The Greek Library Author

Anonymous

De sabbatis et circumcisione

Authority group
Athanasius of Alexandria (catalogue association; authorship remains anonymous)
Edition reference
De sabbatis et circumcisione [Sp.], MPG 28: 133–141.
CTS identifier
urn:cts:greekLit:tlg2035.tlg068.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

28

136

Καὶ πάλιν πρὸ ὀλίγων λέγει ἐν τοῖς ἀνωτέρω·

«Καὶ ἐπιθήσετε ἐπὶ τὸ θῦμα λίβανον καθαρὸν καὶ

ἅλας, καὶ ἔσονται εἰς ἄρτους εἰς ἀνάμνησιν, προκεί-

μενα τῷ Κυρίῳ. Τῇ ἡμέρᾳ τῶν Σαββάτων προτεθή-

σεται ἔναντι Κυρίου διαπαντὸς ἐνώπιον τῶν

υἱῶν Ἰσραὴλ, διαθήκην αἰώνιον.» Εἰ γὰρ ἔμελλεν αὐτῷ

περὶ ἀργίας, οὐκ ἂν προτιθέναι, καὶ προσάγειν, καὶ

σφάζειν, ἐκέλευε τοὺς Λευΐτας. Εἰ γὰρ ἡ ἀργία

ἁγιάζει, δηλονότι ἡ ἐργασία μολύνει· ἀλλ' οἱ Λευῖται

ἐργαζόμενοι οὐ μολύνονται· οὐκ ἄρα ἡ ἀργία κα-

θαρίζει. Ἢ διὰ τί μόνοι οἱ Λευῗται τοῦ ἁγιασμοῦ στε-

ρίσκονται, προσάγοντες, καὶ σφάζοντες, καὶ προτι-

θέντες ἐν τῷ Σαββάτῳ; Τοσούτῳ γὰρ ἀπέχονται

τοῦ πλημμελεῖν, ὅσῳ καὶ ἱλάσκονται, ὑπὲρ τῶν προσ-

φερόντων.

Οὐκοῦν οὐκ ἀργίαν σημαίνει τὸ Σάββατον, ἀλλὰ

γνῶσιν μὲν τοῦ Ποιητοῦ, παῦλαν δὲ τοῦ σχήματος

τῆς κτίσεως ταύτης, ὡς καὶ ἐν τῷ Ἰεζεχιὴλ διαμαρ-

τύρεται λέγων ὁ Θεός· «Καὶ τὰ Σάββατά μου ἔδωκα

αὐτοῖς τοῦ εἶναι εἰς σημεῖον ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ

