Sermo ad Antiochum ducem
- Authority group
- Athanasius of Alexandria (catalogue association; authorship remains anonymous)
- Edition reference
- Sermo ad Antiochum ducem [Sp.], MPG 28: 589–597.
- CTS identifier
urn:cts:greekLit:tlg2035.tlg076.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Creative Commons Public Domain Mark 1.0
28
589
παρισταμένην ἔχων τὴν μεγαλοπρεπῆ τῶν οὐρανίων
ταγμάτων δύναμιν, ὑψηλῶς προκαθέζεται πᾶσαν
ἀπαστράπτων δικαιοσύνην, καὶ ἑκάστῳ δι' ἀποδόσεως
ἀληθοῦς καὶ δικαίας νέμων τὰ πρὸς ἀξίαν, τοῖς μὲν
ἐκ δεξιῶν διὰ τὰς καλὰς πράξεις σταθήσιν προσ-
592
ηνὴς πράως ἐπιεικὴς, τὴν ἡτοιμασμένην ἀπὸ κα-
ταβολῆς κόσμου βασιλείαν διδούς· τοῖς δὲ ἐξ εὐωνύ-
μων διὰ τὴν ἐρημίαν τῶν ἀγαθῶν ἔργων στάσει
λαχόντας, εἰς τὸ αἰώνιον πῦρ, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, μετ' ὀργῆς ἀπωθούμενος.
Τίς ἐκεῖνο τὸ πῦρ ἐνέγκοι μενόμενον; τίς οὐ
καταπτήσσει τὸ ξένον ἐκεῖνο τοῦ σκώληκος θέαμα;
Τίς τοῦ σκότους ἐκείνου τοῦ ἐξωτέρου τὸ παχύν
τε ὁμοῦ καὶ βαρὺν φέρειν δυνήσεται; Τίς μυ-
κώμενον τὸν τάρταρον, καὶ ἐκ πυθμένος αὐτῷ
συμβραζομένην τὴν ἄβυσσον ὑποστήσεται; Τίς τῶν
ἐπὶ τοῦτο τεταγμένων ἀγγέλων τὸ βλοσυρόν τε καὶ
δριμὺ τοῦ βλέμματος, καὶ τοῦ προσώπου τὸ κατηφὲς
οὐχ ὑποτρέμει δονούμενον; Τίς τὸ πάντων δεινότε-
ρον τῶν κακῶν, τὴν ἀποστροφὴν τοῦ προσώπου τοῦ
φύσει πράου καὶ φιλανθρώπου Θεοῦ καὶ οἰκτίρμονος
οὐ φοβηθήσεται; Ἅπασα κτίσις συναποστρέφεται
καὶ βδελύττεται τοὺς διὰ φιλαπεχθήμονα γνώμην
ἑαυτοὺς τοσούτοις κακοῖς περιπείραντας, ἀγανακτοῦσα
κατ' αὐτῶν ἐνδίκως, ὡς τοιούτους ἑαυτοὺς φανῆναι τὸν
φύσει τε καὶ μόνον φιλάνθρωπον Θεὸν θεασαμένων;
Τίς τὴν κατὰ συνείδησιν ἀπέραντον αἰσχύνην μέλλου-
σαν ἔσεσθαι ἐπὶ τῇ φανερώσει τῶν κρυπτῶν ὑποστή-
