔτι ἀσφα-

λέστερον νοήσασα τὸ ῥητὸν, ἐπισκεψαμένη, δοκίμα-

σον σεαυτὴν λέγουσα τό· Ἐξεγέρθητι, βοῤῥᾶ, καὶ

ἔρχου, νότε· διάπνευσον κῆπόν μου, καὶ ῥευσά-

τωσαν ἀρώματά μου. Ὅτε γὰρ Κύριος καὶ Σωτὴρ

ἡμῶν ἐσταυρώθη, ὅτε ὁ ἥλιος ἐσκότασεν, καὶ ἡ γῆ

ἐσείετο, ὅτε αἱ πέτραι ἐσχίζοντο, καὶ τὰ μνημεῖα

ἀνοίγοντο· φόβος συνεῖχε τότε τοὺς μαθητὰς, μὴ εἰ-

δότας τό· Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθή-

σονται τὰ πρόβατα τῆς ποίμνης· τότε οἱ μαθηταὶ

διὰ τὸν φόβον τῶν Ἰουδαίων ὁμοθυμαδὸν ἦσαν εἰς

κέλλιον κρυπτόμενοι. Μὴ παρὼν δὲ ἐνταῦθα Ἰουδαῖος

χλευαζέτω, μηδὲ ἀκούων Ἕλλην γελάτω. Ἐν τούτῳ

γὰρ τὴν ἐλπίδα ἔχομεν· διὰ τοῦτο καὶ παῤῥησιαζό-

μενος λαλῶ. Οὗτος γὰρ ὁ κρεμάμενος ἐπὶ ξύλου, αὐ-

τός ἐστιν ἡ σωτηρία ἡμῶν· ἡ γὰρ τούτου σταύρωσις

κάθαρσις ἁμαρτιῶν ἦν. Καὶ ἦν θέαμα μέγα τότε γι-

γνόμενον, ὅτι, τοῦ σώματος σταυρουμένου, ἡ ἁμαρτία

ἔπιπτεν. Εἰ μὴ γὰρ ἦν οὗτος ἐσταυρωμένος ἄχρι τοῦ

νῦν, εἵλομεν τοὺς μώλωπας καὶ τὰς ἀσθενείας ἐν τῷ

σώματι. Καὶ θεωρῶν ἡμῶν ὁ διάβολος τὸ ἀσθενὲς κατ-

εγαυρία ἡμῶν ἐπανιστάμενος καθ' ἡμῶν. Εἶπε γὰρ

ὁ ἐχθρός· Διώξας καταλήψομαι. Διὰ τοῦτο ὁ Κύριος,

κατελθὼν, πρὸς οὐδένα ἦλθεν εἰ μὴ πρὸς τὸν διάβο-

λον· ἐκεῖνος γὰρ ἦν ὁ διδοὺς ἡμῖν τὰ τραύματα, καὶ

διαφθείρας ἡμᾶς ἐν ταῖς ἀσθενείαις. Διὰ τοῦτό φησι

ὁ Κύριος λέγων· Ἰδοὺ ἐγὼ πρὸς σὲ, τὸ ὄρος τὸ

διεφθαρμένον, τὸ διαφθεῖρον πᾶσαν τὴν γῆν. Διὰ

τοῦτο οὖν φησι· Μὴ γελάτω Ἰουδαῖος, τῶν μαθητῶν

κρυπτομένων, καὶ τοῦ σώματος σταυρουμένου. Τοῦ

γὰρ σώματος κινουμένου ἐν τῷ σταυρῷ, ὁ Λόγος

ἐσκύλευσε τὸν ᾅδην· καὶ οἱ θυρωροὶ τοῦ ᾅδου βλέποντες ἔπτησσον· τότε αἱ γυναῖκες παρεκάθηντο τῷ σώ-

ματι ἐν τῷ μνημείῳ κλαίουσαι.

