The Greek Library Author

Anonymous

Epistula catholica

Authority group
Athanasius of Alexandria (catalogue association; authorship remains anonymous)
Edition reference
Epistula catholica [Sp.], MPG 28: 81–84.
CTS identifier
urn:cts:greekLit:tlg2035.tlg065.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

28

81

{ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ

ΑΘΑΝΑΣΙΟΥ

ΚΑΘΟΛΙΚΗ ΕΠΙΣΤΟΛΗ.}

{Τοῖς κατὰ τόπον ἀδελφοῖς ἀντιποιουμένοις πί-

στεως καὶ σωτηρίας, καὶ τοῖς κατ' Αἴγυπτον,

καὶ Συρίαν, καὶ Κιλικίαν, καὶ Φοινίκην, καὶ

Ἀραβίαν, ὀρθοδόξοις ἐπισκόποις, Ἀθανά-

σιος καὶ οἱ συνεπίσκοποι ἐν Κυρίῳ χαίρειν.}

Ὅσοι τὴν ἀσέβειαν συνορᾶτε τὴν ἐπανισταμένην τῇ

εὐσεβείᾳ διά τε φανερῶν κενοφωνιῶν, καὶ δι'

ὑποκρίσεων δολερῶν, καὶ διαστάσεων, καὶ θορύβων

ἀπρεπῶν, καὶ πληγῶν, καὶ τραυμάτων, καὶ φόνων,

ὑπεξελθεῖν, καθάπερ ἀπὸ κλύδωνός τινος εἰς λιμένα,

καὶ σώζειν ἑαυτοὺς ὀφείλετε, μήτε τῇ ἀσεβείᾳ συμ-

μιγνύμενοι τῶν ἀθετούντων τὴν μίαν καὶ ἀληθῆ

θεότητα τῆς ἁγίας Τριάδος, καὶ ἀπαλλοτριούντων τὸν

Υἱὸν τοῦ Πατρὸς, καὶ τὸ Πνεῦμα τοῦ Υἱοῦ χωριζόν-

των, μήτε ταῖς συγχύσεσιν αὐτῶν καὶ μιαιφονίαις

ἀναμιγνύμενοι. Οὕτω γὰρ καὶ ἡμεῖς, ἑαυτοὺς

βουλόμενοι σώζειν, καὶ τοὺς πειθομένους ἡμῖν, καὶ

ἐκ πλείονος ἤδη χρόνου τὴν προφανῆ ἀσέβειαν τοῦ

Ἀρείου διελέγχομεν καὶ τὴν ὑπόκρισιν τῶν ἐπι-

πλάστοις ῥήμασιν ὑπαγομένων τοὺς ἀφελεστέρους·

χωριζόμεθά τε πάσης ἀταξίας αὐτῶν, πενθοῦντες ἐφ'

