The Greek Library Author

Anonymous

Testimonia e scriptura (de communi essentia patris et filii et spiritus

Authority group
Athanasius of Alexandria (catalogue association; authorship remains anonymous)
Edition reference
Testimonia e scriptura [Sp.] (de communi essentia patris et filii et spiritus sancti), MPG 28: 29–80.
CTS identifier
urn:cts:greekLit:tlg2035.tlg064.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

28

32

αὐτός· «Ὁ νόμος τοῦ Πνεύματος τῆς ζωῆς ἐν Χρι-

στῷ Ἰησοῦ ἠλευθέρωσέ με.»

{Περὶ κυριότητος.}

Ὁ Δαυῒδ λέγει· «Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου·

Κάθου ἐκ δεξιῶν μου.» Εἰ δὲ ἀντιλέγουσιν οἱ αἱρετι-

κοὶ λέγοντες, ὅτι εἰς τὸν Δαυῒδ ἐκλαμβάνεται τοῦτο,

ἐλέγχει αὐτοὺς τὸ παρὰ τοῦ Σωτῆρος λεγόμενον· «Τί

λέγετε περὶ τοῦ Χριστοῦ; τίνος ἐστὶν υἱός; λέγουσι·

Τοῦ Δαυῒδ.» Ἀποκρίνεται ὁ Σωτήρ· «Πῶς οὖν

Δαυῒδ ἐν Πνεύματι ἁγίῳ Κύριον αὐτὸν καλεῖ;» πάλιν

περὶ τοῦ Πατρός· «Ἄκουε, Ἰσραὴλ, Κύριος ὁ

Θεός σου, Κύριος εἷς ἐστι.» Περὶ δὲ τοῦ Υἱοῦ, λέγει·

«Ὁ δὲ Κύριος ἐκ Σιὼν ἀνακράζεται, καὶ ἐξ οὐρανοῦ

δώσει τὴν φωνὴν αὐτοῦ, καὶ σεισθήσεται ὁ οὐρανὸς

καὶ ἡ γῆ. Ὁ δὲ Κύριος φείσεται τοῦ λαοῦ αὐτοῦ, καὶ

ἐνισχύσει Κύριος τοὺς υἱοὺς Ἰσραήλ. Καὶ ἐπιγνώσε-

σθε, ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν, ὁ κατασκη-

νώσας ἐν Σιὼν, ἐν ὄρει ἁγίῳ.» Ὁ δὲ κατασκηνώσας,

ἤτοι ὁ Υἱὸς, λέγει· «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς

33

ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ,» καὶ τὰ ἑξῆς.

Περὶ δὲ τοῦ Πνεύματος εἰπὼν, ὅτι «Εἶπεν ὁ Κύριος

τῷ Κυρίῳ μου,» ὑποκαταβὰς λέγει· Καὶ Κύριος

ἐκ δεξιῶν σου·« τοῦ οὖν Υἱοῦ πάλιν ἐκ δεξιῶν τὸ

Πνεῦμα.

{Ὅτι ὁ Πατὴρ Κύριον τὸν Υἱὸν καλεῖ, καὶ ὁ

Ἀπόστολος τὸ Πνεῦμα καὶ Κύριον καὶ Θεὸν

λέγει, ὡς καὶ τὸν Υἱόν.}

Λέγει γὰρ οὕτως· »Καὶ ἔσται μετὰ ταῦτα· Ἐκχεῶ

ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφη-

τεύσουσιν οἱ υἱοὶ ὑμῶν, καὶ αἱ θυγατέρες ὑμῶν, καὶ

οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται, καὶ

οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται. Καί γε ἐπὶ τοὺς

δούλους μου, καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις

ἐκείναις, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν

σάρκα, καὶ προφητεύσουσι, καὶ δώσω τέρατα ἐν τῷ

οὐρανῷ ἄνω, καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω, αἷμα, καὶ

πῦρ, καὶ ἀτμίδα καπνοῦ. Ὁ ἥλιος μεταστραφήσεται

εἰς σκότος, καὶ ἡ σελήνη εἰς αἷμα, πρὶν ἐλθεῖν τὴν

ἡμέραν Κυρίου, τὴν μεγάλην καὶ ἐπιφανῆ. Καὶ ἔσται,

πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται.

Πῶς οὖν ἐπικαλέσονται, εἰς ὃν οὐκ ἐπίστευσαν; πῶς

ἀκούσουσι χωρὶς κηρύσσοντος;« Περὶ δὲ τοῦ Πνεύμα-

τος, ὁ αὐτὸς Ἀπόστολος λέγει· »Ἡνίκα δ' ἂν ἐπι-

στρέψῃ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα· ὁ δὲ

Κύριος τὸ Πνεῦμά ἐστι.« Καὶ πάλιν ὁ αὐτός· »Κα-

θάπερ ἀπὸ Κυρίου Πνεύματος·« καὶ αὖθις· »Ὁ δὲ

Κύριος κατευθύνοι ὑμῶν τὰς καρδίας εἰς τὴν

ἀγάπην τοῦ Θεοῦ, καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ·«

ἄρα ὁ Κύριος τὸ Πνεῦμά ἐστι. Καὶ πάλιν· »Ὑμᾶς δὲ

ὁ Κύριος πλεονάσῃ καὶ περισσεύσῃ τῇ ἀγάπῃ τῇ

εἰς ἀλλήλους καὶ εἰς πάντας, καθάπερ ἡμεῖς εἰς ὑμᾶς,

εἰς τὸ στηρίξαι ὑμῶν τὰς καρδίας ἀμέμπτως ἐν ἁγιω-

σύνῃ ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν ἐν τῇ παρ-

ουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάν-

των τῶν ἁγίων αὐτοῦ.« Καὶ ἐνταῦθα ὁ Κύριος ὁ

πλεονάζων καὶ περισσεύων τῇ ἀγάπῃ τῇ εἰς ἀλλήλους,

καὶ στηρίζων τὰς καρδίας ἐν ἁγιωσύνῃ ἔμπροσθεν τοῦ

Θεοῦ ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,

τὸ Πνεῦμά ἐστι. Τὰς οὖν τρεῖς κυριότητας εἰς μίαν

κυριότητα συναγαγὼν, βεβαιοῖ λέγων πρὸς Ἐφεσίους·

»Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα.« Πάλιν τὸ

Πνεῦμα Κύριος λέγεται σαφῶς ἐν τῇ βίβλῳ τῶν Κρι-

τῶν, ὅτε τὰς ἀριστείας ὁ Σαμψὼν ἐποίει, ἐπι-

σημαίνεται ἡ Γραφὴ, καὶ λέγει· »Καὶ Πνεῦμα Κυρίου

ἦλθεν ἐπὶ Σαμψὼν, καὶ ἔλαβεν σιαγόνα ὄνου, καὶ ἀπέκτει-

νε χιλίους·« καὶ πάλιν· »Ἦλθε Πνεῦμα Κυρίου ἐπὶ Σαμ-

ψὼν, καὶ διεσπάραξε τὸν λέοντα, ὡς ἔριφον·« καὶ πά-

λιν· »Ἦλθε Πνεῦμα Κυρίου ἐπὶ Σαμψὼν, καὶ ἐπῆρε

τὴν πόρταν τῆς Γάζης, καὶ ἀνήνεγκεν εἰς τὸ ὄρος.

36

Καὶ πάντη ἐκπορεύεται τὸ Πνεῦμα Κυρίου. Ὅτε δὲ

ἐξυρήθη, τὰ μυστήρια τοῦ Θεοῦ ἀναφάνας τῇ Δαλιδᾷ,

λέγει· «Καὶ ἀπέστη ἀπὸ Σαμψὼν ὁ Κύριος.» Ὥστε οὖν

πεφανέρωται, ὅτι τὸ Πνεῦμα Κύριος· εἰ δὲ Κύριος,

πανταχοῦ καὶ Θεός· «Γνῶτε γὰρ,» φησὶν, «ὅτι

Κύριος αὐτός ἐστιν ὁ Θεός.» Καὶ, «Ὅτε ᾠκοδόμησαν

οἱ υἱοὶ Γὰδ θυσιαστήριον ἐπὶ τοῦ Ἰορδάνου, καὶ ἀπ-

έστειλαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς αὐτοὺς, λέγοντες· Διὰ

τί ἀποστάται γεγόνατε τοῦ Θεοῦ; ἀπεκρίθησαν ἀπολο-

γούμενοι υἱοὶ Ῥουβὶμ τοῖς χιλιάρχοις Ἰσραὴλ, λέ-

γοντες· Ὁ Θεὸς ὁ Θεός ἐστι Κύριος· καὶ Θεὸς Κύριος

αὐτὸς οἶδε,» καὶ τὰ ἑξῆς. Καὶ ἀλλαχοῦ πάλιν ὁ Παῦ-

λος· «Ὁ Θεὸς, ὁ εἰπὼν, ἐκ σκότους φῶς λάμψαι, ὃς

ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν, πρὸς φωτισμὸν τῆς

γνώσεως τῆς δόξης τοῦ Θεοῦ, ἐν προσώπῳ Χριστοῦ.»

