Historia de Melchisedech
- Authority group
- Athanasius of Alexandria (catalogue association; authorship remains anonymous)
- Edition reference
- Historia de Melchisedech [Sp.], MPG 28: 525–529.
- CTS identifier
urn:cts:greekLit:tlg2035.tlg074.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Creative Commons Public Domain Mark 1.0
28
528
πᾶσαν φυλὴν τοῦ Μελχὶ, σὺν πάσῃ τῇ πόλει· καὶ
οὔτε ἄνθρωπος, οὐ βωμὸς, οὐ ναὸς, οὐκ ἄλογον,
οὔτε τις κτίσις τῆς πάσης πόλεως ἔμεινεν, ἀλλὰ
πάντα ἐχανώθη. Κατῆλθε δὲ ὁ Μελχισεδὲκ ἀπὸ
τοῦ ὄρους Θαβὼρ, καὶ ἰδὼν, ὅτι ἐπήκουσεν
αὐτοῦ ὁ Θεὸς, ἐν φόβῳ μεγάλῳ πάλιν ὑπέστρε-
ψεν εἰς τὸ ὄρος, καὶ ἐν τῷ δασεῖ τῆς ὕλης ἐλθὼν,
ἐμόνασεν ἐκεῖ ἔτη ἑπτά· γυμνὸς ὡς ἀπὸ γαστρὸς
μητρὸς αὐτοῦ ἐξῆλθεν· καὶ ἐγένοντο οἱ ὄνυχες αὐτοῦ
σπιθαμήσιοι, καὶ αἱ τρίχες τῆς κεφαλῆς αὐτοῦ ἕως
τῆς ὀσφύος αὐτοῦ, καὶ ὁ νῶτος αὐτοῦ ἐγένετο ὡσεὶ
δέρμα χελώνης. Ἡ δὲ τροφὴ αὐτοῦ ἀκρόδρυα ἦν, καὶ
ὁ ποτὸς αὐτοῦ δρόσος, ὃν ἔλειχε. Καὶ μετὰ τὰ ἑπτὰ
ἔτη φωνὴ ἦλθε τῷ Ἀβραὰμ, λέγουσα, Ἀβραὰμ,
Ἀβραάμ. Καὶ εἶπεν Ἀβραάμ· Ὁ Κύριός μου. Καὶ
εἶπε· Στρῶσον τὸ ὑποζύγιόν σου, καὶ βάστασον ἱμά-
529
τια πολυτελῆ καὶ ξυρὸν, καὶ ἄνελθε ἐν τῷ ὄρει
Θαβὼρ, καὶ κράξον τρεῖς φωνάς· Ἄνθρωπε τοῦ Θεοῦ·
καὶ ἐλεύσεται ἄνθρωπος ἠγριωμένος. Μὴ φοβηθῇς
οὖν αὐτόν· ἀλλὰ ξύρισον αὐτὸν, καὶ ὀνύχισον, καὶ
ἀμφίασον αὐτὸν, καὶ εὐλογήθητι παρ' αὐτοῦ.
