Disputatio contra Arium
- Authority group
- Athanasius of Alexandria (catalogue association; authorship remains anonymous)
- Edition reference
- Disputatio contra Arium [Sp.], MPG 28: 440–501.
- CTS identifier
urn:cts:greekLit:tlg2035.tlg072.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Creative Commons Public Domain Mark 1.0
28
441
μορφον εἰσεπήδησε πρὸς ἡμᾶς, καὶ πρὸς βραχὺ
ἐπακροασάμενος τῶν εὐσεβείας ῥημάτων, μὴ δυνά-
μενος φέρειν, ἔλεξε τοιάδε· «Διδάξατέ με τὴν ὑμετέ-
ραν δόξαν, ἢ διδάξω ὑμᾶς τὸ ἐμὸν φρόνημα.» Ἐγὼ δὲ
ἀπεκρινόμην πρὸς αὐτόν· «Μὴ πάντας προσκαλοῦ εἰς
ζήτησιν· μεγάλοι γάρ εἰσιν ἐν τῷ οἴκῳ τοῦ Θεοῦ.
Εἰ δὲ βούλει ἐπὶ τοῦ παρόντος πρὸς μὲ τὸν σμικρό-
τατον μόνον συνεξετάσαι, ἥδιστα ἐγώ σοι τοῦτο παρ-
έξω περὶ τοῦ ζητήματος. Προσάγαγε πρῶτος τὴν
πρότασιν· μόνον φιλαλήθως ποιήσωμεν τὴν συνεξέ-
τασιν, καὶ μὴ φιλονεικότερον πρὸς τὰ προσφερόμενα
ὑπὸ τοῦ πλησίον θεόπνευστα ῥήματα διατεθῶμεν.»
ἌΡΕΙΟΣ εἶπεν· Ἐμοὶ δοκεῖ προηγουμένως
ὁρισθῆναι ὑφ' ἑκατέρων ἐμοῦ τε καὶ σοῦ εἰς τὰ ζη-
τούμενα, ἕκαστόν τε ἡμῶν ἐκθεῖναι, ἃ φρονεῖ περὶ
Θεοῦ καὶ Χριστοῦ, καὶ Πνεύματος ἁγίου, ἐν ἐπιτομῇ,
ὅπως κατὰ σκοπὸν πέμπωμεν τοὺς λόγους, καὶ μὴ
εἰς κενὸν ποιησώμεθα ἅμιλλαν λόγων, φανερά τε ᾖ ἡ
ἐπικρατοῦσα δόξα ὁμοίως τε καὶ ἡ καθαιρουμένη.
Περὶ γὰρ πίστεως βούλομαι ζητῆσαι πρὸς σὲ, ἐπειδὴ
μάλιστα ἀκήκοα ὀρθῶς μὴ ὁμιλούντων ὑμῶν περὶ
τῆς εἰς τὸ Θεῖον πίστεως καὶ εὐσεβείας.
ἈΘΑΝΑΣΙΟΣ εἶπεν· Θεοπρεπῶς πάντα
σοι εὐτρέπισται· ἐγὼ δὲ ὃ φρονῶ, φημὶ ἐν ἐπιτομῇ
Πιστεύω εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, ἀεὶ
ὄντα Θεὸν Πατέρα, καὶ εἰς τὸν Θεὸν Λόγον, τὸν
Μονογενῆ Υἱὸν τοῦ Θεοῦ, ὅτι συνυπάρχει τῷ ἰδίῳ Πα-
τρὶ, καὶ ὅτι ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρός
ἐστιν ὁ Υἱὸς, καὶ ὅτι ἴσος ὁ Υἱὸς τοῦ Πατρὸς τυγχά-
νει, καὶ ὅτι ἰσότιμός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ ὅτι
σὺν τῷ Πατρὶ αὐτοῦ πάρεστι πανταχοῦ τῇ θεότη-
444
τι, καὶ ὅτι πάντα περιέχει τῇ οὐσίᾳ αὐτοῦ, καὶ
ὅτι οὐ περιέχεται ὑπ' οὐδενὸς ὁ Υἱὸς τοῦ Θεοῦ,
καθάπερ καὶ ὁ Θεὸς ὁ Πατὴρ αὐτοῦ· καὶ εἰς τὸ
Πνεῦμα τὸ ἅγιον, ὅτι τῆς τοῦ Πατρός ἐστιν οὐ-
σίας, καὶ συναΐδιον τῷ Πατρὶ καὶ τῷ Υἱῷ τυγχάνει
τὸ ἅγιον Πνεῦμα. Τὸν Λόγον φημὶ ἐν σαρκὶ γεγονέναι.
Ἄρ. εἶπεν· Πιστεύω κἀγὼ εἰς ἕνα Θεὸν ἀΐδιον,
καὶ εἰς τὸν Υἱὸν αὐτοῦ, ὃν πρὸ τῶν αἰώνων ἔκτισεν ὁ
Θεὸς, καὶ Υἱὸν ἐποίησε. Καὶ πάντα, ὅσα ἔχει ὁ
Υἱὸς, μὴ ἔχων ἔλαβε παρὰ τοῦ Θεοῦ· καὶ ὅτι οὐκ
ἴσος ἐστὶν ὁ Υἱὸς, οὐδὲ ἰσότιμος τῷ Πατρὶ, ἀλλὰ πολὺ
λείπεται τῆς τοῦ Θεοῦ δόξης, ὡς ποίημα, λείπε-
ται τῆς τοῦ Θεοῦ δυνάμεως· καὶ εἰς τὸ Πνεῦμα τὸ
ἅγιον, τὸ ὑπὸ τοῦ Υἱοῦ γεγονός. Ἰδοὺ κἀγὼ ταῦτα
φρονῶ.
Ἀθ. εἶπεν· Λοιπὸν μετὰ πάσης ἐπιστήμης
ἄρχου τῆς ζητήσεως· ὁρῶ γάρ σε ἐν μεγάλοις
κακοῖς ἐνεχόμενον, εἰ καὶ τὰ μάλιστα σὺ παρ-
ελθὼν ὑπὸ αἰτίαν ἡμᾶς ἐποίησας, ὡς μὴ ὀρθῶς
φρονούντων ἡμῶν περὶ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου
Πνεύματος. Ἄρ. εἶπεν· Πῶς φῂς τὸν Θεὸν ἀεὶ Πα-
τέρα, ὃς μόνος Θεὸς ὢν, ἰδίᾳ βουλήσει ἔκτισεν
τὸν Υἱὸν αὐτοῦ, καθὼς γέγραπται. Ἀθ. εἶπεν· Ποῦ
γέγραπται, ὅτι μόνος ἐστὶν ὁ Πατήρ; Ἄρ. εἶπεν·
Παρὰ Παύλῳ τῷ ἀποστόλῳ· φησὶ γάρ· «Ἡμῖν δὲ
εἷς Θεὸς ἐξ οὗ τὰ πάντα.» Ἀθανάς. εἶπεν· Τὰ ἑπό-
μενα ἀνάγνωθι τοῦ Ἀποστόλου ῥητὰ, ἔφη γάρ· «Καὶ
εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα.»
Ἄρειος εἶπεν· Ὁρᾷς, ὅτι ὑπουργός ἐστι, καὶ οὐχὶ
αὐτουργὸς ὁ Υἱὸς καθὼς αὐτὸς περὶ ἑαυτοῦ ἔλεξεν·
«Ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα· ἃ γὰρ ἂν
ὁ Πατὴρ ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ποιεῖ.» Πρόσ-
εχε πῶς ὑπουργὸς καὶ οὐ δημιουργός ἐστιν ὁ Υἱός.
Ἀθ. εἶπεν· Ὅρα· μὴ μάχου πρὸς τὴν ἀλήθειαν.
Ὅπερ γὰρ τοῦ Παύλου ῥητὸν δοκεῖς κρατεῖν περὶ
Θεοῦ Πατρὸς, τοῦτο καὶ περὶ τοῦ Υἱοῦ εὑρήσεις παρ'
αὐτῷ τῷ Ἀποστόλῳ λεγόμενον· φησὶ γάρ· «Καὶ αὐ-
τὸς ἔθετο ἐν τῇ Ἐκκλησίᾳ, πρῶτον ἀποστόλους,
δεύτερον προφήτας, τοὺς δὲ εὐαγγελιστὰς, τοὺς δὲ
ποιμένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν
λαῶν, εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώμα-
τος τοῦ Χριστοῦ, μέχρι καταντήσωμεν οἱ πάντες εἰς
τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ
Υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας
τοῦ πληρώματος τοῦ Χριστοῦ, ἵνα μηκέτι ὦμεν νή-
πιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ
τῆς διδασκαλίας, ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν
πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης, ἀλη-
θεύοντες δὲ ἐν ἀγάπῃ, αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα,
ὅς ἐστιν ἡ κεφαλὴ, ὁ Χριστός· ἐξ οὗ πᾶν τὸ σῶμα
συναρμολογούμενον καὶ συμβιβαζόμενον διὰ πάσης ἀφῆς τῆς ἐπιχορηγίας,» καὶ τὰ ἑξῆς. Ὁρᾷς, ὅτι ἡ
φωνὴ κοινῶς κατηγορεῖται Πατρὸς καὶ Υἱοῦ, καὶ σὺ μονομερῶς περὶ Πατρὸς ἐξείληφας;
445
Ἄρ. εἶπεν· Καλῶς ἐμνημόνευσας περὶ τούτου
ὅλην τὴν περικοπὴν τοῦ Ἀποστόλου· ἀλλ' ἐγὼ ἀξιο-
πιστότερον ἡγοῦμαι τυγχάνειν τοῦ ἀποστολικοῦ ῥη-
τοῦ τὸ προειρημένον Κυριακὸν ὑπ' ἐμοῦ λόγιον. Ἔφη
γὰρ ὁ Κύριος, μὴ δύνασθαι ἀφ' ἑαυτοῦ ποιεῖν οὐδὲν,
ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα. Ἀθ. εἶπεν·
Τί ἐποίησεν ὁ Θεὸς ἐν ἀρχῇ; Ἄρ. εἶπεν· Οὐρανὸν,
γῆν, θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς, καθὼς γέ-
γραπται. Ἀθ. εἶπεν· Οὐκοῦν λοιπόν ἐστιν ἀποδει-
χθῆναι παρὰ σοῦ, ποίους οὐρανοὺς, καὶ γῆν, καὶ
θάλασσαν, καὶ τὰ ἐν αὐτοῖς ἐποίησεν ὁ Θεὸς ἐν πρώ-
τοις, εἶθ' οὕτως ὁ Υἱὸς αὐτοῦ ἑωρακὼς ἐποίησεν
ὁμοίως τῷ Πατρὶ αὐτοῦ. Ἄρ. εἶπεν· Ἀθέμιτον ἡγοῦ-
μαι τυγχάνειν τὸ εἰπεῖν, πρῶτον κόσμον ὑπὸ τοῦ
Θεοῦ δεδημιουργῆσθαι, ἕτερον δὲ ὑπὸ τοῦ Υἱοῦ, δευ-
τέρου μὴ δυναμένου ἀποδειχθῆναι, καταδήλου ὄντος
τοῦ πράγματος παρὰ πᾶσιν, ὅτι εἷς τυγχάνει ὁ ὁρώ-
μενος κόσμος. Ἀθ. εἶπεν· Οὐκοῦν ἀφ' ἑαυτοῦ δη-
μιουργεῖ ὁ Υἱὸς τὸ πᾶν. Ἄρ. εἶπεν· Παρακαλῶ, εἰπέ
μοι, πῶς ἀφ' ἑαυτοῦ; Οὐκ ἔστι δὲ ὃς λέξει τοῦτο.