μέσον αὐτῶν τοῦ γνῶναι αὐτοὺς, ὅτι ἐγὼ Κύριος ὁ

ἁγιάζων αὐτούς.» Γνώσεως ἄρα καὶ οὐκ ἀργίας ἕνε-

κεν ἐδόθη τὸ Σάββατον· ὡς εἶναι μᾶλλον τὴν

γνῶσιν ἀναγκαιοτέραν τῆς ἀργίας. Διὰ τοῦτο ὁ Κύριος

ἔλεγε τοῖς αἰτιωμένοις τοὺς μαθητὰς ἐπὶ τῷ τίλλειν

στάχυας· «Εἰ ἐγνώκειτε τί ἐστιν, Ἔλεον θέλω καὶ

οὐ θυσίαν.» Ἀργοῦντας γὰρ αὐτοὺς ἐν τῷ Σαββάτῳ

ᾐτιᾶτο, ὅτι τὸ ἴδιον τοῦ Σαββάτου οὐκ ἔχετε, ὅπερ

ἐστὶν ἡ πρὸς τὴν ἀλήθειαν γνῶσις. Διὰ τοῦτο καὶ

περὶ τὴν Ἱεριχὼ κελεύονται σαλπίζειν οἱ τὸν νόμον

τοῦ Σαββάτου λαβόντες ἑπτὰ ἡμέραις, ἐν αἷς

137

ἐπτὰ καὶ τὸ Σάββατον ἐμπίπτει. Εἰ τοίνυν ἕνεκα τοῦ

ἀργεῖν ἐδόθη τὸ Σάββατον, διὰ τί ἐργάζεσθαι προσ-

τάττονται σαλπίζοντες; Ἀλλ' ἠπίστατο, ὅτι σαλπί-

ζοντες ἐσαββάτιζον, οὐκ ἀργοῦντες, ἀλλὰ γινώσκον-

τες τὸν βοηθοῦντα αὐτοῖς Κύριον· ὥσπερ καὶ ἐπὶ

τοῦ περιτεμνομένου ὀκταημέρου· ἀνάγκην γὰρ

ἔχει καὶ τῷ Σαββάτῳ περιτέμνειν, καὶ ὅμως σαββα-

τίζει, ἐργαζόμενος μὲν, γινώσκων δὲ τὸν Θεόν. Ἀμέ-

λει καὶ τὰς μὴ ἡμέρας τῶν Σαββάτων, ὅμως διὰ

τὴν ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τὴν τῆς θεογνωσίας

χάριν, Σάββατα ὀνομάζειν εἴωθεν ὁ νόμος, μᾶλλον

δὲ ὁ Κύριος τοῦ νόμου, ὡς ἐν τῷ Λευϊτικῷ· καὶ

ἐλάλησε Κύριος πρὸς Μωσῆν λέγων· «Καὶ τῇ δε-

κάτῃ τοῦ μηνὸς τοῦ ἑβδόμου τούτου ἡμέρα ἐξιλασμοῦ

κλητὴ ἁγία ἔσται ὑμῖν· καὶ ταπεινώσετε τὰς ψυχὰς

ὑμῶν καὶ προσάξετε ὁλοκαυτώματα τῷ Κυρίῳ. Πᾶν

ἔργον οὐ ποιήσετε ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ·» καὶ

μετ' ὀλίγα· «Καὶ ἔσται πᾶσα ψυχὴ, ἥτις ποιήσει

ἔργον ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ, ἀπολεῖται ἡ ψυχὴ

ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς. Πᾶν ἔργον οὐ ποιήσετε,

νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν. Σάββατα σαβ-

βάτων ἔσται ὑμῖν, καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν

ἀπὸ ἐνάτης τοῦ μηνὸς, ἀπὸ ἑσπέρας ἕως ἑσπέρας,

καὶ σαββατιεῖτε τὰ Σάββατα ὑμῶν.»