Τότε οἱ μαθηταὶ τοῦ Κυρίου ἔσω ἐν τῷ κελλίῳ

κρυπτόμενοι λεγέτωσαν. Ἐξεγέρθητι, βοῤῥᾶ, καὶ

ἔρχου, νότε. διάπνευσον κῆπόν μου, καὶ ῥευσά-

τωσαν ἀρώματά μου. Τὸ μὲν σῶμα τὸ ἐν τῷ βοῤῥᾷ

κείμενον ἐξεγειρέσθω, ὁ δὲ Λόγος ἐκ τοῦ νότου ἐρχέ-

σθω. Ἆρ' οὖν ἐν τῷ βοῤῥᾷ ἔκειτο τὸ σῶμα τοῦ Κυ-

ρίου; Καὶ γεγόναμεν ἐν τῷ τόπῳ ἐκείνῳ ἐν ᾧ ἦν

σταυρωθεὶς ὁ Κύριος, καὶ ἦν ἐκ βοῤῥᾶ τῆς Ἱερουσα-

λήμ. Διὰ τοῦτο ὁ Δαυῒδ παρατετηρημένως ἔλεγεν·

Ὄρη Σιὼν, τὰ πλευρὰ τοῦ βοῤῥᾶ, ἡ πόλις τοῦ

βασιλέως τοῦ μεγάλου. Διὰ τοῦτο καὶ ἡμεῖς, ὅτε

γεγόναμεν ἐν τῷ τόπῳ ἐκείνῳ ὅπου ἐσταυρώθη ὁ Χρι-

στὸς, καὶ ἦμεν ἑστῶτες ἐν τῇ ἀνατολῇ, καὶ προσευ-

1356

χόμενοι. καὶ ἦν βορεινὸς ὁ τόπος ὅπου ἦν σταυρωθεὶς

ὁ Κύριος. Διὰ τοῦτο οὖν οἱ μαθηταὶ ἐν τῷ κελλίῳ

ἔσω κρυπτόμενοι λεγέτωσαν· Ἐξεγέρθητι, βοῤῥᾶ,

καὶ ἔρχου, νότε, ἐξεγέρθητι σὺν βοῤῥᾷ, τουτέστιν,

ἐκ τοῦ νότου εἰς τὸ σῶμα. Τοῦτο γὰρ καὶ ἐν τοῖς προ-

φήταις γέγραπται, ὅτι Ὁ Θεὸς ἐκ Θεμὰν ἥξει.

Τριημέρου δὲ κειμένου τοῦ σώματος ἐν τῷ βοῤῥᾷ,

ἔρχεται ὁ Σωτὴρ ἐκ τοῦ νότου, καὶ λαμβάνει τὸ σῶ-

μα τὸ ἐν τῷ βοῤῥᾷ κείμενον, καὶ ἔρχεται πρὸς τοὺς

μαθητὰς ἐν τῷ τόπῳ ὅπου ἦσαν. Τότε λοιπὸν, εἰσελ-

θόντος τοῦ Ἰησοῦ, ἔπνευσεν ὁ κῆπος, καὶ ἔῤῥευσαν

τὰ ἀρώματα. Τότε λεγέτωσαν οἱ μαθηταὶ τῷ Κυρίῳ·

Ὦ Κύριε, ὅτε σὺ ἐσταυρώθης, καὶ ἐσκύλευες τὸν

ᾅδην, ἡμεῖς ἦμεν ἐν κελλίῳ ὁμοθυμαδὸν συνερχόμενοι

καὶ ζητοῦντες τὸ παρὰ σοῦ φῶς· φῶς δὲ ἡμῖν ἡ σὴ

παρουσία. Μὴ βλέποντες δὲ τὴν σὴν παρουσίαν, ἦμεν

ἐν σκότει πολλῷ συνεχόμενοι· καὶ ἐλέγετο καθ' ἡμῶν

τοῦτο, ὅτι, Ἡ ψυχὴ αὐτῶν ἐν κακοῖς ἐτήκετο. Ἐν

κακοῖς γὰρ ἦμεν τότε, οὐκ ἐβλέπομέν σε· νῦν δὲ ὅτε

εἴδομεν, ὅτι ἐξεγέρθη ὁ βοῤῥᾶς καὶ ἦλθεν ὁ νότος,

τότε ἔπνευσεν ὁ κῆπος, καὶ ἔῤῥευσαν τὰ ἀρώματα.

