The Greek Library Author

Anonymous

Synopsis scripturae sacrae

Authority group
Athanasius of Alexandria (catalogue association; authorship remains anonymous)
Edition reference
Synopsis scripturae sacrae [Sp.], MPG 28: 284–437.
CTS identifier
urn:cts:greekLit:tlg2035.tlg071.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

28

288

πρὸς Ἰωνᾶν τὸν τοῦ Ἀμαθὶ, λέγων· Ἀνάστηθι καὶ

πορεύθητι εἰς Νινευὶ τὴν πόλιν τὴν μεγάλην.«

Ναοὺμ, οὗ ἡ ἀρχή· »Λῆμμα Νινευί. Βίβλος ὁρά-

σεως Ναοὺμ τοῦ ἐν Ἐλκεσαί.«

Ἀμβακοὺμ, οὗ ἡ ἀρχή· »Τὸ λῆμμα ὃ εἶδεν Ἀμ-

βακοὺμ ὁ προφήτης.«

Σοφωνίας, οὗ ἡ ἀρχή· »Λόγος Κυρίου, ὃς ἐγενήθη

πρὸς Σοφωνίαν τὸν τοῦ Χοὺς, υἱὸν Γοδολίου

τοῦ Ἀμορίου τοῦ Ἐζεκίου, ἐν ἡμέραις Ἰωσίου υἱοῦ

Ἀμὼς βασιλέως Ἰούδα.«

Ἀγγαῖος, οὗ ἡ ἀρχή· »Ἐν τῷ δευτέρῳ ἔτει ἐπὶ

Δαρείου τοῦ βασιλέως ἐν τῷ μηνὶ τῷ ἕκτῳ, μιᾷ τοῦ

μηνὸς, ἐγένετο λόγος Κυρίου ἐν χειρὶ Ἀγγαίου προ-

φήτου λέγων.«

Ζαχαρίας, οὗ ἡ ἀρχή· »Ἐν τῷ ὀγδόῳ μηνὶ ἔτους

δευτέρου ἐπὶ Δαρείου ἐγένετο λόγος Κυρίου ἐπὶ Ζαχα-

ρίαν, τὸν τοῦ Βαραχίου, υἱὸν Ἀδδὼ τὸν προφήτην,

λέγων.«

28

288

Μαλαχίας, οὗ ἡ ἀρχή· »Λῆμμα λόγου Κυρίου ἐπὶ

τὸν Ἰσραὴλ ἐν χειρὶ ἀγγέλου αὐτοῦ.«

Οὗτοι μὲν οὖν οἱ δώδεκα εἰς ἓν βιβλίον. Ἑξῆς δὲ

ἕτεροι τέσσαρες, πρὸς ἓν ἕκαστος βιβλίον, οὗτοι·

Ἡσαΐας, οὗ ἡ ἀρχή· »Ὅρασις, ἣν εἶδεν Ἡσαΐας

289

υἱὸς Ἀμὼς, ἣν εἶδε κατὰ τῆς Ἰουδαίας καὶ κατὰ τῆς

Ἱερουσαλὴμ ἐν βασιλείᾳ Ὀζίου, καὶ Ἰωάθαμ, καὶ

Ἀχὰζ, καὶ Ἐζεκίου, οἳ ἐβασίλευσαν τῆς Ἰουδαίας.

Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, ἡ γῆ, ὅτι Κύριος ἐλά-

λησεν.«

28

289

Ἱερεμίας, οὗ ἡ ἀρχή· »Τὸ ῥῆμα τοῦ Θεοῦ, ὃ ἐγέ-

νετο ἐπὶ Ἱερεμίαν τὸν τοῦ Χελκίου, ὃς ἦν ἐκ τῶν

ἱερέων.«

28

289

Ἐζεκιὴλ, οὗ ἡ ἀρχή· »Καὶ ἐγένετο ἐν τῷ

τριακοστῷ ἔτει ἐν τῷ τετάρτῳ μηνὶ, καὶ ἐγὼ ἤμην

ἐν μέσῳ τῆς αἰχμαλωσίας ἐπὶ τοῦ ποταμοῦ Χοβὰρ,

καὶ ἠνοίχθησαν οἱ οὐρανοὶ, καὶ εἶδον ὁράσεις Θεοῦ.«

Δανιὴλ, οὗ ἡ ἀρχή· »Καὶ ἦν ἀνὴρ οἰκῶν ἐν

Βαβυλῶνι, καὶ ὄνομα αὐτῷ Ἰωακεὶμ, καὶ ἔλαβε

γυναῖκα ᾗ ὄνομα Σουσάννα, θυγάτηρ Χελκίου, καλὴ

σφόδρα καὶ φοβουμένη τὸν Κύριον.«

Ὁμοῦ τὰ κανονιζόμενα τῆς Παλαιᾶς Διαθήκης

βιβλία εἴκοσι δύο, ἰσάριθμα τοῖς γράμμασι τῶν

Ἑβραίων. Τοσαῦτα γάρ εἰσι παρ' αὐτοῖς τὰ στοιχεῖα.

Ἐκτὸς δὲ τούτων εἰσὶ πάλιν ἕτερα βιβλία τῆς αὐ-

τῆς Παλαιᾶς Διαθήκης, οὐ κανονιζόμενα μὲν, ἀνα-

γινωσκόμενα δὲ μόνον τοῖς κατηχουμένοις ταῦτα·

Σοφία Σολομῶνος, οὗ ἡ ἀρχή· »Ἀγαπήσατε δι-

καιοσύνην, οἱ κρίνοντες τὴν γῆν.«

Σοφία Ἰησοῦ υἱοῦ Σιρὰχ, οὗ ἡ ἀρχή· »Πᾶσα σο-

φία παρὰ Κυρίου, καὶ μετ' αὐτοῦ ἐστιν εἰς τὸν

αἰῶνα.«

28

289

Ἐσθὴρ, οὗ ἡ ἀρχή· »Ἔτους δευτέρου, βα-

σιλεύοντος Ἀρταξέρξου τοῦ μεγάλου, τῇ μιᾷ τοῦ Νει-

σᾶν ἐνύπνιον εἶδε Μαρδοχαῖος ὁ τοῦ Ἰαείρου τοῦ

Σεμεεὶ τοῦ Κισαίου, ἐκ φυλῆς Βενιαμίν.«

Ἰουδὴθ, οὗ ἀρχή· »Ἔτους δωδεκάτου τῆς βασι-

λείας Ναβουχοδονόσωρ, ὃς ἐβασίλευσεν Ἀσσυρίων

ἐν Νινευὶ, τῇ πόλει τῇ μεγάλῃ, ἐν ταῖς ἡμέραις

Ἀρφαξὰδ, ὃς ἐβασίλευσε Μήδων ἐν Ἐκβατάνοις.«

Τωβὶτ, οὗ ἡ ἀρχή· »Βίβλος λόγων Τωβὶτ, τοῦ

Τωβιὴλ, τοῦ Ἀνανιὴλ, τοῦ Ἀδουὴλ, τοῦ Γαβαὴλ, ἐκ

τοῦ σπέρματος Ἀσεὴλ, ἐκ τῆς φυλῆς Νεφθαλεὶμ,

ὃς ᾐχμαλωτεύθη ἐν ἡμέραις Ἐννεμεσάρου τοῦ βασι-

λέως Ἀσσυρίων.«

Τοσαῦτα καὶ τὰ μὴ κανονιζόμενα. Τινὲς μέντοι τῶν

παλαιῶν εἰρήκασι κανονίζεσθαι παρ' Ἑβραίοις καὶ

τὴν Ἐσθήρ· καὶ τὴν μὲν Ῥοὺθ, μετὰ τῶν Κριτῶν

ἑνουμένην, εἰς ἓν βιβλίον ἀριθμεῖσθαι· τὴν δὲ

Ἐσθὴρ εἰς ἕτερον ἕν· καὶ οὕτω πάλιν εἰς εἴκοσι δύο

συμπληροῦσθαι τὸν ἀριθμὸν τῶν κανονιζομένων παρ'

αὐτοῖς βιβλίων.

Καὶ τὰ μὲν τῆς Παλαιᾶς Διαθήκης βιβλία, τά

τε κανονιζόμενα καὶ τὰ μὴ κανονιζόμενα, τοιαῦτα

καὶ τοσαῦτα.

Τὰ δὲ τῆς Καινῆς Διαθήκης, πάλιν ὡρισμένα τε

καὶ κεκανονισμένα βιβλία, ταῦτα·

Κατὰ Ματθαῖον, οὗ ἡ ἀρχή· »Βίβλος γενέσεως Ἰη-

σοῦ Χριστοῦ, υἱοῦ Ἀβραάμ.«

292

Κατὰ Μάρκον, οὗ ἡ ἀρχή· »Ἀρχὴ τοῦ Εὐαγγελίου

Ἰησοῦ Χριστοῦ, Υἱοῦ τοῦ Θεοῦ· καθὼς γέγραπται

ἐν τῷ Ἡσαΐᾳ τῷ προφήτῃ· Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν

ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν

ὁδόν σου.«

Κατὰ Λουκᾶν, οὗ ἡ ἀρχή· »Ἐπειδήπερ πολλοὶ

ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπλη-

ροφορημένων ἐν ἡμῖν πραγμάτων.«

Κατὰ Ἰωάννην, οὗ ἡ ἀρχή· »Ἐν ἀρχῇ ἦν ὁ Λό-

γος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λό-

γος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Πάντα δι' αὐτοῦ

ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲν, ὃ γέγονεν.«

Πράξεις τῶν ἀποστόλων, οὗ ἡ ἀρχή· »Τὸν μὲν

πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε,

ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν.«

Καθολικαὶ Ἐπιστολαὶ διαφόρων ἀποστόλων, αἱ πᾶ-

σαι ἑπτὰ, εἰς ἓν ἀριθμούμεναι βιβλίον.