Οὐκοῦν οὐχ ἡ ἑβδόμη ἐστὶ τὸ Σάββατον, ἀλλ' ἡ

ἄφεσις τῶν ἁμαρτιῶν, ὅτε τις ἀπ' αὐτῶν κατα-

παύει. Οὐδὲ ἡ ἀργία ἐστὶ τὸ Σάββατον, ἀλλ' ἡ ἐξ-

ομολόγησις καὶ τὸ ταπεινοῦν τὴν ψυχήν. Οὐ γὰρ

ὡρισμένως, τῷ Σαββάτῳ, εἴρηκεν, ἀλλ' ἁπλῶς τῇ

δεκάτῃ, ἣν συμβαίνει ἀπαντᾷν μὴ ἐν Σαββάτῳ. Καὶ

ὅμως τὴν ἀπαντῶσαν ἡμέραν διὰ τὸν ἐξιλασμὸν Σάβ-

βατον οὐχ ἀπλῶς, ἀλλὰ Σάββατα σαββάτων ὀνομά-

ζει. Εἰ δὲ ταύτην Σάββατον ὀνομάζει, ἐν δὲ Σαββάτῳ

ἐργάζεσθαι κελεύει· οὐκ ἄρα ἀργίας προηγουμένως

ἐστὶ νόμος τὸ Σάββατον, ἀλλὰ γνώσεως καὶ ἐξ-

ιλασμοῦ, καὶ ἀργίας ἀπὸ κακίας πάσης. Οὐ διὰ τὴν

ἀργίαν οὖν τὸ Σάββατον δέδωκεν, ἀλλὰ πρὸς τὸ γι-

νώσκειν αὐτοὺς τὴν κατάπαυσιν τῆς κτίσεως. Ἐν-

ετείλατο γὰρ ὁ Θεὸς λέγων· «Ἵνα γινώσκητε, ὅτι ἐν

ταύτῃ τῇ ἡμέρᾳ κατέπαυσε Κύριος ὁ Θεὸς ὑμῶν

ἀπὸ τῶν ἔργων, ὧν ἤρξατο ποιῆσαι.» Ἤθελε δὲ αὐ-

τοὺς γινώσκοντας τὸ τέλος ταύτης ἀρχὴν ζητεῖν ἑτέ-

ρας. Τέλος μὲν οὖν τῆς προτέρας κτίσεως ἦν τὸ

Σάββατον, ἀρχὴ δὲ τῆς δευτέρας, ἡ Κυριακὴ, ἐν

ᾗ τὴν παλαιὰν ἀνενεώσατο καὶ ἀνεκαίνισεν. Ὥσπερ

οὖν ἐνετείλατο φυλάττειν πρότερον τοῦ Σαββάτου τὴν

ἡμέραν, μνήμην οὖσαν τοῦ τέλους τῶν προτέρων,

140

οὕτως τὴν Κυριακὴν τιμῶμεν, μνήμην οὖσαν ἀρχῆς

δευτέρας ἀνακτίσεως. Οὐ γὰρ ἄλλην ἐπέκτισεν, ἀλλὰ

τὴν παλαιὰν ἀνεκαίνισε, καὶ ἣν ἤρξατο ποιεῖν ἐτε-

λείωσε. Διὰ τοῦτο ἐν μὲν τῇ ἕκτῃ τὰ γενόμενα συν-

ετελέσθη, καὶ τῇ ἑβδόμῃ κατέπαυσεν ἀπὸ πάν-

των· ἐν δὲ τῷ Εὐαγγελίῳ ἐλθὼν ὁ Λόγος φησίν·

«Ἦλθον τελειῶσαι τὸ ἔργον.» Ὁ γὰρ ἀπὸ πάντων

καταπαύων, σημαίνει τινὰ δεῖσθαι τέλους, ἅπερ ἐλθὼν

ἐπετελείωσε. Φησὶ γὰρ ἐν τῷ κατὰ Ἰωάννην·

«Τὰ ἔργα ἃ δέδωκέ μοι ὁ Πατὴρ, ἵνα τελειώσω αὐτά· αὐτὰ τὰ ἔργα, ἃ ἐγὼ ποιῶ, μαρτυρεῖ περὶ

ἐμοῦ.»

Ἀτελὲς μὲν γὰρ ἦν τὸ ἔργον, εἰ, ἁμαρτήσαν-

τος τοῦ Ἀδὰμ, ἀπέθνησκεν ὁ ἄνθρωπος· τέλειον δὲ

γέγονε, ζωοποιηθέντος αὐτοῦ. Διὰ τοῦτο, τὴν ἐν ἓξ

ἡμέραις κτίσιν ἀνακαινίσας, ἡμέραν τίθησι τῇ ἀνα-

καινίσει, ἣν διὰ τοῦ ψαλμοῦ προαναφωνεῖ λέγον τὸ

Πνεῦμα· «Αὕτη ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος.»