Ὁ οὖν Θεὸς, ὁ εἰπὼν, ἐκ σκότους φῶς λάμψαι, τὸ

Πνεῦμά ἐστι. Καὶ πάλιν ὁ αὐτός· «Ὁ δὲ Θεὸς τῆς

ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρο-

νεῖν κατὰ Χριστὸν Ἰησοῦν· ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ

στόματι δοξάζωμεν τὸν Θεὸν, καὶ Πατέρα τοῦ Κυ-

ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Τίς οὖν ἐστιν ὁ Θεὸς

τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως, ὁ διδοὺς ἡμῖν

τὸ αὐτὸ φρονεῖν κατὰ Χριστὸν Ἰησοῦν, ἵνα ὁμοθυμα-

δὸν δοξάζωμεν τὸν Θεὸν, καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν

Ἰησοῦ Χριστοῦ; πάντως τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ πά-

λιν· «Ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις

ἄπιστος, ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων· καὶ οὕτως

τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται· καὶ

οὕτως, πεσὼν ἐπὶ πρόσωπον, προσκυνήσει τῷ Θεῷ,

ἀπαγγέλλων, ὅτι ὄντως ὁ Θεὸς ἐν ὑμῖν ἐστι.» Θεὸν οὖν

εἶπε τὸ Πνεῦμα τὸ ἅγιον, τὸ λαλοῦν ἐν αὐτοῖς. Καὶ

πάλιν· «Οὐκ οἴδατε, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα

τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν;» Ἔδειξεν ὅτι ναὸς Θεοῦ ἐσμεν·

ὅπου δὲ ναὸς, ἐκεῖ Θεός· τὸ δὲ Πνεῦμα οἰκεῖ, ὡς ἐν ἰδίῳ

ναῷ. Φησὶ γάρ· «Οὐκ οἴδατε, ὅτι τὰ σώματα ὑμῶν ναὸς

τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ

Δοξάσατε οὖν τὸν Θεὸν ἐνοικοῦντα ἐν ὑμῖν.» Εἰ

δὲ οὐ δοξάζεις τὸν ἐνοικοῦντα ἐν σοὶ ὡς Θεὸν, ἐγένου ναὸς

εἰδώλων. Λέγει γάρ· «Οὐκ οἴδατε, ὅτι ναὸς Θεοῦ ἐστε,

καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν;» Καὶ ἀλλαχοῦ

λέγει· «Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ

σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπι-

κρασμῷ, κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ

ἐρήμῳ, οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν· ἐδοκίμα-

σάν με, καὶ εἶδον τὰ ἔργα μου τεσσαράκοντα

ἔτη.» Τὸ δὲ Πνεῦμα τὸ ἅγιον λέγεται εἰπεῖν ταῦτα·

φησὶ γὰρ ὁ Ἀπόστολος· «Διὸ καθὼς λέγει τὸ Πνεῦμα

τὸ ἅγιον· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε,»

καὶ τὰ ἑξῆς. Ἄρα οὖν τὸ Πνεῦμα τὸ ἅγιον ἐπείρα-

σεν ὁ Ἰσραὴλ, καὶ ἐδοκίμασεν ἐν τῇ ἐρήμῳ· καὶ εἶ-

δον τὰ ἔργα αὐτοῦ, ἤτοι τὰ θαυμάσια. Ἐν ἄλλῳ δὲ

37

ψαλμῷ λέγει ὁ αὐτός· «Καὶ ἐπείρασαν τὸν Θεὸν ἐν

ἀνύδρῳ.» Ἄρα οὖν ὁ Θεὸς, τὸ ἅγιον Πνεῦμά ἐστι.

Καὶ ἀλλαχοῦ, ὅτε ἀνελαμβάνετο ὁ Ἡλίας, ᾔτει ὁ

Ἐλισσαῖος παρ' αὐτοῦ ἐπ' αὐτὸν τὸ Πνεῦμα γενέ-

σθαι διπλοῦν. Ἐπηγγέλλετο οὖν ὁ Ἡλίας, ἐὰν

ἴδῃ αὐτὸν ἀναλαμβανόμενον. Ἰδὼν οὖν, καὶ λαβὼν

τὴν μηλωτὴν, ἦλθεν ἐπὶ τὸν Ἰορδάνην· καὶ πατά-

ξαντος αὐτοῦ τῇ μηλωτῇ τὸν ποταμὸν, οὐχ ὑπ-

ήκουσε τὸ ὕδωρ. Λέγει οὖν· Ποῦ ὁ Θεὸς ἀφφώ;

Ἀφφὼ δὲ ἑρμηνεύεται ἄμφω, τουτέστι τὸ Πνεῦμα

τὸ διπλοῦν. Ποῦ οὖν ὁ Θεὸς ἀμφὼ, ἀντὶ τοῦ, τὸ

Πνεῦμα διπλοῦν. Καὶ πάλιν λέγει ὁ Σωτήρ· «Ὁ

πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ

ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.»

Ἑρμηνεύων δὲ ὁ εὐαγγελιστὴς τί ἐστι, «ὕδατος

ζῶντος,» ἔφη· «Τοῦτο δὲ ἔλεγε περὶ τοῦ ἁγίου

Πνεύματος, ὁ ἤμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς

αὐτόν.» Εἰ δὲ τὸ ὕδωρ τὸ ζῶν τὸ ἅγιον Πνεῦμά ἐστιν,

ἄρα Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον· λέγει γὰρ ὁ προφήτης·

«Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος· καὶ ὤρυ-

ξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ μὴ δυ-

νήσονται ὕδωρ συνέχειν.» Καὶ ὁ Δαυῒδ· «Ὅτι παρὰ

σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.»

Ὁρᾷς ὅτι ὁ Πατὴρ πηγὴ ἐκλήθη, καὶ ὁ Υἱὸς ὁμοίως,

καὶ τὸ Πνεῦμα τὸ ἅγιον, οὐχ ὅτι τρεῖς εἰσι θεοί·

εἷς γὰρ Θεὸς, καὶ εἷς νόμος, νομοθέτης εἷς, καὶ εἷς

Κύριος. Εἷς γὰρ Θεὸς ἐν τρισὶ προσώποις κηρύττε-

ται Καὶ πῶς, φησὶ, δύναται λέγεσθαι ὁ Πατὴρ Θεὸς,

καὶ ὁ Υἱὸς Θεὸς, καὶ τὸ Πνεῦμα τὸ ἅγιον Θεὸς, καὶ οὐ

τρεῖς εἰσι θεοί; ὅπου κοινὰ τὰ τῆς φύσεως, κοινὸν καὶ

ὄνομα τῆς ἀξίας· οἷον ὁ Θεὸς τὰ εἰς πλήθη διῃ-

ρημένα ἀπὸ μιᾶς φύσεως ἑνὶ ὀνόματι καλεῖ· καὶ ὅτε

ὀργίζεται τοῖς ἀνθρώποις, τὸν πάντα ἄνθρωπον τῇ

ὀργῇ ὑποκείμενον ἕνα ἄνθρωπον καλεῖ· καὶ ὅτε διαλ-

λάσσεται τῷ κόσμῳ, ὡς ἑνὶ ἀνθρώπῳ διαλλάσσεται·

οἷον ἐπάγει κατακλυσμὸν διὰ τὴν ἁμαρτίαν, καὶ λέ-

γει ὁ Θεός· «Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν

τοῖς ἀνθρώποις τούτοις, καὶ ἐξαλείψω τὸν ἄνθρωπον,

ὃν ἐποίησα.» Καίτοι οὐκ ἦν εἷς, ἀλλὰ μυριάδες

ἄπειροι· ἀλλὰ τῷ ὀνόματι τῆς φύσεως τὸν πάντα

ἄνθρωπον ἕνα ἐκάλεσεν ἄνθρωπον διὰ τὸ κοινὸν τῆς

οὐσίας. Καὶ πάλιν λέγει Δαυΐδ· «Τί ἐστιν ἄνθρωπος,

ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέ-

πτῃ αὐτόν;» Οὐχ ὅτι ἕνα ἄνθρωπον ἐσκέψατο· πᾶσαν

γὰρ τὴν οἰκουμένην ἤγειρε. Ἑνὶ δὲ συντόμῳ χρη-

σόμεθα λόγῳ διὰ Μωσέως εἰρημένῳ· Ὅτε ἐξῆλθε

Φαραὼ κατὰ τὴν θάλασσαν, καὶ ὑπέσχε τῷ νόμῳ τῷ

θείῳ τὴν τιμωρίαν, πίπτων μετὰ μυρίων ἁρμά-

40

των ἐν τῇ θαλάσσῃ, καὶ ἦσαν πολλοὶ ἄνθρωποι οἱ

βυθισθέντες μετ' ἐκείνου, καὶ ἵπποι πολλοί· ὁ δὲ

Μωσῆς εἰδὼς, ὅτι πάντων τῶν βυθισθέντων μία ἐστὶν

ἡ φύσις, καὶ περὶ τῶν ἵππων καὶ περὶ τῶν ἀνδρῶν

λέγει· «Ἄ|σωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξα-

σται· ἵππον καὶ ἀναβάτην ἔῤῥιψεν εἰς θάλασσαν·»

τὰ πλήθη τῶν ἵππων ἐκάλεσεν ἵππον ἕνα διὰ τὴν

κοινωνίαν τῆς φύσεως, καὶ τὰ πλήθη τῶν ἀνδρῶν ἐκά-

λεσεν ἕνα ἄνθρωπον· ἵππον γὰρ καὶ ἀναβάτην εἶπε διὰ

τὴν κοινωνίαν τῆς φύσεως. Εἰ οὖν ἐν τοῖς ἀνθρώποις,

ὅπου συγκέχυται τὰ τῆς φύσεως, ὅπου διάφορα τὰ τῆς

μορφῆς, καὶ δυνάμεως, καὶ βουλῆς· οὐ γάρ ἐστιν οὔτε

γνώμη ἴση, οὔτε μορφὴ, οὔτε ἰσχύς· καὶ διάφοροι

γλῶτται· διὸ καὶ ἄνθρωποι μέροπες λέγονται·

ἀλλὰ διὰ τὸ κοινὸν τῆς φύσεως πᾶσα ἡ οἰκουμένη εἷς

ἄνθρωπος ἐκλήθη. Ὅπου δὲ ἀμέριστος ἡ ἀξία, μία

βασιλεία, μία δύναμις, καὶ βουλὴ, καὶ ἐνέργεια, ἰδιά-

ζουσα τὴν Τριάδα ἀπὸ τῆς κτίσεως, ἕνα λέγω Θεόν.