Ἀθ. εἶπεν· Ὁ σοφὸς τὴν βουλὴν αὐτοῦ ποῦ εὑρίσκει;
Ἄρ. εἶπεν· Ἐν τῇ σοφίᾳ αὐτοῦ. Ἀθ. εἶπεν· Χριστὸς
δὲ Θεοῦ δύναμις καὶ σοφία τυγχάνει κατὰ τὸν μακά-
ριον Παῦλον, ναὶ ἢ οὔ; Ἄρ. εἶπεν· Ὁμολογουμένως
Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία. Ἀθ. εἶ-
πεν· Ἡ σοφία οὖν μὴ ἀλλαχόθεν σοφίζεται; Ἄρ.
εἶπεν· Μὴ γένοιτο! Ἀθ. εἶπεν· Οὐκοῦν ἀφ' ἑαυτῆς
πάντα ὡς σοφία πράττει; Ἄρ. εἶπεν· Οὕτως ἔχει.
Οὐκοῦν ὁ Πατὴρ οὐδὲν ἐδημιούργησεν; Ἀθ. εἶπεν·
Ἄκουε, καὶ μὴ προπετῶς λάλει, ἃ μὴ θέμις
μήτε λέγειν, μήτε ἀκούειν, ὡς μὴ δυναμένου τινὸς
μετατρέψαι τὰ τοιαῦτα. Πλὴν ἐπὶ τοῦ παρόντος δός
μοι λόγον περὶ οὗ ἐπερωτῶ. Ὁ δυνατὸς πῶς αὐτουρ-
γεῖ; Ἄρ. εἶπεν· Ἐν τῇ δυνάμει αὐτοῦ τὸ πᾶν πράτ-
τει. Ἀθ. εἶπεν· Χριστὸς δὲ ἀραρότως Θεοῦ δύναμις ὑπάρχει; Ἄρ. εἶπεν· Ὡμολόγηται. Ἀθ. εἶπεν· Οὐ-
κοῦν Χριστοῦ δυνάμεως ὄντος τοῦ Θεοῦ, ἅπερ δημιουργεῖ ἡ δύναμις, τουτέστιν ὁ Χριστὸς, ταῦτα
ποιεῖ ὁ Πατήρ.
Ἄρ. εἶπεν· Πῶς ἅπερ δημιουργεῖ ὁ Χριστὸς, ταῦτα
δημιουργεῖ ὁ Θεός; Ἀθ. εἶπεν· Ἡ δύναμις ἀπὸ τοῦ
δυνατοῦ κεχώρισται; Ἄρ. εἶπεν· Μὴ γένοιτο! Τίς γάρ
ποτε ἑώρακεν ἀγωνιστὴν πάλῃ ἰδίως ἀνδριζόμενον, κα-
ταμόνας δὲ τὴν δύναμιν αὐτοῦ; Εἰ γὰρ ἦν τοῦτο, ἐπ'
ἀμφοτέρους ἂν ἐκομίσθη τὰ βραβεῖα, ἤτοι οἱ στέφα-
νοι. Ἀθ. εἶπεν· Ὀρθῶς ἔφης. Εἰ οὖν ἐπ' ἀνθρώ-
που τοῦτο ἔδωκας, μήτε δύναμιν κεχωρισμένως τι
πράττειν, μήτε μὴν τὸ σῶμα ἑτέρως ἐνεργεῖν τι, οὐ-
κοῦν ὁ Χριστὸς, δύναμις ὢν πατρικὴ, ἀχωρίστως
πάντα, ἃ πράττει ὁ Πατὴρ, πράττει ταῦτα καὶ αὐτός.
Ἄρ. εἶπεν· Ἔστω οὕτω, τὸ ἀχωρίστως δημιουρ-
γεῖν τὸν Υἱὸν σὺν τῷ Θεῷ τὸ πᾶν· μήτι δύναται καὶ
448
ἴσος εἶναι τῷ Θεῷ, καθὼς σὺ ἤκουσας τοῦ Σωτῆρος
λέγοντος· «Ὁ Πατήρ μου, ὁ πέμψας με, μείζων μου
ἐστὶν;» Ἀθ. εἶπεν· Ἐρωτήσω σε· σὺ δὲ ἀποκρί-
θητί μοι· Ὁ Σωτήρ μου μὴ ἐναντία ἐφθέγξατο ἑαυ-
τῷ; Ἄρ. εἶπεν· Μὴ γένοιτο! πανταχοῦ γὰρ
σύμφωνος ἑαυτῷ τυγχάνει ὁ Υἱὸς τοῦ Θεοῦ. Ἀθ. εἶ-
πεν· Πῶς οὖν ὁ Κύριος ἐν ἄλλῳ τόπῳ φάσκει, «Ἐγὼ
καὶ ὁ Πατὴρ ἕν ἐσμεν; Ἄρ. εἶπεν· Σὺ Σαβέλλιος εἶ.
Ἀθ. εἶπεν· Διὰ τί εἰμι Σαβέλλιος; Ἄρ. εἶπεν· Ἐ-
πειδὴ εἶπας, Ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἕν ἐστιν. Ἀθ. εἶ-
πεν· Μὴ καταψεύδου μου· οὐ γὰρ οὕτω φημὶ,
ὅτι ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἕν ἐστιν, ἀλλ' ὅτι ὁ Κύριος
ἔφη· »Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.« Ἄρ. εἶπεν·
Αὕτη ἡ αἵρεσις Σαβελλίου ἐστίν. Ἀθ. εἶπεν· Οὐκοῦν
ὁ Κύριος ὁ εἰρηκὼς, »Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,«
Σαβέλλιος ἦν; Οὐ πάντες οἱ Χριστιανοὶ Ἰησοῦν τὸν
Υἱὸν τοῦ Θεοῦ οἴδαμεν; σὺ δὲ Σαβέλλιον καὶ διδά-
σκαλον αἱρέσεως αὐτὸν φῄς; Ἄρ. εἶπε· Μὴ γένοιτό
μοι τοῦτο φρονῆσαι! ὁ γὰρ Σωτὴρ εἶπε περὶ συμφω-
νίας, ὅτι »Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.« Ἀθαν.
εἶπεν· ἕνεκεν τίνος ἔλεξε τοιάδε ὁ Κύριος; τί θέλων
παραστῆσαι; τὴν συμφωνίαν κατὰ σὲ, ἢ τὴν θεότητα
κατὰ τὸν ὀρθὸν λόγον; Εἰ μὲν γὰρ τὴν συμφωνίαν
κατὰ σὲ, ἄρα μάρτυρας κατεσκεύαζε κατὰ τοῦ
Πατρὸς, μὴ ἄρα ἀθέτησις αὐτῷ γένηται ὑπὸ τοῦ
Πατρός· εἰ δὲ τοῦθ' οὕτως ἔχει, ὁ Υἱὸς κατηγορεῖ
τοῦ Πατρὸς κατὰ σὲ, ὡς ἀγνώμονος, καὶ μὴ μένον-
τος ἐν ταῖς συνθήκαις τῆς συμφωνίας τοῦ Πατρός. Εἰ
δὲ καὶ τοῦθ' οὕτως ἔχει, λοιπὸν νόησον ποῦ σε ἀπάγει
τὸ σὸν φρόνημα.
Ἄρ. εἶπεν· Ἀλλὰ τί θέλεις ἵνα εἴπωμεν, ὅτι
ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἕν ἐστιν; Ἀθ. εἶπεν· Ὁ Κύριος
Ἰησοῦς οὐκ εἶπεν, »Ἐγὼ καὶ ὁ Πατὴρ ἕν εἰμι·«
ἀλλ' ἔφησεν, »ἕν ἐσμεν,« καὶ τὴν δυάδα τελείαν παρ-
έστησεν ἐν τῷ λέξαι, »ἕν ἐσμεν.« Τὸ δὲ, »ἕν,« τὸ
τῆς οὐσίας ἐσήμανε· σὺ δὲ, μὴ νοήσας, εἰς ἀτοπίαν
ἐχώρησας. Ἄρ. εἶπεν· Ὁ Κύριος οὐκ εἶπεν· »Ὁ
Πατὴρ, ὁ πέμψας με, μείζων μου ἐστίν;« Ἀθ. εἶ-
πεν· Σωτὴρ οὐκ εἶπεν· »Ἐγὼ καὶ ὁ Πατὴρ ἕν
ἐσμεν,« καὶ πάλιν· »Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν
Πατέρα;« Ἀλλὰ μὴν καὶ ὁ Ἀπόστολος τὴν ἰσότητα
τοῦ Υἱοῦ, ἣν ἔχει πρὸς τὸν ἑαυτοῦ Πατέρα, σαφῶς
ἐδήλωσε, λέγων· »Ὃς, ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ
ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ· ἀλλ' ἑαυτὸν
ἐκένωσεν.« Ὁρᾷς, ὅτι ἴσος ἐστὶν ὁ Υἱὸς τοῦ
ἰδίου Πατρὸς, καὶ οὐ μικρότερος; Ἄρ. εἶπεν· Ἀσυμ-
φωνία πολλή μοι καταφαίνεται τῶν Γραφῶν ἐπὶ τοῦ
παρόντος. Ἀθ. εἶπεν· Μὴ γένοιτο ἵνα ἄνθρωπος κατ-
είπῃ τῶν θείων καὶ θεοπνεύστων Γραφῶν, ὡς οὐ
μετὰ συμφωνίας ταῦτα πάντα φθεγγομένων! Ζυγὸς
γὰρ ὥσπερ δίκαιος, οὕτω συμφωνοῦσι πρὸς ἑαυτὰς
πᾶσαι αἱ Γραφαί. Ἄρ. εἶπεν· Πῶς συμφωνοῦσιν; Ὁ
Σωτὴρ ἔφη· »Ὁ Πατὴρ ὁ πέμψας με, μείζων μου
449
ἐστί·« πάλιν ὁ αὐτὸς λέγει· »Ἐγὼ καὶ ὁ Πατὴρ ἕν
ἐσμεν·« καὶ ἑτέρως· »Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε
τὸν Πατέρα·« δι' οὗ σημαίνει τὴν ἀπαράλλακτον
αὐτοῦ ἰδέαν, ἣν ἔχει πρὸς τὸν ἑαυτοῦ Πατέρα· ὡς
καὶ ὁ Παῦλός φησι ἴσον τὸν Υἱὸν τοῦ ἰδίου Πατρὸς
τυγχάνειν. Ἀθ. εἶπεν Ἄνθρωπε, ἄκουε καὶ σύνες,
ὅτι οὐκ ἀπέζευκται ἐκεῖνο τὸ κεφάλαιον, τὸ φά-
σκον· »Ὁ Πατήρ μου, ὁ πέμψας με, μείζων
μου ἐστί,« τῶν λοιπῶν κεφαλαίων. Ἄρ. εἶπεν· Ἐὰν
τοῦτο ἀποδείξῃς, ὅπερ ἀνεγχώρητόν ἐστι, τάχα κἀμὲ
ποιήσεις τῷ σῷ φρονήματι ἐπακολουθῆσαι.