Ἀνθ' ἡλίου γὰρ Θεὸς ἀνατέλλει, καταυγάζων τῇ

ἑκάστου ψυχῇ· διὰ τοῦτο καὶ ἐν αὐτῷ τῷ σωτη-

ρίῳ πάθει οὐκ ἔφανεν ἥλιος, σημαίνων τέλος μὲν

τῆς προτέρας κτίσεως, ἀρχὴν δὲ ἑτέρας, τὴν ἐκ τοῦ

Σωτῆρος ἀνατέλλουσαν· ἣν ἑωρακὼς ὁ προφήτης φη-

σίν· «Ἰδοὺ ἀνὴρ, Ἀνατολὴ ὄνομα αὐτῷ·» καὶ

πάλιν· «Ὑμῖν δὲ τοῖς φοβουμένοις αὐτὸν ἀνατελεῖ

ἥλιος δικαιοσύνης.» Οὐ γὰρ πάντων ἡμέρα αὕτη,

ἀλλὰ τῶν ἀποθανόντων τῇ ἁμαρτίᾳ, ζώντων δὲ τῷ

Κυρίῳ. Διὰ τοῦτο γὰρ καὶ τῇ ὀγδόῃ ἡμέρᾳ περιτέ-

μνεσθαι ἐκέλευσεν ὁ νόμος· καὶ ἀπαράβατος ἦν ἡ

ἐντολὴ, σημαίνουσα τὴν μετὰ τὴν ἑβδόμην ἀναγέννη-

σιν πάντων. Ἡ γὰρ περιτομὴ οὐδὲν ἄλλο ἐδήλου ἢ

τὴν τῆς γενέσεως ἀπέκδυσιν· τὸν γὰρ τῇ ἕκτῃ ἀπο-

θανόντα ἀπεκδιδυσκόμεθα, καὶ ἀνακαινούμεθα

τῇ Κυριακῇ, ὅτε ὁ παλαιὸς, ἀπεκδυθεὶς, ἀνεγεννήθη

τῇ ἀναστάσει. Τοῦτο γὰρ καὶ ὁ Παῦλός φησιν ἐν

τῇ πρὸς Κολοσσαεῖς· «Ἐν ᾧ καὶ περιετμήθητε πε-

ριτομῇ ἀχειροποιήτῳ, ἐν τῇ ἀπεκδύσει τοῦ σώματος

τῆς σαρκὸς, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, συνταφέν-

τες αὐτῷ ἐν τῷ βαπτίσματι εἰς τὸν ᾅδην, ἐν ᾧ καὶ

συνηγέρθητε.» Τῆς γὰρ διὰ τοῦ βαπτίσματος ἀπεκ-

δύσεως τύπος ἦν ἡ περιτομή· ἣν ἐν ἐκείνοις

τοῖς μέλεσιν ἐνετείλατο γίνεσθαι, δι' ὧν καὶ γεννᾶται

τὸ σῶμα, ἵν' εἰδοῖεν οἱ περιτεμνόμενοι, ὅτι ἀπεκδύ-

σεως παλαιότητός ἐστι σημεῖον. Πιστεύσας γὰρ

Ἀβραὰμ ἔλαβε τὴν περιτομὴν, σημεῖον οὖσαν τῆς

διὰ τοῦ βαπτίσματος ἀναγεννήσεως. Διὰ τοῦτο ἐλθόν-

τος τοῦ σημαινομένου, πέπαυται τὸ σημεῖον. Ἡ μὲν

γὰρ περιτομὴ σημεῖον ἦν, τὸ δέ γε λουτρὸν τῆς

141

παλιγγενεσίας τὸ σημαινόμενον. Ὅλου γὰρ τοῦ πα-

λαιοῦ ἀπεκδιδυσκομένου, περιττὴ ἡ διὰ τοῦ μέρους

σημασία. Καὶ ὥσπερ ἡ Κυριακὴ ἀρχὴ τῆς κτίσεώς

ἐστι, καὶ παύει τὸ Σάββατον· οὕτως ἡ αὐτὴ ἀναγεν-

νήσασα τὸν ἄνθρωπον ἔπαυσε τὴν περιτομήν. Ἀμ-

φότερα γὰρ ἐν τῇ ὀγδόῃ κατώρθωται, καὶ ἡ ἀρχὴ

τῆς κτίσεως, καὶ ἡ ἀναγέννησις τοῦ ἀνθρώπου. Διὰ

τοῦτο ἡ ὀγδόη τὸ Σάββατον ἔλυσε, καὶ οὐ τὸ Σάββα-

τον τὴν ὀγδόην. Ἐν μὲν γὰρ Σαββάτῳ περιετέμνετο

ὁ ἄνθρωπος· ἐν δὲ τῷ Σαββάτῳ οὐκ ἤργει ἡ πε-

ριτομή. Ἡ γὰρ ὀγδόη, ἀρχὴ οὖσα τῆς ἀνακτίσεως,

κατέπαυσε τὴν πρώτην.