Εἰ δὲ, διὰ τὸ λέγειν Θεὸν, καὶ Θεὸν, καὶ Θεὸν, τρεῖς

λέγω θεούς· καὶ ἐὰν εἴπω Κύριον, καὶ Κύριον, καὶ

Κύριον, τρεῖς λέγω Κυρίους· εἰ τοίνυν ὁ Πατὴρ Κύ-

ριος, καὶ ὁ Υἱὸς Κύριος, καὶ τὸ Πνεῦμα τὸ ἅγιον Κύ-

ριος, πῶς σὺ, ὦ Ἀπόστολε, ὁ νομοθέτης τῆς ἀλη-

θείας, ὁ συνήγορος τῆς εὐσεβείας, Ἐφεσίοις ἐβόας

λέγων· «Εἶς Κύριος, μία πίστις, ἓν βάπτισμα;»

Εἷς Κύριος κατὰ τὸν ἁγιασμὸν τῶν σεραφίμ· καὶ

γὰρ ἐκεῖνα ἐβόα, «Ἅγιος, ἅγιος, ἅγιος Κύριος.»

Εἰ δὲ φιλονεικοῦσιν οἱ αἱρετικοὶ, καὶ λέγουσιν, ὅτι

ἄλλη κυριότης τοῦ Πατρὸς, ἄλλη τοῦ Υἱοῦ, θαυμάζω,

πῶς ἀνέχονται δουλεύειν δυσὶ κυρίοις· τοῦ γὰρ Κυ-

ρίου ἐστὶ φωνὴ, «Οὐδεὶς δύναται δυσὶ κυρίοις δου-

λεύειν.» Εἰ ἄλλη κυριότης Πατρὸς, καὶ ἄλλη κυριό-

της Υἱοῦ, καὶ μερίζεις τὴν ἐξουσίαν, πῶς λατρεύεις

τῇ βασιλείᾳ; Οὐ δύναται λατρευθῆναι δύο ἀξιώματα

κατὰ τὸ αὐτοῦ, ἐὰν μὴ ὁμότιμα ᾖ. Οὐδεὶς προσκυνεῖ

βασιλέα καὶ ἄρχοντα· ὅπου γὰρ ὁμότιμος ἡ ἀξία, ὁμό-

τιμος καὶ ἡ προσκύνησις. Ἐν τῷ ἴσῳ ἀξιώματι οὐκ

ἔστι μάχη. Τὸ ἄνισον ἐγείρει τὴν μάχην· τὸ δὲ ἴσον

βραβεύει τὴν εἰρήνην. Οὐ συνεχώρησέ σοι ὁ Χριστὸς

μερίσαι τὴν τιμὴν, εἰπών· «Τοῦτό ἐστι τὸ θέλημα

τοῦ Πατρός μου, ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς

τιμῶσι τὸν Πατέρα.» Τίμα Πατέρα, ἵνα τιμήσῃς

Υἱόν· μᾶλλον δὲ τίμα Υἱὸν, ἵνα τιμήσῃς Πατέρα.

Ἰδιοποιεῖται τοῦ Υἱοῦ τὴν ὕβριν ὁ Θεός· λέγει γὰρ

ὁ Σωτήρ· «Ὁ ἐμὲ μισῶν καὶ τὸν Πατέρα μου μι-

σεῖ.» Μὴ νομίσωσιν αἱρετικοὶ, ὅτι τῷ Θεῷ χαρίσον-

ται μείζονα αὐτὸν λέγοντες τοῦ Υἱοῦ αὐτοῦ. Οὐ δέ-

χεται τιμὴν τὴν εἰς ἑαυτὸν ὁ Πατὴρ, τοῦ Υἱοῦ αὐτοῦ

ὑβριζομένου. Καὶ βλέπε πραγμάτων ἀπόδειξιν ἐναρ-

γῆ ἐκ τῆς παλαιᾶς Γραφῆς. Οἱ φίλοι τοῦ Ἰὼβ, οἱ

ἐλθόντες εἰς παραμυθίαν, ἐνεκάλουν αὐτῷ, ὡς φθεγ-

41

γομένῳ τολμηρὰ, καὶ ἐδικαίουν τὸν Θεόν. Ὁ Ἰὼβ

ἔλεγε τῷ Θεῷ· «Τίς δώσει κριτὴν ἀνὰ μέσον ἐμοῦ

καὶ σοῦ, ἵνα ἴδω πόσαι εἰσὶν αἱ ἁμαρτίαι μου, ὅτι

οὕτως με ἔκρινας;» Οἱ φίλοι τοῦ Ἰὼβ ἐδικαίωσαν τὸν

Θεὸν, καίτοιγε ἀγνοουμένης τῆς ὑποθέσεως· καὶ τὸν

μὲν δίκαιον μᾶλλον κατέκριναν ὡς ἁμαρτήσαντα·

τὸν δὲ Θεὸν, ὡς δικαίως ἐπάγοντα, ἐπῄνεσαν· καὶ

λέγουσι τῷ Ἰώβ· «Μεγάλως ἐλάλησας, ὑπερβαλλόν-

τως ἐτόλμησας, σὺ κατὰ τοῦ ἱκανοῦ λαλήσας·»

καὶ, «Ὁ Θεὸς μὴ ταράττει τὸ δίκαιον.» Καὶ πάλιν λέ-

γει ὁ φίλος αὐτοῦ· «Κατὰ τὰς ἁμαρτίας σου ἐπή-

γαγέ σοι. Εἰ δὲ μὴ πολλαί σου ἦσαν αἱ ἁμαρτίαι,

οὐκ ἂν ἐμάστιξέ σε.» Καὶ ἐδόκουν τῷ Θεῷ συνηγο-

ρεῖν, τὸν δὲ δίκαιον κατακρίνειν· ἆρα ὁ Θεὸς

ἐδέξατο τοὺς ὑπὲρ αὐτοῦ λέγοντας παρὰ τὸ δίκαιον;

Ἆρα ἐδέξατο τὴν ὑπὲρ αὐτοῦ συνηγορίαν, καὶ ἠτί-

μασε τὸν δίκαιον; Οὐδαμῶς. Οὐκοῦν οὐ δέχεται τὴν

εἰς ἑαυτὸν τιμὴν, ἀτιμαζομένου τοῦ Υἱοῦ. Ἴδωμεν

δὲ τί λέγει τοῖς φίλοις τοῦ Ἰώβ· «Διὰ τί οὐκ ἐλαλήσατε

ὀρθὰ περὶ τοῦ θεράποντός μου;» Εἰ οὖν τοὺς κατὰ

τοῦ θεράποντος αὐτοῦ ὀρθὰ μὴ λέγοντας ἀποσείεται,

τοὺς κατὰ τοῦ Μονογενοῦς ἀκονῶντας τὴν γλῶτ-

ταν δέχεται; Οὐδαμῶς. Ἀπαραίτητος τοίνυν δίκη

τοῖς βλασφημοῦσι τὸ Πνεῦμα τὸ ἅγιον· ἄκουε γὰρ τί

φησιν ὁ Σωτήρ· «Πᾶσα βλασφημία ἀφεθήσεται· ἡ

δὲ εἰς τὸ Πνεῦμα τὸ ἅγιον βλασφημία οὐκ ἀφεθή-

σεται.»

28

41

{Ὅτι ἡ Τριὰς ἀποστέλλει ἀποστόλους.}

Περὶ τοῦ Πατρὸς λέγει· «Ἐν γὰρ τῷ ὄρει Σιὼν,

ἥξει ὁ εὐαγγελιζόμενος, καὶ οἱ εὐαγγελιζόμενοι, οὓς

ὁ Κύριος προσκέκληται.» Περὶ τοῦ Υἱοῦ· «Ἰδοὺ

ἀποστέλλω ὑμᾶς, ὡς πρόβατα, ἐν μέσῳ λύκων.» Περὶ

τοῦ Πνεύματος ἐν ταῖς Πράξεσι λέγει· «Οἱ μὲν οὖν

ἀποσταλέντες ὑπὸ τοῦ ἁγίου Πνεύματος ἦλθον εἰς

Σελεύκειαν.» Εἰ τοίνυν Θεοῦ τὸ προσκαλεῖσθαι, διὰ τί

τὸ Πνεῦμα διὰ τῶν προφητῶν λέγει· «Τάδε λέγει Κύ-

ριος;» Καὶ πάλιν τὸ Πνεῦμα τοῖς ἐν Ἀντιοχείᾳ ἁγίοις·

«Ἀφορίσατε δή μοι τὸν Παῦλον καὶ Βαρνάβαν

εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς;» Μάθε οὖν

τὴν δύναμιν τῆς Τριάδος. Ὁ Πατὴρ νομοθετεῖ· ὁ

Υἱὸς κελεύει· τὸ Πνεῦμα αὐθεντεῖ. Ἄκουε λέγοντος

τοῦ Θεοῦ· «Εὐαγγελιζόμενοι ἥξουσιν, οὓς ὁ Κύριος

προσκέκληται.»

28

41

{Ὅτι ἡ ἁγία Τριὰς δείκνυται καθῆσθαι ἐπὶ

θρόνου ὑψηλοῦ.}

Φησὶν ὁ Ἡσαΐας· «Εἶδον τὸν Κύριον Σαβαὼθ καθ-

ήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ τὰ

σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ,» καὶ τὰ ἑξῆς.