Ἀθ. εἶπεν· Ὁ τοῦ Θεοῦ Υἱὸς Θεός ἐστιν, ἢ
οὔ; Ἄρ. εἶπεν· Θεὸς κτισθεὶς ὑπὸ Θεοῦ. Ἀθ. εἶπεν·
Ὡς θέλεις, ἀποκρίθητί μοι περὶ οὗ ἐρωτῶ. Ὁ τοῦ
Θεοῦ Υἱὸς πάντα ἐποίησεν, ναὶ, ἢ οὔ; Ἄρ. εἶ-
πεν· Προαποδέδοται, ὅτι πάντα ἐποίησεν, ὡς δύναμις
καὶ σοφία τυγχάνων Θεοῦ. Ἀθ. εἶπεν· Οὐκοῦν πάντα
περιέχει τὰ ὑπ' αὐτοῦ ποιηθέντα, ἤτοι ὁρατὰ ἤτοι
ἀόρατα ὁ τοῦ Θεοῦ Υἱός. Ἄρ. ἔφη· Οὕτως ἔχει.
Ἀθ. εἶπεν· Πανταχοῦ οὖν πάρεστι τῇ οὐσίᾳ τῆς με-
γαλοσύνης αὐτοῦ. Ἐὰν εἴπῃς, ὅτι οὐ πάρεστι παντα-
χοῦ, ἄρα μείζονα ἐρεῖς τὰ γενόμενα τοῦ δημιουργοῦ.
Ἄρ. εἶπεν· Πάρεστι πανταχοῦ. Ἀθ. εἶπεν· Εἰ οὖν
παρὼν τυγχάνει πανταχοῦ ὁ τοῦ Θεοῦ Λόγος, πῶς
λέγεις τὸ, »Ὁ Πατήρ μου ὁ πέμψας με, μείζων μου
ἐστίν,« ἀπόδος μοι τὸν λόγον. Ἄρ. εἶπεν· Ἀπορῶ
περὶ τούτου, ἀλλ' ἀξιῶ, φράσον μοι, τίνι λόγῳ εἶπεν
ὁ Σωτὴρ μείζονα ἑαυτοῦ τὸν Πατέρα; Ἀθ. εἶπεν·
Ἐὰν μὴ πρότερόν μοι εἴπῃς, ὃ ἐπερωτῶ, οὐ μή σοι
εἴπω, ὅπερ θέλεις. Ἄρ. εἶπεν· Λέγε, ὃ βούλει. Ἀθ.
εἶπεν· Οἱ ἄγγελοι ἀσώματοι τυγχάνουσιν, ἢ ἄνθρω-
ποι; Ἄρ. εἶπεν· Ἄνθρωποι ἐν σώματι τυγχάνουσιν,
ἄγγελοι δὲ πνεύματα ὄντες, ἀσώματοί εἰσιν. Ἀθ. εἶ-
πεν· Τίνες οὖν κοπιῶσιν, ἄνθρωποι, ἢ ἄγγελοι;
Ἄρ. εἶπεν· Ἄγγελοι ἀσώματοι τυγχάνουσι, πρὸς τὸ
διακονοῦντας αὐτῷ καμάτου πεῖραν μὴ λαβεῖν· ἀν-
θρώπῳ δὲ τῷ κάμνειν ἴδιον, διὰ τὴν τοῦ σώματος
βαρεῖαν ὁλκήν. Ἀθ. εἶπεν· Ὁ οὖν Κύριος πῶς ἐκο-
πίασε; γέγραπται γὰρ, »Ἰησοῦς δὲ κεκοπιακὼς ἐκ
τῆς ὁδοιπορίας, ἐκαθέζετο. Ἄρ. εἶπεν· Συνήγαγές
με, ὡς ἠθέλησας ἐκ τοῦ παραδείγματος τῶν ἀγγέλων
καὶ τῶν ἀνθρώπων, οὐχ ὡς Θεὸς Λόγος ἐκοπίασεν,
ἀλλ' ἵνα φανῇ, ὅτι σάρκα, ἣν οὐκ εἶχε πρότερον ὁ
Λόγος καὶ Θεὸς, ταύτην ἀνέλαβε· διὰ τοῦτο τῇ σαρκὶ
συνεχώρησε πάσχειν τὰ ἴδια, ἵνα φανῇ ὅτι σάρξ
ἐστιν.
Ἀθ. εἶπεν· Μέμνησο, ὅτι προωμολόγηται, ὅτι
πανταχοῦ πάρεστιν ὁ Λόγος καὶ Θεός. Ἄρ. εἶπεν·
Ἀραρότως. Ἀθ. εἶπεν· Εἰ οὖν πανταχοῦ πάρεστιν,
τίνος ἕνεκεν ἔφασκεν, «Ὁ Πατήρ μου ὁ πέμ-
ψας με, μείζων μου ἐστίν;» Ἄρ. εἶπεν· Παρακα-
λῶ σε, μὴ ὀκνήσῃς ἀποκαλῦψαι τὸ κάλυμμα ἀπὸ τοῦ
γράμματος ἐν τάχει. Λίαν γὰρ ἀνιῶμαι. Ἀθ. εἶπεν·
452
Τίς ἐστιν ὁ κεκοπιακὼς, ἄνθρωπος, ἢ ὁ Θεὸς Λόγος;
Ἄρ. εἶπεν· Ἄνθρωπος. Ἀθ. εἶπεν· Οὐκοῦν σόν ἐστι
τὸ νοῆσαι λοιπόν. Ἄρ. εἶπεν· Κατελαβόμην σου τὸν
νοῦν ἐν τῷ λόγῳ τούτῳ, ὅτι τοῦ Θεοῦ Λόγου πανταχοῦ
παρόντος, δῆλον ὅτι διὰ τὴν σάρκα εἶπεν, «Ὁ Πα-
τήρ μου, ὁ πέμψας με, μείζων μου ἐστίν,» τὴν βαδίζουσαν καὶ κοπιῶσαν, καὶ ἀπὸ τόπου εἰς τόπον ἕτε-
ρον πορευομένην. Ἀληθῶς ὀρθῶς ἔχει τοῦτο.
Ἀθ. εἶπεν· Λοιπὸν λάβε μοι ἐν νῷ τὸ ῥητὸν,
ὅπερ ἔφης, ὅτι ὁ Θεὸς Λόγος ἐκτίσθη. Πόθεν λάβωμεν
τὴν ἀρχήν; Οὐ τολμῶ οὕτως ἀφόβως φθέγγεσθαι κατὰ
τῆς ἀϊδίου θεότητος τοῦ Υἱοῦ αὐτοῦ. Ἄρ. εἶπεν·
Ἐγὼ μὲν ἀπὸ τῶν Γραφῶν τοῦτο λέγω· σὺ δὲ πόθεν
ἀΐδιον λέγεις τὸν Υἱόν; Ἀθ. εἶπεν· Ἀπὸ τῶν θεο-
πνεύστων Γραφῶν ἔμαθον, ὅτι ἀΐδιός ἐστιν ὁ Υἱὸς τοῦ
Θεοῦ. Ἄρ. εἶπεν· Ποῖαί εἰσιν αἱ Γραφαὶ, αἱ φάσκου-
σαι ἀΐδιον τὸν Υἱόν; Ἀθ. εἶπεν· Ἐλθὼν ὁ ἀοίδιμος
Παῦλος μαρτυρήσει τῇ ἀληθείᾳ· «Τὰ γὰρ ἀόρατα
αὐτοῦ, φησὶν, ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι
νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ
θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους, διότι
γνόντες τὸν Θεὸν, οὐχ ὡς Θεὸν ἐδόξασαν, ἢ ηὐχαρί-
στησαν.» Ἄρ. εἶπεν· Περὶ τοῦ Πατρὸς λέγει
τοῦτο ἡ Γραφή. Ἀθ. εἶπεν· Οὐκοῦν ὁ μακάριος
ἀπόστολος Παῦλος αἰτιᾶται τοὺς τὸ διὰ σώματος
ἐπιφανέντα Θεὸν Υἱὸν Θεοῦ μὴ ἐπεγνωκότας ἀΐδιον
θεότητα αὐτοῦ, τοῦ τὸ πᾶν διακοσμήσαντος; ἐκ γὰρ
μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως δεῖ τὸν
δημιουργὸν γνωρισθέντα εὐχαριστηθῆναι. Φανερὸν δέ
ἐστιν ὅτι πάντα διὰ τοῦ Λόγου τὰ γεγενημένα
γέγονε, καὶ χωρὶς αὐτοῦ γέγονεν οὐδὲ ἕν· ἔδει οὖν
καὶ σὲ ἐκ τῆς τῶν στοιχείων ἐναρέτου συμπήξεως
ἀναλογίσασθαι τὸν δημιουργὸν ἀναλόγως, καὶ σαυτοῦ
ἐπιγνώμονα γενέσθαι, ὅτι ἀϊδίου Θεοῦ τυγχάνει ἔργον
ὁ κόσμος, οὐ κτιστῆς δὲ φύσεως, μὴ δυναμένης ἐπαρ-
κέσαι τοσαῦτα δρᾷν.