Ἰακώβου μία, ἧς ἡ ἀρχή· »Ἰάκωβος Θεοῦ καὶ

Κυρίου Ἰησοῦ Χριστοῦ δοῦλος, ταῖς δώδεκα φυλαῖς

ταῖς ἐν τῇ διασπορᾷ, χαίρειν.«

Πέτρου δύο· καὶ τῆς μὲν πρώτης ἡ ἀρχή· »Πέτρος

ἀπόστολος Ἰησοῦ Χριστοῦ, ἐκλεκτοῖς παρεπιδήμοις

διασπορᾶς Πόντου, Γαλατίας, Καππαδοκίας, Ἀσίας,

καὶ Βιθυνίας, κατὰ πρόγνωσιν Θεοῦ Πατρὸς, ἐν ἁγια-

σμῷ Πνεύματος, εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἵματος

Ἰησοῦ Χριστοῦ, χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη.«

Τῆς δὲ δευτέρας ἡ ἀρχή· »Συμεὼν Πέτρος καὶ ἀπό-

στολος Ἰησοῦ Χριστοῦ τοῖς ἰσότιμον ἡμῖν λαχοῦσι πί-

στιν ἐν δικαιοσύνῃ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι-

στοῦ.«

28

292

Ἰωάννου τρεῖς· καὶ τῆς μὲν πρώτης ἡ ἀρχή· »Ὃ

ἦν ἀπ' ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλ-

μοῖς ἡμῶν, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ

τοῦ λόγου τῆς ζωῆς.«

Τῆς δὲ δευτέρας ἡ ἀρχή· »Ὁ πρεσβύτερος ἐκλε-

κτῇ κυρίᾳ καὶ τοῖς τέκνοις αὐτῆς, οὓς ἐγὼ ἀγαπῶ

ἐν ἀληθείᾳ.«

Τῆς δὲ τρίτης ἡ ἀρχή· »Ὁ πρεσβύτερος Γαΐῳ τῷ

ἀγαπητῷ, ὃν ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ.«

Ἰούδα μία, ἧς ἡ ἀρχή· »Ἰούδας Ἰησοῦ Χριστοῦ

δοῦλος, ἀδελφὸς δὲ Ἰακώβου, τοῖς ἐν Θεῷ Πατρὶ ἠγα-

πημένοις, καὶ Ἰησοῦ Χριστῷ τετηρημένοις κλητοῖς.«

Παύλου ἀποστόλου ἐπιστολαὶ ιδʹ, εἰς ἓν ἀριθμού-

μεναι βιβλίον.

Ἐν πρώτῃ, ἡ πρὸς Ῥωμαίους, ἧς ἡ ἀρχή·

»Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς Ἀπόστολος,

ἀφωρισμένος εἰς Εὐαγγέλιον Θεοῦ.

Πρὸς Κορινθίους δύο· καὶ τῆς μὲν πρώτης ἡ ἀρ-

χή· «Παῦλος κλητὸς Ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ

θελήματος Θεοῦ, καὶ Σωσθένης ὁ ἀδελφὸς, τῇ Ἐκ-

κλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ.»

Τῆς δὲ δευτέρας ἡ ἀρχή· «Παῦλος ἀπόστολος Ἰη-

σοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, καὶ Τιμόθεος ὁ

ἀδελφὸς, τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ.»

Τετάρτη πρὸς Γαλάτας, ἧς ἡ ἀρχή· «Παῦλος

ἀπόστολος οὐκ ἀπ' ἀνθρώπων, οὐδὲ δι' ἀνθρώπων,

293

ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ καὶ Θεοῦ καὶ Πατρός.»

Πέμπτη πρὸς Ἐφεσίους, ἧς ἡ ἀρχή· «Παῦλος ἀπό-

στολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, τοῖς ἁγίοις

τοῖς οὖσιν ἐν Ἐφέσῳ, καὶ πιστοῖς ἐν Χριστῷ Ἰησοῦ.»

Ἕκτη πρὸς Φιλιππησίους, ἧς ἡ ἀρχή· «Παῦλος

καὶ Τιμόθεος, δοῦλοι Ἰησοῦ Χριστοῦ, πᾶσι τοῖς ἁγίοις

τοῖς οὖσιν ἐν Φιλίπποις, σὺν ἐπισκόποις καὶ διακό-

νοις.»

28

293

Ἑβδόμη πρὸς Κολασσαεῖς, ἧς ἡ ἀρχή· «Παῦλος

ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος Θεοῦ, καὶ

Τιμόθεος ὁ ἀδελφὸς, τοῖς ἐν Κολασσαῖς ἁγίοις καὶ πι-

στοῖς ἀδελφοῖς ἐν Χριστῷ.»

Πρὸς Θεσσαλονικεῖς δύο· καὶ τῆς μὲν πρώτης ἡ

ἀρχή· «Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος, τῇ Ἐκ-

κλησίᾳ Θεσσαλονικέων, ἐν Θεῷ Πατρὶ καὶ Κυρίῳ Ἰη-

σοῦ Χριστῷ.»

Τῆς δὲ δευτέρας ἡ ἀρχή· «Παῦλος καὶ Σιλουανὸς

καὶ Τιμόθεος, τῇ Ἐκκλησίᾳ Θεσσαλονικέων, ἐν Θεῷ

Πατρὶ ἡμῶν καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ.»

Δεκάτη ἡ πρὸς Ἑβραίους, ἧς ἡ ἀρχή· «Πολυμε-

ρῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πα-

τράσιν ἐν τοῖς προφήταις, ἐπ' ἐσχάτου τῶν ἡμερῶν

ἐλάλησεν ἡμῖν ἐν Υἱῷ.»

Πρὸς Τιμόθεον δύο· καὶ τῆς μὲν πρώτης ἡ ἀρχή·

«Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ, κατ' ἐπιταγὴν Θεοῦ

Σωτῆρος ἡμῶν καὶ Χριστοῦ Ἰησοῦ τῆς ἐλπίδος ἡμῶν,

Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει.»

Τῆς δὲ δευτέρας ἡ ἀρχή· «Παῦλος ἀπόστολος Ἰη-

σοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, κατ' ἐπαγγελίαν

ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ, Τιμοθέῳ ἀγαπητῷ τέ-

κνῳ.»

28

293

Τρισκαιδεκάτη, ἡ πρὸς Τίτον, ἧς ἀρχή· «Παῦλος

δοῦλος Θεοῦ, ἀπόστολος δὲ Ἰησοῦ Χριστοῦ, κατὰ πί-

στιν ἐκλεκτῶν Θεοῦ, καὶ ἐπίγνωσιν ἀληθείας, τῆς

κατ' εὐσέβειαν ἐν ἐλπίδι ζωῆς αἰωνίου.»

Τεσσαρεσκαιδεκάτη, ἡ πρὸς Φιλήμονα, ἧς ἡ ἀρχή·

«Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ καὶ Τιμόθεος ὁ ἀδελ-

φὸς, Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν.

Ἐπὶ τούτοις ἐστὶ καὶ ἡ Ἀποκάλυψις Ἰωάννου τοῦ

θεολόγου, δεχθεῖσα ὡς ἐκείνου καὶ ἐγκριθεῖσα ὑπὸ

πάλαι ἁγίων καὶ πνευματοφόρων Πατέρων, οὗ ἡ ἀρ-

χή· »Ἀποκάλυψις Ἰησοῦ Χριστοῦ, ἣν ἔδωκεν αὐ-

τῷ ὁ Θεὸς δεῖξαι τοῖς δούλοις αὐτοῦ ἃ δεῖ γενέσθαι

ἐν τάχει, καὶ ἐσήμανεν, ἀποστείλας διὰ τοῦ ἀγγέλου

αὐτοῦ τῷ δούλῳ αὐτοῦ Ἰωάννῃ.«

Τοσαῦτα καὶ τὰ τῆς Καινῆς Διαθήκης βιβλία τά

γε κανονιζόμενα, καὶ τῆς πίστεως ἡμῶν οἱονεὶ ἀκρο-

θίνια ἢ ἄγκυραι καὶ ἐρείσματα· ὡς παρ' αὐτῶν τῶν

ἀποστόλων τοῦ Χριστοῦ, τῶν καὶ συγγενομένων

ἐκείνῳ καὶ ὑπ' αὐτοῦ μαθητευθέντων, γραφέντα καὶ

ἐκτεθέντα. Ἐπεί τοί γε ὕστερον κατὰ τὴν ἐκείνων

ἀκολουθίαν καὶ συμφωνίαν ἄλλα μυρία καὶ ἀναρί-

θμητα βιβλία ἐξεπονήθησαν ὑπὸ τῶν κατὰ καιροὺς

μεγάλων καὶ σοφωτάτων θεοφόρων Πατέρων εἰς μαρ-

τυρίαν τῶν προλαβόντων καὶ διαφώτισιν· περὶ ὧν

οὐ νῦν λόγος, ὡς παμπόλλων καὶ ἀορίστων, καὶ ἅμα

296

πάντων τῆς αὐτῆς ἀκολουθίας τοῖς παλαιοῖς τούτοις

ἐχομένων, καὶ τὰ αὐτὰ ἐξηγουμένων καὶ αὐτῶν καὶ

διασαφούντων.

Ὡς οὖν εἴρηται ἐν τούτοις πάντα, τά τε τῆς Πα-

λαιᾶς καὶ τὰ τῆς Νέας Διαθήκης βιβλία. Πλὴν ὅσον

πρὸς ἀριθμὸν μόνον οὑτωσὶ τέως στενῶς προαπήγ-

γελται. Τὸ δὲ ἐντεῦθεν διαληπτέον πάλιν περὶ τῶν

αὐτῶν βιβλίων πλατύτερον, παρὰ τίνος τε συν-

εγράφη ἕκαστον τούτων, καὶ πόθεν, ἣν ἔλαχεν, ὀνο-

μασίαν ἔχει, καὶ τί περιέχει, κεφαλαιωδῶς καὶ συν-

οπτικῶς, κατὰ τὴν προεκτεθεῖσαν τάξιν τοῦ καθ' ἒν

βιβλίου διαγραφομένου μετὰ τῆς οἰκείας ὀνομασίας.

