Refutatio hypocriseos Meletii et Eusebii
- Authority group
- Athanasius of Alexandria (catalogue association; authorship remains anonymous)
- Edition reference
- Ref utatio hypocriseos Meletii et Eusebii [Sp.], MPG 28: 85–88.
- CTS identifier
urn:cts:greekLit:tlg2035.tlg066.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Creative Commons Public Domain Mark 1.0
Πνεῦμα δοξάζεσθαι, μὴ προοδικῶς ὂν ἐκ Θεοῦ δι'Υἱοῦ, ἀλλὰ ποιητικῶς ἐκ Θεοῦ γεγονὸς, ὡς λέγουσιν.Οὐ γὰρ συνδοξάζεται ποίημα ποιητῇ, οὐδὲ δοῦλοςδεσπότῃ· οὐδὲ ἡ τῆς ἀλλοτρίας Θεοῦ οὐσίας μέθεξιςἂν εἴη Θεοῦ· «Ἐν τούτῳ γὰρ,» φησὶν ὁ Ἰωάννης,«γινώσκομεν, ὅτι ἐν ἡμῖν ἐστιν, ἐκ τοῦ Πνεύματος,οὗ ἔδωκεν ἡμῖν.»{ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝΑΘΑΝΑΣΙΟΥΠερὶ τῆς ἀϊδίου ὑπάρξεως τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος σὺν Θεῷ, καὶ πρὸς τοὺς Σαβελλίζοντας.} Ἰουδαϊσμὸς ἀντίκειται πρὸς Ἑλληνισμὸν, καὶοὐδέτερος εὐσεβὴς, ἀλλ' ἀμφότεροι τῆς ἀληθείαςἐκτός. Ἐπεὶ καὶ Βαβυλώνιοι πεπολεμήκασιν Αἰγυ-πτίους, καὶ ἄλλοι πολλοὶ ἀσεβεῖς ἀσεβέσιν ἠναν-τιώθησαν. Οὐ τοίνυν ἐξαρκεῖ τὸ πρὸς ἀσέβειαν ἀνθί-στασθαι, εἰ μὴ δι' εὐσέβειαν ἡ πρὸς τὴν ἀσέβειανἀντίστασις γίγνηται. Πολλὰ καὶ μεγάλα κατὰ τῶνεἰδωλολατρούντων ἔχουσι λέγειν οἱ Ἰουδαῖοι, καὶ δί-καια λέγουσι κατηγοροῦντες αὐτῶν τῇ κτίσει λατρευ-όντων παρὰ τὸν κτίσαντα. Ἀλλ' οὐχ ὅτι δυσσέ-βειαν ἐλέγχουσι, διὰ τοῦτο εὐσεβεῖν ὁμολογηθήσον-ται, τὸν Υἱὸν τοῦ Θεοῦ, δι' οὗ τὰ πάντα γέγονεν,ἀρνούμενοι, καὶ τοῖς δι' αὐτοῦ τὸν Πατέρα σεβομέ-νοις ἐγκαλοῦντες πολυθεότητα. Διόπερ ἐξεληλύθαμενἐξ Ἑλλήνων, καὶ ἀφωρίσμεθα, πρὸς τὸ μὴ ταῖς ἀκα-θάρτοις εἰδωλολατρείαις ἀναμίγνυσθαι· ἐξεληλύθα-μεν δὲ καὶ ἐκ τῆς τῶν Ἰουδαίων βλασφημίας, τὸνΥἱὸν ὁμολογήσαντες τοῦ Θεοῦ, καὶ φυγόντες τὴν ὀλέ-θριον ἄρνησιν τοῦ Κυρίου ἡμῶν, τοῦ λέγοντος· «Ὃςδ' ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνή-σομαι αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν τοῖςοὐρανοῖς.» Ὁμολογοῦμεν δὲ τὸν Υἱὸν ἐκ Πατρὸς,καὶ ἀεὶ μετὰ τοῦ Πατρὸς, πιστεύοντες αὐτῷ λέγοντικαὶ ἐπαγγελλομένῳ· «Πᾶς ὅστις ὁμολογήσειενἐμὲ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼαὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρα-νοῖς.» Τοῦτο ὁρῶντες τὸ παράδειγμα, καὶ νῦν ἀπηλλο-τριώθημεν τῶν Ἑλληνιζόντων ἐπ' ὀνόματι Χριστια-νισμοῦ, τῶν ἔργον Θεοῦ τολμώντων θεολογεῖν τε καὶπροσκυνεῖν. Χωριζόμεθα δὲ καὶ τῶν