Ἀνάγκη, ὅτι ὁ Πατὴρ ὑπολαμβάνεται πρὸ πάν-

των. Εἶθ' ὑποκαταβὰς λέγει· «Καὶ ἤκουσα τῆς φω-

νῆς Κυρίου, λέγοντος· Τίνα ἀποστελῶ; καὶ τίς πο-

44

ρεύσεται πρὸς τὸν λαὸν τοῦτον; Καὶ εἶπα· Ἰδοὺ

ἐγὼ, ἀπόστειλόν με. Καὶ εἶπέ μοι· Πορεύθητι πρὸς

τὸν λαὸν τοῦτον, καὶ εἰπὲ αὐτῷ· Ἀκοῇ ἀκούσητε, καὶ

οὐ μὴ συνῆτε· καὶ βλέποντες βλέψητε, καὶ οὐ μὴ

ἴδητε· ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου,» καὶ

τὰ ἑξῆς. Ὁ δὲ Ἰωάννης εἰς τὸν Υἱὸν ἐκλαμβάνει

ταῦτα· λέγει γάρ· «Τοσαῦτα δὲ αὐτοῦ σημεῖα πε-

ποιηκότος ἔμπροσθεν αὐτῶν, οὐκ ἐπίστευσαν εἰς

αὐτὸν, ἵνα ὁ λόγος Ἡσαΐου τοῦ προφήτου πληρωθῇ,

ὃν εἶπε· »Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ

ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη; Ταῦτα δὲ εἶπεν

Ἡσαΐας, ὅτε εἶδε τὴν δόξαν αὐτοῦ.« Περὶ τοῦ Πνεύ-

ματος δὲ ὁ Παῦλος διαλεγόμενος τοῖς ἐν Ῥώμῃ Ἰου-

δαίοις, εἶπε· »Καλῶς εἶπε τὸ Πνεῦμα τὸ ἅγιον διὰ

Ἡσαΐου τοῦ προφήτου· ἀκοῇ ἀκούσητε, καὶ οὐ μὴ

συνῆτε· καὶ βλέποντες βλέψητε, καὶ οὐ μὴ ἴδητε,«

καὶ τὰ ἑξῆς.

{Περὶ τοῦ καθῆσθαι τὸ Πνεῦμα.}

Ἐκ τῆς βίβλου Μωσέως οὐ μόνον καθήμενον,

ἀλλὰ καὶ συγκαθήμενον τὸ Πνεῦμα τὸ ἅγιον Πατρὶ

καὶ Υἱῷ δείκνυται. Ἐκ τῆς οὖν πρεπούσης ἱστορίας.

Ὥρμημαι δὲ ἐπὶ Ἀβραάμ· »Ὤφθη ὁ Θεὸς τῷ

Ἀβραὰμ, καὶ ἰδοὺ ἄνδρες τρεῖς, οὓς καὶ ἐξένισεν ὑπὸ

τὴν δρῦν, οἳ ἐξανέστησαν, ἐπιβλέψαντες ἐπὶ πρόσω-

πον Σοδόμων.« Τὸ δὲ, »ἐξανέστησαν,« καθισάντων

ἐστὶ σημασία. Εἰπὲ οὖν, ἐπὶ τῆς τραπέζης οἱ τρεῖς

ἐκάθισαν, ἢ οὔ; Φησὶν, Ἐκάθισαν. Τὸ οὖν καθῆσθαι

ἐπὶ τὸ αὐτὸ συγκαθίσαι ἐστίν. Ἐν δὲ τῷ Δανιὴλ, Σω-

σάννης ἀπαγομένης θανατωθῆναι, λέγει ἡ Γραφή·

»Ἐξήγειρεν ὁ Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον παιδαρίου,

ᾧ ὄνομα Δανιήλ.« Ἡ οὖν »ἐξεγέρσεως« φωνὴ οὐκ

ἐπὶ ἑστῶτος λαμβάνεται, ἀλλ' ἐπὶ καθημένου ἢ κοι-

μωμένου· ὡς καὶ ἐν τῷ ψαλμῷ λέγει· »Ἐξη-

γέρθη ὡς ὁ ὑπνῶν Κύριος, ὡς δυνατὸς καὶ κε-

κραιπαληκὼς ἐξ οἴνου·« καὶ τὸ, »Ἐξηγέρθη Κύ-

ριος ἐκ νεφελῶν ἁγίων αὐτοῦ.« Καὶ ἄλλης ἱστορίας

μνημονεύσω τοῦ Πατρὸς τοῦ Κυρίου, πρὸς τὸν Ἰωάν-

νην λέγοντος· »Ἐφ' ὃν ἂν ἴδῃς τὸ Πνεῦμα κατα-

βαῖνον, καὶ μένον ἐπ' αὐτόν.« Ὁ Κύριος εἶπεν·

»Εἰ καὶ ὁ Πατὴρ, ὁ μένων ἐν ἐμοὶ, αὐτὸς ποιεῖ

τὰ ἔργα.« Εἰπὲ οὖν κατὰ τὰς μαρτυρίας, ὁ Πατὴρ

καὶ τὸ Πνεῦμα μένουσιν ἐν τῷ Υἱῷ, ἢ οὔ; Φησὶ,

Μένουσιν. Οἱ οὖν ἐν τῷ Υἱῷ μένοντες, ὁ Πατὴρ καὶ

τὸ Πνεῦμα, τοῦ Υἱοῦ καθίσαντος, ἀνάγκη πᾶσα συγ-

καθῆσθαι αὐτῷ καὶ οἱ μένοντες ἐν αὐτῷ· ὡς οὖν κά-

θηται, καὶ συγκάθηνται. Εἰ οὖν αὕτη ἐστὶν ἱστορία

ἐπὶ Ἀβραὰμ καὶ Λὼτ, καὶ ἐν ταῖς Πράξεσι τῶν

ἀποστόλων γέγραπται· »Καὶ ἐκάθισεν ἐφ' ἕνα ἕκα-

στον αὐτῶν τὸ Πνεῦμα τὸ ἅγιον·« ὡς καὶ ἐν τῷ

ψαλμῷ λέγει· »Ὁ καθήμενος ἐπὶ χερουβίμ·« τῷ

45

μὲν Υἱῷ ἴσμεν ἀφωρισμένην δίαιταν ἐκ δεξιῶν τοῦ

Πατρὸς ἰδιάζουσαν. Τῶν γοῦν τριῶν καθισάντων

ἐπὶ τοῦ Ἀβραὰμ, δῆλον ὅτι ἐξ εὐωνύμων ἐκάθισε τὸ

Πνεῦμα τὸ ἅγιον· αὕτη γὰρ αὐτῷ ἀφωρισμένη δίαιτα.

Ὥσπερ οὖν πρὸς τὸν ἑαυτοῦ Υἱὸν εἶπε· »Κάθου ἐκ

δεξιῶν μου·« ἐκ δὲ τοῦ καθίσαι ἐκ δεξιῶν τὸν Υἱὸν

ἔστιν ἐπινοῆσαι, ὅτι κατ' ἐπιτροπὴν εἶπε καὶ τῷ ἑαυ-

τοῦ Πνεύματι, Κάθου ἐξ εὐωνύμων μου. Τοῦ δὲ κα-

θημένου ἡ προσηγορία ἀξιώματός ἐστι σημασία· ὁ

γὰρ καθήμενος ἐμπερίγραφός ἐστιν, ἐν ᾧ κάθηται

τόπῳ. Ὁ δὲ Θεὸς ἡμῶν ἀπερίγραφός ἐστι φύσει·

περιγράφεσθαι δὲ δοκεῖ μετενσωματούμενος· οὐ γὰρ

ἀνθρωπίζει ἡ Γραφὴ τὸν Θεόν· ἀλλ' ἐκ τοῦ καθ'

ἡμᾶς διαλέγεται, ἵνα τὰ ὑπὲρ ἡμᾶς ἐμφάνῃ

πράγματα ἐν τοίᾳ φύσει. Ὅτι δὲ ἐν τῷ ἑκατοστῷ ἐν-

νάτῳ ψαλμῷ φησιν· »Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου·

Κάθου ἐκ δεξιῶν μου·« καὶ καθισάντων αὐτῶν, λέγει

ἡ Γραφὴ πρὸς αὐτὸν τὸν Χριστόν· »Ὤμοσε Κύ-

ριος, καὶ οὐ μεταμεληθήσεται· σὺ ἱερεὺς εἰς τὸν

αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ·« καὶ, »Κύριος

ἐκ δεξιῶν σου·« δῆλον οὖν ὅτι τὸ Πνεῦμα ἐκ δε-

ξιῶν ἐστι

{Ὅτι ἡ Τριὰς ἤγειρε τὸν Χριστὸν κατὰ τὴν

σάρκα ἐκ νεκρῶν.}

Περὶ Πατρὸς οὕτως λέγει· »Ὁ δὲ Θεὸς, καὶ τὸν

Κύριον ἤγειρε, καὶ ἡμᾶς ἐγερεῖ διὰ τῆς δυνάμεως

αὐτοῦ.« Περὶ Υἱοῦ· »Λύσατε τὸν ναὸν τοῦτον, καὶ

ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Αὐτὸς δὲ ἔλεγε περὶ

τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ.« Περὶ δὲ τοῦ Πνεύμα-

τος· »Εἰ δὲ τὸ Πνεῦμα, τὸ ἐγεῖραν Ἰησοῦν ἐκ

νεκρῶν, οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας τὸν Χριστὸν ἐκ νε-

κρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ

τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν.«

{Ὅτι ἡ Τριὰς ὑφ' ἑαυτῆς δοξάζεται.}

Ὁ Υἱὸς δοξάζει τὸν Πατέρα· λέγει γάρ· »Ἐδό-

ξασά σου τὸ ὄνομα ἐπὶ τῆς γῆς·« ὁ Πατὴρ τῷ Υἱῷ

λέγει ἐν τῷ Εὐαγγελίῳ· »Καὶ ἐδόξασα, καὶ πάλιν

δοξάσω.« Ὅτι δεδόξασται Υἱὸς παρὰ τοῦ Πατρὸς,

καὶ Πατὴρ παρὰ τοῦ Υἱοῦ, λέγει ἐν τῷ Εὐαγγε-

λίῳ· »Πάτερ, δόξασόν σου τὸν Υἱὸν, ἵνα καὶ ὁ Υἱός

σου δοξάσῃ σε.« Τὸ Πνεῦμα τὸν Υἱὸν δοξάζει· λέγει

γὰρ περὶ τοῦ Παρακλήτου· »Ἐκεῖνος ἐμὲ δοξάσει,

ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν.« Ὁ

Υἱὸς τὸ Πνεῦμα δοξάζει, λέγων· »Πᾶσα ἁμαρτία

ἀφεθήσεται· ἡ δὲ εἰς τὸ Πνεῦμα τὸ ἅγιον βλασφημία

οὐκ ἀφεθήσεται,« διὰ τῆς πρὸς Πατέρα καὶ Υἱὸν κοι-

νωνίας· καὶ ἐν τούτῳ, »ὅτι οὐδεὶς δύναται εἰπεῖν

Κύριον Ἰησοῦν εἰ μὴ ἐν Πνεύματι ἁγίῳ.«

{Περὶ δοξολογίας Πνεύματος ἁγίου.}

»Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ

48

Ὑψίστῳ τὰς εὐχάς σου, καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ

θλίψεώς σου· καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με.« Τὸ

Πνεῦμα οὖν ἐστι, τὸ εἰπόν· »Ἐξελοῦμαί σε,

καὶ δοξάσεις με.« Δῆλον ὅτι, αὐτὸ γὰρ εἶπε,

»Θῦσον τῷ Θεῷ.«

{Ὅτι πάρεστι πάντη ἡ Τριάς. —Περὶ Πατρός.}

»Τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει Κύ-

ριος.«

28

48

{Περὶ Υἱοῦ.}

»Ὁ ἀναβὰς, αὐτός ἐστι καὶ ὁ καταβὰς εἰς τὰ κα-

τώτερα μέρη τῆς γῆς, ἵνα πληρώσῃ τὰ πάντα.«

{Περὶ Πνεύματος.}

»Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου, καὶ ἀπὸ

τοῦ προσώπου σου ποῦ φύγω; Ἐὰν ἀναβῶ εἰς τὸν

οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει.«

Ἄλλο· »Ὑμεῖς δὲ γινώσκετε αὐτὸν, καὶ παρ' ὑμῖν

μένει.« Καὶ ὁ Ἡσαΐας· »Ὁ στερεώσας τὸν οὐρανὸν

καὶ τὴν γῆν, καὶ διδοὺς πνοὴν τῷ λαῷ, τῷ ἐπ' αὐ-

τῆς, ἢ καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν·« καὶ,

»Πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην« καὶ,

»Πνεῦμά μου ἕστηκεν ἐν μέσῳ ὑμῶν.« Ὁρᾷς πῶς

τὸ Πνεῦμα προτάττεται τοῦ Πατρός;

{Ὅτι οὐδεὶς γινώσκει τὴν Τριάδα.}

Λέγει ὁ Σωτήρ· »Πάτερ ἅγιε, κόσμος σε οὐκ

ἔγνω· ἐγὼ δέ σε ἔγνων.« Περὶ τοῦ Υἱοῦ ἐν τῷ Εὐαγ-

γελίῳ·» Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγέ-

νετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.« Περὶ τοῦ

Πνεύματος· »Ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ

γινώσκει αὐτό.«

{Ὅτι καὶ ἐν τῇ Παλαιᾷ ἡ Τριὰς τὴν ἐνέργειαν

τὴν ἰδίαν ἐνδείκνυται.}

»Λάβε,« φησὶ, »τὸ αἷμα τῆς τελειώσεως, καὶ

ἐπίθες ἐπὶ τοὺς ἱερεῖς, ἐπὶ τὸ ἄκρον τοῦ ὠτὸς τοῦ

δεξιοῦ, καὶ ἐπὶ τὸ ἄκρον τοῦ ποδὸς τοῦ δεξιοῦ, καὶ

ἐπὶ τὸ ἄκρον τῆς χειρὸς τῆς δεξιᾶς.« Καὶ βλέπε τὴν

κεφαλὴν τοῦ λαοῦ τρίτον σφραγιζομένην, κατὰ τὸν

τύπον τῶν Σεραφὶμ τῶν λεγόντων· »Ἅγιος, ἅγιος,

ἅγιος Κύριος Σαβαώθ·« καὶ κατὰ τὸν τύπον τῆς

σινδόνος, τῆς φανείσης Πέτρῳ ἐν Ἰόππῃ, ἐκ τοῦ οὐ-

ρανοῦ χαλασθείσης, διὰ τὸ τρίτον χαλασθῆναι. Καὶ

ὅτε ὁ Θεὸς εἶπε τῷ Μωσεῖ εἰπεῖν Ἀαρὼν καὶ τοῖς

υἱοῖς αὐτοῦ, λέγων· »Οὕτως εὐλογήσετε τοὺς

υἱοὺς Ἰσραὴλ, λέγοντες αὐτοῖς· Καὶ ἐπιθήσουσι τὸ

ὄνομά μου ἐπὶ τοὺς υἱοὺς Ἰσραὴλ, καὶ ἐγὼ Κύριος

εὐλογήσω αὐτούς. Εὐλογήσει σε Κύριος, καὶ φυλάξει

σε· ἐπιφανεῖ τὸ πρόσωπον αὐτοῦ ἐπὶ σὲ, καὶ ἐλεήσει

σε. Ἐπάρῃ Κύριος τὸ πρόσωπον αὐτοῦ ἐπὶ σὲ, καὶ

δῴη σοι εἰρήνην.« Καὶ ἐν τῇ Νέᾳ ὁμοίως περὶ Πα-

τρὸς ὁ Παῦλος· »Ὁ δὲ Θεός ἐστιν ὁ ἐνεργῶν τὰ πάντα

ἐν πᾶσι.« Περὶ τοῦ Υἱοῦ ὁ αὐτός· »Ἀλλὰ πάντα

49

καὶ ἐν πᾶσι Χριστός.« Περὶ τοῦ ἁγίου Πνεύματος·

»Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα,

διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.«

{Ὅτι ἡ Τριὰς παρακαλεῖ· Παράκλητος γὰρ διὰ

τὸ παρακαλεῖν καὶ σώζειν λέγεται, ὡς Θεὸς καὶ

Σωτήρ.}

Περὶ τοῦ Πατρὸς ὁ Παῦλος λέγει· »Ὑπὲρ Χριστοῦ

πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν.«

Καὶ ὁ Ἡσαΐας πρὸς τὴν Ἱερουσαλήμ· »Παρακαλεῖ

σε ὁ ὀνομάσας σε.« Παρακαλεῖ ὁ Υἱός· ὡς ἔλεγε·

»Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με·

εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, παρακαλέσαι

πάντας τοὺς πενθοῦντας.« Ἰωάννης ἐν τῇ Ἐπιστολῇ·

»Ἐάν τις ἁμάρτῃ, ἔχομεν Παράκλητον πρὸς τὸν Πα-

τέρα, Ἰησοῦν Χριστὸν δίκαιον, καὶ αὐτός ἐστιν ἱλασμὸς

περὶ ἁμαρτιῶν ἡμῶν.« Περὶ τοῦ Πνεύματος ὁ

Σωτὴρ πρὸς τοὺς ἑαυτοῦ μαθητάς· »Ἐὰν ἀγαπᾶτέ με,

τὰς ἐντολάς μου τηρήσατε. Κἀγὼ ἀναβαίνω πρὸς

τὸν Πατέρα μου· καὶ παρακαλέσω αὐτόν· καὶ ἄλλον

Παράκλητον πέμψει ὑμῖν, τὸ Πνεῦμα τῆς ἀληθείας.

{Περὶ τῆς Τριάδος.}

«Μέγας ὁ Κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ·»