{Βιβλίον αʹ. Γένεσις.}

Τὸ μὲν βιβλίον τοῦτο τῆς Γενέσεως Μωϋσῆς

ἐστιν ὁ λαλήσας καὶ γράψας ἐκ προστάγματος Κυ-

ρίου. Καλεῖται δὲ οὕτως, ἐπειδὴ καὶ τὴν γένεσιν πάν-

των περιέχει, οὐρανοῦ τε καὶ γῆς, καὶ τῶν ἀνθρώ-

πων καὶ τῶν φαινομένων τούτων ὅλων, καὶ αὐτὴν τὴν

τοῦ παραδείσου φυτείαν. Ἐξηγεῖται δὲ, ὅτι τῇ μὲν

πρώτῃ ἡμέρᾳ γέγονε τὸ φῶς τῇ δὲ δευτέρᾳ τὸ στε-

ρέωμα, ὅπερ ἐκάλεσεν οὐρανὸν ὁ Θεός· τῇ τρίτῃ συν-

ήχθη τὰ ὕδατα, καὶ ὤφθη ἡ ξηρά· καὶ τὰ μὲν συ-

στήματα τῶν ὑδάτων ἐκάλεσε θαλάσσας, τὴν δὲ ξη-

ρὰν ἐκάλεσε γῆν· καὶ ἐβλάστησεν ἡ γῆ βοτάνην

χόρτου, καὶ πᾶν ξύλον· τῇ τετάρτῃ προῆλθεν ἥλιος

καὶ σελήνη, καὶ πᾶς ὁ τῶν ἀστέρων χορός· τῇ

πέμπτῃ πετεινῶν καὶ ἰχθύων καὶ κητῶν τῶν ἐν τοῖς

ὕδασι γένεσις· τῇ ἕκτῃ τετραπόδων καὶ θηρίων καὶ

ἑρπετῶν καὶ κτηνῶν, καὶ πλάσις ἀνθρώπου κατ' εἰ-

κόνα Θεοῦ καὶ ὁμοίωσιν· τῇ δὲ ἑβδόμῃ κατέπαυσεν

ὁ Θεὸς ἀπὸ τῶν ἔργων, καὶ ηὐλόγησεν αὐτήν. Ἔστι

δὲ ἐν τούτῳ τῷ βιβλίῳ τοῦ Ἀδὰμ παράβασις, καὶ ἀπὸ

τοῦ παραδείσου ἐξώθησις, ἥ τε τοῦ Ἄβελ παρὰ τοῦ

ἀδελφοῦ Κάϊν ἀναίρεσις, καὶ ἡ τοῦ Ἐνὼχ μετάθεσις, καὶ

ἡ κατασκευὴ τῆς κιβωτοῦ, καὶ ὁ ἐπὶ Νῶε γενόμενος

κατακλυσμὸς, ἥ τε πυργοποιία, καὶ ἡ διαίρεσις τῶν

γλωσσῶν, καὶ ἡ διασπορὰ τῶν ἐθνῶν, καὶ ἡ ἀπὸ Χαλ-

δαίων ἔξοδος τοῦ Ἀβραάμ. Περιέχει δὲ καὶ τὴν κατα-

στροφὴν τῶν Σοδόμων, καὶ τὴν περὶ τῆς περιτομῆς

νομοθεσίαν, καὶ τὸν ὅρκον τῆς ἐπαγγελίας τοῦ Θεοῦ

πρὸς τὸν Ἀβραὰμ, τήν τε γέννησιν τοῦ Ἰσαὰκ, καὶ

τοῦ Ἰακὼβ, καὶ τῶν ἐξ αὐτοῦ πατριαρχῶν· καὶ ὅτι

ὁ μὲν Ἀβραὰμ ἔζησεν ἔτη ρπʹ, ὁ δὲ Ἰσμαὴλ, ὁ ἐκ τῆς

Ἄγαρ γεννηθεὶς, ἀπέθανεν ρλζʹ ἐτῶν· πῶς τε Ἰω-

σὴφ ἐπράθη παρὰ τῶν ἀδελφῶν εἰς Αἴγυπτον, καὶ

συκοφαντηθεὶς παρὰ τῆς κυρίας αὐτοῦ, ἐβλήθη εἰς τὸ

δεσμωτήριον, καὶ ὕστερον ἄρχων πάσης Αἰγύπτου κατ-

εστάθη· καὶ ἑξῆς τὴν εἰς Αἴγυπτον κάθοδον τοῦ Ἰακὼβ

καὶ τῶν υἱῶν αὐτοῦ ἐν ἀριθμῷ οεʹ· καὶ ὅτι ἐκεῖ

γενόμενος ὁ Ἰακὼβ, καὶ εὐλογήσας τοὺς πατριάρχας

τοὺς υἱοὺς ἑαυτοῦ, ἐτελεύτησεν ἐτῶν ρμζʹ, καὶ μετ-

ηνέχθη τὸ σῶμα αὐτοῦ, καὶ ἐτάφη εἰς τὴν Χαναάν.

Καὶ Ἰωσὴφ δὲ μετὰ τὸν γενόμενον λιμὸν ἐν Αἰγύ-

πτῳ, ἐπιζήσας ἔτη ξϚʹ, ἐτελεύτησεν ἐτῶν ριʹ, ἐντει-

λάμενος πρότερον περὶ τῶν ὀστέων ἑαυτοῦ, ἵνα καὶ

αὐτὰ μετενεχθῇ εἰς τὸ μνῆμα τῶν πατέρων.

297

{Βιβλίον βʹ, Ἔξοδος.}

Καὶ τοῦτο τὸ βιβλίον τῆς Ἐξόδου ὁ προῤῥηθεὶς

Μωϋσῆς συνεγράψατο. Καλεῖται δὲ οὕτως, ἐπειδὴ

καὶ τὴν ἔξοδον τῶν υἱῶν Ἰσραὴλ περιέχει τὴν ἀπ'

Αἰγύπτου, τὴν γενομένην μετὰ μὲν ἔτη υλʹ τῆς ἐπαγ-

γελίας τῆς εἰρημένης τῷ Ἀβραὰμ, μετὰ δὲ ἔτη σιεʹ

τῆς ἐν Αἰγύπτῳ παροικίας (τοσαῦτα γὰρ παρῴκησαν

ἐκεῖ), καὶ μετὰ τὴν δεκάπληγον τὴν κατὰ τοῦ Φαραὼ

τοῦ τυράννου τῆς Αἰγύπτου. Δέκα γὰρ πληγὰς ἐπ-

ήγαγεν ὁ Θεὸς κατ' αὐτοῦ ταύτας· πρώτην, ποταμὸν

εἰς αἷμα μετέβαλε· δευτέραν, βατράχους ἐν πάσῃ

Αἰγύπτῳ ἐπήγαγε· τρίτην, σκνῖφας· τετάρτην, κυ-

νόμυιαν· πέμπτην, θάνατον κτηνῶν· ἕκτην, ἕλκη,

φλυκτίδας ἀναζεούσας ἐπὶ τοὺς ἀνθρώπους καὶ τὰ

κτήνη· ἑβδόμην, χάλαζαν καὶ πῦρ φλογίζον· ὀγδόην,

ἀκρίδα· ἐνάτην, σκότος ἐν πάσῃ τῇ Αἰγύπτῳ ἐπὶ

διάστημα τριῶν ἡμερῶν χωρὶς τῆς γῆς υἱῶν Ἰσραήλ·

δεκάτην, θάνατον πάντων τῶν πρωτοτόκων Αἰγύπτου

ἀπὸ ἀνθρώπου ἕως κτήνους. Καὶ ἐπεὶ ἐξελθόντα τὸν

λαὸν κατεδίωξεν ὁ Φαραὼ, οὕτω λοιπὸν ὁ μὲν Ἰσραὴλ

ξηρῷ τῷ ποδὶ διέβη τὴν ἐρυθρὰν θάλασσαν διαιρεθεῖ-

σαν ἔνθεν καὶ ἔνθεν· οἱ δὲ Αἰγύπτιοι οἱ διώκοντες

τὸν λαὸν σὺν αὐτῷ τῷ Φαραὼ κατεποντίσθησαν ἐν

αὐτῇ τῇ θαλάσσῃ. Ἐν τούτῳ τῷ βιβλίῳ περιέχεται

καὶ πῶς οἱ μάγοι τῶν Αἰγυπτίων, Ἰαννῆς καὶ Μαμ-

βρῆς, κατὰ μὲν τὴν ἀρχὴν ἀντέστησαν τῷ Μωϋσῇ,

ὕστερον δὲ, αἰσχυνθέντες, ἀνεχώρησαν· καὶ ἡ περὶ

τοῦ Πάσχα νομοθεσία, ἥ τε τοῦ πικροῦ ὕδατος εἰς

γλυκὺ μεταβολὴ, καὶ τῆς ὀρτυγομήτρας δόσις, καὶ

ἡ ἐξ οὐρανοῦ χορηγία τοῦ μάννα, καὶ τὸ ἐκ πέτρας

ἀναδοθὲν αὐτοῖς ὕδωρ, ἣν καὶ ἐπωνόμασε Μωϋσῆς

πειρασμὸν καὶ λοιδόρησιν· ὅτε καὶ ἀρχὴν ἔσχεν ἡ

τοῦ σαββάτου παρατήρησις, ἥ τε ἐν τῷ ὄρει τῷ

Σινᾶ θεόθεν νομοθεσία γενομένη διὰ Μωϋσέως ἐν δύο

πλαξὶ λιθίναις, καὶ ἡ τῆς σκηνῆς καὶ τοῦ ἐνδύματος,

τοῦ τε ἀρχιερέως καὶ τῶν ἱερέων κατασκευὴ, ἐνταῦθα

σημαίνεται. Οἱ μὲν οὖν ἐργασάμενοι πάντα εἰσὶ

Βεσελεὴλ ἐκ φυλῆς Ἰούδα, καὶ Λιὰβ ἐκ φυλῆς

Δάν. Τὸ δὲ ἀναλωθὲν εἰς τὰ ἔργα ἐστὶ χρυσίου μὲν

τάλαντα κθʹ, καὶ σίκλοι ψʹ· ἀργύρου δὲ τάλαντα ρʹ

(καὶ σίκλοι ͵αψοεʹ)· χαλκοῦ τάλαντα οʹ, καὶ σί-

κλοι βφʹ. Περιέχει δὲ τοῦτο τὸ βιβλίον τήν τε παρά-

βασιν τοῦ λαοῦ, ὅτε ἐμοσχοποίησε κάτω τοῦ ὄρους,

καὶ πῶς ἐτρώθη ὁ Ἀμαλὴκ τῇ ἐκτάσει τῶν χειρῶν

Μωϋσέως, καὶ λοιπὸν νόμιμα καὶ δικαιώματα, καὶ

πρὸ αὐτῶν τὰς ἐν πλαξὶ δέκα ἐντολὰς ταύτας· πρώ-

την, Ἐγώ εἰμι Κύριος ὁ Θεός σου· δευτέραν, Οὐ

ποιήσεις σεαυτῷ εἴδωλον, οὐδὲ παντὸς ὁμοίωμα· τρί-

την, Οὐ λήψῃ τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ σου ἐπὶ

ματαίῳ· τετάρτην, Μνήσθητι τὴν ἡμέραν τῶν σαβ-

βάτων· πέμπτην, Τίμα τὸν Πατέρα σου καὶ τὴν μη-

τέρα σου· ἕκτην, Οὐ φονεύσεις· ἑβδόμην, Οὐ μοιχεύ-

σεις· ὀγδόην, Οὐ κλέψεις· ἐνάτην, Οὐ ψευδομαρτυρή-

σεις κατὰ τοῦ πλησίον σου μαρτυρίαν ψευδῆ· δεκά-

την, Οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου,

οὔθ' ὅσα τῷ πλησίον σου ἐστίν. Ἡ δὲ σκηνὴ, τε-

300

λειωθεῖσα, ἐστάθη τῷ δευτέρῳ ἔτει τῆς ἐξόδου αὐ-

τῶν νεομηνίᾳ τοῦ πρώτου μηνός. Καὶ ἐν τούτοις

συμπεραίνεται τὸ τῆς Ἐξόδου βιβλίον.