Ἰουδαϊζόντωνκαὶ τὸν Χριστιανισμὸν ἐν Ἰουδαϊσμῷ παραφθειρόν-των· οἳ, τὸν ἐκ τοῦ Θεοῦ Θεὸν ἀρνούμενοι, Θεὸνἕνα παραπλησίως Ἰουδαίοις λέγουσιν· οὐχ ὅτιμόνος ἀγέννητος· καὶ μόνος πηγὴ θεότητος, διὰτοῦτο φάσκοντες αὐτὸν εἶναι μόνον Θεόν· ἀλλ'ὡς ἄγονον Υἱοῦ καὶ ἄκαρπον ζῶντος Λόγου καὶσοφίας ἀληθινῆς. Λόγον γὰρ οἷον τὸν ἐκ καρδίαςἀνθρώπου νομίζουσι τὸν τοῦ Θεοῦ, καὶ σοφίανὁποίαν τὴν ἐν ψυχῇ· καὶ διὰ τοῦτο πρόσωπον ἓντὸν Θεὸν ἅμα τῷ Λόγῳ φασίν· ὥσπερ καὶ τὸν ἄνθρω-πον ἅμα τῷ ἑαυτοῦ Λόγῳ ἄνθρωπον ἕνα, οὐδὲν πλέονἸουδαίων δοξάζοντες, τῶν οὐκ ἀποδεξαμένων τὸνεὐαγγελιστὴν τὸν εὐθὺς ἐξ ἀρχῆς βοῶντα· «Ἐνἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶΘεὸς ἦν ὁ Λόγος.» Εἰ γὰρ ἐν καρδίᾳ Λόγον ὁ Θεὸςἔχει μὴ γεγεννημένον ἐξ αὐτοῦ κατὰ ἀλήθειαν,ὡς Θεὸν ἐκ Θεοῦ, πῶς ἂν εἴη πρὸς τὸν Θεὸν ὁ Λόγος;καὶ πῶς ἂν εἴη Θεός; Οὐ γὰρ ὁ λόγος τοῦ ἀνθρώπουἄνθρωπός ἐστι πρὸς ἄνθρωπον, ἐπεὶ μήτε ζῶν ἐστι,μήτε ὑφεστὼς, ἀλλὰ ζώσης καρδίας καὶ ὑφεστώσηςκίνημα μόνον· καὶ λέγεται παραχρῆμα, καὶ οὐκἔστι, καὶ πολλάκις λαλούμενος οὐδέποτε δια-μένει. Τὸν δὲ τοῦ Θεοῦ Λόγον ἄνωθεν ὁ ψαλμῳδὸςἐκεκράγει λέγων· «Εἰς τὸν αἰῶνα, Κύριε, ὁ Λό-γος σου διαμένει ἐν τῷ οὐρανῷ·» καὶ σύμφωνοςαὐτῷ ὁ Θεὸν εἶναι τὸν Λόγον ὁμολογῶν εὐαγγελιστὴς,φανερωθέντα τε αὐτὸν εὐαγγελίζεται, καὶ παρα-γενόμενον μηνύει, καὶ σαρκωθέντα κηρύττει, οὐσυμπεριλαμβάνων τῇ τοῦ Λόγου σαρκώσει τὸν Πα-τέρα· «Ὁ Λόγος, γάρ φησι, σὰρξ ἐγένετο,καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαναὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρὸς, πλήρηςχάριτος καὶ ἀληθείας.» Μονογενῆ τὸν Λόγον ὄνταὁρᾷς ἐν κόσμῳ φανερούμενον, ἐν ἀνθρώποις σκη-νοῦντα, δόξαν αὐτῷ κηρυσσομένην, ὡς Μονογενοῦςπαρὰ Πατρός· οὐχ ὡς Πατρὸς αὐτοῦ ὄντος, οὐδ' ὡςτοῦ Πατρὸς ἅμα τῷ Λόγῳ πεφηνότος, ὥσπερ ὁ ἄν-θρωπος ἅμα τῷ ἑαυτοῦ φαίνεται λόγῳ, καὶ οὐκ ἔστιφανῆναι τὸν λόγον, εἰ μὴ καὶ ὁ λαλῶν αὐτὸν παρείηκαὶ φθέγγοιτο. Τίσιν οὖν πιστεύομεν; Πότεροντοῖς εὐαγγελιζομένοις ἡμῖν Υἱὸν παρὰ Πατρὸς ἐπι-δεδημηκότα, ἢ τοῖς ἓν πρόσωπον ἅμα τῷ Λόγῳ τὸνΠατέρα φάσκουσιν εἶναι; Εἰ γὰρ ἓν πρόσωπον, πῶςτὸ μὲν ἀποστέλλει, τὸ δὲ ἀποστέλλεται, καὶ θεωρεῖταιδιὰ σαρκός; «Θεὸν» γὰρ «οὐδεὶς ἑώρακε πώποτε·ὁ μονογενὴς Υἱὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς,ἐκεῖνος ἐξηγήσατο,» καὶ παραγεγονὼς αὐτὸς φθέγ-γεται τῇ ἁγίᾳ φωνῇ, παρέχων τὴν ἑαυτοῦ θεωρίαν,καὶ διὰ ταύτης τὴν τοῦ Πατρὸς ἐπίγνωσιν