Ἄρ. εἶπεν· Ἔστω ἀΐδιος ὁ Υἱὸς, ἀλλὰ καὶ
ἀϊδίως κτισθεὶς ἔχει τὸ ἀΐδιον. Ἀθ. εἶπεν· Εἰ ἀΐδιός
ἐστιν ὁ Υἱὸς, οὐκ ἦν κτίσμα· εἰ δὲ κτίσμα τυγ-
χάνει, οὐκ ἦν ἀΐδιος. Ἄρ. εἶπεν· Μὴ γὰρ ἐγὼ ἐξ
οἰκείας αὐθεντίας ταῦτά φημι· ὁ Υἱὸς εἶπεν, ὅτι
πρῶτον πάντων ἔκτισεν αὐτὸν ὁ Θεός. Ἀθ. εἶπεν·
Τοῦτό σοι μόνῳ ἀπεκαλύφθη, ἢ καὶ ἄλλοις τὸ περὶ
τοῦ Υἱοῦ Θεοῦ μυστήριον; Ἄρ. εἶπεν· «Οὐ πάντων
ἡ πίστις· πλὴν οὐκ ἐμοὶ μόνῳ, ἀλλὰ καὶ ἑτέροις πολ-
λοῖς ἐγνωρίσθη ἡ πίστις αὕτη. Ἀθ. εἶπεν· Πόθεν ὑμῖν
ἀπεκαλύφθη, ἐκ Θεοῦ, ἢ ἐξ ἀνθρώπων· Ἄρ. εἶπεν·
Ἐκ Θεοῦ. Ἀθ. εἶπεν· Σὺ αὐτήκοος γέγονας, ἢ ἄλλοι
σοι ὑφηγήσαντο περὶ τούτου; Ἄρ. εἶπεν· Οὐκ ἐμοὶ
ὑφηγήσαντο, ἀλλὰ πολλοὶ ἅγιοι, ἐν Πνεύματι Θεοῦ
λαλοῦντες, ἔφησαν ὅτι ἐκτίσθη ὁ Υἱός. Ἀθ. εἶπε·
Τίνες εἰσὶν οὗτοι; Οὐ δυνάμεθα γνῶναι καὶ ἡμεῖς;
Ἄρ. εἶπεν· Οἶσθα καὶ αὐτὸς, ὅτι καὶ οἱ προφῆται,
καὶ οἱ ἀπόστολοι ἐλάλησαν πολλαχοῦ τὸν Υἱὸν κτί-
453
σμα εἶναι. Ἀθ. εἶπεν· Ἤκουσά σου λέγοντος πρὸ βρα-
χείας ὥρας, ὅτι ὁ Υἱὸς εἶπεν. Ἄρτι μετέβης εἰς τοὺς
προφήτας καὶ ἀποστόλους. Πλὴν ὑφήγησαι ποῖος προ-
φήτης ἔλεξε τοιάδε περὶ τούτου; Ἄρ. εἶπε· Καὶ νῦν
φημι τὸν Υἱὸν λέγειν διὰ τῶν ἁγίων προφητῶν καὶ
ἀποστόλων ὥσπερ καὶ διὰ τοῦ Σολομὼν ἔφη·
»Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ.«
Ὁρᾷς, ὅτι πρὸ πάντων ἔκτισεν αὐτὸν ὁ Θεὸς διὰ τὰ
δι' αὐτοῦ μέλλοντα γίνεσθαι ἔργα. Ἀθ. εἶπεν·
Οὐκοῦν ἡ τῶν κτισμάτων πρόφασις αἰτία γέγονε τοῦ
κτισθῆναι τὸν Υἱὸν κατὰ σέ. Ἄρ. εἶπεν· Οὕτως ἔχει.
Ἀθ. εἶπεν· Ἄρα οὖν τοῦ Θεοῦ ἐντιμότερα τὰ κτιζό-
μενα παρ' αὐτοῦ; Πῶς χωρεῖ; Εἰ γὰρ ἐκεῖνος διὰ
ταῦτα γέγονε, καὶ οὐκ ἐκεῖνα διὰ τοῦτον, κατὰ σὲ,
ἀραρότως ἐντιμότερα ταῦτα ἐκείνου· ἀλλὰ μὴ γέ-
νοιτο οὕτως ἡμᾶς φρονῆσαι! Διὰ γὰρ τὸν Υἱὸν τὰ πάν-
τα, καθὼς γέγραπται· »Ἔπρεπε γὰρ,« φησὶν ὁ Ἀπό-
στολος, »δι' ὃν τὰ πάντα καὶ δι' οὗ τὰ πάντα, πολλοὺς
υἱοὺς εἰς δόξαν ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας
αὐτῶν διὰ παθημάτων τελειῶσαι.«
Ἄρ. εἶπε· Σύγγνωθί μοι εἰρηκότι, ὅτι διὰ τὰ
ἔργα ἐκτίσθη ὁ Υἱὸς, πλὴν ὅτι ἐκτίσθη πρὸ πάντων.
Ἀθ. εἶπε· Τίς ἐκτίσθη πρὸ πάντων τῶν δημιουρ-
γημάτων; Ἄρ. εἶπεν· Ὁ Υἱὸς, διὰ τοῦτο καὶ πρωτό-
τοκος ἀναγέγραπται. Ἀθ. εἶπεν· Εἴ τις τὸν Σατα-
νᾶν προσκυνεῖ, καλῶς ἢ κακῶς πράττει; Ἄρ. εἶπεν·
Ἀσεβὴς καὶ ἄθεος, καὶ μηδὲ τὰς κοινὰς φρένας σώ-
ζων τυγχάνει ὁ τοιοῦτος, ὃν οὐκ ἄξιον καλεῖν ἄνθρω-
πον, ἀλλ' ἀπάνθρωπον. Ἀθ. εἶπεν· Ὁ Θεὸς τῷ Ἰὼβ
χρηματίζων, οὕτως ἔφη περὶ τοῦ Σατανᾶ, τουτέστιν·
»Ἀρχὴ πλάσματος Κυρίου πεποιημένη ἐμπαίζε-
σθαι ὑπὸ τῶν ἀγγέλων μου.« Σὺ οὖν τὸ πρῶτον ποί-
ημα προσκυνῶν, τὸν Σατανᾶν προσκυνεῖς, καθὼς παρ-
έστησεν ὁ λόγος. Ἐὰν δὲ σοφίσασθαι θελήσειας, ὅτι
τοῦ Υἱοῦ πρότερον ποίημά ἐστιν ὁ Σατανᾶς, ἄρα
πρεσβύτερον αὐτὸν φῂς τοῦ ἁγίου Πνεύματος;
οὕτω γὰρ ὡρίσω, τὸν μὲν Υἱὸν ὑπὸ τοῦ Θεοῦ ἐκτί-
σθαι· τὸ δὲ Πνεῦμα ὑπὸ τοῦ Υἱοῦ γεγενῆσθαι διεβε-
βαιώσω. Ἄρ. εἶπεν· Ἡ ἀλήθειά με περιγράφει,
καὶ οὐ σύ. Πλὴν ἐπειδὴ συνήγαγές με ἐν τούτῳ, κἀγώ
σε περικλείσω ἐν ταῖς πολλαῖς μαρτυρίαις, ταῖς φα-
σκούσαις ὅτι κτίσμα ἐστὶν ὁ Υἱός. Ἀθ. εἶπε· Πρό-
φερε ἐκ τοῦ θησαυροῦ τὰ ἀποτεθησαυρισμένα ὑπὸ τοῦ
πατρός σου. Ἄρ. εἶπεν· Ἐμὸς πατήρ ἐστιν, ὃν προσ-
κυνῶ Θεόν· πλὴν σὺ ἀποκρίθητί μοι περὶ τοῦ, »Κύ-
ριος ἔκτισέ με,« τοῦ Κυρίου ὁμολογήσαντος ἑαυτὸν ἐκ-
τίσθαι ὑπὸ τοῦ ἰδίου Πατρός. Ἀθ. εἶπε· Τὸ ῥητὸν
ἄλλην δύναμιν ἔχει πνευματικὴν ἔνδον, καὶ θεῖον θη-
σαυρὸν ἐναποτεθειμένον κέκτηται. Ἄρ. εἶπεν· Οὐκ
ἐπὶ τοῦ ῥητοῦ μόνον ἵστημι τὴν φωνὴν τοῦ Σολομῶν-
τος· οὐ γὰρ ἀσύνετός εἰμι, ἀλλὰ συνίημι, ὅτι πνευ-
ματικὸν νόημα θεωρεῖται ἀπὸ τῶν ἐπιστημόνων. Ὅθεν
456
κἀγὼ οὐκ ἄμοιρος ὢν τῆς μυήσεως, οὕτω φημὶ, τὸ
μὲν, »Κύριος ἔκτισέ με« κατὰ τὸ ῥητὸν, τὴν δὲ ἐν αὐ-
τῷ δύναμιν, μειζοτέραν ὁρῶ ἣν ἔχει, ἣν σὺ μὴ νοή-
σας, ἀγνοίᾳ κατεχόμενος, πλανᾶσαι, ἀνδρὸς δὲ
κακοῦ ἴδιον τὸ φθονεῖν τοῖς κρείττοσιν. Ἀθ. εἶπεν·
Ἃ οὖν φρονεῖς, φράσον κἀμοὶ ἀφθόνως, ὅπερ δοκεῖ
σοι καλὸν φαίνεσθαι.
Ἄρ. εἶπε· Τὸ γὰρ, »Κύριος ἔκτισέ με,« ἐπὶ τοῦ,
»ἐγέννησέ με,« καταλαμβάνω. Ἀθ. εἶπεν· Εἰ οὖν
ἐγεννήθη ὁ Υἱὸς, δηλαδὴ οὐκ ἐκτίσθη· εἰ δὲ ἐκτίσθη, οὐκ
ἐγεννήθη. Ἄρ. εἶπε· Σὺ οὐ νοεῖς τὴν δύναμιν ταύτην.