Ἡγοῦμαι δὲ καὶ διὰ τοῦτο τὴν περιτομὴν δεδό-

σθαι. Τοῦ γὰρ Ἀδὰμ ἀκούσαντος· «Γῆ εἶ, καὶ εἰς

γῆν ἀπελεύσῃ,» ἔθνησκε, καὶ διεφθείρετο τὸ σῶμα·

ὅθεν μέρος τι τοῦ σώματος, καὶ τοῦτο τὸ αἴτιον

τῆς τοῦ σώματος γενέσεως προσετάχθησαν ἐκτιν-

νύειν, προδιδασκόμενοι τὴν τοῦ ὅλου ἀπέκδυσιν, ἵν',

ὥσπερ ἀποδιδόντες τὸ κατακριθὲν, διασωθῆναι δυνη-

θῶσι. Καὶ ὥσπερ αἱ θυσίαι σκιαὶ ἦσαν τῶν μελλόντων,

οὕτως καὶ ἡ ἐκ μέρους περιτομὴ τοῦ ὅλου ἦν σκιά.

Τοῦτο δὲ καὶ ἐν τῷ Ἰησοῦ τῷ τοῦ Ναυῆ φανερῶς

ὁ λόγος σημαίνει· τοῦ γὰρ Ἰησοῦ κατὰ πρόσταξιν τοῦ

Θεοῦ περιτέμνοντος τὸν λαὸν ἐν Γαλγάλοις πέραν

τοῦ Ἰορδάνου, εἶπε Κύριος τῷ Ἰησοῦ υἱῷ Ναυῆ·

«Ἐν τῇ σήμερον ἡμέρᾳ ἀφεῖλον τὸν ὀνειδισμὸν

Αἰγύπτου ἀφ' ὑμῶν. Καὶ ἐκάλεσα, φησὶν, ὄνομα

τοῦ τόπου ἐκείνου Γάλγαλα.» Εἰ γὰρ ἡ περιτομὴ

ἀφαίρεσίς ἐστι τῆς ἐν Αἰγύπτῳ γενέσεως, δηλονότι

ἡ ἀκροβυστία, Αἰγυπτιακῆς σχέσεως καὶ γενέσεως

γνώρισμά ἐστι. Τοῦτο δὲ ἀφεῖλεν ὁ Θεὸς, ἵνα μηκέτι

ὡς ἐν Αἰγύπτῳ γεννηθέντες ὦσιν, ἀλλὰ τῆς ἐπαγ-

γελίας, εἰς ἣν εἰσῆξεν αὐτοὺς ὁ Κύριος, τέκνα λογί-

ζωνται. Τούτων δὲ οὕτως ὄντων, φαίνεται καθόλου

ἡ περιτομὴ δοθεῖσα, ἵν' ἀφαιρεθῇ ὁ ὀνειδισμὸς

τῆς γηΐνης γενέσεως ἀπὸ τῶν Ἀβραμιαίων, καὶ

μηκέτι ὑπεύθυνοι ὦμεν τῷ· «Γῆ εἶ, καὶ εἰς γῆν

ἀπελεύσῃ.» Ἀφῃρέθη γὰρ ὁ ὀνειδισμὸς τοῦ παρα-

πτώματος. Τοῦτο δὲ ἐγένετο τότε εἰς τύπον τοῦ διὰ

Χριστοῦ βαπτίσματος. Τότε γὰρ ἐκ μέρους ἐγέ-

νετο, ὡς ἐν σκιᾷ, νῦν δὲ, ὥσπερ εἶπεν ὁ Ἀπό-

στολος, ὅλην τὴν γηΐνην γένεσιν ἀπεκδιδυσκόμεθα,

διὰ τοῦ λουτροῦ ἀναγεννώμενοι, ἵνα μηκέτι κατὰ τὴν

πρώτην γένεσιν ἀποθνήσκωμεν, ἀλλὰ κατὰ τὴν πε-

ριτομὴν τῆς ἀπεκδύσεως τοῦ σώματος, ἣν διὰ τοῦ

λουτροῦ ἀπεκδιδυσκόμεθα, ζήσωμεν. Ὥσπερ δὲ εἶπεν

ὁ Κύριος τῷ Ἰησοῦ· «Ἀφεῖλον τὸν ὀνειδισμὸν Αἰ-

γύπτου ἐν τῇ σήμερον ἡμέρᾳ ἀφ' ὑμῶν·» οὕτως

πολλῷ πλέον λεχθείη ἂν ἑκάστῳ τῶν νῦν βαπτι-

ζομένων· Ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀφεῖλον τὸν ὀνειδι-

σμὸν τῆς γηΐνης γενέσεως, καὶ τὸν ὀνειδισμὸν τῆς

τοῦ θανάτου φθορᾶς ἀπὸ σοῦ, ἐν τῇ σήμερον ἡμέρᾳ.

133

{ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ

ΑΘΑΝΑΣΙΟΥ

ΟΜΙΛΙΑ ΕΙΣ ΤΟΝ ΣΠΟΡΟΝ.} Ἐν ἡμέρᾳ Σαββάτου συνήχθημεν, οὐ νοσοῦν-τες Ἰουδαϊσμόν· οὐ γὰρ ἐφαπτόμεθα Σαββάτωνψευδῶν· παραγεγόναμεν δὲ ἐν Σαββάτῳ, τὸν Κύ-ριον τοῦ Σαββάτου Ἰησοῦν προσκυνήσοντες. Πάλαιμὲν γὰρ ἦν ἐν τοῖς ἀρχαίοις τὸ τίμιον Σάββατον·