(ἰσχὺν λέγει τὸν Υἱόν· ἰσχὺς δὲ δύναμίς ἐστι· «Χριστὸς

γὰρ Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία·») καὶ τῆς συν-

έσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμὸς,« τουτέστι τοῦ Πνεύ-

ματος· ὡς ἔλεγεν ὁ Σωτήρ· »Ἰδοὺ δίδωμι ὑμῖν

Πνεῦμα σοφίας καὶ συνέσεως·« καὶ πάλιν· »Τῷ

Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ

Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐ-

τῶν·« καὶ πάλιν· »Εὐλογήσει ὑμᾶς ὁ Θεὸς,

ὁ Θεὸς ἡμῶν· εὐλογήσει ὑμᾶς ὁ Θεός.«

{Ὅτι τὸ Πνεῦμα ποτὲ ἡ Γραφὴ τοῦ Πατρὸς

καλεῖ, ποτὲ τοῦ Υἱοῦ· ποτὲ καθ' ἑαυτὸ

αὐτὸ ὀνομάζει· οὐ γὰρ ἐν συγχύσει, ἀλλ' ἀδιαι-

ρέτως κηρύσσεται.}

Περὶ Πατρός· »Ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου

ἐλάβομεν, ἀλλὰ τὸ Πνεῦμα τοῦ Θεοῦ.« Καὶ πά-

λιν· »Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ' ἐν πνεύματι,

εἴπερ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν.« Περὶ Υἱοῦ·

»Ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ

εἰς τὰς καρδίας ἡμῶν, κράζον, Ἀββᾶ ὁ Πατήρ.«

Καὶ πάλιν· »Ὃς Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος

οὐκ ἔστιν αὐτοῦ.« Περὶ τοῦ Πνεύματος ὁ Υἱὸς ἔλεγε·

»Μὴ μεριμνήσητε, τί, ἢ πῶς λαλήσετε· δοθήσεται

γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσετε· οὐ γὰρ

ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πα-

τρός μου, τὸ λαλοῦν ἐν ὑμῖν.« Περὶ Πνεύματος·

»Διῆλθον δὲ τὴν Φρυγίαν καὶ τὴν Γαλατικὴν χώραν,

κωλυθέντες ὑπὸ τοῦ ἁγίου Πνεύματος, τὸν Λόγον τοῦ

Θεοῦ λαλῆσαι ἐν τῇ Ἀσίᾳ. Ἐλθόντες δὲ κατὰ τὴν

52

Μυσίαν, ἐπειρῶντο εἰς τὴν Βιθυνίαν πορευθῆναι,

καὶ οὐκ εἴασεν αὐτοὺς τὸ Πνεῦμα Ἰησοῦ.« Περὶ τοῦ

Πνεύματος· »Μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ ἅγιον, ἐν

ᾧ ἐσφραγίσθητε.« Λέγουσιν οἱ αἱρετικοὶ κατὰ τάξιν

καὶ ὑπαρίθμησιν ἑστάναι τὴν θεότητα. Ἐροῦμεν,

ὅτι γέγραπται· »Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός·

ὁ δεύτερος ἄνθρωπος ἐξ οὐρανοῦ ὁ ἐπουράνιος.« Καὶ

πάλιν· »Πρῶτόν φησι τὸ ψυχικὸν, εἶτα τὸ πνευματι-

κόν.« Εἰ τοίνυν τῷ πρώτῳ ὑπαριθμεῖται τὸ δεύτερον,

τὸ δὲ ὑπαριθμούμενον ἀτιμότερόν ἐστι τοῦ πρὸς ὃ

ἔχει τὴν ὑπαρίθμησιν· ἀτιμότερος καθ' ὑμᾶς τοῦ

ψυχικοῦ ὁ πνευματικὸς, καὶ τοῦ χοϊκοῦ ὁ ἐπουράνιος.

Ἄλλο· Οὐδεὶς ἀγνοεῖ, ὅτι Θεὸν Ἀβραὰμ, καὶ Θεὸν

Ἰσαὰκ, καὶ Θεὸν Ἰακὼβ, καλεῖ ἡ Γραφή. Ἄλλο· Διὰ

τοὺς τρίτῳ τόπῳ τάσσοντας τὸ Πνεῦμα τὸ ἅγιον.

Ἀντιστρέφει αὐτοῖς ἐν τῇ Παλαιᾷ Διαθήκῃ, καὶ λέγει

(ὅτε ἐν Βαβυλῶνι ἐξώριστο ὁ λαὸς), οὕτως λέγει·

»Καὶ μνησθήσομαι τῆς διαθήκης μου τῆς πρὸς Ἰα-

κὼβ, καὶ τῆς διαθήκης μου τῆς πρὸς Ἰσαὰκ, καὶ

τῆς διαθήκης μου τῆς πρὸς Ἀβραάμ.« Ἄλλο· »Διαι-

ρέσεις δὲ χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ

διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς Κύριος·

καὶ διαιρέσεις ἐνεργημάτων εἰσὶν, ὁ δὲ αὐτὸς Θεὸς,

ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι.« Καὶ ἄλλο· »Ποῦ

πορευθῶ ἀπὸ τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσ-

ώπου σου ποῦ φύγω;«

{Ὅτι προτάττεται τοῦ Πατρὸς ὁ Υἱός.}

Λέγει ὁ Σωτήρ· »Ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα,

καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν.« Ἄλλο· »Ἐγὼ καὶ

ὁ Πατὴρ ἕν ἐσμεν.« Καὶ πάλιν ὁ Ἀπόστολος· »Ἡ

χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη

τοῦ Θεοῦ, καὶ κοινωνία τοῦ ἁγίου Πνεύματος,

μετὰ πάντων ὑμῶν.«

{Πρὸς τοὺς λέγοντας τὸ, ἐξ οὗ, καὶ δι' οὗ, δια-

φέρειν, καὶ διδόντας τὸ μὲν, ἐξ οὗ, τῷ Πατρὶ,

τὸ δὲ, δι' οὗ, τῷ, ὡς ἔλαττον.}

Εὑρίσκομεν δὲ ἐκ τῶν Γραφῶν, ὅτι καὶ ἐπὶ τοῦ

Πατρὸς λέγεται τὸ, »δι' οὗ,« καὶ ἐπὶ τοῦ Υἱοῦ, τὸ,

»ἐξ οὗ,« καὶ ἐπὶ Πνεύματος ὁμοίως. Περὶ τοῦ

Πατρὸς ὁ Ἀπόστολος λέγει· »Πιστὸς ὁ Θεὸς, δι' οὗ

ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ.« Ἄλλο·

»Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος

Θεοῦ·« καὶ πάλιν· »Ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλ'

υἱός· εἰ δὲ υἱὸς, καὶ κληρονόμος διὰ Θεοῦ.« Καὶ τὸ,

»Ὥσπερ ἠγέρθη Χριστὸς διὰ τῆς δόξης τοῦ Πα-

τρός.« Καὶ πάλιν, ὅτε ἐγεννήθη Κάϊν, Εὔα εἰρή-

κει· »Ἐκτησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ.« Καὶ

πάλιν τῷ Ἰωσὴφ εἰς τὴν φυλακὴν οὐχὶ διὰ τοῦ Θεοῦ

53

ἡ διασάφησις δίδοται; Περὶ τοῦ Υἱοῦ ἐκ τῆς προφη-

τείας Ἡσαΐου Παῦλος εἶπεν· »Ὅτι ἐξ αὐτοῦ, καὶ

δι' αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα.« Εἰ δὲ ἀντιλέγει

ὁ αἱρετικὸς τῷ Πατρὶ τῷ Θεῷ λελέχθαι τὴν, »δι'

οὗ,« φωνὴν, πρέπειν δώσει καὶ τὴν ἴσην ἀξίαν

τῷ Υἱῷ· καὶ πάλιν Ἐφεσίοις ὁ Ἀπόστολος· »Ἀλη-

θεύοντες δὲ ἐν ἀγάπῃ, αὐξήσωμεν εἰς αὐτὸν τὰ

πάντα, ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον,«

καὶ τὰ ἑξῆς. Καὶ πρὸς Κολοσσαεῖς πρὸς τοὺς οὐκ

ἔχοντας τὴν γνῶσιν τοῦ Μονογενοῦς εἴρηται· »Ὅτι

ὁ κρατῶν τὴν κεφαλὴν,« τουτέστι τὸν Χριστὸν, »ἐξ οὗ

πᾶν τὸ σῶμα διὰ τῶν ἁφῶν, καὶ τῶν συνδέσμων,«

καὶ τὰ ἑξῆς· καὶ τὸ, »Ἐκ τοῦ πληρώματος αὐτοῦ

ἡμεῖς πάντες ἐλάβομεν.« Καὶ αὐτὸς ὁ Κύριος λέγει·

»Ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν.«

Καὶ πάλιν λέγει· »Ἔγνων δύναμιν ἐξελθοῦσαν ἐξ

ἐμοῦ.« Περὶ τοῦ Πνεύματος· »Ὁ σπείρων εἰς τὸ

Πνεῦμα ἐκ τοῦ Πνεύματος θερίσει ζωὴν αἰώνιον.«

Καὶ ὁ Ἰωάννης φησίν· »Ἐν τούτῳ γινώσκομεν, ὅτι

ἐν ἡμῖν ἐστιν ὁ Θεὸς, ἐκ τοῦ Πνεύματος αὐτοῦ, οὗ

ἔδωκεν ἡμῖν.« Καὶ ὁ ἄγγελος λέγει· »Τὸ γὰρ ἐν

αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν ἁγίου.« Ὁ Κύ-

ριός φησι· »Τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος

πνεῦμά ἐστιν.« Εἰ δὲ τὸ, »ἐξ οὗ,« ἐπιτάττοντός

ἐστι, τουτέστι τοῦ Πατρὸς, ποῦ τις θήσει τὸ, »Οὐ

γέγονεν ἀνὴρ ἐκ γυναικὸς, ἀλλ' ἡ γυνὴ ἐξ ἀνδρός;« Ἆρα τὸν ἄνδρα Θεὸν ἐροῦμεν;

{Ὅτι Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματός

ἐστί τινα κοινὰ ὀνόματα, ὥσπερ τὸ, Θεὸς, τὸ,

Κύριος, Ἅγιος, Ἀγαθὸς, Πνεῦμα, καὶ ἄλλα τινὰ

τοιαῦτα.}

Ἐπὶ ποσὸν οὖν ἐν περινοίᾳ γενέσθαι, Πνεῦμα ὠνό-

μασται· ὡς, »Πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦν-

τας αὐτῷ, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.«

Καὶ πάλιν περὶ τοῦ Υἱοῦ· »Πνεῦμα προσώπου

ἡμῶν Χριστὸς Κύριος.« Ἅγιος ὁ Πατὴρ, καὶ ἅγιος

ὁ Υἱὸς, τὸ δὲ Πνεῦμα οὐχ ἁγιαζόμενόν ἐστιν, ἀλλ'

ἁγιάζον· ἀγαθὸν, ὡς ἀγαθὸς ὁ Πατὴρ, καὶ ὁ ἐκ τοῦ

ἀγαθοῦ ἀγαθὸς γεννηθεὶς Υἱός· εὐθὲς Πνεῦμα,

ὡς εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, τῷ εἶναι αὐτοαλήθεια,

δικαιοσύνη διὰ τὸ ἄτρεπτον τῆς οὐσίας· Παράκλητος,

ὡς μονογενής· κατὰ τό· »Ἐγὼ παρακαλέσω τὸν

Πατέρα μου, καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν.«

Οὕτω κοινὸν τὸ ὄνομα πρὸς Πατέρα καὶ Υἱὸν τῷ

Πνεύματι, ἐκ τῆς κατὰ φύσιν κοινωνίας καὶ οἰκειό-

τητος ἡ προσηγορία τούτων ἥνωται. Πόθεν γὰρ ἄλ-

λοθεν, πάλιν ἡγεμονικὸν, πάλιν Πνεῦμα ἀληθείας,

πάλιν Πνεῦμα σοφίας ὠνόμασται;