Τότε προσερχέσθω ὁ Θωμᾶς κατανοῆσαι τὸ σῶ-

μα, καὶ ἰδεῖν τοὺς τύπους τῶν ἥλων, καὶ ἐν τῷ κατα-

νοῆσαι αὐτὸν καὶ ἰδεῖν τοὺς τύπους τῶν ἥλων λεγέτω·

Ἔπνευσεν ὁ κῆπος, καὶ ἔῤῥευσαν τὰ ἀρώματα. Ἀρώ-

ματα δὲ ἡμῶν ἡ ἀφθαρσία τοῦ σώματος, ἣν ἐνεδύ-

σατο. Διὰ τοῦτο γὰρ καὶ ὁ Παῦλος ἔλεγεν· Δεῖ τὸ

φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ

θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν. Πότε δὲ ἐν-

εδύσατο τὸ σῶμα τὴν ἀφθαρσίαν εἰ μὴ διὰ τῆς ἀνα-

παύσεως τοῦ Λόγου; ἀμέλει γε ὅτε ἀνέστη ὁ Σωτὴρ,

καὶ ἦλθον αἱ γυναῖκες ἅψασθαι αὐτοῦ, ἔλεγεν αὐταῖς·

Μή μου ἅπτεσθε· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν

Πατέρα μου. Διὰ τοῦτο, εἰ εὐνούχισας σεαυτὸν, ὦ

ἄνερ, καὶ σὺ, ὦ γῦναι, ἀκούσατε τὸν πόθον τῆς μα-

καρίας ταύτης ψυχῆς, πῶς ποθοῦσα τοῦ Λόγου λέγει·

Καταβήτω ἀδελφιδός μου εἰς κῆπον αὐτοῦ, καὶ

φαγέτω καρπὸν ἀκροδρύων αὐτοῦ. Τότε μὲν γὰρ

παρεκάλει τὸν Λόγον καταβῆναι εἰς τὸν κῆπον καὶ

φαγεῖν καρπὸν ἀκροδρύων αὐτοῦ· πρὸς μὲν γὰρ τὸν

κῆπον τὸν κόσμον εἶναι, ἐφ' ὃν παρεκάλει αὐτὸν κα-

ταβῆναι καὶ φαγεῖν καρπὸν ἀκροδρύων αὐτοῦ· τὰ δὲ

ἀκρόδρυα εἶναι τοὺς ἀνθρώπους· τὸν δὲ καρπὸν εἶναι

τῶν ἀκροδρύων τὰς πράξεις τοῦ νόμου· ὃν παρεκά-

λει αὐτὸν καταβῆναι καὶ φαγεῖν. Οὕτω καὶ ἡμεῖς εἰ

ἔχομεν ἑτοίμους τοῦ νόμου ἀποδοῦναι τοὺς καρποὺς

τῷ Κυρίῳ, παρακαλῶμεν καὶ ἡμεῖς τὸν Λόγον κατα-

βῆναι καὶ φαγεῖν τὸν καρπὸν τῶν ἀκροδρύων αὐτοῦ·

αὐτοῦ γάρ ἐσμεν ἀκρόδρυα καὶ ποιήματα κτισθέντες

ἐπ' ἔργοις ἀγαθοῖς.

Διὰ τοῦτο καὶ παρακαλῶμεν αὐτόν. Πῶς δὲ αὐ-

τὸν παρακαλοῦμεν; Διὰ δεήσεων καὶ προσευχῶν, οὐχ

ἵνα τῷ στόματι κράζωμεν, ἀλλὰ τῷ λογισμῷ ἐν ἑαυ-

τοῖς εὐχόμενοι. Τί γὰρ εὐχόμενος κράζεις, ὡς τοῦ

Θεοῦ κοιμωμένου; Ἰδοὺ γὰρ οὐ νυστάξει, οὐδὲ

ὑπνώσει ὁ φυλάσσων τὸν Ἰσραήλ. Τοῦτο δὲ καὶ

Ἱερεμίας ἔλεγεν· Ἐγρηγόρησεν ἐπὶ τὰ ἀσεβήματά

1357

μου· τοῦτο δὲ καὶ Ἡσαΐας ἔλεγεν· Ἔτι σου λαλοῦν-

τος ἐρῶ· Ἰδοὺ πάρειμι. Οὐ γὰρ ἀναμένει ὁ Θεὸς

τοὺς ἐκ τῶν χειλέων λόγους. Ἀμέλει γε ὁ Σωτὴρ ἐν τῷ

Εὐαγγελίῳ ἔλεγεν, ὅτι Οἶδεν ὁ Θεὸς ὧν χρείαν

ἔχετε πρὸ τοῦ ὑμᾶς αἰτῆσαι αὐτόν. Διὰ τοῦτο μὴ

ὡς ἐξ ἔργου εὐχόμενοι κράζωμεν· ἀλλ' εἰ καὶ τῷ

στόματι εὔχῃ, εὔχου καὶ τῷ νοΐ· τοῦτο γὰρ καὶ ὁ

Παῦλος ἔλεγε· Ψαλῶ τῷ πνεύματι, ψαλῶ καὶ τῷ

νοΐ. Ἐκ βαθέων γὰρ, φησὶ, ἐκέκραξά σοι, Κύριε.