Ἀθ. εἶπε· Μὴ ὀκνήσῃς ἀνέχεσθαί μου, ἕως νοήσω,
παρακαλῶ. Ἄρ. εἶπεν· Ἵνα μὴ πάθος νοηθείη, εἶ-
πεν, »Ἔκτισέ με Κύριος·« ἐπὶ Θεοῦ οὖν τὸ κτίζειν τῷ
γεννᾶν ταὐτόν ἐστιν. Ἀθ. εἶπεν· Εἰ οὖν ἐπὶ Θεοῦ
τὸ κτίζειν καὶ γεννᾷν ταὐτόν ἐστιν, οὐκοῦν πάντα τὰ
κτίσματα γεννήματα τοῦ Θεοῦ ὑπάρχουσιν. Εἰ δὲ
ταῦτα οὕτως ἔχει, ἄρα πάντων ἀδελφὸς τυγχάνει ὁ Κύ-
ριος, κατὰ σὲ, τῶν δι' αὐτοῦ γεγονότων. Ποῦ οὖν ὁ
Μονογενὴς τοῦ Θεοῦ; Ἄρ. εἶπε· Τὸ μονογενὲς τάτ-
τεται ἐπὶ ἐξαιρέτῳ καὶ ἐξοχωτάτῳ καὶ μεγίστῳ
πράγματι. Ἀθ. εἶπεν· Οὐ δοκεῖ σοι μέγιστος εἶναι ὁ
οὐρανός; Ἄρ. εἶπε· Καὶ πάνυ. Ἀθ. εἶπεν· Οὐκοῦν
ὁ Υἱός ἐστι κατὰ σὲ, καὶ ἡ γῆ δὲ καὶ ἡ θάλασσα θυγα-
τέρες κατὰ σέ. Ἄρ. εἶπε· Μὴ γένοιτο! ἕνα ἐποίη-
σεν ὁ Θεὸς Υἱὸν μόνον. Ἀθ. εἶπε· Δοκεῖ σοι πάντα τῷ
αὐτῷ ὅρῳ τῆς γεννήσεως μονογενῆ τυγχάνειν, ναὶ
ἢ οὔ; Ἄρ. εἶπεν· Οὕτως ἔχει. Ἀθ. εἶπεν· Οὐκοῦν εἰ
ἐποιήθη ὡς καὶ τὰ λοιπὰ δημιουργήματα ὁ Υἱὸς, πῶς
Υἱός ἐστι τοῦ Θεοῦ; Ἄρ. εἶπε· Παρακαλῶ σε, σὺ
πῶς νοεῖς τὸ, »Κύριος ἔκτισέ με;«
Ἀθ. εἶπε· Πέπεισο· οὐκ ἄν σοι ἀπεκρινάμην·
ἀλλὰ διὰ τοὺς ἀκροωμένους ἐρῶ. Σολομὼν, δίκαιος
ὢν, καὶ σοφίας πληρωθεὶς, κατηξιώθη ἐν παραβολῇ
προσημᾶναι τὴν κτίσιν τοῦ ναοῦ, τουτέστι τοῦ σώ-
ματος τοῦ Κυρίου Ἰησοῦ, ὡς αὐτὸς ὁ Κύριός φησι
τοῖς Ἰουδαίοις· »Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρι-
σὶν ἡμέραις ἐγερῶ αὐτόν. Τοῦτο δὲ ἔλεγε περὶ τοῦ
ναοῦ τοῦ σώματος αὐτοῦ,« ὥς φησιν ὁ Ἰωάννης. Ἀλλὰ
μὴν καὶ Σολομὼν παῤῥησιέστερον ἔφη περὶ αὐτῶν
τούτων διαλαβὼν οὕτως· »Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ
οἶκον, καὶ ὑπήρεισε στύλους ἑπτά. Ἔσφαξε τὰ ἑαυ-
τῆς θύματα, καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς
οἶνον, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν· ἀπ-
έστειλε τοὺς ἑαυτῆς δούλους συγκαλοῦσα μετὰ ὑψηλοῦ
κηρύγματος ἐπὶ κρατῆρα, λέγουσα· «Ὅς ἐστιν ἄφρων,
ἐκκλινάτω πρὸς μέ,» καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπε·
«Ἔλθετε, φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον, ὃν
κεκέρακα ὑμῖν· ἀπολίπετε ἀφροσύνην, ἵνα ζήση-
τε.» Ἀραρότως ἡ σοφία Θεὸς Λόγος τυγχάνει, ὁ διὰ
τὴν ἄῤῥητον αὐτοῦ καὶ τοῦ Πατρὸς αὐτοῦ φιλανθρω-
πίαν πτωχεύσας πλούσιος ὢν, ἵνα ἡμεῖς τῇ ἐκείνου
457
πτωχείᾳ πλουτήσωμεν, ἐν μορφῇ Θεοῦ ὑπάρχων, ἐν
μορφῇ δούλου γέγονεν, ἴσος δὲ ὢν τοῦ ἰδίου Πα-
τρὸς, ὡς δοῦλος καὶ σύνδουλος συνανεστράφη ἡμῖν,
τέλειος ὢν ἐν θεότητι, καὶ τέλειος ἐν ἀνθρωπότητι.
Οὗτος οὖν ὁ Λόγος καὶ Θεὸς, σοφία καὶ δύναμις πα-
τρικὴ ὑπάρχων, ἀσώματος ὢν, ὥσπερ ὁ Θεὸς καὶ Πα-
τὴρ αὐτοῦ, διὰ τὴν ἡμετέραν σωτηρίαν ᾠκοδόμησε τὸ
σῶμα ἐν τῇ γαστρὶ Μαρίας τῆς Θεοτόκου, ἄνευ κοι-
νωνίας ἀνδρὸς, καὶ γέγονεν, ὡς ἔφην, ἄνθρωπος, καὶ
ἑαυτὸν ἐποίησεν ὑπόδειγμα πάσης ἀρετῆς· ἵνα οἱ βου-
λόμενοι ἐξακολουθεῖν ὡς διὰ τρίβου ἔχωσι θείας ἐκτύ-
πωμα, πρὸς ὃ ὁμοιούμενοι, γίνονται θείας φύσεως
κοινωνοὶ, ὥς φησι τὸ Σκεῦος τῆς ἐκλογῆς· «Μιμηταί
μου γίνεσθε, καθὼς κἀγὼ Ἰησοῦ Χριστοῦ.» Μετὰ
οὖν τὸ πάθος αὐτοῦ καὶ τὴν ἀνάστασιν ἀπέστειλεν ἡ
σοφία, ἡ δύναμις, ὁ Λόγος καὶ Θεὸς, τοὺς ἀποστόλους
πρὸς πάντας τοὺς ἄφρονας, τοὺς ἀσυνέτους ἐθνικοὺς,
τοὺς μὴ εἰδότας τὸν Θεὸν, προτεθεικὼς τράπεζαν,
τουτέστι τὸ ἅγιον θυσιαστήριον, καὶ ἐπ' αὐτῷ ἄρτον
οὐράνιον καὶ ἄφθαρτον, καὶ πᾶσι ζωὴν χαριζόμενον
τοῖς μεταλαμβάνουσιν ἐξ αὐτοῦ, τὸ ἅγιον καὶ παν-
άγιον αὐτοῦ σῶμα, οἶνόν τε εὐφραίνοντα καρδίαν, καὶ
νῆψιν ἐμποιοῦντα ἐν τῇ ἑκάστου ψυχῇ τῶν ἀπογευο-
μένων ἐξ αὐτοῦ, ὡς ἐπὶ κρατῆρα κεράσας τὸ ἑαυτοῦ
αἷμα, καλέσας τοὺς κλητούς τε καὶ ἐκλεκτοὺς διὰ τῶν
ἀποστόλων αὐτοῦ, πᾶσαν μὲν ἀφροσύνην ἀπολιμπά-
νοντας, βασιλείας δὲ οὐρανῶν πολίτας ἀναδεικνυμένους, τοὺς ὑπακούοντας τῆς φωνῆς αὐτοῦ
Ἄρ. εἶπεν· Ἐπειδὴ εἰς τὸ σῶμα συνήγαγες
τὸ «Κύριος ἔκτισέ με,» καλῶς, κἀγὼ συντίθεμαί
σοι διὰ τῆς ἐγγράφου μαρτυρίας. Λοιπὸν καὶ σὺ ὀρ-
θοπόδησον πρὸς τὴν ἀλήθειαν, καὶ μὴ ἄλλως ποίει.
Ἀθ. εἶπε· Τί θέλεις ποιήσω; Ὅπερ ἐστὶ τῇ ἀλη-
θείᾳ φίλον, κἀγὼ συντίθεμαι. Ἄρ. εἶπε· Μαρτυρίαν
σοι παρέξω, ἣν οὐ δυνήσῃ ἀλληγορῆσαι· φανερὰ
γάρ ἐστιν, ὅτι περὶ οὐσιώσεως τοῦ Λόγου φάσκει, ὡς
ἐποιήθη ὑπὸ τοῦ Πατρός. Ἀθ. εἶπεν· Ἐάν μοι δῷς
ἐκ τῶν θεοπνεύστων Γραφῶν μαρτυρίαν περὶ
ὧν διαβεβαιοῦσαι, οὐκ ἀμνημονῶ· μόνον πρόσεχε,
μὴ ἐγράψατε ἄρτι ὑμεῖς πρὸς τὸ ὑμέτερον βούλημα,
καὶ οὐκ ἀνέχομαι τὰ ὑφ' ὑμῶν λεγόμενα. Ἄρ.
εἶπε· Μὴ κατάλεγε ἡμῶν ὡς μὴ φοβουμένων τὸν
Θεόν. Ἀποστόλου ἐστὶ φωνὴ, ἣν εἶπον προσφέ-
ρειν. Ἀθ. εἶπε· Λέξον ἐξ αὐτῆς. Ἄρ. εἶπεν·
Ὁ ἐπιφανέστατος τῶν ἀποστόλων Πέτρος, διαμαρτυ-
ρόμενος περὶ τοῦ προκειμένου τῷ Ἰσραὴλ, οὕτως
ἔφη· «Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς ὁ οἶκος Ἰσραὴλ,
ὅτι καὶ Κύριον αὐτὸν καὶ Χριστὸν ὁ Θεὸς ἐποίησε.»
Μήτιγε ἡμεῖς διεχαράξαμεν τὴν φωνὴν ταύτην; Ἀθ.
460
εἶπεν· Οὐχ ὑμεῖς ἐχαράξατε αὐτὴν, ἀλλὰ παρεχαρά-
ξατε. Ἄρ. εἶπεν· Ἐθεώρησας περιγραφόμενον
σεαυτὸν, καὶ εἰς ὕβρεις ἐτράπης. Μᾶλλον δὲ, εἰ δύνα-
σαι, λέγε πρὸς ταῦτα, ἢ αὐτομόλησον πρὸς τὴν ἀλή-
θειαν. Ἀθ. εἶπεν· Ἀνάγνωθι τὸ κεφάλαιον ὅλον.
Ἄρ. εἶπεν· «Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς
οἶκος Ἰσραὴλ, ὅτι καὶ Κύριον καὶ Χριστὸν αὐτὸν
ἐποίησεν ὁ Θεός.» Ἀθ. εἶπε· Μὴ ἀκρωτηρίαζε τὰ
ῥήματα τῆς Γραφῆς. Καὶ γὰρ τὸ σῶμα ὡς παρὰ τὴν
ἀρχὴν ἐπλάσθη, ἐὰν μείνῃ, εὔμορφον τυγχάνει· ἐὰν
δὲ παρὰ μέλος γένηται, τουτέστι χεῖρα, ἢ πόδα, ἢ
δάκτυλον, ἄσχημον δείκνυται. Εἶπον οὖν καὶ τὰ ἑπόμενα τῶν Γραφῶν. Ἄρ. εἶπε· Τουτέστι, «Τὸν Ἰη-
σοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε.»