28

133

μετέθηκε δὲ ὁ Κύριος τὴν τοῦ Σαββάτου ἡμέραν εἰς

Κυριακήν· καὶ οὐχ ἡμεῖς ἐσμεν οἱ ἀφ' ἑαυτῶν τοῦΣαββάτου καταφρονήσαντες, ἀλλ' ὁ προφήτης ἐστὶνὁ ἀποβαλὼν καὶ εἰπών· «Τὰς νεομηνίας ὑμῶν καὶτὰ Σάββατα μισεῖ ἡ ψυχή μου.» Μέχρι μὲν γὰρὅτε ἄξια ἐπράττετο τῶν πραγμάτων τῆς νομοθεσίας,ἢ μέχρις ὅτε μὴ ἦν παραγενόμενος ὁ Διδάσκα-λος, ἐνήργει τὰ τοῦ παιδαγωγοῦ· ἐλθόντος δὲ τοῦΔιδασκάλου, κατηργήθη ὁ παιδαγωγὸς, καὶ ἡλίουἀνατείλαντος, ὁ λύχνος ἐπαύσατο. Εὔκαιρος δὲ ἡμῖνγέγονε καὶ ἡ ἀνάγνωσις, κατὰ ἀκολουθίαν, περὶΣαββάτου. Ἠκούομεν γὰρ ἀρτίως, ὅπως ὁ Ἰησοῦςἐπορεύετο διὰ τῶν σπορίμων, καὶ ὅπως τὴν χεῖρατὴν ξηρὰν ἐθεράπευσε· καί μοι δοκεῖ καλῶς ἔχεινὀλίγα εἰς τὸ ἀνάγνωσμα τοῦ Εὐαγγελίου εἰπεῖν. ὉΣωτὴρ ἡμῶν ἐπορεύετο διὰ τῶν σπορίμων, καὶ οἱμαθηταὶ αὐτῷ ἠκολούθουν, καὶ στάχυας τίλλοντες,ἤσθιον· καὶ Ἰουδαῖοι ἐπετίμων αὐτοῖς λέγοντες·«Οὐκ ἔξεστι τοῦτο ποιεῖν ἐν Σαββάτῳ.» Κατὰποῖον νόμον, ὦ Ἰουδαῖοι; Κατὰ ποίαν Μω-σέως νομοθεσίαν; Κατὰ ποίαν προφήτου φράσιν;Ποῦ κεκώλυται τρέφεσθαι τὸν πεινῶντα; Ποῦγέγραπται μὴ ἐμπλησθῆναι γαστέρα κενήν; Οἱ δὲτὸ τρέφεσθαι ὀνειδίζοντες ἐν Σαββάτῳ, αὐτοὶ φόνοιςἐν Σαββάτῳ κατὰ τοῦ οἰκοδεσπότου εἰργάζοντο· λέγειγὰρ ἡ Γραφὴ ἐν τῷ Εὐαγγελίῳ περὶ τῆς ἡμέρας ἐνᾗ ὁ Θεὸς ἔπαθεν· «Ἦν δὲ ἡμέρα ἐκείνη μεγάλη τοῦΣαββάτου.» Καὶ τὸν μὲν νομοθέτην ἀναιροῦσιν ἐνΣαββάτῳ, τρέφεσθαι δὲ μαθητὰς ἐν Σαββάτῳ οὐβούλονται. Διὰ τοῦτο ὁ Σωτὴρ ἐν τοῖς ἀρτίως ἀνα-γνωσθεῖσιν, ἠρώτα αὐτούς· Τί ἔξεστιν