Διὰ τοῦτο καὶ ἡ γυνὴ ἐν ταῖς Βασιλείαις ὅτε ηὔχετο

κράζουσα, ὁ ἱερεὺς ἐφίμωσε τὸ στόμα αὐτῆς, ἡγησά-

μενος αὐτὴν, ὅτι ἐμέθυεν· καὶ ὅμως ἐκείνη, τῷ νοῒ

εὐχομένη, καὶ εἰσηκούσθη, καὶ ἔτεκε τὸν Σαμουήλ.

Διὰ τοῦτο καὶ σὺ τί εὐχόμενος κράζεις, ὡς τοῦ Θεοῦ

μὴ ἀκούοντος; Ἄκουε τοῦ λέγοντος, ὅτι Ὁ φυτεύ-

σας τὸ οὖς οὐχὶ ἀκούει; Εἰ μὲν γὰρ σὺ ἔχων ὦτα

ἀκούεις, πόσῳ μᾶλλον ὁ ποιητὴς ὤτων; Διὰ τοῦτο

παρὰ Κυρίῳ μὴ εὐχόμενοι κράζωμεν, ὡς τοῦ Θεοῦ

μὴ ἀκούοντος· καὶ γὰρ σιωπώντων ὁ Θεὸς ἀκούει.

Θεωρεῖς γὰρ τὸν πόθον τὸν ἐν ταύτῃ τῇ μακαρίᾳ ψυ-

χῇ, πῶς, παρακαλούσης αὐτῆς καὶ λεγούσης· Κατα-

βήτω ἀδελφιδός μου εἰς κῆπον αὐτοῦ, καὶ φαγέτω

καρπὸν ἀκροδρύων αὐτοῦ· πῶς εὐθέως λέγει ὁ Λό-

γος· Εἰσῆλθον εἰς κῆπόν μου, ἀδελφή μου νύμφη;

ὡς οὐδὲν ταχύτερον· ἔτι γὰρ αὐτῆς λαλούσης, εὐ-

θέως ὑπήκουσε· θεωρεῖς τὸ γεγραμμένον· Ὅτι καὶ

ἔτι λαλοῦντός σου ἐρῶ, Ἰδοὺ πάρειμι; Ἅμα γὰρ ἐν

τῷ αὐτὴν παρακαλεῖν καὶ λέγειν· Κατάβηθι, ὦ

Λόγε, εἰς τὸν κῆπόν σου, καὶ φάγε τὸν καρπὸν

τῶν ἀκροδρύων σου, εὐθέως ὑπήκουσεν αὐτῇ λέγων·

Εἰσῆλθον εἰς τὸν κῆπόν μου, ἀδελφή μου νύμφη.