{Βιβλίον γʹ, Λευϊτικόν.}

Καὶ τοῦτο τὸ Λευϊτικὸν βιβλίον παρὰ τοῦ προ-

δηλωθέντος Μωϋσέως συνεγράφη. Ὀνομάζεται δὲ

οὕτως, ἐπειδὴ καὶ ἰδικῶς πᾶσαν τῆς Λευϊτικῆς λει-

τουργίας τὴν διατύπωσιν περιέχει, καὶ πῶς ὁ Ἀα-

ρὼν καὶ οἱ υἱοὶ αὐτοῦ ἐκλέγονται ἐκ τῆς φυλῆς Λευῒ,

καὶ χρίονται εἰς ἱερέας· πᾶσάν τε τὴν διαφορὰν τῶν

θυσιῶν καὶ τῶν προσφορῶν, καὶ τὴν ποιότητα πάσης

τῆς ἐν τῷ ἱερῷ λατρείας, καὶ τῆς Λευϊτικῆς καὶ

ἱερατικῆς λειτουργίας· καὶ τὸν νόμον δὲ ἑκάστης

θυσίας· περί τε τοῦ σωτηρίου καὶ τοῦ ἑκουσίου καὶ

ἀκουσίου πλημμελήματος, καὶ πῶς ἕκαστον τῶν

προσφερομένων διαιρεῖσθαι καὶ ἀναφέρεσθαι ὀφείλει,

ἐξηγεῖται. Διείληπται δὲ ἐν τούτῳ τῷ βιβλίῳ καὶ ἡ

χρίσις ἀρχιερέως καὶ τῶν ἱερέων, καὶ ἡ διάκρισις

καὶ γνῶσις σημείων περὶ λέπρας ἀνθρώπων καὶ

ἱματίων, καὶ τοίχων οἰκίας, καὶ ὁ νόμος ὁ περὶ τοῦ

καθαρισμοῦ αὐτῶν· νόμος τε καὶ διαστολὴ περὶ νομί-

μων γάμων, καὶ τίνες εἰσὶ παράνομοι· καὶ πάλιν

διαστολὴ καθαρῶν καὶ ἀκαθάρτων κτηνῶν τε καὶ

πετεινῶν καὶ ἰχθύων· δηλονότι τίνων μὲν ἐκ τούτων

ἀπογεύεσθαι ὤφειλον οἱ Ἑβραῖοι, τίνων δὲ ἀπέχε-

σθαι. Καὶ τὴν μὲν ἡμέραν τῶν σαλπίγγων τῇ νεομη-

νίᾳ τοῦ ἑβδόμου μηνὸς δηλοῖ, τὸ δὲ παράγγελμα τῆς

μεγάλης νηστείας αὐτῷ ἑβδόμῳ μηνὶ, δεκάτῃ τοῦ

μηνὸς ποιῶσι ταύτην, ἥντινα σάββατα σαββάτων,

καὶ ἄφεσιν ἁμαρτίας καλεῖ. Περιέχει τὴν δὲ Σκηνο-

πηγίαν τῇ ιεʹ τοῦ αὐτοῦ μηνός. Καὶ περὶ ἑορτῶν δὲ,

καὶ τῶν ἐν αὐταῖς ὀφειλόντων προσφέρεσθαι· καὶ

περὶ ἀφέσεως τῶν πιπρασκομένων Ἑβραίων, καὶ

χρεῶν ἀποκοπῆς, καὶ ἀναπαύσεως τῆς γῆς, κατὰ

ἑπτὰ ἔτη ὀφειλούσης γενέσθαι, ἐξηγεῖται. Πάλιν τε

ὑπόμνησιν νομίμων καὶ προσταγμάτων, καὶ μαρτυ-

ρίων· περιέχει καὶ ἐπαγγελίας μὲν τοῖς φυλάσσουσιν

αὐτὰ, ἀπειλὰς δὲ τοῖς παραβαίνουσι δεινοτάτας. Τὴν

δὲ διαστολὴν καὶ τὴν αἰτίαν τῶν καθαρῶν καὶ ἀκα-

θάρτων βρωμάτων οὕτω ποιεῖται. Τὰ μὲν ἀπὸ τῶν

κτηνῶν καθαρὰ τοιαῦτα λέγει· τὰ διχηλοῦντα ὁπλὴν,

καὶ ὀνυχιστῆρας ὀνυχίζοντα δύο χηλῶν, καὶ ἀνάγοντα

μηρυκισμόν· οἷά ἐστι, μόσχος, πρόβατον, αἲξ, ἔλα-

φος, δορκὰς, ὄρυξ, βούβαλος, πύγαργος, τραγέλαφος,

καμηλοπάρδαλις, καὶ τὰ τοιαῦτα. Εἰ δέ τινι ἀπὸ

τούτων τι ἐνέλειπε, τοῦτο ἀκάθαρτον ἦν· οἷά εἰσι,

κάμηλος, καὶ δασύπους, καὶ χοιρογρύλλιος· ταῦτα

γὰρ μηρυκᾶται μὲν, οὐ διχηλεῖ δὲ ὁπλήν· καὶ ὁ ὗς·

καὶ οὗτος γὰρ διχηλεῖ μὲν καὶ ὀνυχίζει, οὐ μηρυκᾶ-

ται δέ. Ἀπὸ δὲ τῶν πετεινῶν πάλιν, ἃ κελεύει μὴ

ἐσθίειν, ταῦτά ἐστιν· ὁ ἀετὸς, ὁ γρὺψ, ὁ ἁλιάετος, ὁ

γὺψ, ὁ ἰκτῖνος, καὶ τὰ τούτοις ὅμοια· καὶ κόραξ, καὶ

τὰ ὅμοια τούτῳ, καὶ στρουθὸς, καὶ γλαὺξ, καὶ λάρος,

καὶ τὰ ὅμοια αὐτοῖς, καὶ ἱέραξ, καὶ τὰ τούτῳ ὅμοια,

καὶ νυκτικόραξ, καὶ καταράκτης, καὶ ἴβις, καὶ πορ-

φυρίων, καὶ πελεκὰν, καὶ κύκνος, καὶ ἐρωδιὸς, καὶ

χαραδριὸς, καὶ τὰ ὅμοια αὐτοῖς, καὶ ἔποψ, καὶ

301

νυκτερίς. Τῶν δὲ ἑρπετῶν πετεινῶν ἀκάθαρτα πάντα

λέγει εἶναι τὰ πορευόμενα ἐπὶ τεσσάρων, ἐχόντων

δὲ ἀνώτερον τῶν ποδῶν σκέλη, ὥστε ἐν αὐτοῖς πη-

δᾷν ἀπὸ τῆς γῆς· οἷά ἐστιν, ὁ βροῦχος, ὁ ἀτταγᾶς, ἡ

ἀκρὶς, καὶ τὰ ὅμοια αὐτοῖς, καὶ ὁ ὀφιομάχος. Τὰ δὲ

ἐν τοῖς ὕδασιν, ἔν τε τῇ θαλάσσῃ, καὶ τοῖς ποταμοῖς,

καὶ χειμάῤῥοις γεννώμενα, ταῦτα λέγει εἶναι κα-

θαρὰ, ὅσα ἔχει πτερύγια καὶ λεπίδας· οἷά ἐστι τρί-

γλα, σκάρος, γλαῦκος, κεστρεὺς, καὶ τὰ ὅμοια αὐ-

τοῖς. Τὰ δὲ λειπόμενα ἕν τι τούτων ἀκάθαρτα, ἢ καὶ

οὐ βρωτέα· οἷά ἐστι σηπίαι· πτερύγια μὲν γὰρ

ἔχει, οὐκ ἔχει δὲ λεπίδας. Τῶν δὲ ἑρπετῶν, τῶν ἐπὶ

τῆς γῆς, ἀκάθαρτα ταῦτα λέγει· τὴν γαλῆν, τὸν

χερσαῖον κροκόδειλον, τὴν μυγαλῆν, τὸν χαμαιλέοντα,

τὸν ἀσκαλαβώτην, τὴν σαῦραν, καὶ τὸν ἀσπάλακα.

Περὶ γὰρ τοῦ ὄφεως καὶ τῶν ὁμοίων αὐτῷ, περιττὸν

ἦν μνημονεῦσαι· φανερῶς μὲν γάρ φησι ταῦτα πᾶσι

βδελυκτὰ εἶναι καὶ μισητά· ὅμως δὲ καὶ ἐμνημόνευσεν

ἐν τῷ Δευτερονομίῳ περὶ αὐτῶν.

{Βιβλίον δʹ, Ἀριθμοί.}

Τοῦ αὐτοῦ Μωϋσέως καὶ τοῦτο τὸ βιβλίον, τῶν

Ἀριθμῶν συγγραφή. Λέγεται δὲ οὕτω τὸ βιβλίον,

ἐπειδὴ καὶ τοῦ λαοῦ παντὸς ὁ ἀριθμὸς ἐν τούτῳ πε-

ριέχεται, ἑκάστης φυλῆς τῶν Ἰουδαίων ἐκ προστά-

γματος Κυρίου μετρηθείσης. Ἠριθμήθη δὲ ὁ λαὸς

ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ἀνὴρ ἐκπορευόμε-

νος εἰς πόλεμον, χωρὶς τῆς φυλῆς τοῦ Λευΐ· αὕτη

γὰρ καθ' ἑαυτὴν ἐμετρήθη· καὶ εὑρέθη ὁ ἀριθμὸς

τῶν μετρηθέντων χιλιάδες ἑξακόσιαι καὶ τρισχίλιοι

πεντακόσιοι πεντήκοντα. Οἱ δὲ ἀριθμοῦντες ἦσαν

τὸν μὲν λαὸν Μωϋσῆς καὶ Ἀαρὼν, καὶ σὺν αὐτοῖς

ἑκάστης φυλῆς ἄρχων. Καὶ ἔστι τῶν τε ἀρχόντων

τὰ ὀνόματα ταῦτα, καὶ ὁ ἀριθμὸς οὗτος·

Τῶν Ῥουβὶμ Ἐλισοὺρ, υἱὸς Σεδιούρ· καὶ ἦν

ὁ ἀριθμὸς αὐτῶν χιλιάδες μϚʹ καὶ πεντακόσιοι.

Τῶν Συμεὼν Σαλαμιὴλ, υἱὸς Σουρισαδαί· καὶ ἦν

ὁ ἀριθμὸς αὐτῶν χιλιάδες οδʹ καὶ ἑξακόσιοι.

Τῶν Ἰσάχαρ Ναθαναὴλ, υἱὸς Σωγάρ· καὶ ἦν ὁ

ἀριθμὸς αὐτῶν χιλιάδες νδʹ καὶ τετρακόσιοι.

Τῶν Ζαβουλῶν Ἐλιὰβ, υἱὸς Χελών· καὶ ἦν ὁ

ἀριθμὸς αὐτῶν χιλιάδες νζʹ τετρακόσιοι.

Τῶν υἱῶν Ἰωσὴφ, τῶν Ἐφραὶμ, Ἐλισαμὰ υἱὸς

Ἐμιούδ· καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν χιλιάδες μβʹ καὶ

πεντακόσιοι.