ποιῆσαι ἐντῷ Σαββάτῳ; ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι; ψυχὴνσῶσαι, ἢ ἀπολέσαι; τὸ τρέφεσθαι ὀνειδίζετε, τὸ δὲφονεῦσαι κατεργάζεσθε; Ἀεὶ γὰρ οἱ Ἰουδαῖοι τὸν κώ-νωπα διυλίζουσι, τὴν δὲ κάμηλον καταπίνουσιν· ἀεὶἀκριβεῖς εἰσι περὶ τὸ ἀποδεκατῶσαι τὸ πήγανον καὶτὸ λάχανον· τὰ δὲ βαρύτερα τοῦ νόμου οὐ τηροῦσι.Καὶ διαπορευομένων τῶν μαθητῶν, ἠγανάκτουν, ὅτιστάχυας ἔψωχον ταῖς χερσὶ, καὶ ἤσθιον. Οὐ σιδήρῳἀπέτεμνον, ἐπεὶ κατηγόρουν ὡς ἔργου· οὐδὲ ἄλλοιςἐργαλείοις ἐχρήσαντο, ἵνα μὴ κατηγορήσωσιν, ὡς μὴ

28

136

τρεφομένων, ἀλλ' ἐργαζομένων. Νυνὶ δὲ τί μέμφεσθε

τῷ ὑπὸ τοῦ Θεοῦ δοθέντι εἰς σωτηρίαν; Εἰ γὰρ ὁ Θεὸς οὐ τὸ τρέφεσθαι ἀπηγόρευσεν ἐν Σαββάτῳ, τίσὺ τοῦτο ὀνειδίζεις, ὅπερ ὁ Θεὸς οὐκ ἀπηγόρευσεν; Διεπορεύετο τοίνυν ὁ Σωτὴρ διὰ τῶν σπορίμων·ὁ κόκκος τοῦ σίτου, διὰ τῶν σπορίμων, ὁ νοητὸςκόκκος τοῦ σίτου, ὁ πεσὼν εἰς ἕνα τόπον, καὶ ἀνα-στὰς πολύχους εἰς τὴν οἰκουμένην· αὐτὸς γὰρ περὶἑαυτοῦ ἔλεγεν, ὅτι «Ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου,πεσὼν εἰς τὴν γῆν, ἀποθάνῃ, αὐτὸς μόνος μένει·ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει.» Εἴπωμεναὐτὸ καὶ ἄλλως· Διεπορεύετο τοίνυν ὁ Ἰησοῦς διὰτῶν σπορίμων· αὐτὸς γὰρ ἐνίοτε μὲν κόκκος τοῦσίτου καλεῖται διὰ τὸ θρεπτικόν· ἄλλοτε δὲ σπορεύςἐστι, κατὰ τὸ εἰρημένον ἐν τοῖς Εὐαγγελίοις· «Ἰδοὺἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι.» Σπείρει μὲν οὖν ὁἸησοῦς δαψιλῶς· ἡ δὲ καρποφορία γίνεται πρὸς τὸ