Καὶ ἐποίησεν Ἀβραὰμ καθὰ συνέταξεν αὐτῷ Κύριος,
καὶ ἀνῆλθεν εἰς τὸ ὄρος Θαβὼρ, καὶ ἔστη εἰς τὰ
δασέα τῆς ὕλης· καὶ ἔκραξε τρεῖς φωνάς· Ἄνθρωπε
τοῦ Θεοῦ. Καὶ ἐξῆλθεν ὁ Μελχισεδὲκ, καὶ εἶδεν
Ἀβραὰμ, καὶ ἐφοβήθη. Καὶ εἶπεν αὐτῷ ὁ Μελχισε-
δέκ· Μὴ φοβοῦ, ἀλλ' εἶπε· Τίς εἶ; καὶ τινὰ ζητεῖς;
Εἶπε δὲ Ἀβραάμ· Προσέταξέ μοι Κύριος ξυρῆσαί
σε καὶ ὀνυχοκοπῆσαί σε, καὶ ἀμφιάσαι, καὶ εὐ-
λογηθῆναι παρὰ σοῦ. Ὁ δὲ Μελχισεδὲκ εἶπεν αὐτῷ·
Ὡς προσέταξέ σοι Κύριος, ποίησον. Καὶ ἐποίησεν
Ἀβραὰμ, ὡς προσέταξεν αὐτῷ Κύριος. Καὶ κατελ-
θὼν ὁ Μελχισεδὲκ ἀπὸ τοῦ ὄρους Θαβὼρ μετὰ τρεῖς
ἡμέρας, κέρας ἐλαίου λαβὼν, καὶ ἐπισφραγίσας
τῷ ῥήματι τοῦ Θεοῦ, ηὐλόγησε τὸν Ἀβραὰμ λέγων·
Εὐλογημένος εἶ τῷ Θεῷ τῷ ὑψίστῳ, καὶ τὸ λοιπὸν
καλεῖται τὸ ὄνομά σου τετελειωμένων, καὶ οὐκέτι
λοιπὸν καλεῖται τὸ ὄνομά σου Ἀβρὰμ, ἀλλ' ἔσται
τὸ ὄνομά σου τέλειον, Ἁβραάμ. Καὶ πάλιν φωνὴ
ἦλθε τῷ Ἀβραάμ· ὁ δὲ εἶπε, Τί, Κύριέ μου; Ὁ δὲ
Κύριος πρὸς αὐτόν· Ἐπειδὴ οὐδεὶς ἐκ τοῦ γένους
τοῦ Μελχισεδὲκ ἐπερίσσευσεν ἀπὸ τῆς γῆς, διὰ τοῦτο
κληθήσεται ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε
ἀρχὴν ἡμερῶν, μήτε τέλος ἔχων ζωῆς· ἀφωμοιωμέ-
νος δὲ τῷ Υἱῷ τοῦ Θεοῦ, μένει ἱερεὺς εἰς τὸν αἰῶνα·
καὶ ἠγάπησα αὐτὸν, ὡς ἠγάπησα τὸν Υἱόν μου τὸν
ἀγαπητόν· ὅτι ἐφύλαξε τὰς ἐντολάς μου, καὶ φυλά-
ξει εἰς τὸν αἰῶνα. Ἵνα οὖν μὴ δόξῃ ἀρχὴν ἡμερῶν
μὴ ἔχειν, διὰ τὸ μὴ εἰδέναι τινὰ πότε ἐγεννήθη, τὸ
τῆς γενεαλογίας, μήτε πατρὸς, μήτε μητρὸς, διὰ
τοῦτο λέγεται ἀπάτωρ, ἀμήτωρ, καὶ ἀγενεαλόγητος·
καὶ διὰ τὸ εὐαρεστῆσαι αὐτὸν τῷ Θεῷ, μένει ἱερεὺς
εἰς τὸ διηνεκές. Ὡς οὖν ἀπήντησεν ὁ Μελχισεδὲκ τῷ
Ἀβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων,
ἐπέδωκεν αὐτῷ ποτήριον οἴνου ἀοράτως ἐπιβαλὼν
αὐτῷ καὶ κλάσμα ἄρτου, καὶ τῷ λαῷ αὐτοῦ ὄντος ἐν
ἀνδράσι τιηʹ, ὃ λέγεται βουκάκρατον ἕως τῆς σήμε-
ρον ἡμέρας. Κατὰ τοῦτον τὸν τρόπον ὡμοιώθη τῷ
Υἱῷ τοῦ Θεοῦ, ἀλλ' οὐκ εἰς τὴν χάριν· καὶ οὕτω
πρῶτος τύπος ἐγένετο τῆς ἀναιμάκτου θυσίας τοῦ
Σωτῆρος φέρων εἰς τὴν ἁγίαν προσφοράν. Διὸ λέγει· «Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν
Μελχισεδὲκ,» ἐπειδὴ τύπος ἐγένετο τῆς ἁγίας προσφορᾶς, ἐπιδεδωκὼς τῷ Ἀβραὰμ, καὶ τοῖς τιηʹ. Οὕ-
τω τε καὶ οἱ ἅγιοι Πατέρες κατὰ καιροὺς εὑρέθησαν ἐν τῇ Νικαέων πόλει, οἳ καὶ ὠρθοτόμησαν τὴν πί-
στιν· ὧν ἡ ποσότης, καθ' ὁμοιότητα τοῦ πατριάρχου Ἀβραὰμ, ἐστὶ τριακόσιοι δέκα καὶ ὀκτὼ
ἅγιοι ἐπίσκοποι ἐν τῇ συνόδῳ. Τῷ δὲ Θεῷ ἡμῶν πρέπει δόξα νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. Ἀμήν.