{Ὅτι ὅσα ὁ Χριστὸς ποιεῖ, καὶ τὸ ἅγιον

Πνεῦμα ποιεῖ.}

Ἐνεργήματα δυνάμεων, χαρίσματα ἰαμάτων. Διὰ

τοῦ Πνεύματος ἁγίου δαίμονες ἀπηλαύνοντο· ἐν τῷ

56

Πνεύματι τοῦ Θεοῦ διάβολος κατήργητο· συμπαρόν-

τος τοῦ Πνεύματος, ἁμαρτιῶν ἀπολύτρωσις ἐν τῇ

χάριτι τοῦ Πνεύματος· »Ἀπελούσασθε γὰρ, καὶ

ἡγιάσθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰη-

σοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύματι τῷ ἁγίῳ.« Ἡ ἐκ

νεκρῶν ἐπανάστασις τῇ ἐνεργείᾳ τοῦ Πνεύματος·

»Ἐξαποστελεῖς γὰρ τὸ Πνεῦμά σου, καὶ κτισθήσον-

ται· καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.« Καὶ

πάλιν λέγει· »Εἰ δὲ τὸ Πνεῦμα, τὸ ἐγεῖραν Ἰησοῦν

ἐκ νεκρῶν.« Εἴ τις οὖν τὴν κτίσιν ἐκλαμβάνει ἐπὶ

τῆς τῶν διαλυθέντων ἀναβιώσεως, πῶς οὐ μεγάλη

τοῦ Πνεύματος ἡ ἐνέργεια, τοῦ οἰκονομοῦντος ἡμῖν

τὸν ἐξ ἀναστάσεως βίον, καὶ πρὸς τὴν πνευματικὴν

ἐκείνην ζωὴν τὰς ψυχὰς ἡμῶν μεταῤῥυθμίζοντος;

εἴτε λέγοιτο κτίσις ἡ ἐνταῦθα τῶν ἐξ ἁμαρτιῶν δια-

πεπτωκότων ἐπὶ τὸ βέλτιον μετακόσμησις· (λέγεται

γὰρ καὶ οὕτω κατὰ τὴν συνήθειαν τῆς Γραφῆς, ὅταν

Παῦλος λέγῃ· »Εἴ τις ἐν Χριστῷ καινὴ κτίσις·«

καὶ ὁ ἐνταῦθα ἀνακαινισμὸς, καὶ ἀπὸ τῆς γηΐνης καὶ

ἐμπαθοῦς ζωῆς ἐπὶ τὴν οὐράνιον πολιτείαν μεταβολὴ

διὰ τοῦ Πνεύματος ἡμῖν γινομένη, ἐπὶ πᾶσαν ὑπερ-

βολὴν θαυμαστῶς τὰς ψυχὰς ἡμῶν ἄγει·) ἐπὶ τούτοις

πότερον φοβηθῶμεν, μὴ τὴν ἁγίαν δόξαν ὑπερθώ-

μεθα τοῦ Πνεύματος ταῖς ὑπερβολαῖς τῶν τιμῶν; ἢ

τὸ ἐναντίον, μὴ εἰς ταπεινὸν καταγάγωμεν τὴν περὶ

αὐτοῦ ἔννοιαν; Λέγει γὰρ τῷ Ἀνανίᾳ ὁ ἀπόστολος

Πέτρος· »Διὰ τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου, ψεύσασθαί σε τὸ Πνεῦμα τὸ ἅγιον; οὐκ ἐψεύσω

ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ.«

{Ὅτι ὁ Πατὴρ, καὶ ὁ Υἱὸς, καὶ τὸ Πνεῦμα τὸ

ἅγιον ὡδήγησε τὸν Ἰσραήλ.}

Ὁ μὲν οὖν προφήτης Ἱερεμίας λέγει οὕτως

περὶ Πατρός· ὅτι »Αὐτὸς ὡδήγησε τὸν Ἰσραὴλ ἐν

τῇ ἐρήμῳ.« Καί· »Οὐκ εἴπατε, φησὶ, Ποῦ ἔστιν

ὁ Θεὸς, ὁ ἀναγαγὼν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, ὁ καθο-

δηγήσας ἡμᾶς ἐν τῇ ἐρήμῳ;« καὶ ὁ Δαβίδ φησιν·

»Ὡδήγησας, ὡς πρόβατα, τὸν λαόν σου.« Ὁ δὲ

Ἡσαΐας τὸ Πνεῦμα τὸ ἅγιον εἶπεν ὡδηγηκέναι τὸν

Ἰσραὴλ ἐν τῇ ἐρήμῳ. Ἔστιν οὖν αὐτοῦ ἀκοῦσαι λέ-

γοντος· »Ἤγαγεν αὐτοὺς διὰ τῆς ἀβύσσου, ὡς

ἵππον ἐν τῇ ἐρήμῳ, καὶ οὐκ ἐκοπίασαν, καὶ ὡς

κτήνη διὰ πεδίου, κατέβη Πνεῦμα παρὰ Κυρίου, καὶ

ὡδήγησεν αὐτούς.« Πρὸς δὲ Κορινθίους λέγει ὁ

Παῦλος, ὅτι Χριστὸς ἦν· »Ἔπινον« γὰρ, φησὶν, »ἐκ

πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ

Χριστός.« Ἐὰν δὲ εἴπῃ τις, ὅτι τὸ Πνεῦμα ἐντυγ-

χάνει ὑπὲρ ἡμῶν, ὥστε οὖν ὅσον ὁ ἱκέτης λείπε-

ται τοῦ εὐεργέτου, τοσοῦτον λείπεται τὸ Πνεῦμα·

λέγωμεν αὐτῷ, ὅτι ὁ Μονογενής ἐστιν ἐν δεξιᾷ τοῦ

Θεοῦ, καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν· »Μὴ οὖν λυ-

πεῖτε τὸ Πνεῦμα τὸ ἅγιον,« κατὰ τὸν Παῦλον τὸν

λέγοντα· »Ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυ-

τρώσεως.« Καὶ ὁ Στέφανος δὲ λέγει· »Ὑμεῖς ἀεὶ

57

τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες

ὑμῶν.« Καὶ ὁ Ἡσαΐας λέγει· »Παρώξυναν τὸ

Πνεῦμα τὸ ἅγιον.« Καὶ ἑτέρωθι· »Οἶκος Ἰακὼβ παρ-

ώργισε τὸ Πνεῦμα Κυρίου.« Ἀλλὰ δοῦλον αὐτὸ λέ-

γεις· »Ὁ δοῦλος οὐκ οἶδε τί ποιεῖ αὐτοῦ ὁ Κύριος·«

τὸ δὲ Πνεῦμα οὕτως οἶδε τὰ τοῦ Θεοῦ, ὡς τὸ πνεῦμα

τοῦ ἀνθρώπου, τὸ ἐν αὐτῷ.

{Ὅτι ὁ Υἱὸς ἀληθινὸς Θεός.}

Ὁ Ἰωάννης γράφει ἐν τῇ Ἐπιστολῇ· »Οἴδαμεν,

ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει, καὶ δέδωκεν ἡμῖν διάνοιαν,

ἵνα γινώσκωμεν τὸν ἀληθινὸν Θεὸν, καί ἐσμεν ἐν τῷ

ἀληθινῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. Οὗτός ἐστιν ὁ

ἀληθινὸς Θεὸς, καὶ ἡ ζωὴ ἡ αἰώνιος.«

{Ὅτι μέγας Θεὸς ἐκλήθη ὁ Υἱός.}

Ὁ Ἀπόστολος πρὸς Τῖτον· »Προσδεχόμενοι τὴν

μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ με-

γάλου Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς

ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν.« Ὁ αὐτὸς πρὸς Ῥωμαίους·

»Ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων

Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας.« Ἀμήν.

{Πρὸς τοὺς ἐκλαμβάνοντας εἰς ὕβριν τὸ, »Οὐκ

ἦλθον ποιῆσαι τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέ-

λημα τοῦ πέμψαντός με Πατρός.}

Εἰ αἰσχύνην φέρει τῷ Υἱῷ, τὸ πληροῦν τὸ θέλημα

τοῦ Πατρὸς, αἰσχύνην φέρει καὶ τῷ Θεῷ, καὶ Πατρὶ,

πληροῦν τὸ θέλημα τοῦ δικαίου· «Θέλημα» γὰρ,

φησὶν ὁ Δαβὶδ, «τῶν φοβουμένων αὐτὸν ποιήσει ὁ

Κύριος, καὶ τῆς δεήσεως αὐτῶν εἰσακούσεται.» Εἰ

θνητῆς φύσεως θέλημα πληροῦν ὁ Θεὸς οὐκ αἰσχύνε-

ται, ὁ Υἱὸς διὰ τὴν ἔνσαρκον οἰκονομίαν καὶ τὴν σχέσιν

τὴν πρὸς ἡμᾶς, καὶ κατάστασιν τὴν δουλικὴν, τὴν

δι' ἡμᾶς γενομένην, λέγων· «Οὐκ ἦλθον ποιῆσαι τὸ

ἐμὸν θέλημα,» τουτέστι τὸ τῆς σαρκὸς, ἐπειδὴ ἡ

σὰρξ ἰδία αὐτοῦ, «ἀλλὰ τὸ τοῦ Πατρός·» τουτέστι τὸ

θεϊκόν· μὴ οὖν εἰς εὐτέλειαν ἐκλαμβανέσθω, εἰ καὶ

τὰ μάλιστα ἐκλύεται αὐτῶν ἡ ἐπίνοια· «Προσῆλθεν

αὐτῷ λεπρὸς, γονυπετῶν καὶ λέγων· Κύριε, ἐὰν θέ-

λῃς, δύνασαί με καθαρίσαι·» μὴ ἀπεσείσατο αὐτὸν

ὁ Σωτήρ; μὴ εἶπε, Τί βλασφημεῖς, ἐὰν ἐγὼ θέλω;

ἐὰν θέλῃ ὁ Θεός· οὐχὶ δὲ ἐδέξατο τὸ ἀπηρτισμένον

τῆς πίστεως; οὐχὶ, τῷ αὐτῷ λόγῳ ἀντιτρέψας αὐτῷ

τὴν συλλαβὴν, τὴν σωτηρίαν ἤγαγεν αὐτῷ, λέγων·

«Θέλω, καθαρίσθητι;» Θέλων καθαρίζει λεπρόν·

θέλων ζωοποιεῖ νεκρόν· ἠθέλησε, καὶ ἤγειρε Λάζα-

ρον· καὶ αὐτοῦ ἐστι φωνή· «Ὥσπερ ὁ Πατὴρ ζωὴν

ἔχει ἐν ἑαυτῷ, οὕτως καὶ τῷ Υἱῷ ἔδωκε ζωὴν ἔχειν

ἐν ἑαυτῷ·» καὶ πάλιν· «Ὥσπερ ὁ Πατὴρ ζωοποιεῖ

τοὺς νεκροὺς, οὕτως καὶ ὁ Υἱὸς οὓς θέλει, ζωοποιεῖ·»

καὶ τοῦτο Δαβὶδ λέγει· «Ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐ-

τοῦ, καὶ ζωὴ ἐν τῷ θελήματι αὐτοῦ.»