Τῶν Μανασσῆ Γαμαλιὴλ, υἱὸς Φαδασσούρ· καὶ ἦν

ὁ ἀριθμὸς αὐτῶν χιλιάδες λβʹ καὶ τριακόσιοι.

Τῶν Βενιαμὶν Ἀβιδὰ, υἱὸς Γεδεών· καὶ ἦν

ὁ ἀριθμὸς αὐτῶν χιλιάδες λεʹ καὶ τετρακόσιοι.

304

Τῶν Δὰν Ἀχιέζερ, υἱὸς Ἀμισαδαΐ· καὶ ἦν ὁ

ἀριθμὸς αὐτῶν χιλιάδες ξβʹ καὶ ἑπτακόσιοι.

Τῶν Ἀσὴρ Φαγεὴλ, υἱὸς Ἐχράν· καὶ ἦν ὁ ἀρι-

θμὸς αὐτῶν χιλιάδες μαʹ καὶ πεντακόσιοι.

Τῶν Γὰδ Ἐλισὰφ, υἱὸς Ῥαγουήλ· καὶ ἦν ὁ ἀρι-

θμὸς αὐτῶν χιλιάδες μεʹ καὶ ἑξακόσιοι πεντήκοντα.

Τῶν Νεφθαλεὶμ Ἀχειρὲ, υἱὸς Αἰνάν· καὶ ἦν ὁ

ἀριθμὸς αὐτῶν χιλιάδες νγʹ καὶ τετρακόσιοι.

Οὗτος ὁ ἀριθμὸς τοῦ πολεμιστοῦ λαοῦ, χιλιάδες

ἑξακόσιαι καὶ τρισχίλιοι πεντακόσιοι πεντήκοντα.

Τὴν δὲ φυλὴν Λευῒ καθ' ἑαυτοὺς ἠρίθμησαν διὰ

φωνῆς Κυρίου μόνοι Μωϋσῆς καὶ Ἀαρὼν ἀπὸ μη-

νιαίου καὶ ἐπάνω· καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν χιλιάδες

εἴκοσι καὶ δύο.

Ἠρίθμησε δὲ καὶ τὰ ἀρσενικὰ πρωτότοκα πασῶν

τῶν ἄλλων φυλῶν Μωϋσῆς μόνος, καὶ εὑρέθη ὁ ἀρι-

θμὸς αὐτῶν χιλιάδες κβʹ καὶ διακόσιοι ἑβδομήκοντα

τρεῖς. Καὶ ἀντὶ τῶν πρωτοτόκων τούτων ἐλογί-

σθησαν οἱ Λευῗται τῷ Θεῷ· τοσοῦτοι γὰρ ἦσαν καὶ οἱ

Λευῗται. Καὶ κελεύονται καὶ αὐτοὶ ἀφαγνισθῆναι

διὰ Μωϋσέως, καὶ ἀφορίζονται λοιπὸν διὰ Ἀαρὼν

ἐργάζεσθαι τὰ ἔργα Κυρίου ἀντὶ τοῦ λαοῦ, καὶ αἴ-

ρειν τὰ σκεύη τῆς σκηνῆς, καὶ λειτουργεῖν Ἀαρὼν,

καὶ τοῖς υἱοῖς αὐτοῦ. Ἔστι δὲ ἐν αὐτῷ τῷ βιβλίῳ

καὶ ἡ διατύπωσις τῆς ὁδοιπορίας τοῦ λαοῦ, καὶ ἡ

ἀνάστασις τῆς σκηνῆς, καὶ ἡ πρόσταξις ἡ περὶ σαλ-

πίγγων, εἰς τὸ ἐν αὐταῖς ἀνακαλεῖσθαι τὸν λαόν.

Ὧδε σημαίνεται καὶ ὁ ἐγκαινισμὸς τοῦ θυσιαστη-

ρίου, καὶ πῶς ἔχρισε τὴν σκηνὴν, καὶ ἡγίασεν αὐτήν

τε καὶ πάντα τὰ ἐν αὐτῇ· ἥ τε διάταξις τῶν

προσφορῶν τῶν εἰς τὸν ἐγκαινισμὸν τοῦ θυσιαστη-

ρίου, καὶ ὅρος τῶν χρόνων τῆς λειτουργίας τῶν

Λευιτῶν· ὥστε ἀπὸ μὲν εἴκοσι καὶ πέντε ἐτῶν ἄρ-

χεσθαι αὐτοὺς λειτουργεῖν· πεντήκοντα δὲ ἐτῶν

γενομένους, ἀφίστασθαι μὲν τῆς λειτουργίας, φυλάτ-

τειν δὲ μόνον τὴν σκηνήν.

Γέγραπται δὲ καὶ περὶ τοῦ ὕδατος τοῦ ἐλεγμοῦ,

τοῦ ἐπικαταρωμένου· καὶ ὁ νόμος ὁ περὶ τῶν εὐχο-

μένων ἀπέχεσθαι οἴνου, καὶ μὴ κείρεσθαι τὴν κεφα-

λήν· καὶ ὅτι γογγύσαντι πάλαι διὰ κρέας τῷ λαῷ

δέδωκεν ὀρτυγομήτραν ὁ Θεὸς, καὶ διψῶντι δὲ καὶ

πάλιν γογγύσαντι τῷ λαῷ δέδωκεν ἐκ πέτρας ὕδωρ,

ἣν ἐκάλεσε Μωϋσῆς ὕδωρ ἀντιλογίας. Ἀπέστειλέ τε

κατασκόπους ἕνα κατὰ φυλὴν, ἐν οἷς καὶ Ἰησοῦν

τὸν τοῦ Ναυῆ, καὶ Χάλεβ τὸν τοῦ Ἰεφονῆ. Ὧδε καὶ

ἡ συναγωγὴ Κορὲ ἐπανέστη κατὰ Μωϋσέως καὶ

ζῶντες κατεπόθησαν εἰς τὴν γῆν μετὰ Δαθὰν καὶ

Ἀβειρών· ὅτε καὶ Μαρία ἡ ἀδελφὴ Ἀαρὼν ἐλεπρώθη·

καὶ ἡ ῥάβδος Ἀαρὼν ἐβλάστησε κάρυον. Καὶ μετὰ

ταῦτα ἀποθνήσκει Ἀαρὼν ἐν τῷ ὄρει Ὣρ, καὶ δια-

δέχεται αὐτὸν Ἐλεάζαρ ὁ υἱὸς αὐτοῦ. Ὧδε καὶ ὁ Βα-

λαὰμ καὶ ἡ λαλήσασα αὐτοῦ ὄνος ἀνθρωπίνῃ φωνῇ

ἱστορεῖται· καὶ ὅτι ὁ μὲν Βαλὰκ βασιλεὺς Μωὰβ κατ-

ῃσχύνθη· τοῦ δὲ λαοῦ βεβηλωθέντος ἐξ ὑποβολῆς

τοῦ Βαλαὰμ, ὁ Φινεῆς ἀνέτρωσε τὴν Μαδιανῖτιν καὶ

305

τὸν Ἰσραηλίτην Ζαμβρῆ ἐκ φυλῆς Συμεὼν διὰ τὰς

πορνείας, καὶ οὕτω πέπαυται ἡ ὀργή. Καταλαλήσας

δὲ ὁ λαὸς πρὸς τὸν Θεὸν κατὰ Μωϋσέως, ἐδάκνοντο

ὑπὸ ὄφεων, καὶ ὕστερον ἀξιωσάντων αὐτῶν, προσ-

έταξεν ὁ Θεὸς γενέσθαι ὄφιν χαλκοῦν, καὶ κρεμασθῆ-

ναι αὐτόν· ἵνα ὁ δηχθεὶς βλέπων αὐτὸν ζήσῃ. Ὧδε

κελεύει ὁ Θεὸς τῷ Μωϋσῇ καὶ Ἐλεάζαρ τῷ ἱερεῖ με-

τρῆσαι πάλιν τὸν λαὸν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω,

καὶ εὑρέθη ὁ ἀριθμὸς αὐτῶν χιλιάδες ἑξακόσιαι

καὶ χίλιοι ἑπτακόσιοι τριάκοντα. Καὶ οἱ Λευῗ-

ται δὲ πάλιν καθ' ἑαυτοὺς ἠριθμήθησαν, καὶ εὑ-

ρέθησαν χιλιάδες κγʹ. Ἡ μὲν οὖν ἐπίσκεψις αὕτη

γέγονε ἐν Ἀραβὼθ Μωὰβ, ἐπὶ τοῦ Ἰορδάνου κατὰ

Ἱεριχῶ. Ἐν τούτοις δὲ οὐδεὶς ἦν τῶν πρότερον

ἐπεσκεμμένων· ὅτι ἀπέθανον, πλὴν Χαλὲβ καὶ Ἰη-

σοῦς ὁ τοῦ Ναυῆ.