{ΤΟΥ ΑΥΤΟΥ, ΠΕΡΙ ΟΡΩΝ.} Ὅροι διάφοροι κατὰ τὴν παράδοσιν καὶ πίστιντῆς καθολικῆς Ἐκκλησίας, συλλεγέντες ἀπό τεΚλήμεντος καὶ ἑτέρων ὁσίων ἀνδρῶν καὶ μακαρίωνΠατέρων· οὓς δεῖ πρὸ παντὸς ἑτέρου μαθήματοςμετιέναι καὶ ἐνστηθίζειν, τὸν τῇ βοηθείᾳ τοῦ Θεοῦπροΐστασθαι τοῦ Λόγου τῆς ἀληθείας βουλόμενον, καὶπάντα ἄνθρωπον ὀρθοδόξως φρονοῦντα, καὶ πίστινπρὸς Θεὸν τὴν εἰλικρινῆ ἐσχηκότα. Πρὸς δὲ ἀκριβεστέραν παράδοσιν ἐκεῖνο εἰδέναιχρὴ, ὅτιπερ πᾶν τὸ οἱονοῦν ζήτημα ἢ ἐρώτημα τρεῖςτὰς ἐρωτήσεις καὶ ἐξετάσεις ἔχει· οἷον τί ἐστι τόδεπρᾶγμα, καὶ κατὰ τί εἴρηται τόδε, καὶ (ὁσαχῶς)νοεῖται τὸ ὄνομα τόδε. Καὶ ὅτε μὲν ἐρωτῶμεν, τίἐστι τόδε; πρόδηλον, ὅτι τὸν ὅρον ζητοῦμεν τοῦπράγματος· ὅταν δὲ λέγωμεν, κατὰ τί εἴρηται τόδε;τὴν ἐτυμολογίαν τοῦ ὀνόματος ἀπαιτοῦμεν. Ἡνίκα δὲλέγομεν, ὁσαχῶς νοεῖται τὸ ὄνομα τόδε; πρόδηλον,ὅτι πόσα ζητοῦμεν τὰ σημαινόμενα τοῦ ὀνόματος.Ὁ γοῦν ἐκτὸς εἰδήσεως τῶν ὅρων δογματίζειν ἐπι-χειρῶν οὐδὲν διαφέρει τυφλοῦ ὁδοιπόρου ὧδε κἀκεῖσεπλαζομένου. Εἰρητέον τοίνυν τῶν προειρημένων τρό-πων τριχῶς ποιεῖσθαι τὴν ἐξέτασιν. Ὅρος τῶν ὅρων ἐστὶν ὁ πάντα μὲν ὁρίζων, αὐ-τὸς δὲ ὑπ' οὐδενὸς ὁριζόμενος· ὥστε μόνος ὅρος τῶνὅρων ἐστὶν ὁ Θεός. Ὅρος ἐστὶ λόγος σύντομος δηλω-τικὸς τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος. Ὅροιδὲ λέγονται, ὡς ὁράσεις καὶ ὀφθαλμοὶ τῶν πραγμάτωντυγχάνοντες, καὶ ὡς διορίζοντες συντόμως τὴν τοῦνοητοῦ δύναμιν. Καὶ γὰρ ὁ ἄνθρωπός ἐστιν οὐσία ἐκσαρκὸς καὶ ψυχῆς, καὶ λόγου καὶ αἵματος, καὶ στοι-χείων, καὶ ἑτέρων πλειόνων συνισταμένη. Ἡμεῖς δὲπεριορίζομεν ταῦτα, καὶ συντόμως λέγομεν διὰ τοῦὅρου, ὅτι Ὁ ἄνθρωπός ἐστι ζῶον λογικὸν, θνητὸν,νοῦ καὶ ἐπιστήμης δεκτικόν. Λέγεται καὶ πάλιν τὸἐντελὲς ὄνομα τοῦ ἀνθρώπου ἀνορθοπεριπατητικόν.