οἷς πράττουσιν, ὅτι τὸ ὄνομα τὸ ἀγαθὸν δυσφημεῖ-

σθαι ποιοῦσι, καὶ βουλόμενοι διατηρηθῆναί πως ἐν

ἡμῖν καὶ τοῖς μεθ' ἡμῶν τόν τε τῆς πίστεως καὶ τῆς

ἐπιεικοῦς ἀναστροφῆς νόμον. Ἐφ' ἃ καὶ ὑμᾶς πα-

ρακαλοῦμεν, ὅσοι τε ἤδη τὴν αὐτὴν ἔνστασιν ἐνεστή-

σασθε, καὶ ὅσοι μηδέπω πρὸς τὸν ζῆλον τοῦτον ἐξ-

ανέστητε. Ἢ μηδὲ συνήκατε καταλυόμενον διὰ τῶν

τοιούτων τὸν Χριστιανισμὸν, καὶ σχήματι δο-

λερῷ τὸν διάβολον καταπολεμοῦντα τὴν Ἐκκλησίαν,

καὶ ὥσπερ ναῦν καταποντίζοντα; Εἰ δὲ καὶ γράφειν

ἡμῖν καὶ ἀνακοινοῦσθαι περὶ τῶν τοιούτων βούλεσθε,

χαίροντες δεξόμεθα τὴν ὁμοψυχίαν καὶ σύμπνευσιν

ὑμῶν, ἀδελφοὶ, καὶ τὰς τῶν εὐχῶν κοινωνίας,

εἰ καὶ τῷ τόπῳ διεστήκαμεν· γνωρίζοντες ὑμῖν, ὅτι,

εἰ καὶ πολλῷ ἤδη χρόνῳ τὰ τῆς παραφθορᾶς ταύτης

ἐπιπολάζει, ἀλλ' οὖν ἔτι καὶ ἐν τοῖς πλείστοις

τῶν λαῶν διαμένει τὸ τῆς ἀποστολικῆς πίστεως ἀγα-

θὸν, καὶ ἐν τοῖς πλείστοις τῶν ἐπισκόπων· εἰ καὶ

βίᾳ κατέχουσί τινες τὸν λαὸν καὶ ἑτέροις ῥήμασιν

84

ἀπατηλοῖς· καὶ ἐπισκόπων πλῆθος, τὰ μὲν διὰ δέος

τῶν ἐν πόλεσιν ἐπιφανεστέρων, τὰ δὲ δι' ἀντι-

ποίησιν δόξης· καὶ ἃ μὲν φρονοῦσιν, ἀποκρύπτουσιν,

ἃ δὲ μὴ φρονοῦσιν ὑποκρίνονται. Ὡς, εἴ γε μὴ τού-

τοις τοῖς πάθεσι προκατεσχημένοι εἰσὶ, καὶ μόνον

ῥηθεῖσαν τὴν ἀλήθειαν ὀλίγοις ῥήμασιν, ἐπιγινώ-

σκουσιν, ὅτι μήτε ποίημα Θεοῦ Θεὸς καὶ Υἱὸς Θεοῦ

εἶναι δύναται, μήτε τὸ Πνεῦμα τὸ ἅγιον ποιήμασιν

ἐγκαταριθμεῖται. Θεοῦ τε ἐπιφάνειαν ὑπεδεξάμεθα, καὶ

οὐχὶ κτίσματος ἐπιδημίαν· οὐδὲ εἰς δούλου παρ-

ουσίαν πεπιστεύκαμεν, καὶ θεϊκοῦ Πνεύματος ὑπε-

δεξάμεθα, δι' οὗ καὶ θεοποιούμεθα, καὶ Θεοῦ ναοὶ

καθιστάμεθα. Ταῦτα γὰρ καὶ οὕτω βραχέως λεγό-

μενα, παντὶ Χριστιανῷ κατάδηλα, ὡς τὴν ἀκριβῆ

ἐξ ἀρχῆς κηρυχθεῖσαν ἀλήθειαν σώζουσιν, ἐφ'

ᾗ ἐμμένοντες τὰς αἰωνίους ἐλπίδας ἐκδεχόμεθα. Σύμ-

βολον οὖν τῆς πίστεως ἡμῶν ὁμοούσιος ἡ Τριὰς, Θεὸς

ἀληθινὸς, ἐκ Μαρίας γενόμενος ἄνθρωπος. Ὁ

δὲ μὴ συντιθέμενος ἀνάθεμα ἔστω. Ταῦτα γὰρ καὶ τὸ

τῆς μεγάλης συνόδου τῆς ἐν Νικαίᾳ γράμμα βούλε-

ται· Ὁμοούσιον εἶναι τῷ Πατρὶ τὸν Υἱόν· καὶ τὸ Πνεῦμα, τῷ Πατρὶ, καὶ τῷ Υἱῷ συνδοξάζεσθαι·

Θεὸν ἀληθινὸν τὸν Υἱὸν τοῦ Θεοῦ σεσαρκῶσθαι, πεπονθέναι, ἀναστῆναι, εἰς οὐρανοὺς ἀνεληλυθέναι, ἥξειν