Ἀθ. εἶπε· Τίς ἐστιν ὁ σταυρωθεὶς, ὁ Λόγος
Θεὸς, ἢ τὸ σῶμα ὅπερ ὁ Λόγος Θεὸς ἐκ Μαρίας τῆς
παρθένου ἔλαβεν; Ἄρ. εἶπε· Σὺ τὸν Λόγον οὐχ ὁμο-
λογεῖς ἐσταυρῶσθαι; Ἀθ. εἶπεν· Ἐγὼ τὸν Θεὸν Λό-
γον ὁμολογῶ, ἄνθρωπον γενόμενον, ἐσταυρῶσθαι
σαρκί. Ἄρ. εἶπε· Τί ἐστι σαρκί; οὐχ ὁ Λόγος ἔπα-
θεν; Ἀθ. εἶπε· Σὺ τί φρονεῖς ὁμολόγησον ἐν πρώ-
τοις. Ἄρ. εἶπε· Κἂν μὴ σὺ λέγῃς, ἐγώ φημι, ὁ Λό-
γος συγκαθηλώθη, καὶ συνέπαθε τῇ σαρκί. Ἀθ.
εἶπε· Διὰ παραβολῆς χρὴ παραστῆσαι τὴν ἀπόδειξιν,
εἰ πέπονθεν ὁ Λόγος καὶ Θεός. Ἄρ. εἶπε· Λέγε ὃ
βούλει. Ἀθαν. εἶπε· Σταυρῷ προσηλωμένον ἐθεάσω
ποτέ; Ἄρειος εἶπε· Ναί. Ἀθαν. εἶπεν· Ἆρα ἕως
ὅτε τὸ σῶμα κεκράτητο ὑπὸ τῶν ἥλων ἐπὶ τοῦ
σταυροῦ, καὶ ἡ ψυχὴ κατείχετο μὴ δυναμένη ἀναχω-
ρῆσαι ἀπὸ τοῦ σώματος; Ἄρ. εἶπεν· Ἀναχωρεῖ,
ἐπειδὴ πνεῦμα τυγχάνει ἡ ψυχή. Ἀθαν. εἶπεν· Εἰ
ἀναχωρεῖ, δῆλόν ἐστιν, ὅτι οὐ κρατεῖται ἐπὶ τοῦ σταυ-
ροῦ, τοῦτ' ἔστιν ἐπὶ τοῦ ξύλου καὶ τῶν ἥλων, καὶ οὕ-
τως ἔχει. Τοῦ γὰρ σώματος κατεχομένου, ἡ ψυχὴ
τὸ ἐλεύθερον ἔχουσα καὶ τὸ ἀκράτητον, καταλείψασα
τὸ σῶμα, πορεύεται εἰς τὸν ἑαυτῆς τόπον. Ἄρ. εἶ-
πεν· Οὕτως ἐστὶ καὶ τοῦτο. Ἀθαν. εἶπεν· Εἰ οὖν ἐπὶ
ἀνθρώπου καταδίκου ἔδωκας μὴ πάσχειν τὴν ψυχὴν
ἐν τῇ παρούσῃ σωματικῇ καταδίκῃ, πῶς τὸν Λόγον
καὶ Θεὸν ἔφης συμπεπῆχθαι τῷ σώματι; Ἄρ. εἶπε·
Δεδόσθω μὴ συμπεπονθέναι τὸν Θεὸν Λόγον τῷ σώ-
ματι. Ἀθ. εἶπεν· Οὐκοῦν ὁ ἀπόστολος Πέτρος ἠσφα-
λίσατο τὸν λόγον, μὴ βουλόμενός τινας ὑπὸ ἀγνοίας
ἀπολέσθαι. Νομιζόντων γὰρ τῶν υἱῶν Ἰσραὴλ ἄν-
θρωπον εἶναι τὸν καθ' ἡμᾶς Χριστὸν, ἐσήμανε διὰ
τῆς μαρτυρίας, ὅτι οὗτός ἐστιν ὁ ἐκλεκτὸς τοῦ Θεοῦ·
καί φησιν· Εἰ καὶ ὑμεῖς ὡς ἄνθρωπον ἐκρεμά-
σατε τὸν δίκαιον, μὴ ἀγνοήσατε, ὅτι τοῦτον Χρι-
στὸν καὶ Κύριον ἐποίησεν ὁ Θεός. Ἄρ. εἶπεν· Ἰδοὺ
οὖν, Χριστὸς καὶ Κύριος γέγονεν ὑπὸ τοῦ Θεοῦ. Ἀθ.
εἶπεν· Ὁ Θεὸς Λόγος, ὁ τοῦ Θεοῦ Υἱὸς, πρὸ τοῦ πά-
θους Κύριος ἦν, ναὶ ἢ οὔ; Ἄρ. εἶπε· Ναὶ, Κύ-
ριος ἦν. Ἀθ. εἶπεν· Ὁ Πέτρος ἔφη, ὃν οἱ Ἰουδαῖοι
461
ἐσταύρωσαν, γεγενῆσθαι Κύριον. Ἄρ. εἶπε· Τί ἐστι τὸ, Ἐσταύρωσαν Χριστὸν καὶ Κύριον γεγονότα;
Ἤθελον γνῶναι τί λέγεις.
Ἀθαν. εἶπεν· Ὁ Θεὸς Λόγος Κύριός ἐστι τῶν
ἁπάντων ἀεὶ Κύριος ὤν. Ἐπειδὴ δὲ ἐκ τῆς ὑπὸ
ἁμαρτίας βεβασιλευμένης σαρκὸς ἔλαβε τὴν σάρκα,
καθὼς γέγραπται· «Ὁ Λόγος σὰρξ ἐγένετο·» σάρκα
δέ φημι ἄνθρωπον τέλειον, οἷοι καὶ ἡμεῖς τυγχά-
νομεν, κατὰ τὸ εἶναι ἡμᾶς ἀνθρώπους μόνον· αὐτὸς
γὰρ ἄνευ ἁμαρτίας γέγονεν ἄνθρωπος· τοῦτον οὖν
Χριστὸν καὶ Κύριον ὁ Θεὸς ἐποίησε, τὸν ἐκ σπέρμα-
τος Δαβὶδ ἄνθρωπον, ὑποτάξας αὐτῷ ἀρχὰς καὶ ἐξου-
σίας καὶ κυριότητας, καὶ ἀνθρώπους, καὶ ἀγγέλους,
καὶ πάντων ἁπλῶς ὑποταγέντων γέγονε Χριστὸς καὶ
Κύριος· Χριστὸς μὲν διὰ τὴν τοῦ ἁγίου Πνεύμα-
τος, δίκην ἐλαίου, ἐπ' αὐτῷ γενομένην οὐρανόθεν ἔγχυ-
σιν· Κύριος δὲ διὰ τὸ κατὰ πάντων εἰληφέναι τὸ κῦ-
ρος. Ἄρ. εἶπεν· Ἰδίως οὖν Υἱὸς καὶ Κύριός
ἐστιν ὁ Λόγος, καὶ Θεὸς, καὶ ἰδίως ἄνθρωπος; Ἀθ.
εἶπε· Μὴ γένοιτο! Ἄρ. εἶπεν· Εἰπὲ οὖν, πῶς. Ἔφης
γὰρ Κύριον τὸν Θεὸν Λόγον, καὶ τὸν ναὸν αὐτοῦ Κύ-
ριον, τουτέστι τὸν ἄνθρωπον. Ἐγὼ δὲ νομίζω, ὅτι
δύο Κύριοί εἰσιν. Ἀθ. εἶπεν· Οὐκ εἰσὶ δύο· μὴ γέ-
νοιτο! Εἷς γάρ ἐστιν ὁ τοῦ Θεοῦ Υἱὸς, ὁ γενόμενος
δι' ἡμᾶς ἄνθρωπος. Ὁ γὰρ ἐπίγειος βασιλεὺς, εἰπέ
μοι, ἰδίως ὁ ἄνθρωπος βασιλεύει, καὶ ἰδίως ἡ πορφυ-
ρὶς, ναὶ ἢ οὔ; Ἄρ. εἶπεν· Πῶς ἐγχωρεῖ, ἢ τὸν ἄν-
θρωπον ἐκτὸς βασιλεύειν, ἢ τὴν πορφυρίδα ἰδίως
ἄρξαι; Πλὴν ἔγνων τί θέλεις παραστῆσαι ἐκ τοῦ πα-
ραδείγματος. Ἀθ. εἶπεν· Εἰ οὖν ἀνεγχώρητον δύο
βασιλεῖς φῆσαι ἐπὶ βασιλέως ἑνὸς, λέγω δὴ ἀνθρώπου
καὶ πορφύρας, πῶς ἐγχωρεῖ ἰδίως μὲν τοῦ Λόγου
καὶ Θεοῦ κυριότητα φάσκειν, κεχωρισμένην δὲ τὴν
δίκην πορφύρας ἔνδυμα γεγονυίας, ἁγίας καὶ τιμίας
σαρκὸς, ἀρχὴν καταγγέλλειν, ἥτις ἐστὶν ἔνδυμα τοῦ
βασιλέως Λόγου Θεοῦ γεγενημένη; Ἀλλὰ μὴν καὶ ὁ
ἀπόστολος Παῦλος, τὴν ἑνότητα τῆς κυριότητος, ἣν
ἔχει ὁ Κυριακὸς ἄνθρωπος σὺν τῷ Θεῷ Λόγῳ, ἀκραι-
φνέστατα ἐσήμανε, τῷ φῆσαι αὐτόν· «Ὧν οἱ
πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν
ἐπὶ πάντων Θεὸς εἰς τοὺς αἰῶνας, ἀμήν.» Ὁρᾷς,
ὅτι καὶ Θεὸν ἐπὶ πάντων οἶδε τὸν ἐκ σπέρματος Δαβὶδ,
ὁ Ἀπόστολος;
Ἄρ. εἶπεν· Οὐ φοβῇ ἐπὶ πάντων Θεὸν λέγειν
τὸν ἄνθρωπον; Ἀθ. εἶπε· Παῦλος οὐκ ἐφοβήθη, οὔτε
ἐγὼ φοβοῦμαι, ὅτι βλέπω ἐκ μέρους τὴν τοῦ Θεοῦ
οἰκονομίαν. Ἄρ. εἶπε· Ποίαν οἰκονομίαν; Ἀθ. εἶπε·
Περὶ τῆς τοῦ πάντων Θεοῦ ἐνανθρωπήσεως.