σεται; Τίς τὸν ἀσίγητον κλαυθμὸν καὶ τὸ πικρὸν
ἐκεῖνο δάκρυον, καὶ τὸν βρυγμὸν τῶν ὀδόντων, καὶ
τοὺς κωκυτοὺς τῶν ἐν ταῖς βασάνοις πιεζομένων, ἢ
τῶν ἐκ τῆς ἀμελείας πόνων, κατὰ μέσης αὐτῶν
ἐπικειμένων τῆς καρδίας, καὶ διασμύχοντας δικαίως
αὐτῶν, τίς δυνήσεται; Τίς τὴν ἐγγινομένην αὐτοῖς
στενοχωρίαν ἐκ τοῦ μὴ ἐλπίζειν προθεσμίαν μετα-
ποιήσεως, καὶ τέλος τῆς ἐπικειμένης κολάσεως, μηδὲ
πρὸς τὸ εὐζῇν πάλιν μεταβολὴν ἐκδέχεσθαι, ἢ προσ-
δοκᾷν, ἐξειπεῖν ἐστιν ἱκανός; Τελευταῖον γὰρ ἐκεῖνο
καὶ μόνον φοβερὸν δικαστήριον, καὶ δίκαιον πλέον
ἢ ὅσον ἐπίφοβον· καὶ διὰ τὸ τυχὸν φοβερὸν, ὅτι δί-
καιον, καὶ τὸ πάντας ἑαυτῷ κατὰ τὴν δικαίαν ψῆφον
ἐναποκλεῖον τοὺς αἰῶνας. Τίς τὰς οἰμωγὰς καὶ τοὺς
στεναγμοὺς τοὺς ἐκ μέσης αὐτῶν προσφερομένους
τῆς καρδίας, καὶ αὐτῶν καθαπτομένων τῶν μυελῶν,
καὶ πικρῶς τὰ σπλάγχνα καταδακνόντων, ἐπὶ νοῦν
λαμβάνων δακρύων ἐλεύθερος εἶναι δυνήσεται; Τίς
τὸν θρῆνον καὶ τὸν ὀλοφυρμὸν ἐνέγκοι χωρὶς καὶ τῆς
ἐπ' αὐτῆς κατηφείας, καὶ μεθ' οἵων προσφερομένους
τῶν μεταμελείας λόγων τῶν τε πρὸς ἑαυτὸν ἑκάστου
τῶν κολαζομένων, καὶ πάντων πρὸς πάντας; Τότε
γὰρ ἀληθῶς ἐπιγνώμων τῶν ἑαυτοῦ πταισμάτων
καθέστηκεν ἕκαστος, ὅτ' ἂν ἐφ' ἑαυτῶν γυμνὰ φανῶσι τὰ πράγματα, καὶ παντὸς κωλύματος ἀπάτης
ἐλεύθερα.
Δικαία ἡ κρίσις σου, ὁ Θεός· ἐκάλεσας γὰρ ἡμᾶς,
καὶ οὐχ ὑπηκούσαμέν σου· λόγους δὲ παρεῖχες ἡμῖν,
καὶ οὐ προσέσχομεν· τοιγαροῦν ἀλλὰ ἀκύρους ἐποιοῦ-
μεν τὰς σὰς βουλάς. Δικαίως ἦλθεν εἰς ἡμᾶς ἀπ-
ώλεια καὶ ὄλεθρος καὶ καταιγὶς καὶ θλίψις καὶ πολιορ-
κία. Καὶ νῦν ἡμεῖς ἐπικαλούμεθά σε, καὶ οὐκ εἰσ-
ακούεις, καὶ ζητοῦμεν παρὰ σοῦ, καὶ οὐχ εὑρίσκομεν
ἔλεος. Οἱ γὰρ μισήσαντες σοφίαν καὶ λόγον Κυρίου
μὴ προσελόμενοι, μηδὲ θελήσαντες Θεοῦ προσέχειν
βουλὰς, τοιούτους δρεπόμεθα τοὺς καρποὺς τῶν οἰ-