κριτὴν ζώντων καὶ νεκρῶν· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

81

{ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ

ΑΘΑΝΑΣΙΟΥ

Ἔλεγχος τῆς ὑποκρίσεως τῶν περὶ Μελέτιον, καὶ Εὐσέβιον τὸν Σαμοσατέα κατὰ τοῦὉμοουσίου.} Ἄνθρωπος καθ' ὁμοίωσιν Θεοῦ γέγονε, καὶ ἔστινοὐ Θεὸς ὁ ἄνθρωπος· τὸ γὰρ ὅμοιόν τινι οὐκ ἔστιναὐτὸ ἐκεῖνο, ᾧ ὁμοιοῦται. Ὡς καὶ τὸ, ὁμοία ἐστὶν ἡβασιλεία τῶν οὐρανῶν σαγήνῃ καὶ σπέρματι,καὶ οὐδὲν τούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν· καὶ,ὅμοιος ἀνθρώπῳ οἰκοδεσπότῃ ὁ μαθητευθεὶς τῇ βα-σιλείᾳ τῶν οὐρανῶν, ἀλλ' οὐκ οἰκοδεσπότης οὗτος·καὶ ἕτερα τοιαῦτα πολλά. Ὅμοια δὲ καὶ ἐν τοῖς σώ-

28

81

μασι, λύκος κυνὶ, ἀλλ' οὐ κύων ἐστί· καὶ κασσί-

τερος ἀργύρῳ, ἀλλ' οὐκ ἄργυρος· χαλκὸς χρυσῷ,ἀλλ' οὐ χρυσός· καὶ κόκκινον αἵματι, ἀλλ' οὐχ αἷμα·καὶ γύψος χιόνι, ἀλλ' οὐ χιών· καὶ ἄλλα διά-φορα τοιαῦτα θεωρεῖται. Θεῷ οὖν οὐχ ὅμοιος ὁ Υἱὸς,Θεὸς ὢν, ἀλλ' ἓν καὶ τοῦτο· ὡς γέγραπται· «Ἐγὼκαὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Καὶ θεότητα ἡρμήνευσετὴν ἑνότητα· θεότητα δὲ οὐχ οἵαν τῶν θεοποιηθέν-των· ἅτε δὴ ἀντιτιθεὶς αὐτὴν πρὸς ἐκείνην, ὡς ἔχειτὸ λόγιον τοῦ Κυρίου· Θεὸς γάρ ἐστιν, οὐχ ὡς ἄν-θρωπος ὁ καθ' ὁμοίωσιν Θεοῦ γενόμενος· καὶΘεὸς ὀνομαζόμενος τῇ ὁμοιώσει, οὐ τῇ φύσει· ὁμοιω-

28

81

μένην ἔχων Θεῷ τὴν οὐσίαν· καὶ δὴ καὶ προκόπτων

ἐν τῇ ὁμοιότητι· καθ' ἣν ἤδη φύσιν, «ΤέκναΘεοῦ ἐσμεν,» καὶ «Ἐὰν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσό-μεθα.» Ὅπου δὲ ἡ οὐσία ἡ αὐτὴ, οὐ προκόπτει οὐ-σία εἰς τὸ μᾶλλον καὶ ἧττον, ἀλλὰ ἄνθρωπος μὲνοὕτως, ὁ δὲ Κύριος ὁ αὐτὸς ἀεί· καὶ οὐ ποτὲ μὲνἥττων, ποτὲ δὲ μείζων, ὡς Θεός· «Ἰησοῦς, φησὶν,χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.» Ὁτοίνυν ἀναιρῶν, τὸ εἶναι τὸν Υἱὸν ὁμοούσιον τῷ Πα-τρὶ, λέγων δὲ ὅμοιον, ἀναιρεῖ τὸ εἶναι Θεόν. Ὡσαύ-τως δὲ καὶ ὁ ἐξηγούμενος τὸ ὁμοούσιον, ὡς ὅμοιοντῇ οὐσίᾳ, ἑτέραν τὴν οὐσίαν λέγει, Θεῷ δὲ ὁμοιωμέ-νην. Οὐ τοίνυν οὐδὲ τὸ ἐκ τῆς οὐσίας εἶναι πρεπόν-τως λέγει, μὴ φρονῶν ὁμοούσιον, ὡς ἄνθρωπος ἐκτῆς ἀνθρώπου οὐσίας. Εἰ δὲ μὴ, ὡς ἄνθρωπος ἐξ ἀν-θρώπου κατ' οὐσίαν, ἐκ Θεοῦ ὁ Υἱὸς, ἀλλ' ὡς ἐνὁμοιώματι, καθάπερ ἀνδριὰς ἀνθρώπῳ, ἢ ὡς ἄνθρω-πος Θεῷ· δῆλός ἐστιν ὁ τοιοῦτος ὁμοούσιον μὲνλέγων, ὁμοούσιον δὲ οὐ φρονῶν· οὐ γὰρ κατὰ τὴνσυνήθειαν βούλεται τὸ ὁμοούσιον ἀκούεσθαι, ὅπερ