Διὰ τί δὲ καὶ νύμφην καὶ ἀδελφὴν αὐτὴν ὀνομά-

ζει; Πᾶς γὰρ νυμφίος οὐκ ὀνομάζει τὴν νύμφην αὐ-

τοῦ ἀδελφήν· ὧδε δὲ καὶ ἀδελφὴν καὶ νύμφην αὐτὴν

ὀνομάζει, ἵνα δείξῃ, ὅτι οὐκ ἔστιν ὁ θάλαμος ἐπᾳδό-

μενος σαρκός. Ὅταν μὲν γὰρ ὀνομάζει αὐτὴν νύμφην,

διὰ τὸν Λόγον, τὸν μνηστευθέντα τὴν ψυχήν. Τοῦτο

γὰρ καὶ Παῦλος ἔλεγεν· Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀν-

δρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Ὅταν

δὲ καὶ ἀδελφὴν αὐτὴν ὀνομάζει, διὰ τὴν σάρκα ἢν

ἐφόρεσε. Τοῦτο γὰρ εἷς τῶν προφητῶν σημαίνων

περὶ αὐτοῦ ἔλεγεν· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς

ἀδελφοῖς μου. Διὰ τοῦτο μηδεὶς νομιζέτω σαρκικοὺς

εἶναι τοὺς λόγους τούτους. Ὅτε μὲν γὰρ παρεκάλει

αὐτὸν ἡ μακαρία αὕτη ψυχὴ λέγουσα· Καταβήτω

ἀδελφιδός μου εἰς κῆπον αὐτοῦ, καὶ φαγέτω καρ-

πὸν ἀκροδρύων αὐτοῦ, ὅταν μὲν γὰρ ἀκούσῃ ψυ-

χὴν, μὴ μίαν ψυχὴν ὑπολάμβανε, ἀλλ' ὅλον τὸν κό-

σμον. Διὰ τοῦτο τοίνυν παρακαλοῦμεν αὐτὸν λέγον-

τες· Κατάβηθι, ὦ Λόγε, εἰς τὸν κῆπόν σου, καὶ

φάγε τὸν καρπὸν τῶν ἀκροδρύων σου· καὶ εὐθέως

αὐτὸς ἐπήκουσεν· Εἰσῆλθον εἰς κῆπόν μου, ἀδελφή

μου νύμφη· ἐτρύγησα σμύρναν μου μετὰ ἀρω-

μάτων μου. Πότερον παρεκάλεσάς με καταβῆναι

καὶ φαγεῖν τοὺς καρπούς; Ἰδοὺ καταβέβηκα· δός

μοι τοὺς καρπούς. Ὁ μὲν οὖν τῶν Ἰουδαίων λόγος εὐ-

1360

θέως φέρει ἀντὶ σταφυλῶν ἀκάνθας, καὶ ἀντὶ συκῶν

τριβόλους. Πότε δὲ προσήνεγκαν αὐτῷ τούτους τοὺς

καρποὺς, εἰ μὴ ὅτε ἐσταυροῦτο; Ἤ|τησε γὰρ πιεῖν ἐκ

τῶν καρπῶν τῆς ἀμπέλου, καὶ ἀντὶ οἴνου προσ-

ήνεγκαν αὐτῷ ὄξος. Ὁρᾷς τὸν καρπὸν αὐτῶν ὅτι ὤξη-

κε; Λεγέτω τοίνυν ὁ Σωτήρ· Παρεκάλεσάς με κατα-

βῆναι, καὶ φαγεῖν ἀπὸ τῶν ἀκροδρύων, καὶ ἰδοὺ ἦλθον

διψῶν, καὶ ὄξος μοι προσήνεγκας· καὶ ἦλθον πάλιν

πεινῶν ἐπὶ τὴν συκῆν, καὶ φύλλα μόνον εὗρον. Εἴθε

δὲ κἂν φύλλα μόνον εὑρίσκειν, καὶ μὴ τὸ ξύλον ξη-

ρόν· διὰ τοῦτο γὰρ καὶ κατηρασάμην αὐτήν. Κατα-

βέβηκα γὰρ φαγεῖν τοὺς καρποὺς τῶν ἀκροδρύων,

καὶ ἰδοὺ καταβὰς εὗρον αἵματα ἐφ' αἵμασιν μισγόμε-

να, πορνεύοντας καὶ μοιχεύοντας, καὶ αἵματα ἀθῶα

ἐκχυνόμενα. Εὗρον ὑμᾶς γλύφοντας λίθους, καὶ Θεὸν

ὀνομάζοντας· καὶ λοιπὸν ἀντὶ ἀκροδρύων σμύρναν·

καὶ εἰς θάνατον ἄγομαι διὰ σέ. Καταβέβηκα τοῦ

φαγεῖν τοὺς καρποὺς τῶν ἀκροδρύων· καὶ ἰδοὺ

θάνατον τρυγῶ διὰ σέ· σμύρναν τρυγῶ μετὰ ἀρω-

μάτων. Ἀλλ' εἴθε τρυγήσαντός μου τὴν σμύρναν σω-

θέντες ἦτε καὶ πεπαυμένοι τῶν κακῶν, καὶ μὴ λε-

γέτω καθ' ὑμῶν τὸ ἐν τῷ εἰκοστῷ ἐννάτῳ ψαλμῷ

λεγόμενον· Τίς ὠφέλεια ἐν τῷ αἵματι μου ἐν τῷ

καταβῆναί με εἰς διαφθοράν; Καταβέβηκα γὰρ διὰ

σὲ, καὶ θάνατον ἐτρύγησα καὶ σμύρναν· ἀλλ' οὐ μό-

νον τὴν σμύρναν, ἀλλὰ μετὰ ἀρωμάτων. Πῶς δὲ καὶ

μετὰ ἀρωμάτων; Ὅτε γὰρ ἐτρύγησα τὴν σμύρναν,

τουτέστι τὸν θάνατον· ὅτε ἐτέθη ἐν τῷ μνημείῳ, καὶ

ἀνέστησεν τὸ σῶμα ἄφθαρτον, τότε ἐφάνησαν τὰ

ἀρώματα· ἀρώματα δὲ ἦν ἡ ἀφθαρσία τοῦ σώματος.