Συνέκοψαν δὲ οἱ ὀνοματοθέται τὴν πολυλεξίαν, καὶὠνόμασαν αὐτὸν ἄνθρωπον διὰ τὴν συντομολογίαν.Ἀνορθοπεριπατητικὸν δὲ λέγεται ὁ ἄνθρωπος, ἐπειδὴτὰ ἄλογα ζῶα περιπατοῦντα, κλίνοντα τὴν κεφαλὴνβλέπουσι κάτω πρὸς τὴν γῆν· ὁ δὲ ἄνθρωπος περι-πατῶν βλέπει καὶ θεωρεῖ τὰ ἄνω. Ἐν συγκοπῇδὲ ὀνομάζεται ἄνθρωπος. Πάλιν ἄνθρωπος λέγεται,διὰ τὸ ἄνω ἀθρεῖν τὸν ὦπα· τοῦτ' ἔστι διὰ τὸ ἄνω θεω-ρεῖν τῶν ὀφθαλμῶν ἡμῶν τὴν ἐνέργειαν. Ὁ γὰρὀφθαλμὸς καὶ ὁ νοῦς πάντοτε ἄνω ὁρᾷ. Καὶ τούτουχάριν εἴρηται ὅρος· ὅτι περιορίζει καὶ συγκόπτειτὴν πολυλεξίαν, καὶ ποιεῖ σύντομον τὴν μακρο-λογίαν. Πολλοὶ μὲν οὖν εἰσι καὶ ἀναρίθμητοι ὅροι περὶπαντὸς πράγματος. Ἐκ πολλῶν δὲ ὀλίγους τοὺς κυ-ριωτέρους ἐντάττομεν διὰ τὸ ῥᾴθυμον τῶν ἀνθρώ-πων. Πλὴν τοῦτο γνωστέον καὶ πιστευτέον, ὅτι ὁ φιλο-πόνως πράττων τοὺς ὅρους ῥήτορας καὶ δεινοὺς πολυ-λόγους δυνήσεται εὐχερῶς ἐν ταῖς διαλέξεσιν ἐπιστο-μίζειν. Ὅταν γὰρ ἐρωτηθεὶς, τί ἐστιν ὅρος; καὶ κατὰτί εἴρηται ὅρος; καὶ ὁσαχῶς νοεῖται ὅρος; ἀπορήσειὁ ἐξ ἐναντίας πρὸς ταῦτα, καὶ καταισχύνεται λοιπὸνὡς μηδὲν ἐπιστάμενος. Τρία εἰσὶ κατ' οὐσίαν ἀνθρώποις ἀγνώριστα καὶἀόριστα, Θεὸς, ἄγγελος, καὶ ψυχὴ, μόνῳ Θεῷ κατ'οὐσίαν γνωριζόμενα. Τί ἐστιν ὁριστόν; καὶ τί ἀόριστον; καὶ τί δυσό-ριστον; καὶ τί εὐόριστον; Ὁριστόν ἐστιν ἀνυπέρβα-τος στάσις· οἷον ὁ οὐρανὸς καὶ ἡ γῆ, καὶ ἡ θάλασσα,ἡ τοὺς ὅρους αὐτῆς μὴ ὑπερβαίνουσα. Ἀόριστόν ἐστιτὸ μόνον ἄκτιστον, ὁ Θεός. Δυσόριστόν ἐστι τὸ κτι-