28

84

ἐστὶν, ἐπὶ μιᾶς καὶ τῆς αὐτῆς οὐσίας, ἀλλὰ παρὰ

τὴν συνήθειαν· καὶ ἵνα διαβάλλῃ ταύτην, Ἑλληνικὴνῥῆσιν εἰρηκέναι, τὸ ὁμοούσιον ῥῆμα τοῦ ἐν Ἕλλησινἔθους ἐπ' οὐδενὶ ἑτέρῳ κείμενον, ἢ ἐπὶ τῷ τὴν αὐτὴνφύσιν παραστῆσαι· ὅπερ δεῖ πιστεῦσαι ἐπὶ Πατρὸς,καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Ἅμα τε οὖν τὸὁμοούσιον οὗτος ἐκτρέπει, καὶ τὸ τῆς οὐσίας νόθωςὀνομάζει· ὡς ἔργον νοῶν, οὐχ ὡς γέννημα, καὶ διὰτοῦτο καὶ τὸ ἀπαθῶς προστίθησι πιθανῶς· οὐχ ἵναπάθους ἀφέλῃ διαβολήν· τίς γὰρ καὶ λέγει Θεοῦ πά-

28

84

θος; ἀλλ' ἵνα ποιητὸν ἐκ Θεοῦ λέγῃ, καὶ μὴ γεννητὸν

ἐκ Θεοῦ προεληλυθότα· ὡς τῆς τοιαύτης προόδου πα-θητικῆς οὔσης· καθὰ δὲ λέγειν εἰώθασιν οἱ τὴν μὲνἐκ τῆς οὐσίας πρόοδον ὡς πάθος ἐκβάλλοντες, ἢν δὲλέγουσιν ἐκ τῆς οὐσίας ποίησιν ὡς ἀπαθῆ συνιστῶν-τες. Ὥσπερ εἰ καὶ τῆς ποιήσεως, εἰ ἀνθρωπίνωςλαμβάνοιτο, κίνησιν ἐχούσης, καὶ τὸν ἐκ τῆς κινήσεωςκάματον· ἅπερ ἀλλότρια δημιουργοῦντος Θεοῦ· ὅμωςγοῦν, ὡς γέννησιν ἀπαθῆ διὰ τοιαύτης ἐξηγήσεωςτὴν τοῦ Υἱοῦ νοοῦντες πρόοδον, τὸ Πνεῦμα ἀλλο-τριοῦσι Πατρὸς καὶ Υἱοῦ· ὅτι μὴ γεννήσει ἡ τούτουπρόοδος, ἀλλὰ πνεύσει ὁμοιοῦται διὰ τὴν μετάληψιν,ὡς πνοῆς ἐκ στόματος ἐρχομένης καὶ τὸν μετα-λαμβάνοντα ἁγιαζούσης, καθὰ δὴ λέγεται πνεύμα-τος. Ἦν δὲ ἀδύνατον ἐν τῇ τῆς Τριάδος δόξῃ τὸ