Ἄρ. εἶπε· Περὶ τῆς ἐνανθρωπήσεως τοῦ Λόγου κἀγὼ
ὁμολογῶ· περὶ δὲ τοῦ εἶναι ἐπὶ πάντων Θεὸν τὸν
σταυρωθέντα φοβοῦμαι λέγειν. Ἀθ. εἶπεν· Ἄκουε,
καὶ περισσότερον θαύμαζε, ὅτι καὶ Θεὸν ἐπὶ πάντων
464
ὁμολογῶ, καὶ μὴ δυνάμενον ἕτερον λογισθῆναι· τὸν
πρὸς τὸν γενόμενον ἄνθρωπον καὶ σταυρωθέντα δι'
ἡμᾶς Θεὸν ἀεὶ ὄντα. Ἄρ. εἶπε· Ποῦ γέγραπται τοῦτο
τὸ καινότερον; Ἀθ. εἶπε· Παρὰ Ἱερεμίᾳ τῷ προ-
φήτῃ· φησὶ γάρ· «Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθή-
σεται ἕτερος πρὸς αὐτόν. Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστή-
μης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ
Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ. Μετὰ ταῦτα ἐπὶ
τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη.»
Ὁ οὖν ὀφθεὶς οὗτος ἦν Θεὸς, καὶ ἔστιν, ᾧ οὐ
προσλογισθήσεται ἕτερος Θεὸς, ναὶ ἢ οὔ; Ἄρ. εἶπε·
Καθὼς ὁ προφήτης λέγει, αὐτός ἐστιν ὁ Θεός. Ἀθέ-
μιτον γάρ ἐστι περὶ τοῦ Πατρὸς λέγειν, ὅτι ὤφθη, ἢ
ὅτι ἄνθρωπος γεγονὼς συνεπολιτεύσατο τοῖς ἀνθρώ-
ποις, φανεροῦ ὄντος τοῦ πράγματος, ὅτι ὁ Λόγος
Θεὸς ἐνηνθρώπησεν. Ἀθ. εἶπεν· Οὐκοῦν εἷς ὁ Υἱὸς,
ὁ πρὸ πάντων αἰώνων συνυπάρχων τῷ Πατρὶ αὐτοῦ,
Θεὸς ὢν ἀόρατος, ἄνθρωπος γέγονεν ὁρατός. Ἄρ.
εἶπεν· Ὅτι εἷς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ὡμολόγηται·
οὐ συνυπάρχει δὲ τῷ Πατρὶ ἀπεράντως. Ἀθ. εἶπεν·
Ἡ σοφία καὶ ἡ δύναμις συνυπάρχει τῷ Πατρὶ καὶ τῷ
Πνεύματι τῷ ἁγίῳ; Ἄρ. εἶπεν· Οὕτως ἔχει. Ἀθ.
εἶπεν· Εἷς οὖν ὢν ὁ ἀόρατος Υἱὸς τοῦ Θεοῦ, ὁ καὶ
ὁραθεὶς, ἀσώματος καὶ σῶμα λαβὼν, ἀθάνατος καὶ
θανάτου πεῖραν λαβὼν σαρκὶ, ὁ ἀψηλάφητος καὶ ψη-
λαφηθείς. Ἄρ. εἶπε· Σύμφημι ἅπερ εἶπας. Ἀθ. εἶ-
πεν· Οὗτος οὖν καὶ Κύριος καὶ Θεὸς, διὰ τὸ
συναφθῆναι τὴν σάρκα τῷ Λόγῳ· καὶ οὐ διῃρημέ-
νως, καὶ κυριότητες μὲν λέγονται· ὁ δὲ τοῦ Θεοῦ
Υἱὸς Ἰησοῦς Χριστὸς, ὁ Λόγος καὶ Θεὸς, εἷς τυγ-
χάνει.
Ἄρ. εἶπε· Δοκεῖ μοί πως ὀρθότατα καταφαί-
νεσθαι ὁ περὶ τῆς σαρκώσεως ὅρος· μέντοιγε οὐκ
ἀληθινὸς Θεός ἐστιν ὁ Υἱὸς, ὥσπερ ὁ Πατήρ, Ἀθ.
εἶπε· Πόθεν τοῦτο εἰληφὼς ἐκόμισας ἡμῖν; Ἄρ. εἶ-
πεν· Οὐδέποτε ἀνέγνως τὸ Εὐαγγέλιον, ὥς φησιν ὁ
Κύριος πρὸς τὸν ἑαυτοῦ Πατέρα· «Αὕτη ἐστὶν ἡ
αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν
Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν;» Ὁρᾷς,
ὅτι μόνον ἀληθινὸν Θεὸν ἔφη τὸν Πατέρα, ὡς αὐτοῦ
μὴ ὄντος ἀληθινοῦ Θεοῦ; Ἀθ. εἶπε· Τοῦτο σύνδεσμός
ἐστι, τῶν προειρημένων ῥημάτων καὶ τῶν ἐπαχθέν-
των οὐ διαίρεσιν ἐμποιῶν. Ἀραρότως δὲ παρὰ τοῖς
εὐφρονοῦσιν ὡμολόγηται σύνδεσμος τὸ ἐπὶ τῆς
Κυριακῆς φωνῆς. Πλὴν ἄκουε μετὰ μακροθυμίας ὅ
φημι. Εἴ τις τῷ πλησίον ἐντέλλεται περὶ Κωνσταν-
τίνου λέγων· Ἀσφαλῶς γίνωσκε τὸν μόνον Αὔγου-
στον καὶ αὐτοκράτορα γῆς καὶ θαλάσσης βασιλέα
Κωνσταντῖνον καὶ Κωνστάντιον τὸν υἱὸν αὐτοῦ, συν-
ωμολόγησε τὸν υἱὸν τῷ πατρὶ, ναὶ ἢ οὔ; Ἄρ. εἶ-
πεν· Οὐ μικρὸς κίνδυνος τὸ εἰπεῖν, ὅτι οὐ συμβασι-
λεύει Κωνστάντιος Κωνσταντίνῳ τῷ πατρὶ αὐτοῦ, ἐκ
τοῦ ὑπαριθμηθῆναι αὐτῷ. Ἀθ. εἶπεν· Ἐπὶ μὲν
Κωσταντίνου καὶ Κωνσταντίου κίνδυνον μέγιστον
465
ὁρᾷς, ἐπὶ δὲ Ἰησοῦ Χριστοῦ καὶ τοῦ Πατρὸς αὐτοῦ
οὐ φοβῇ τοιαῦτα φθεγγόμενος; Δεῖ σε τοιαύτην ἔχειν
εὐσέβειαν εἰς τὸν Κύριον, οἵαν καὶ εἰς Κωνσταντῖνον
ῥηθέντα. Οὐκ ἀφῄρησας ἀπὸ τοῦ υἱοῦ αὐτοῦ Κων-
σταντίου, τουτέστιν αὐτὸν Αὔγουστον, καὶ πάντα ὅσα
εἰς τὸν πατέρα αὐτοῦ προεῤῥήθη, οὐκ ἄλλοθεν τὴν
ἑνότητα τῆς ἀξίας ἐπιγνοὺς ἢ δι' αὐτοῦ. Ἄρ. εἶπεν·
Ἐκκλίνας ἀπὸ τῶν συλλογισμῶν, ἔγγραφόν μοι δὸς
ἀπόδειξιν, εἰ ἀληθινὸς Θεός ἐστιν ὁ Υἱὸς, ὥσπερ κἀγώ
σοι φωνὴν παρεθέμην εὐαγγελικήν. Ἀθ. εἶπεν· Ἄ-
κουε καὶ περὶ τούτου ἔγγραφον τὴν ἀπόδειξιν, καὶ
μὴ πλανῶ. Ἰωάννης ὁ ἀπόστολος οὕτως ἔφη· «Καὶ
οἴδαμεν, ὅτι ὁ τοῦ Θεοῦ Υἱὸς ἥκει, καὶ ἔδωκεν ἡμῖν
διάνοιαν, ἵνα γινώσκωμεν τὸν ἀληθινὸν Θεόν· καί
ἐσμεν ἐν τῷ ἀληθινῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. Οὗ-
τός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ἡ ζωὴ ἡ αἰώνιος.»
Ὁρᾷς, ὅτι αὐταὶ αἱ φωναὶ φέρονται περὶ τοῦ Υἱοῦ
καὶ Πατρὸς, θεολογοῦσαι ἴσον τὸν Υἱὸν τῷ Πατρί.
Ὥσπερ γὰρ ἐπὶ τοῦ Πατρὸς ἔφη· «Αὕτη ἐστὶν ἡ
αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν
Θεόν,» καὶ ἐνταῦθα περὶ τοῦ Υἱοῦ φησιν· «Οὗτός
ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ζωὴ αἰώνιος.» Τὸ οὖν,
«Καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστὸν,» σύνδεσμος
τυγχάνει, ἀντὶ τοῦ λέγειν, «Σὲ μόνον ἀληθινὸν Θεὸν
καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστὸν,» ἵνα γινώσκωσι
τὸν Υἱὸν ἀληθινὸν Θεὸν, ὥσπερ καὶ σὲ τὸν Πατέρα·
καθάπερ καὶ ἐν ἄλλῳ τόπῳ ἔλεξεν ὁ Κύριος· «Ἐγώ εἰμι ἡ ἀλήθεια.» Ἀλήθεια δὲ οὐκ ἂν ψεῦδος ἐγένετό
ποτε.
Ἄρ. εἶπεν· Ὁμολογῶ κἀγὼ, ὅτι ἀληθινὸς
Θεός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ· μή γε δύνασαι φάναι,
ἅμα Θεὸς, ἅμα Υἱός; Ἀθ. εἶπε· Τί λέγεις ἅμα Θεὸς,
ἅμα Υἱός; Ὅτι ὁ Υἱὸς ἅμα Υἱὸς Θεοῦ ἐστι; Ναί.