Διὰ τοῦτο καλῶς λέγει· Ἐτρύγησα σμύρναν

μου μετὰ ἀρωμάτων μου· ἔφαγον ἄρτον μου μετὰ

μέλιτός μου· ἔπιον οἶνόν μου μετὰ γάλακτός μου.

Θεωρεῖς τὸν Λόγον τὸν πρὸς πᾶσαν ἡλικίαν γιγνόμε-

νον; καὶ τοῖς Ἰουδαίοις νηπίοις οὖσιν διδοὺς τροφὴν

μέλι καὶ γάλα· μέλι δὲ καὶ γάλα ἐὰν ἀκούσῃς, τὸν νό-

μον νόμιζε· ὡς γὰρ νηπίοις αὐτοῖς οὖσιν ἐδόθη τὸ

γάλα· τοῖς δὲ τελείοις ὁ ἄρτος καὶ ὁ οἶνος δίδοται·

στερεὰ γάρ ἐστι τροφὴ καὶ ὁ ἄρτος καὶ ὁ οἶνος, τουτ-

έστι τὸ Εὐαγγέλιον. Διὰ τοῦτο τοίνυν καλῶς λέγει

ὁ Σωτήρ· Ἔφαγον ἄρτον μου μετὰ μέλιτός μου,

ἔπιον οἶνόν μου μετὰ γάλακτός μου. Θεωρεῖς πῶς

πανταχοῦ λέγει; Αὐτοῦ γάρ ἐστι καὶ ἡ Καινὴ καὶ ἡ

Παλαιά. Διὰ τοῦτο οὐαὶ τοῖς Ἰουδαίοις τοῖς τὸ μέλι καὶ

γάλα ἐσθίουσιν. Ὡσαύτως δὲ καὶ οἱ Μανιχαῖοι τὸν

ἄρτον καὶ τὸν οἶνον ἐσθίουσιν· ἡ δὲ Καθολικὴ Ἐκ-

κλησία τὰ δύο ὁμοῦ ἐσθίει, τὸν ἄρτον μετὰ τοῦ μέλι-

τος, καὶ πίνει τὸν οἶνον μετὰ τοῦ γάλακτος· καὶ ἐσ-

θίοντες μὲν τὸν ἄρτον συναναλίσκομεν τῷ λόγῳ καὶ

τὸ μέλι. Καὶ τὸ πρόβατον γέγραπται ἐσθίειν τὸ Πάσχα.