κείων σπερμάτων, καὶ τῆς ἑαυτῶν ἀνοίας ἐμπιμπλά-
593
μεθα· Ἀπετύφλωσε γὰρ ἡμᾶς ἡ ἀπάτη τοῦ βίου, καὶ
οὐκ ἔγνωμεν μυστήρια Θεοῦ, οὐδὲ μισθὸν εἶναι τὸ
σύνολον ἠλπίσαμεν ὁσιότητος· καὶ διὰ τοῦτο τρίβοις
ἀνομίας ἐνεπλήσθημεν. Διωδεύσαμεν δὲ τρίβους ἀβά-
τους, δηλαδὴ τῆς θείας ἐπισκοπῆς· τὴν δὲ ὁδὸν Κυρίου
οὐκ ἔγνωμεν. Καὶ τίς ὁ πλοῦτος ὃς μετὰ ἀλαζονείας
συμβέβληται ἡμῖν; παρῆλθεν ἐκεῖνα πάντα ὡς σκιὰ
καὶ ὡς ἀγγελία παρατρέχουσα, καὶ ὡς ναῦς διερχο-
μένη κυμαινόμενον ὕδωρ, ἧς διαβάσης, οὐκ ἔστιν
ἴχνος εὑρεῖν, οὐδὲ ἀτραπὸν τροπαίως αὐτῆς ἐν κύμα-
σιν. Ἢ ὡς ὀρνέου διαπτάντος ἀέρα, οὐδὲν εὑρίσκεται
τεκμήριον πορείας. Παρῆλθεν ἐκεῖνα πάντα, τοῦτο τὸ
πῦρ ἡμῖν ἀφέντα, κληρονομίαν εἰς πάντας διαμένου-
σαν αἰῶνας. Δικαία ἡ κρίσις σου, ὁ Θεός· ταῦτα γὰρ
λέγοντες οὐδέποτε παυσόμεθα λοιπόν· ἐκαλούμεθα,
καὶ οὐχ ὑπηκούομεν· ἐνουθετούμεθα, καὶ οὐ προσ-
έχομεν. Περὶ τούτων καθ' ἑκάστην ἡμέραν ἐδιδασκό-
μεθα τῶν δεινῶν, καὶ κατεφρονοῦμεν τῶν λεγομένων·
οὐκ ἐλύπει ἡμᾶς τότε κἂν μικρὸν τὰ περὶ τούτων
ῥήματα· ἐπεὶ οὐκ ἂν σφοδρῶς οὕτως ἐλύπει τὰ πρά-
γματα· λῆρος ἡμῖν ἐνομίζετο τὰ νῦν ἡμῶν συνέχοντα
τὴν ζωήν. Τοῦτο συνεχῶς ἐπᾴδομεν· Ὢ τῆς ῥᾳθυ-
μίας! ὢ τῆς ἀπάτης! ὢ τῶν κακῶν βουλευμάτων!
ὢ τῶν πονηρῶν συναλλαγμάτων! ὢ τοῦ θαύματος
τῆς ἐπὶ τούτοις τοῦ Θεοῦ δικαίας κρίσεως καὶ ἀπο-
φάσεως! Πῶς ἑκάστου τῶν ἡμετέρων ἁμαρτημάτων
εἴδους πρόσφορον ἡμῖν ἀντέδωκε βάσανον! δι' οἰκτρὰν
γὰρ καὶ ἀπόπτυστον σαρκὸς ἡδονὴν, ταύτην ἔχειν τὴν
φοβερὰν δικαίως κατεκρίθημεν γέενναν· τὸν ζόφον καὶ
τὸ σκότος τοῦτο οἰκεῖν κατεκρίθημεν. Ἐπειδὴ ἠγαπή-
σαμεν πάντα τὰ αἰσχρὰ, καὶ πάντων ὁμοῦ τῶν θείων
ἀγαθῶν καταφρονήσαντες, τὰ ἱππικὰ καὶ τὰ θέατρα
καὶ τὰ κυνηγέσια προετιμήσαμεν, ἐν οἷς δαιμόνων ἐχό-
ρευον δῆμοι, καὶ πᾶσα θεία ἀγγέλων ἀπῆν σκοπιὰ καὶ