Ἐν τούτῳ τῷ βιβλίῳ ἔγραψε Μωϋσῆς διὰ ῥημά-

των Κυρίου ἀπάρσεις αὐτῶν καὶ τοὺς σταθμοὺς αὐ-

τῶν, ἐν οἷς ὁδεύοντες ἀπὸ τῆς Αἰγύπτου κατέλυον

ἀναπαυόμενοι. Καὶ εἰσὶν οὗτοι· Ἀπὸ Ῥαμεσσῆ τῆς

Αἰγύπτου ἐξῆλθον τῷ πρώτῳ μηνὶ ἐπαύριον τοῦ

Πάσχα, καὶ ἦλθον εἰς Σοχὼθ, ἀπὸ Σοχὼθ εἰς Βουθὰν,

ἀπὸ Βουθὰν εἰς Βεελσεπφὼν, ἀπέναντι Μαγδώλου·

ἀπὸ Βεελσεπφὼν διέβησαν μέσον τῆς θαλάσσης·

ἀπὸ θαλάσσης εἰς Πικρίας, καὶ ἀπὸ Πικριῶν εἰς

Ἐλεὶμ, ὅπου οἱ Φοίνικες· καὶ ἀπὸ Ἐλεὶμ εἰς

Σεὶρ τὴν ἔρημον· ἀπὸ τῆς ἐρήμου Σεὶρ εἰς

Ῥάφακα· ἀπὸ Ῥάφακα εἰς Ἐλεὶμ, καὶ ἀπὸ

Ἐλεὶμ εἰς Ῥαφιδείμ· ἀπὸ Ῥαφιδεὶμ εἰς Σινᾶ τὴν

ἔρημον· ἀπὸ ἐρήμου Σινᾶ εἰς Μνήματα τῆς ἐπιθυ-

μίας· ἀπὸ Μνημάτων τῆς ἐπιθυμίας εἰς Ἀσιρώθ·

ἀπὸ Ἀσιρὼθ εἰς Ῥαθαμά· ἀπὸ Ῥαθαμὰ εἰς Ῥεμ-

μὼν Φαρές· καὶ ἀπὸ Ῥεμμὼν Φαρὲς εἰς Λεμῶνα·

ἀπὸ Λεμῶνα εἰς Δεσσάν· ἀπὸ Δεσσὰν εἰς Μακελλάθ·

ἀπὸ Μακελλὰθ εἰς Σαφάρ· ἀπὸ Σαφὰρ εἰς Χαραδάθ·

ἀπὸ Χαραδὰθ εἰς Μακηλώθ· ἀπὸ Μακηλὼθ εἰς Κα-

ταάθ· ἀπὸ Καταὰθ εἰς Ταράθ· ἀπὸ Ταρὰθ εἰς Ματ-

τεκᾶ· ἀπὸ Ματτεκᾶ εἰς Σελμῶνα· ἀπὸ Σελμῶνος εἰς

Μασουρώθ· ἀπὸ Μασουρὼθ εἰς Βάναια· καὶ ἀπὸ Βά-

ναια εἰς τὸ ὄρος Γαδγάδ· καὶ ἀπὸ ὄρους Γαδγὰδ

εἰς Ἐταβαθᾶ· καὶ ἀπὸ Ἐταβαθᾶ εἰς Σεβρῶνα·

καὶ ἀπὸ Σεβρῶνα εἰς Γεσιωνγαβέρ· καὶ ἀπὸ Γε-

σιωνγαβὲρ εἰς τὴν ἔρημον Σεῖν· καὶ ἀπὸ ἐρήμου

Σεῖν εἰς τὴν ἔρημον Φαράν· αὕτη ἐστὶ Κάδες· ἐκεῖ

ἀπέθανεν Μαριὰμ ἐν Κάδῃ· ἀπὸ Κάδης εἰς Ὣρ τὸ

ὄρος πλησίον γῆς Ἐδὼμ, εἰς ὃ ἀναβὰς Ἀαρὼν ὁ ἀρχ-

ιερεὺς ἀπέθανε διὰ προσταγμάτων Κυρίου ἐν τῷ

τεσσαρακοστῷ ἔτει τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ, ἐν

τῷ μηνὶ τῷ πέμπτῳ, μιᾷ τοῦ μηνὸς, ἐτῶν ρκγʹ· ἀπὸ

Ὣρ τοῦ ὄρους εἰς Σελμῶνα· καὶ ἀπὸ Σελμῶνος εἰς

Φεινώ· καὶ ἀπὸ Φεινὼ εἰς Σωβώθ· καὶ ἀπὸ Σω-

βὼθ ἐν Γαὶ, ἐν τῷ πέραν ἐπὶ τῶν ὁρίων Μοάβ· ἀπὸ Γαὶ

εἰς Δαιβωνγάδ· ἀπὸ Δαιβωνγὰδ εἰς Γελμωνδαιβλα-

θέμ· καὶ ἀπὸ Γελμωνδαιβλαθὲμ ἐπὶ τὰ ὄρη τὰ

308

Ἀβαρεὶμ ἀπέναντι Ἀβαῦ· ἀπὸ ὀρέων Ἀβαρεὶμ εἰς δυσμὰς Μωὰβ, παρὰ τοῦ Ἰορδάνου κατὰ

Ἱεριχὼ, καὶ παρενέβαλον παρὰ Ἰορδάνην. Οἱ μὲν σταθμοὶ μγʹ.

Ὧδε δὲ τροπώσας καὶ κρατήσας ἐθνῶν, ἐν τῷ πέ-

ραν τοῦ Ἰορδάνου Μωϋσῆς, καὶ ἀναιρεθέντος τοῦ

Σηὼν βασιλέως τῶν Ἀμοῤῥαίων, καὶ τοῦ Ὢγ βασι-

λέως τῆς Βασὰν, ὃς ἦν ἐκ τῶν γιγάντων, κελεύεται

διαδοῦναι τὰς χώρας τῷ Ῥουβὶμ, καὶ τῷ Γὰδ, καὶ

τῷ ἡμίσει φυλῆς Μανασσῆ, καὶ συντάξαι τοῖς υἱοῖς

Ἰσραὴλ δοῦναι τοῖς Λευΐταις ἀπὸ τῶν κλήρων τῆς

κατασχέσεως αὐτῶν πόλεις κατοικεῖν καὶ τὰ προ-

άστεια τῶν πόλεων· καὶ πάλιν δοῦναι πόλεις φυγαδευ-

τηρίων, τρεῖς μὲν πέραν τοῦ Ἰορδάνου, τρεῖς δὲ ἐν

γῇ Χαναὰν, καὶ εἶναι ταύτας ἐπὶ τῷ καταφυγεῖν ἐκεῖ

τὸν ἀκουσίως φονεύσαντα, καὶ μὴ προπετῶς ἀναι-

ρεῖσθαι ὑπὸ τοῦ συγγενοῦς τοῦ φονευθέντος, ἕως στῇ

ἔναντι τῆς συναγωγῆς εἰς κρίσιν. Ἐν τούτῳ τῷ βι-

βλίῳ κελεύεται ὁ λαὸς ποιῆσαι κράσπεδα ἐν τοῖς ἱμα-

τίοις ἑαυτῶν, καὶ ἐπὶ τῶν κρασπέδων κλῶσμα ὑα-

κίνθινον, ἵνα βλέποντες αὐτὰ μὴ ἐπιλανθάνωνται τῶν

ἐντολῶν τοῦ Θεοῦ. Ὧδε λαμβάνουσι κλῆρον αἱ θυγα-

τέρες Σαλπαὰδ, τὸν τοῦ πατρὸς ἑαυτῶν· καὶ ἐκ τῆς

προφάσεως αὐτῶν γίνεται πρόσταγμα Κυρίου καὶ νό-

μος, νόμιμον εἶναι γάμον τὴν πρὸς ἀνεψιοὺς συζυ-

γίαν. Καὶ Μωϋσῆς ὧδε εἶδεν ἀπὸ τοῦ ὄρους τοῦ Ἀβα-

ρεὶμ, τουτέστιν Ἀβαῦ, τὴν γῆν τῆς ἐπαγγελίας· καὶ

ἤκουσεν· Οὐ μὴ εἰσέλθῃς ἐκεῖ διὰ τὸν παροξυσμὸν

τὸν ἐν τῷ ὕδατι τῆς ἀντιλογίας. Ἀπέθανε δὲ Ἀαρὼν

ἐτῶν ρκγʹ τῷ τεσσαρακοστῷ ἔτει τῆς ἐξόδου, τῷ μηνὶ

τῷ πέμπτῳ. Οἱ δὲ ἀποσταλέντες κατασκέψασθαι τὴν

γῆν, ἐκ μὲν προστάγματος Κυρίου ἀπεστάλη ἀνὴρ

ἕκαστος κατὰ φυλήν· τὰ δὲ ὀνόματα αὐτῶν ἐστι

ταῦτα· τῆς φυλῆς τοῦ Ῥουβὶμ Σαλαμιὴλ υἱὸς

Ζακχούρ· τῆς φυλῆς Συμεὼν Σαφὰτ υἱὸς Σουρεί·

τῆς φυλῆς Ἰούδα Χαλὲβ υἱὸς Ἰεφονῆ· τῆς φυλῆς

Ἰσαχὰρ Ἰλαὰλ υἱὸς Ἰωσήφ· τῆς φυλῆς Ἐφραῒμ

Ναυσῆς υἱὸς Ναυῆ· τῆς φυλῆς Βενιαμὶν Φαλ-

τεὶν υἱὸς Ῥαφοῦ· τῆς φυλῆς Ζαβουλὼν Γουδιὴλ υἱὸς

Σουδί· τῆς φυλῆς Ἰωσὴφ, τῶν υἱῶν Μανασσῆ, Γαδδὶ

υἱὸς Σουσσί· τῆς φυλῆς Δὰν Ἀμίης υἱὸς Γαμαί·

τῆς φυλῆς Ἀσὴρ Σαθοὺρ υἱὸς Μιχαήλ· τῆς φυλῆς

Νεφθαλεὶμ Ναβὶ υἱὸς Ναβί· τῆς φυλῆς Γὰδ

Γαδδιδουδιὴλ υἱὸς Μαχί. Ὁ δὲ τόπος, ἀφ' οὗ ἀπεστά-

λησάν ἐστι Φαρὰν καὶ Κάδης Βάρνη. Τότε ἐπωνό-

μασε Μωϋσῆς τὸν Ναυσῆ τὸν υἱὸν Ναυῆ Ἰησοῦν. Ὁ

δὲ καιρὸς, ἐν ᾧ ἐπέμφθησαν, τὸ μέσον τοῦ ἔαρος ἦν,

ἐν ᾧ πρόδρομοι σταφυλῆς εἰσιν· ὁ δὲ χρόνος, ὃν ἐποίησαν κατασκοποῦντες, ἐν τεσσαράκοντα ἡμέραις

γέγονεν.

{Βιβλίον εʹ, Δευτερονόμιον.}

Καὶ τοῦτο βιβλίον Μωϋσῆς ἐλάλησε καὶ ἔγραψε.