{Πρὸς τοὺς λέγοντας, ὅτι εἰπεῖν τὸν Σωτῆρα

τῇ μητρὶ τῶν υἱῶν Ζεβεδαίου· Τί θέλεις; ὡς

ἀγνοοῦντός ἐστιν·}

Εὑρίσκομεν ἐν τῇ Παλαιᾷ Διαθήκῃ, λέγοντος τοῦ

60

Θεοῦ Σολομῶνι· «Αἴτησαι παρ' ἐμοῦ, καὶ ποιήσω

σοι.» Ἆρ' οὖν πρὶν αἰτῆσαι, οὐκ ᾔδει ἃ εἶχε κατὰ

ψυχήν; Ἀλλὰ βούλεται ἡμᾶς μετὰ τῆς γνώσεως τοῦ

Θεοῦ φανεροῦν τὰ αἰτήματα, ὥς φησι Παῦλος· «Καὶ

τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν Θεόν·»

ἀντὶ τοῦ, Γνωρίζετε αὐτῷ τί θέλετε, οὐχ ὡς ἀγνο-

οῦντι, ἀλλ' ὡς τὴν καλὴν πρόθεσιν ἀποδεχομένῳ.

{Πρὸς τοὺς λέγοντας ἐν ὑπηρέτου τάξει κεῖ-

σθαι τὸν Υἱὸν, διὰ τὸ προσφέρειν τῷ Πατρὶ

τὴν ἀνθρωπότητα.}

Ἡ Γραφὴ δείκνυσι τὸν Πατέρα προσάγοντα τῷ

Υἱῷ. Ἄκουε γὰρ τοῦ Υἱοῦ λέγοντος· «Οὐδεὶς δύναται

πρὸς μὲ ἐλθεῖν, ἐὰν μὴ ὁ Πατήρ μου ὁ οὐράνιος

ἑλκύσῃ αὐτόν.

{Πρὸς τοὺς δουλεύοντας λέξεσι, καὶ μὴ τοῖς

νοήμασι τῶν θείων Γραφῶν, καὶ ποιοῦντας τὸν

Πατέρα Θεὸν τοῦ Υἱοῦ.}

Ὁ Ἀπόστολος λέγει· »Ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν

Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῆς δόξης.« Ἐνταῦθα τὴν

οἰκονομίαν διώρισε· καὶ δόξαν μὲν τὸν Μονογενῆ

καλεῖ· Ἰησοῦν δὲ Χριστὸν τὸ κήρυγμα τῆς οἰκονομίας.

Τῆς μὲν γὰρ οἰκονομίας Θεὸς, τῆς δὲ δόξης Πατήρ.

Εἰ δὲ μὴ πείθει σε τὸ ῥῆμα, ἀλλὰ ἄλλην τινὰ νομίζεις

δόξαν εἶναι, ἧς Πατὴρ ὁ Θεός· ἄλλην τινὰ ἐπινόησον

φύσιν ἀνωτέραν τοῦ Υἱοῦ· ἵνα ἐκείνης μὲν Πατὴρ

κληθῇ, τούτου δὲ Θεὸς ὀνομασθῇ ὁ Πατὴρ τῆς δόξης.

Δόξα γὰρ λέγεται ὁ Μονογενής· »Ἐθεασάμεθα

γὰρ, φησὶ, τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς

παρὰ Πατρός·« ὥστε τὸ, »Ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν

Ἰησοῦ Χριστοῦ,« ἀντὶ τοῦ, ὁ Θεὸς τῆς σαρκὸς τοῦ

Χριστοῦ· ὁ Πατὴρ τῆς δόξης, ὁ Πατὴρ τῆς θεότητος.

Δόξαν γὰρ καὶ ὁ Ἡσαΐας τὸν Σωτῆρα καλεῖ, κατὰ τὸ

τῆς θεότητος ἀξίωμα· εἰπὼν γὰρ τὰ ἐν τῇ ἐρήμῳ

θαύματα, καὶ εὐαγγελισάμενος τὴν ἔρημον, φησίν·

»Ἀγαλλιάσθω τὰ ἔρημα τοῦ Ἰορδάνου καὶ ἀνθεί-

τω ὡς κρίνον· ὅτι ἡ δόξα τοῦ Λιβάνου ἐδόθη

αὐτῇ, καὶ ἡ τιμὴ τοῦ Καρμήλου. Καὶ ὁ λαός μου

ὄψεται τὴν δόξαν Κυρίου, καὶ τὸ ὕψος τοῦ Θεοῦ· καὶ

ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ.« Δόξα οὖν

ἐστιν ἀπὸ δόξης· ὅθεν καὶ ὁ Παῦλος λέγει· »Ὃς ὢν

ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστά-

σεως.« Πατὴρ οὖν ἐστι τῆς δόξης τοῦ Μονογενοῦς·

Θεὸς δὲ τῆς σαρκὸς τοῦ Χριστοῦ. Οὐκ ἄλλον δὲ τὸν

Χριστὸν λέγω, καὶ ἄλλον τὸν Μονογενῆ· τῇ γὰρ

ἐννοίᾳ οὐ τέμνω τὰ μὴ τεμνόμενα τῇ ἑνώσει. Πατὴρ

γὰρ τοῦ Μονογενοῦς πρὸ αἰώνων· Θεὸς δὲ τοῦ Μονο-

γενοῦς κατὰ τὴν σάρκα ἐπὶ τέλει τοῦ αἰῶνος· ἀεὶ

αὐτοῦ Πατὴρ, οὐκ ἀεὶ αὐτοῦ Θεὸς, ἀλλὰ ἀφ' οὗ σάρκα

ἀνέλαβεν. Θεὸς ὁ Πατὴρ αὐτοῦ τῆς θεότητος· ὁ

μὲν γὰρ Πατὴρ ἀΐδιος, ὁ δὲ Υἱὸς συναΐδιος· καὶ οὐκ

61

ἔχει τομὴν, οὐδὲ διαίρεσιν ἡ δόξα τῆς ἀληθείας. Πότε

οὖν ἐκλήθη Θεὸς τοῦ Υἱοῦ ὁ Πατὴρ διὰ τὴν σάρκα; ἀφ'

οὗ προῆλθεν ἐκ κοιλίας μητρός. Διὰ τοῦτο ἐν τῷ προ-

φήτῃ, βουλόμενος δεῖξαι ἑαυτοῦ καὶ τὴν θεότητα καὶ

τὴν σάρκα ἀληθεύουσαν, ἔλεγεν· »Ἐκ κοιλίας μητρός

μου, Θεός μου εἶ σύ.« Εἰ δὲ βούλει τὰ ὑπόλοιπα γνῶ-

ναι, ἐν τῷ εἰκοστῷ δευτέρῳ ψαλμῷ διδαχθήσῃ.

{Πρὸς τοὺς λέγοντας μέγαν Θεὸν εἶναι τὸν

Πατέρα, τὸν δὲ Υἱὸν μὴ ἴσον.}

Εἰ καὶ τὰ μάλιστα τὴν Τριάδα μίαν θεότητα λέγον-

τες, εὑρίσκομεν τὸν Υἱὸν ἐν τῇ Γραφῇ, πρὸς τὸ φρά-

ξαι τὰ στόματα τῶν ἐναντίων, μέγαν παρὰ τὸν Πα-

τέρα· λέγει γὰρ ὁ Δαβίδ· »Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ

ὁ Θεός· ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ·« ἡ δὲ

Ἰουδαία περιώριστο τόπῳ φανερῷ. Περὶ δὲ τοῦ Υἱοῦ·

»Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου

ἐν πάσῃ τῇ γῇ!« Ἐπειδὴ πᾶσαν ἐπλήρωσε τὴν γῆν

ἡ Χριστοῦ προσηγορία· εἰς πᾶσαν γὰρ τὴν γῆν ἐξῆλ-

θεν ὁ φθόγγος τῶν ἁγίων, καὶ εἰς τὰ πέρατα τῆς

οἰκουμένης τὰ ῥήματα αὐτῶν· εἰκότως λέγει ὁ ψαλ-

μός· »Θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ.«

Καὶ τί τὸ ἐπαγόμενον, »Ὅτι ἐπήρθη ἡ μεγαλοπρέ-

πειά σου ὑπεράνω τῶν οὐρανῶν;« Πληροῦται δὲ

τοῦτο, ὅτε ἀνέβησαν εἰς τὸ ὄρος οἱ μαθηταὶ μετὰ τοῦ

Σωτῆρος,…

αὐτο…

The complete text is available when the reading interface loads.