Ὁ γὰρ Θεοῦ Λόγος Θεὸς τυγχάνει, Υἱὸς τοῦ Πα-
τρὸς ὤν. Ἄρ. εἶπεν· Οὐχ οὕτως φημὶ, ἀλλ' ὅτι μὴ
δύνασαι φῆσαι, ἅμα Θεὸς Πατὴρ, ἅμα Υἱὸς σὺν
Πατρί. Ἀθ. εἶπε· Διὰ τί οὐ δύναμαι τοῦτο εἰπεῖν;
Ἄρ. εἶπεν· Ὅτι ὁ Θεὸς Πατὴρ ἀγέννητος τυγχάνει,
ὁ δὲ Υἱὸς γεννητός ἐστιν. Ἀθ. εἶπεν· Ἡ ἀγέννητος
φωνὴ ἐπὶ τοῦ Θεοῦ μόνου τάττεται, ἢ καὶ ἐπὶ ἄλλων
τινῶν; Ἄρ. εἶπεν· Ἄλλο τι μὴ γένοιτο φῆσαι ἀγέν-
νητον· ὃ γὰρ ἀγέννητον, τοῦτο καὶ ἄναρχον τυγχά-
νει. Ἀθ. εἶπεν· Ἡ φωνὴ, ἡ ἀγέννητος, οὐσία ἐστὶν,
ἢ οὐσίας σημαντική; Ἄρ. εἶπεν· Οὐσία τυγχάνει.
Ἀθ. εἶπεν· Ψεύδῃ· οὐκ ἔστιν οὐσία, ἀλλ' οὐσίας ση-
μαντική. Ἄρ. εἶπε· Τί σημαίνειν θέλεις; Ἀθ.
εἶπεν· Ὅτι οὐ γέγονεν, οὔτε μὴν ἐγεννήθη ἡ τοῦ
Θεοῦ οὐσία· ὅθεν προσφόρως λέγομεν ἀγέννητον τὴν
οὐσίαν τοῦ Θεοῦ. Εἶτα εἰπέ μοι· Ἀδὰμ ἐγεννήθη,
ναὶ ἢ οὔ; Ἄρ. εἶπεν· Οὐκ ἐγεννήθη, ἀλλ' ἐπλάσθη.
Ἀθ. εἶπε· Περὶ τοῦ ἐγεννήθη ἐπηρώτησα, οὐ περὶ
τοῦ ἐπλάσθη. Ἄρ. εἶπεν· Οὐκ ἐγεννήθη. Ἀθ.
εἶπεν· Οὐκοῦν ἔσται ἄναρχος κατὰ σέ. Ἀλλὰ καὶ ἡ
Εὔα οὐκ ἐγεννήθη, ἀλλ' ἐδημιουργήθη. Τί δὲ φῂς καὶ
468
περὶ τοῦ μηδέπω γεννηθέντος, γεννητὸν ἢ ἀγέννη-
τον; Ἄρ. εἶπεν· Ὀρθῶς ἔχειν τὴν ἀγέννητος φω-
νήν. Ἔσται οὖν ὁ μὲν Πατὴρ ἀγέννητος, ὁ δὲ Υἱὸς
γεννητός. Ἀθ. εἶπε· Τί οὖν θέλεις συναγαγεῖν ἐκ
τούτου; Ἄρ. εἶπεν· Ὁ Υἱὸς ἐγεννήθη, ναὶ ἢ οὔ;
Ἀθ. εἶπεν· Ἐγεννήθη. Ἄρ. εἶπεν· Ὁρᾷς, ὅτι,
πρὶν ἢ γεννηθῆναι, οὐκ ἦν· εἰ δὲ ἦν, ἀγέννητος ἔσται
κατὰ σέ. Εἰ δὲ τοῦθ' οὕτως ἔχει, οὐκ ἔσται γεννητὸς
ὁ Υἱός. Ἀθ. εἶπεν· Ὁ Θεὸς ἅμα Πατήρ ἐστι, ναὶ
ἢ οὔ; Ἄρ. εἶπε· Δυνάμει μὲν ἀεὶ Πατὴρ, ἐνεργείᾳ
δὲ οὐκ ἀεί.
Ἀθ. εἶπεν· Δυνάμει ἦν ὁ κόσμος παρὰ Θεῷ
ἀπεράντως, ναὶ ἢ οὔ; Ἄρ. εἶπεν· Οὕτως ἔχει. Ἀθ.
εἶπεν· Οὐκοῦν ὥσπερ βουλήσει τὸν κόσμον ἐτεκτή-
νατο ὁ Θεὸς, οὕτως καὶ τὸν Υἱὸν ἐτεκτήνατο κατὰ
σέ. Ἄρ. εἶπεν· Οὐχ ὡς τὸν κόσμον· μέμνημαι γὰρ
τῶν προαποδεδειγμένων. Ἀλλὰ πρὸ τῶν αἰώνων
φημὶ βουλήσει ἐσχηκέναι τὸν Υἱόν· βραχὺ δὲ δίδωμι
διάστημα τῆς γεννήσεως τοῦ Υἱοῦ, ἵνα ᾖ γεννητός.
Ἀθ. εἶπε· Τὸ Πατέρα εἶναι τὸν Θεὸν καλὸν τυγχά-
νει, ἢ ψόγος αὐτῷ ἔσται; Ἄρ. εἶπε· Μὴ γένοιτο ψό-
γον προσάψαι τῷ Θεῷ! ἀλλὰ πάνυ γε καλὸν τὸ
εἶναι τὸν Θεὸν Πατέρα. Ἀθ. εἶπεν· Οὐκοῦν ἀπὸ τῶν
χειρόνων ἐπὶ τὰ κρείττονα προέκοψεν ὁ Θεὸς κατὰ
σέ. Εἰ γὰρ, μὴ ὢν Πατὴρ, γέγονεν αὖθις Πατὴρ,
ἄρα ἐτράπη ἀπὸ τῶν ἡττόνων ἐπὶ τὰ μέγιστα. Εἰ δὲ
ἐρεῖς πρότερον, πρὸ τοῦ Πατέρα αὐτὸν γενέσθαι, τι-
μιώτερον εἶναι αὐτὸν, ἄρα ἀπὸ τῶν τιμιωτέρων ἐπὶ
τὰ χείρονα ἔφθασε. Εἰ δὲ τοῦθ' οὕτως ἔχει, πῶς ἐροῦ-
μεν ἄτρεπτον τὸ Θεῖον, αὐτοτελὲς, μήτε προκόπτον
ἐπὶ τὰ κρείττονα, μήτε μὴν λῆγον εἰς χείρονα ἀπὸ
τῶν ἀρίστων; Φθαρτῶν γὰρ ἴδιον τὸ τρέπεσθαι, πὴ
μὲν ἀπὸ τῶν βελτιόνων ἐπὶ τὰ χείρονα, πὴ δὲ ἀπὸ
τῶν ἡττόνων ἐπὶ τὰ ἐντιμότερα. Ἄρ. εἶπε· Ῥιπὴν
ὀφθαλμοῦ οὐ θέλεις δοῦναι, ὅτε οὐκ ἦν πρὶν γεννη-
θῆναι τὸν Υἱόν; Ἀθ. εἶπε· Τὸ μὴ ὂν οὐ δίδωμι. Ἄρ.
εἶπε· Διὰ τί; Ἀθ. εἶπεν· Ὅτι γέγραπται· «Οὐκ
ἔσται ἐν σοὶ Θεὸς πρόσφατος.» Βραχὺ δὲ ἐὰν δῶ, ὅτι
ἦν ποτε καιρὸς, ὅτε οὐκ ἦν, ἔσται πρόσφατος ὁ παρ'
ἐμοῦ ὁμολογούμενος· ὅπερ μὴ γένοιτο οὕτως φρονῆ-
σαι ἄνθρωπον Χριστιανὸν, ὁμολογοῦντα ἐναντία ταῖς
θείαις Γραφαῖς! Ἄρ. εἶπε· Ποία ἐναντιότης, ἐὰν εἴ-
πωμεν ὀφθαλμοῦ ῥιπὴν πρὸ τοῦ γεννηθῆναι μὴ εἶναι,
ἵνα μὴ ἀγέννητον νοήσωμεν; Ἀθ. εἶπε· Πολλή μοι
ἐναντιότης δείκνυται πρὸς τὴν τῶν θείων Γραφῶν
εὐσέβειαν, πανταχοῦ μαρτυρουσῶν, ὅτι Υἱὸς ἀεὶ ἦν,
καὶ οὐδέποτε ἦν καιρὸς, ὅτε οὐκ ἦν. Ἢ οὐ δοκεῖ
σοι, ἐὰν εἴπωμεν, ἐναντία φρονεῖν ταῖς θεοπνεύ-
στοις Γραφαῖς;
Ἄρ. εἶπε· Δός μοι τὰς μαρτυρίας. Ἀθ. εἶπε·
Ἄκουε Ἰωάννου λέγοντος· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος,
καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος·
οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν.» Τίς ἔλεξε τοιάδε
τῶν ἁγίων προφητῶν καὶ ἀποστόλων, οἷα καὶ σύ;
469
Εἰπέ μοι, εἰ δυνατὸν καὶ εἰς ἔννοιαν λαβεῖν, ὅτι ὁ
Λόγος Θεὸς, ἦν ποτε καιρὸς, ὅτε οὐκ ἦν; Εἰ δὲ τοῦτο
οὕτω νοηθείη, ἦν ποτε καιρὸς, ὅτε ἄλογος ἦν ὁ Θεὸς
Πατήρ. Ἄρ. εἶπε· Προφορικὸν οὖν φῂς τὸν Υἱὸν
Λόγον; Ἀθ. εἶπε· Μὴ γένοιτο! Τὸν γὰρ Λόγον ἐγώ
φημι ἐνούσιον, καὶ οὐ ῥῆμα διαλυόμενον, οὔτε μὴν
προεληλυθότα ἐκ τοῦ Θεοῦ, καὶ πάλιν εἰς τὸν Πατέρα
ἀναλυθέντα κατὰ Σαβέλλιον· ἀλλὰ γεννηθέντα ἀῤῥή-
τως, συνυπάρχειν φημὶ τὸν Υἱὸν τῷ Πατρί. Ὡς γὰρ
οὐκ ἔστι ψυχὴν ἄνευ λόγου ἐννοῆσαι, οὕτως οὐδὲ
Θεὸν τὸν Πατέρα ἄνευ Υἱοῦ πιστεῦσαι. Ὥσπερ
γὰρ ὁ Πατὴρ ἄναρχός ἐστιν, οὕτω καὶ ὁ Λόγος καὶ ὁ
Θεὸς Υἱὸς Θεοῦ. Ἄρ. εἶπε· Πῶς ἄναρχός
ἐστιν ὁ Υἱὸς, ὃς ἀγνοεῖν ὁμολογεῖ τὴν ἡμέραν τῆς
συντελείας; Ἀθ. εἶπε· Λέγε μοι, ἄνθρωπε, ὅπερ
ἐπερωτῶ· Ἀρχιτέκτων, λαβὼν κάλαμον, μέτρα τί-
θησιν· εἶτα διαγράφει ἀνώγεα καὶ κατώγεα, διόροφά
φημι…
The complete text is available when the reading interface loads.