Καλεῖται δὲ οὕτως, ἐπειδὴ μετὰ τὰ γεγραμμένα ἐν

ταῖς πλαξὶ, δεύτερον ὥσπερ νόμον τοὺς λόγους τοῦ

βιβλίου τούτου ἐλάλησε Μωϋσῆς τῷ Ἰσραὴλ ἐκ

προστάγματος Κυρίου. Μετὰ γὰρ τὸ λαλῆσαι Μωϋσῆν

τὰ ἐν τῷ βιβλίῳ τούτῳ, γέγραπται οὕτως ἐν αὐτῷ

τούτῳ τῷ Δευτερονομίῳ· »Οὗτοι οἱ λόγοι τῆς δια-

θήκης, ὅσα ἐνετείλατο Κύριος Μωϋσῇ στῆσαι τοῖς

309

υἱοῖς Ἰσραὴλ ἐν γῇ Μωὰβ, πλὴν τῆς διαθήκης, ἧς

διέθετο αὐτοῖς ἐν Χωρήβ.« Διὰ τοῦτο γὰρ αἱ μὲν

πλάκες ἐν Χωρὴβ εἴρηνται, καὶ ἐν μέσῳ τῆς κιβω-

τοῦ ἐτέθησαν· τὸ δὲ βιβλίον τοῦτο ἐνετείλατο Μωϋ-

σῆς τοῖς ἱερεῦσι τοῖς αἴρουσι τὴν κιβωτὸν θεῖναι ἐκ

πλαγίων τῆς κιβωτοῦ εἰς μαρτύριον· ὅπερ καὶ κατὰ

ἑπτὰ ἔτη ἐνετείλατο ἀναγινώσκεσθαι ἐν τῇ ἡμέρᾳ τῆς

ἀφέσεως, ὅτε καὶ ἡ Σκηνοποιία ἐγένετο. Αὕτη μὲν

πρώτη αἰτία τῆς ὀνομασίας τοῦ βιβλίου· δευτέρα δὲ

πάλιν ἑτέρα, ἐπειδὴ ἐν αὐτῷ δευτεροῖ, καὶ διεσά-

φησε πάντα τὰ προειρημένα ἔν τε τῇ Ἐξόδῳ καὶ τῷ

Λευϊτικῷ, καὶ τοῖς Ἀριθμοῖς, νόμιμά τε καὶ δικαιώ-

ματα καὶ προστάγματα· καὶ ὑπομιμνήσκει πάλιν

τὸν λαὸν, ἵνα φυλάξῃ αὐτά. Καὶ ἐπαναλαμβάνει δὲ ἐν

αὐτῷ τήν τε ἀπ' Αἰγύπτου ἔξοδον, καὶ πάσας τὰς γε-

γενημένας αὐτοῖς εὐεργεσίας, καὶ τὰ σημεῖα, καὶ τὰ

τέρατα· ἵνα μὴ ἐπιλάθωνται τοῦ ποιήσαντος αὐτὰ

Θεοῦ. Ὁρίζει δὲ ἐν αὐτῷ περί τε τῆς εὐλογίας τοῖς

φυλάσσουσι τὸν νόμον, καὶ τῆς κατάρας τοῖς παρα-

βαίνουσιν· ἵνα ἡ μὲν εὐλογία λέγηται ἐν τῷ ὄρει τῷ

Γαριζεὶν διὰ τούτων· διὰ Συμεὼν, Λευῒ, Ἰούδα, Ἰσα-

χὰρ, Ἰωσὴφ, καὶ Βενιαμίν· ἡ δὲ κατάρα ἐν τῷ ὄρει

Γαιβὰλ ἀπὸ Ῥουβὶμ, Γὰδ, Ἀσὴρ, Ζαβουλὼν, Δὰν,

καὶ Νεφθαλείμ. Πρὸς ὑπόμνησιν δὲ καὶ τὴν διὰ παν-

τὸς μελέτην, ἔγραψεν ἐκ προστάγματος Κυρίου τὴν

μεγάλην Ὠ|δήν· ἵνα, ταύτην ἐκμαθόντες ἀεί τε με-

λετῶντες αὐτὴν, μὴ ἐπιλάθωνται τοῦ Θεοῦ. Εὐλογή-

σας τε ἑκάστην φυλὴν καὶ γράψας τὴν εὐλογίαν,

καὶ ἐπιθεὶς τὰς χεῖρας αὐτοῦ ἐπὶ τὸν Ἰησοῦν τοῦ

Ναυῆ, εἰς τὸ δέξασθαι αὐτὸν κατὰ πρόσταγμα Θεοῦ,

ἀνέβη λοιπὸν εἰς τὸ ὄρος τὸ Ἀβαρεὶμ, τουτέστιν

Ἀβαῦ, καὶ ἐτελεύτησεν ἐκεῖ διὰ ῥήματος Κυρίου

ἐτῶν ρκʹ, μὴ ἀμαυρωθέντων αὐτοῦ τῶν ὀφθαλμῶν,

ἢ τοῦ προσώπου αὐτοῦ φθαρέντος· καὶ οὐκ οἶδεν οὐ-

δεὶς τὴν ταφὴν αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης.

{Βιβλίον Ϛʹ, Ἰησοῦς ὁ τοῦ Ναυῆ.}

Τὰ δὲ ἐντεῦθεν βιβλία μέχρι τοῦ Ἔσδρα, οὐ

πάντα ἐκείνων εἰσὶ συγγραφαὶ, ὧν καὶ τὰς ἐπιγρα-

φὰς φέρουσι, καὶ περὶ ὧν διαλαμβάνουσι. Λόγος δὲ

φέρεται, παρὰ τῶν κατὰ τοὺς ἑκάστους καιροὺς προ-

φητῶν συγγεγράφθαι αὐτά. Περὶ γοῦν τῶν ἐπιγρα-

φῶν αὐτῶν τέως διαληπτέον. Τὸ παρὸν τοίνυν βιβλίον

ἐπιγέγραπται Ἰησοῦς ὁ τοῦ Ναυῆ· ἐπειδὴ αὐτὸς

Ἰησοῦς ὁ τοῦ Ναυῆ, διαδεξάμενος Μωϋσῆν, ἐστρα-

τήγησε τοῦ λαοῦ, καὶ τὴν κατ' αὐτὸν ἱστορίαν καὶ τὰς

πράξεις αὐτοῦ περιέχει. Ἔστι δὲ ἐν τούτῳ τῷ βιβλίῳ,

πῶς τοῦ Ἰορδάνου ποταμοῦ τὸ μὲν ἄνωθεν ἐκ τῆς

πηγῆς ἔστη ῥεῦμα, τὸ δὲ φθάσαν ἐξεκενώθη, καὶ ξηρῷ

τῷ ποδὶ διέβησαν αὐτόν· καὶ ὅτι ἐν Γαλγάλοις περι-

έτεμε τοὺς ἐν τῇ ἐρήμῳ γεννηθέντας πάντας ἐν πε-

τρίναις μαχαίραις, καὶ ἐκάλεσε τὸν τόπον Γαλγάλ·

καὶ ὅτι, περάσαντος τοῦ λαοῦ, καὶ φαγόντος ἀπὸ τῶν

καρπῶν τῆς γῆς, ἐξέλιπε λοιπὸν τὸ μάννα· καὶ τῆς

μὲν Ἱεριχοῦς αὐτόματα τὰ τείχη πέπτωκεν· ἡ δὲ

Ῥαὰβ ἡ πόρνη ἐσώθη, φυλάξασα τοὺς κατασκόπους·

καὶ ὅτι ὁ ἥλιος ἐν τῷ μεσουρανήματι ὢν, εὐξαμένου

Ἰησοῦ τοῦ υἱοῦ τοῦ Ναυῆ, ἔστη κατὰ Γαβαὼν ἡμέ-

ρας ὁλοκλήρου διάστημα, ἕως τροπώσηται τοὺς ἐχ-

312

θρούς. Καταπολεμήσας δὲ τοὺς Ἀμοῤῥαίους καὶ

πάντας τοὺς βασιλεῖς αὐτῶν, καὶ μερίσας ταῖς ἐννέα

φυλαῖς, καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ τὴν γῆν πᾶ-

σαν, ἦρξε μὲν τοῦ λαοῦ, ἔτη κϚʹ, ἐτελεύτησε δὲ

ἐτῶν ριʹ. Οἱ δὲ διελόντες τὴν γῆν τῷ λαῷ ἦσαν

Ἐλεαζὰρ ὁ ἱερεὺς, καὶ αὐτὸς Ἰησοῦς ὁ τοῦ Ναυῆ,

καὶ κατὰ φυλὴν εἷς· φυλῆς Ἰούδα Χαλέβ· τῆς Συ-

μεὼν Σαλαμιήλ· τῆς Βενιαμὶν Ἐλδάδ· τῆς Δὰν Βακ-

χείρ· τῆς Μανασσῆ Ἀνιήλ· τῆς Ἐφραῒμ Καμουήλ·

τῆς Ζαβουλὼν Ἐλισάφαν· τῆς Ἰσάχαρ Φειτιήλ· τῆς

Ἀσὴρ Ἀχιώρ· τῆς Νεφθαλεὶμ Φαθαήλ. Καὶ τοὺς

μὲν βασιλεῖς τῆς γῆς, οὓς ἐπάταξαν Μωϋσῆς καὶ υἱοὶ

Ἰσραὴλ πέραν τοῦ Ἰορδάνου ἀφ' ἡλίου ἀνατολῶν, ἀπὸ

φάραγγος Ἀρνῶν ἕως τοῦ ὄρους Ἀερμὼν, καὶ πᾶ-

σαν τὴν γῆν Ἄῤῥαβα ἀπὸ ἀνατολῶν, τούτους εἶναι

λέγει· Σηὼν βασιλέα τῶν Ἀμοῤῥαίων, ὃς κατῴκει

ἐν Ἐσεβὼν κυριεύων· καὶ Ὢγ βασιλέα τῆς Βάσαν,

ὃς ὑπελείφθη ἐκ τῶν γιγάντων, ὃς κατῴκει ἐν Ἀστα-

ρὼθ, καὶ ἐν Ἐδραεὶμ, ἄρχων ἀπὸ ὄρους Ἀερ-

μὼν ἕως ὁρίων Γέργεσι καὶ τὸ ἥμισυ Γαλαάδ. Τούτων

ἀναιρεθέντων, δέδωκε Μωϋσῆς τὴν γῆν αὐτῶν τῷ

Ῥουβὶμ, καὶ τῷ Γὰδ, καὶ τῷ ἡμίσει φυλῆς Μα-

νασσῆ. Τοὺς δὲ βασιλεῖς πάλιν τῶν Ἀμοῤῥαίων, οὓς

ἀνεῖλεν Ἰησοῦς ὁ τοῦ Ναυῆ καὶ υἱοὶ Ἰσραὴλ μετὰ τὸ

περάσαι τὸν Ἰορδάνην παρὰ θάλασσαν ἐν τῷ πεδίῳ

τοῦ Λιβάνου ἕως τοῦ ὄρους Χελκᾶ, ἀναβαινόντων εἰς

Σκεὶρ, τούτους εἶναι λέγει, ὧν καὶ τὴν γῆν δέδωκεν

Ἰησοῦς ταῖς ὑπολοίποις φυλαῖς εἰς κληρονομίαν κατὰ

κλῆρον αὐτῶν· τὸν Χεταῖον, καὶ τὸν Ἀμοῤῥαῖον, καὶ

τὸν Χαναναῖον, καὶ τὸν Φερεζαῖον, καὶ τὸν Εὐαῖον,

καὶ τὸν Ἰεβουσαῖον, καὶ τὸν βασιλέα Ἱεριχὼ, καὶ

τὸν βασιλέα τῆς Γαὶ, ἥ ἐστι πλησίον Βαιθὴλ, βασιλέα

Ἱερουσαλὴμ, βασιλέα Χεβρὼν, βασιλέα Ἱεριμοὺθ,

βασιλέα Λαχεὶς, βασιλέα Ἐλὰμ, βασιλέα Γαζὲρ, βα-

σιλέα Δαβεὶρ, βασιλέα Γισὲ, βασιλέα Ἀερμὰθ, βασι-

λέα Αἰρὰθ, βασιλέα Ἀρὰθ, βασιλέα Λοβνᾶ, βα-

σιλέα Ὀδολλὰμ, βασιλέα Ἠλὰτ, βασιλέα Ἀθαφοὺθ,

βασιλέα Ὀφὲρ, βασιλέα Ὀφὲκ τῆς Ἀρὼθ, βασι-

λέα Ἀσὼμ, βασιλέα Σομοὼν, βασιλέα Μαμβρὸθ, βα-

σιλέα Ζεὶφ, βασιλέα Κάδης, βασιλέα Ζαὰκ, βασιλέα

Μανεδὼθ, βασιλέα Ἰωκὼμ τοῦ Χαρμὲλ, βασιλέα Ἐδδὼρ τοῦ Φενεδαὼρ, βασιλέα Γεὶδ τῆς Γαλιλαίας,

βασιλέα Θερσᾶ.