28

136

ὑποκείμενον· ὅπου μὲν γὰρ πετρώδης ἡ γῆ, εὐμα-

ρῶς ξηραίνεται τὸ σπέρμα οὐκ ἀδυναμίᾳ τοῦσπόρου, ἀλλὰ τῇ καχεξίᾳ τῆς γῆς· ὁ μὲν γὰρ σπό-ρος ἐνεργής· ἄγονος δὲ ἡ γῆ βάθος μὴ κεκτημένη.Οὐκ ἀντεχούσης δὲ τῆς γῆς πρὸς ὑγρασίαν,πλεῖον αἱ ἡλιακαὶ ἀκτῖνες προσβάλλουσαι, ἀναξη-ραίνουσι τὸν σπόρον. Καὶ γίνεται τὸ αἴτιον οὐ παρὰτὸ ἄτονον τοῦ σπόρου, ἀλλὰ τὸ σαθρὸν τῆς γῆς. Πά-λιν ὁ σπόρος σπείρεται εἰς ἀκανθώδη γῆν· καὶ ὁ μὲνσπόρος ἐνεργής· πνίγεται δὲ ὑπὸ τῶν ἀκανθῶν, καὶἡ ἔνδον ἀποκειμένη ἐνέργεια οὐ συγχωρεῖται καρ-ποφορῆσαι διὰ τὴν ἔξωθεν ὄχλησιν. Ἐὰν δὲ ἀπο-λαύσῃ τῆς ἀγαθῆς, ποιεῖ πάλιν οὐχ ὅμοιον τὸν καρ-πὸν, ἀλλ' ἐν τριάκοντα, καὶ ἑξήκοντα, καὶ ἑκατόν.Μονοειδὴς μὲν ὁ σπόρος, διάφορος δὲ ὁ καρπός· διά-φοροι δὲ αἱ γνῶμαι τῶν διδασκομένων. Ἐξῆλθε τοίνυν ὁ σπείρων τοῦ σπεῖραι· καὶ τὰμὲν δι' ἑαυτοῦ παρὼν, τὰ δὲ διὰ τῶν μαθητῶν ἐνήρ-γησε. Καὶ ἔχεις ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων γε-γραμμένον, ὅτι μετὰ τὸ λιθοβοληθῆναι τὸν Στέφανονοὕτως λέγει ἡ Γραφή· «Οἱ μὲν οὖν διασπαρέντες,»οὐ δι' ἀσθενείας σκορπισθέντες· οὐ γὰρ διῃρέθησαν τῇπίστει· ἀλλὰ διασπαρέντες. Τῇ γὰρ ἐνεργείᾳ τοῦ σπεί-ραντος σιτοποιηθέντες εἰς ἄρτον ἐπουράνιον, κατὰ πᾶ-σαν διεληλυθότες ζωοφορίας διδασκαλίαν, κατασπείραν-τες ἐνεργήματα. Ὁ τοίνυν τὰ νοήματα σπείρων Ἰησοῦςὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, διήρχετο διὰ τῶν σπορίμων,οὐ μόνον δὲ τῶν σπόρων κατασπορεὺς, ἀλλὰ καὶ τῶναἰσθητῶν. Πρὸς γὰρ τοῦτον ἔλεγεν ἐξ ἀρχῆς ὁ Πατήρ·«Ἐξαγαγέτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμακατὰ γένος καὶ καθ' ὁμοίωσιν.» Πατὴρ ἔλεγεν, Υἱὸς