ὑποτι-θέμενος· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα,»οὐχ ἑαυτὸν εἶναι τὸν Πατέρα φάσκων, πῶς γὰρ, τὸνἀόρατον; ἀλλὰ τοιοῦτον οἷον τὸν Πατέρα· προειρήκειγάρ· «Εἰ ἐγνώκειτέ με, καὶ τὸν Πατέρα μου ἂνᾔδειτε,» τὴν δυάδα τῶν προσώπων ἄντικρυςἡμῖν ἐξηγούμενος, ἀπαραλλάκτῳ γνωριζομένην θεό-τητι. Διόπερ ὁ τῆς τοῦ Υἱοῦ καταξιούμενος θεωρίαςοὐκ ἀπεστέρηται τῆς τοῦ Πατρός. Οὐ γὰρ ἀλλοῖον ὁγεννήτωρ ἐγέννα, ἀλλὰ τοιοῦτον οἷος αὐτός. Εἰ γοῦνἕν τι μόνον εἶναι πρᾶγμα νομίζεις, δύο δὲ ὄντα κατὰἀλήθειαν, ἀγνοεῖς τὸν Πατέρα καὶ τὸν Υἱόν. Τίς οὖνσοι πρὸς τὴν ἐκκλησιαστικὴν διδασκαλίαν ἐστὶ κοι-νωνία; Πῶς δὲ τὰς τοῦ δεσπότου δέξῃ φωνὰς, «Ἐγὼ,φησὶ, καὶ ὁ Πατὴρ ἕν ἐσμεν;» Καὶ πάλιν περὶτοῦ Πατρὸς διαλεγόμενος, «Παρ' αὐτοῦ εἰμι,» φησὶ,«κἀκεῖνος ἐμὲ ἀπέστειλε·» προστίθησι δὲ καὶ τὸ τρίτον·«Ἐγὼ,» φησὶ, «παρακαλέσω τὸν Πατέρα μου, καὶἄλλον Παράκλητον δώσει ὑμῖν.» Ὅταν οὖν περὶ μὲν ἑαυτοῦ λέγῃ τὸ, «Ἐγώ,» περὶδὲ τοῦ Πατρὸς, «Ἐκεῖνος,» περὶ δὲ τοῦ Πνεύματος,«ἄλλος·» πῶς οὐκ ἀποστασία σαφὴς ἀρνεῖσθαι τὰτρία, καὶ μόνον εἶναι λέγειν τὸν φάσκοντα· «Οὐκεἰμὶ μόνος, ὅτι ὁ πέμψας με Πατὴρ μετ' ἐμοῦ ἐστι.»Χρῆται δὲ καὶ νομικῇ φωνῇ, καὶ διὰ ταύτης δύοπαρίστησιν ὄντας αὐτόν τε καὶ τὸν Πατέρα· «Ἐν τῷνόμῳ, γάρ φησι, τῷ ὑμετέρῳ γέγραπται, ὅτι δύοἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν· Ἐγὼ,» φησὶν,«εἰμὶ ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶἐμοῦ ὁ πέμψας με Πατήρ.» Ἰδοὺ γὰρ δύο πρόσωπα,καὶ εἰ μὴ λέγεις δύο εἶναι κατὰ ἀλήθειαν, τοῦτο λέ-γων οὐδὲ τὴν μαρτυρίαν ἐᾷς συνίστασθαι οὖσαν ἀλη-θινήν. Τοῦτο γὰρ πιστοῦται τὴν μαρτυρίαν, τὸ μὴὑφ' ἑνὸς γίνεσθαι μόνου, ἀλλ' ὑπὸ δύο. Καὶ γὰρ με-μαρτύρηκεν ὁ Πατὴρ ἐξ οὐρανοῦ λέγων· «Οὗτόςἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός·» καὶ Υἱὸς Θεοῦ εἶναιὁ μονογενὴς Υἱὸς μαρτυρεῖ, καὶ τῷ Πατρὶ διεί-λεκται σαφῶς ἐν ἀκοαῖς ἀνθρώπων λέγων· «Ἐξομο-λογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς,ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶἀπεκάλυψας αὐτὰ νηπίοις. Ναὶ ὁ Πατήρ· ὅτι οὕτωςεὐδοκία ἐγένετο ἔμπροσθέν σου. Πάντα μοι παρεδόθηὑπὸ τοῦ Πατρός μου.» Ἀλλὰ τί πρὸς ταῦτα ἀπολο-γοῦνται οἱ τῆς Ἰουδαίων ἀρνήσεως ὑπηρέται,ὑπὲρ τοῦ μὴ σαφῶς ἐλέγχεσθαι τοῖς Εὐαγγελίοιςἀντιπράττοντες τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ·καὶ οὕτως δύο ὑποστάσεις φαίνεσθαι, ἕνα τὸν ΠατέραΘεὸν, ἕτερον δὲ τὸν Υἱὸν ἄνθρωπον; Φεῦ τῆς ἀσε-