ἐπίγνωσις. Ἔνθα τὸ μὲν σεμνὸν τῆς εὐφροσύνης πολ-
λοῖς καθυβρίζετο τρόποις· τὸ δὲ τῆς ἀκολασίας κακόν
τε καὶ βδελυρὸν ἐσεμνύνετο. Δικαίως τοῦ φωτὸς ἐστε-
ρήμεθα νῦν, ὅτι πρὸς δόξαν τοῦ πεποιηκότος Θεοῦ τὴν
κτίσιν κατὰ τὴν πρόσκαιρον ἡμῶν ζωὴν οὐκ ἐθεασά-
μεθα· ἀλλ' ἐμολύναμεν τοὺς ὀφθαλμοὺς ἡμῶν καὶ τὰ ὦτα
καὶ γλῶσσαν, μᾶλλον δὲ τὴν κατ' εἰκόνα Θεοῦ γεγε-
νημένην ψυχὴν πᾶσι τοῖς τῷ Θεῷ μισουμένοις θεάμασί
τε καὶ ἀκροάμασι καὶ ῥήμασι, καὶ ταῖς κατ' ἀλλήλων
βασκανίαις ἐφθείραμεν, εἰς δὲ τὸν τάρταρον τοῦτον
ἀπεῤῥίφημεν, πήξει καὶ βυθῷ κατ' αὐτῶν τρυχόμε-
νοι δεινῶς. Ἐπειδὴ τῆς μὲν ὑψηλῆς καὶ τῶν ὑψηλῶν
καὶ θείων προξενοῦν ταπεινοφροσύνης προεκρίναμεν
τὴν ὑπερηφανίαν, καὶ τὸ τῆς ἀρετῆς στενόν τε καὶ
σύντονον διὰ τὴν τῆς σαρκὸς ὑπερβάλλουσαν θρύψιν
τε καὶ διάθεσιν ἀπεωσάμεθα.
Ποῦ νῦν ἡμῶν ἐστιν ἡ ὑπερηφανία, καὶ ἡ διὰ
τὴν ἀλαζὼν πρὸς πάντας διάθεσις, καὶ ἡ τῆς σαρκὸς
βλακώδης καὶ εὐδιάχυτος θρύψις; Ὢ τῆς ἀβουλίας!
ἀντὶ γέλωτος ἀκρατοῦς καὶ τοῦ ἀκολάστου ψόφου τῶν
παρειῶν ὁ βαρὺς οὗτος βρυγμός ἐστι τῶν ὀδόντων.
Τὴν τῶν θείων καὶ σωτηρίων λόγων ἀσκῆσαι μάθησιν
μὴ βουληθέντες, ἀλλὰ μέθης ἀμετρίαν τῆς διὰ λόγου
θείας προτιμήσαντες αἰνέσεως, δεινῶς κολαζόμεθα
νῦν τῆς γλώσσης δίψει φοβερᾷ * διακενῆς. Ἄξιον δὲ
596
καὶ τοῦ πρὸς τοὺς ἀδελφοὺς ἡμῶν μίσους, φθόνου
τε καὶ δόλου, καὶ ὑποκρίσεως (ἐξ ὧν καὶ δι' ὧν ὁ
φθόνος), λοιδορίας τε καὶ συκοφαντίας, καὶ μνησικα-
κίας, καὶ ψεύδους, καὶ ἐπιορκίας δρεπόμεθα καρπὸν,
τοῦτον τὸν ἀκοίμητον σκώληκα τὸ βάθος ἡμῶν τῆς
ψυχῆς ἀκορέστως ἐσθίοντα. Ἐπειδὴ τῆς ἀγάπης τὸ
εὐθὲς, διαφθείραντες αὐτὴν, ἐσκαμβώσαμεν, κακὸν
διὰ μίσους αὐτοῖς ἑκούσιον δημιουργήσαντες σκώ-
ληκα, καὶ πονηροτέραν σκαμβότητα διὰ ψεύδους ὀρύ-