{Βιβλίον ζʹ, Κριταί.}

Καλεῖται τὸ βιβλίον Κριταὶ, ἐπειδὴ μετὰ τὸν

θάνατον Ἰησοῦ υἱοῦ τοῦ Ναυῆ, διὰ τῶν κριτῶν ἔσω-

ζεν ὁ Θεὸς τὸν λαὸν θλιβόμενον ὑπὸ τῶν ἀλλοφύλων,

τῶν περιλειφθέντων Χαναναίων· καὶ τούτων τῶν

κριτῶν ἑκάστου καὶ τὰς πράξεις καὶ τὸν χρόνον τῆς

ζωῆς ἡ βίβλος αὕτης περιέχει. Γεγόνασι δὲ κριταὶ οὗ-

τοι· πρῶτος Γοθονιήλ· οὗτος ἀνεῖλε τὸν Χουσαρσα-

θαῒμ, βασιλέα Συρίας ποταμῶν, θλίψαντα τὸν λαὸν

ἔτη μʹ· μετὰ τοῦτον Αὐὼδ, ἀμφοτεροδέξιος· οὗ-

τος ἀνεῖλε τὸν Αἰγλὼμ βασιλέα Μωὰβ, ἐν μαχαίρᾳ

διστόμῳ, δρακὸς ἐχούσῃ τὸ μῆκος, θλίψαντα τὸν λαὸν

313

ἔτη ιηʹ· καὶ αὐτὸς ἔκρινε τὸν Ἰσραὴλ ἔτη πʹ· μετὰ

τοῦτον Ταμεγὰρ, υἱὸς Δινάχ· οὗτος ἐπάταξεν

ἑξακοσίους τῶν ἀλλοφύλων ἐν τῷ ἀροτρόποδι τῶν

βοῶν· καὶ αὐτὸς ἔκρινε τὸν λαὸν ἔτος αʹ. Μετ' αὐτὸν

Βαρὰχ, υἱὸς Ἀβινέχ. Οὗτος ἐπολέμησεν Ἰαβὶν

καὶ τὸν Σισάρα, θλίψαντας τὸν Ἰσραὴλ ἔτη κʹ. Τὸν

μὲν οὖν Σισάρα ἀπέκτεινεν Ἰαὴλ, γυνὴ Χαθὲρ τοῦ

Κιναίου ἐν πασσάλῳ· αὐτὸς δὲ ἔκρινεν τὸν Ἰσραὴλ

ἔτη μʹ. Μετ' αὐτὸν Γεδεών· αὐτός ἐστιν Ἱεροβαάλ.

Αὐτὸς ἐπάταξε Μαδιὰν, καὶ τὸν Ὠρὴβ, καὶ Ζεβεὲ,

καὶ Σαλμανὰ τοὺς ἄρχοντας αὐτῶν, τόν τε πύργον

Φανουὴλ κατέστρεψε, καὶ τοὺς ἄρχοντας αὐτῶν ἠλό-

ησεν ἐν ταῖς ἀκάνθαις, θλίψαντας τὸν Ἰσραὴλ ἔτη ζʹ.

Αὐτὸς δὲ ἔκρινε τὸν Ἰσραὴλ ἔτη μʹ. Μετὰ τοῦτον

Ἀβιμελὲχ, υἱὸς Γεδεὼν ἐκ παλλακῆς· οὗτος ἀπέκτεινε

τοὺς ἀδελφοὺς ἑαυτοῦ, τοὺς ἐκ τῶν ἐλευθέρων, οʹ

ἄνδρας ἐπὶ λίθον ἕνα. Ἔφυγε δὲ εἷς ἐξ αὐτῶν Ἰω-

άθαμ. Ἀλλὰ καὶ Ἀβιμελὲχ γέγονε μετὰ τῶν αὐτῷ

συνελθόντων ὡς πῦρ ἀπὸ ῥάμνου· πολλούς τε ἀπο-

κτείνας, ἀπέθανε καὶ αὐτὸς ῥιψάσης γυναικὸς ἀπὸ

τοῦ τείχους ἐπ' αὐτὸν κλάσμα μύλου. Καὶ αὐτὸς δὲ

ἦρξεν ἔτη τρία. Μετ' αὐτὸν Θωλὰ υἱὸς Φούα, υἱὸς

πατραδέλφου Ἀβιμελέχ. Καὶ αὐτὸς ἦρξεν ἔτη κγʹ.

Μετ' αὐτὸν Ἰαεὶρ ὁ Γαλααδίτης ἔτη κβʹ. Μετ' αὐτὸν

Ἰεφθάε ὁ Γαλααδίτης· οὗτος ἀπέκτεινε τοὺς Ἀμα-

νίτας καὶ τοὺς Φυλιστιεὶμ, θλίψαντας τὸν Ἰσραὴλ

ἔτη ιηʹ. Εὐξάμενος δὲ ἐν τῷ πολέμῳ τὸν ἀπαντῶντα

πρῶτον μετὰ τὴν νίκην ἀναφέρειν εἰς θυσίαν, ἀπαν-

τήσασαν τὴν θυγατέρα, ἠξίωσεν πρότερον συγχωρη-

θῆναι αὐτῇ δίμηνον κλαῦσαι τὰ παρθένια αὐτῆς· οὕ-

τως αὐτὴν ἀνενεγκὼν ὁ πατὴρ εἰς θυσίαν, ἔκρινε τὸν

λαὸν ἔτη ἕξ. Μετ' αὐτὸν Ἀβαισὰν ἀπὸ Βηθλεὲμ ἔτη

ἑπτά. Μετ' αὐτὸν Ἀϊλὼν ὁ Ζαβουλωνίτης ἔτη ιʹ. Μετ'

αὐτὸν Λαβδὼν, ὁ Φαραθωνίτης ἔτη ηʹ. Μετ' αὐτὸν

Σαμψὼν ἀπὸ Δάν· οὗτος ἐπάταξε τοὺς Φυλιστιεὶμ

ἐν σιαγόνι ὄνου, καὶ ἄλλοτε ῥάβδῳ, καὶ αὖθις ἀλώ-

πεξι, καὶ ὕστερον συμπτώματι τοῦ οἴκου, θλίψαντας

τὸν Ἰσραὴλ ἔτη μʹ. Καὶ αὐτὸς ἔκρινε τὸν Ἰσραὴλ

ἔτη κʹ. Ποσοῦνται οὖν οἱ πάντες κριταὶ εἰς ιγʹ· τὰ

δὲ ἔτη αὐτῶν υιαʹ.

{Βιβλίον ηʹ, Ῥούθ.}

Οὕτω λέγεται τὸ βιβλίον, ἐπειδὴ καὶ τὴν περὶ

τῆς Ῥοὺθ ἱστορίαν μόνην περιέχει. Ἔστι δὲ αὕτη ἡ

Ῥοὺθ τὸ μὲν γένος Μωαβῖτις, καὶ ἐν σωφροσύνῃ

διαπρέψασα. Ἀποταξαμένη δὲ τῇ συγγενείᾳ καὶ τῇ

πατρικῇ δεισιδαιμονίᾳ, μετέβαλεν εἰς θεοσέβειαν, καὶ

μετῆλθεν εὐθὺς εἰς Βηθλεὲμ τῆς Ἰουδαίας, ἐκεῖ τε

ἐζεύχθη τῷ Βοὸζ ἐκ φυλῆς Ἰούδα τυγχάνοντι, καὶ

λοιπὸν ἐξ αὐτῆς γενεαλογεῖται ὁ Δαβὶδ οὕτω· Βοὸζ

ἐκ τῆς Ῥοὺθ γεννᾷ τὸν Ὠβήδ· Ὠβὴδ δὲ τὸν Ἰεσσαί,

Ἰεσσαὶ δὲ τὸν Δαβίδ.

{Βιβλίον θʹ, Βασιλεῖαι πρώτη καὶ δευτέρα.}

Βασιλεῖαι ὀνομάζεται τὰ βιβλία, ἐπειδὴ καὶ

τὰς πράξεις τῶν γενομένων βασιλέων ἔν τε τῷ Ἰούδα

καὶ τῷ Ἰσραὴλ, καὶ τὰ ἔτη αὐτῶν περιέχει. Διείλη-

316

πται δὲ ἐν μὲν τῇ πρώτῃ βίβλῳ τῶν Βασιλειῶν ταῦτα·

θάνατος μὲν Ἠλεὶ τοῦ ἱερέως καὶ τῶν υἱῶν αὐτοῦ·

γένεσις δὲ τοῦ Σαμουήλ· πῶς τε ὁ λαὸς, τὸ πρότερον

ἀρχόμενος ὑπὸ τοῦ Θεοῦ, ἐγείροντος αὐτοῖς κατὰ και-

ρὸν τὸν βοηθὸν, ὅμως ᾔτησε παρὰ τοῦ Σαμουὴλ, κα-

τὰ τὸ ἔθος τῶν ἐθνῶν, βασιλέα, καὶ ἔδωκεν αὐτοῖς

τὸν Σαοὺλ, ἐκ φυλῆς Βενιαμίν· καὶ γέγονε λοιπὸν ἐξ

ἐκείνου καὶ ἐν τῷ Ἰσραὴλ ἀρχὴ βασιλείας. Περιέχε-

ται δὲ ἐνταῦθα, πῶς ὁ μὲν Σαοὺλ παρέβη τὴν ἐντο-

λὴν τοῦ Θεοῦ, καὶ ἀφῃρέθη ἀπὸ τοῦ γένους αὐτοῦ ἡ

βασιλεία· ὁ δὲ Δαβὶδ ἀντ' αὐτοῦ ἐχρίσθη, καὶ μετ-

ηνέχθη εἰς τὸ γένος αὐτοῦ ἡ βασιλεία. Καὶ τὸν μὲν

Γολιὰθ ἀνεῖλεν ὁ Δαβὶδ λιθαρίῳ μικροτάτῳ· ἐπειδὴ

δὲ αἱ χορεύουσαι, τὰς μυριάδας δέδωκαν τῷ Δαβὶδ,

τὰς δὲ χιλιάδας τῷ Σαοὺλ, φθονήσας ὁ Σαοὺλ, ἐδίωκε

τὸν Δαβίδ· καὶ ὁ μὲν Δαβὶδ διεσώθη, ὁ δὲ Σαοὺλ πο-

λεμούμενος ἐζήτησεν ἐγγαστριμύθους, καὶ τῇ ἐπαύ-

ριον…

ἡ…

Ἐν…

β…

The complete text is available when the reading interface loads.