Λαμβάνω τὸ πρόβατον καὶ συναναλίσκω αὐτὸ τῷ Λό-

γῳ· καὶ οὐκ ἐσθίω τὸ πρόβατον μόνον, ἀλλὰ καὶ τὸν

ὡς πρόβατον ἐπὶ σφαγὴν ἀγόμενον Λόγον. Διὰ τοῦτο

καλῶς λέγει· Ἔφαγον ἄρτον μου μετὰ μέλιτός

μου, καὶ ἔπιον οἶνόν μου μετὰ γάλακτός μου·

1361

καὶ εὐθέως λέγει· Φάγετε, οἱ πλησίον μου, καὶ

πίετε, καὶ μεθύσθητε, ἀδελφοί. Ἰδὲ τὸν Σωτῆρα

πῶς νηπίοις παραγγέλλει φαγεῖν· τοῖς δὲ μείζοσι

λέγει, Καὶ πίετε· τοῖς δὲ τελείοις ἔλεγεν, ὅτι Καὶ

μεθύσθητε, ἀδελφοί. Ἀμέλει γε Παῦλος, τέλειος ὢν,

καὶ μεμεθυσμένος τὴν θείαν ταύτην μέθην, ἔλεγεν·

Εἴτε γὰρ ἐξέστημεν Θεῷ, εἴτε σωφρονοῦμεν

ὑμῖν. Μὴ νομίσῃς δὲ αὐτὸν, ὅτι ἀπὸ οἴνου ἦν ἐξιστά-

μενος· αὐτὸς γὰρ παρήγγειλε· Μὴ μεθύσκετε οἴνῳ,

ἐν ᾧ ἐστιν ἀσωτία· ἀλλ', Ὀλίγῳ οἴνῳ χρῶ διὰ τὸν

στόμαχόν σου, Τιμοθέῳ γράφει· εἰ δὲ ἄλλοις παραγ-

γέλλει, πόσῳ μᾶλλον ἑαυτῷ; Ἐκεῖνος γὰρ μεμεθυσμέ-

νος ἦν καλὴν καὶ θείαν ἀπὸ τοῦ Λόγου μέθην. Γένοι-

το δὲ καὶ ἡμᾶς συναριθμηθῆναι μετ' αὐτοῦ ἐν τῇ

βασιλείᾳ τῶν οὐρανῶν ἐν Χριστῷ Ἰησοῦ. Ἀμήν.

{ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝΑΘΑΝΑΣΙΟΥΜαρτυρίαι ἐκ τῆς Γραφῆς, τῆς κατὰ φύσιν κοινωνίας, ἐκ τοῦ ὁμοίως εἶναι τὸν Πατέρα,καὶ τὸν Υἱὸν, καὶ τὸ ἅγιον Πνεῦμα πρὸς θεωρίαν δυσέφικτον, καὶ μίαν ἔχειν ἐνέρ-γειαν.}{Περὶ ἐλευθερίας.} Περὶ Πατρὸς ἀναμφίβολον. Περὶ Υἱοῦ, φωνὴ αὐ-τοῦ τοῦ Υἱοῦ· «Ἐὰν μὴ ὁ Υἱὸς ὑμᾶς ἐλευθερώσῃ,δοῦλοί ἐστε.» Περὶ τοῦ Πνεύματος διὰ Παύλου οὕτωςλέγει· «Ὅταν ἐπιστρέψῃ πρὸς Κύριον, περιαιρεῖ-ται τὸ κάλυμμα. Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν· οὗδὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία.»{Περὶ ζωοποιήσεως.} Λέγει ὁ Σωτήρ· «Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νε-κροὺς καὶ ζωοποιεῖ, οὕτως καὶ ὁ Υἱὸς οὓς θέλει, ζωο-ποιεῖ·» καὶ περὶ τοῦ Πνεύματός φησι· «Τὸ Πνεῦμάἐστι τὸ ζωοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν.» Καὶὁ Ἀπόστολος· «Τὸ γράμμα ἀποκτείνει, τὸ δὲ Πνεῦμαζωοποιεῖ.»{Περὶ χειροτονίας.} Περὶ Πατρὸς Παῦλος λέγει· «Ἔθετο ὁ Θεὸς ἐν τῇἘκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας,τρίτον διδασκάλους·» καὶ τὰ ἑξῆς. Περὶ Υἱοῦ ὁ αὐτὸςἈπόστολος φάσκει· «Ὁ καταβὰς, αὐτός ἐστικαὶ ὁ ἀναβὰς ὑπὲρ ἄνω τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰπάντα. Καὶ αὐτὸς ἔδωκε τοὺς μὲν ἀποστόλους, τοὺς δὲπροφήτας, τοὺς δὲ ποιμένας καὶ διδασκάλους.» ΠερὶΠνεύματος ὁ αὐτὸς μετακαλεῖται ἀπὸ τῆς Μιλήτουτοὺς πρεσβυτέρους, καὶ λέγει αὐτοῖς· «Προσέχετε ἑαυ-τοῖς, καὶ παντὶ τῷ ποιμενίῳ, ἐν ᾧ ὑμᾶς ἔθετο τὸΠνεῦμα τὸ ἅγιον ἐπισκόπους, ποιμαίνειν τὴν Ἐκκλη-σίαν τοῦ Θεοῦ.»{Περὶ νομοθεσίας.} Περὶ Πατρὸς ὁ Δαυῒδ λέγει· «Τοῦ ποιῆσαι τὸ θέ-λημά σου, ὁ Θεός μου, ἐβουλήθην, καὶ τὸν νόμον σουἐν μέσῳ τῆς κοιλίας μου.» Περὶ Υἱοῦ ὁ Παῦλος·«Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπλη-ρώσατε τὸν νόμον τοῦ Χριστοῦ.» Περὶ Πνεύματος ὁ