ξαντες, δι' ἣν τῷ Θεῷ τῷ εὐθεῖ καὶ ὀρθῷ οὐχ ἡνώ-
θημεν. Αὐτὸς γὰρ εἶπε διὰ τοῦ ἁγίου Δαβὶδ τοῦ προ-
φήτου· «Οὐκ ἐκολλήθη μοι καρδία σκαμβή.» Ἄξια
τοιγαροῦν ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· μᾶλλον δὲ
τῆς οἰκείας κατὰ πρόθεσιν διαθέσεως ἄξια κομιζόμεθα
τὰ ἐπίχειρα· πυρὸς ἡδονῆς πῦρ γεέννης, καὶ σκότους
ἀγνοίας καὶ ἀπάτης προσκαίρου σκότος αἰώνιον καὶ
σκώληκα κολαστικόν τε καὶ ἀκοίμητον· σκώληκος τοῦ
διὰ μίσους καὶ ψεύδους τὴν καρδίαν σκολιώσαντος καὶ
σκαμβώσαντος, καὶ ψόφους παρειῶν ἀσελγοῦς,
βράσματος ψόφον καὶ ὀδόντων βρυγμόν· καὶ ὕψους
ὑπερηφανίας ματαίας καὶ διαχύσεως πόσιν καὶ βάθος
ἀχανὲς καὶ στενότητα πήξεως, καὶ ἁπλῶς εἰπεῖν, ἑκά-
στου τῶν ἑκουσίων ἡμῶν κακῶν τὴν ἑκάστου προσφο-
ρὰν καὶ ἀκούσιον τιμωρίαν δικαίως ἀντιλαμβάνομεν.
Ὢ τῆς ἐλεεινότητος ἡμῶν! ἡμᾶς τοὺς ἀθλίους,
μὴ κατασβέσαι τὸ πῦρ τῆς σαρκὸς διὰ νηστείας καὶ
ἀγρυπνίας καὶ τῆς τῶν θείων λογίων μελέτης, καλῶν
ὄντων καὶ εὐμαρῶν τοῦ πυρὸς σβεστηρίων, καὶ μὴ
τούτῳ νῦν τῷ πυρὶ τηγανίζεσθαι. Τί μὴ κατὰ φύσιν
ὁρᾷν τε καὶ ἀκούειν καὶ λαλεῖν τὴν γλῶτταν εἰθίσα-
μεν, ἵνα μὴ τοῦτον ἔχωμεν νῦν τὸν ζόφον καὶ τὴν
βαρυτάτην σιγὴν, ἀλλὰ καὶ ἡμεῖς τοῦ φωτὸς καὶ τοῦ
λόγου καὶ τῆς σοφίας τοῦ Θεοῦ μετὰ τῶν ἁγίων
ἀπολαύωμεν, ὡς τῆς θείας γενόμενοι δόξης θεαταὶ
καὶ ἀκουσταὶ καὶ ὑμνῳδοί; Ἢ δι' ἀγάπης τὸν ἑκούσιον
τοῦ μίσους ἐνεκρώσαμεν σκώληκα, καὶ δι' ἀληθείας
τὸ ψεῦδος ἠφανίσαμεν; νῦν ἂν τούτου τοῦ καυστικοῦ
καθεστήκαμεν ἐλεύθεροι σκώληκος, καὶ τῶν λοιπῶν
νῦν ὅσα τὴν ἡμῶν συνέχει δεινοτάτην ζωήν. Δικαία
ἡ κρίσις τοῦ Θεοῦ. Οὐχ εὑρίσκομεν ὅπερ ἐζητήσαμεν,
οὐκ ἀνοίγεται ἡμῖν θύρα τῆς βασιλείας τῶν οὐρανῶν.
Ἐπειδὴ γὰρ τὴν θύραν τῶν ἀγαθῶν διὰ πράξεως οὐκ
ἐκρούσαμεν, οὐ λαμβάνομεν τῶν αἰωνίων ἀγαθῶν
τὴν ἀπόλαυσιν· ἐπειδὴ δι' εὐχῆς τὴν χάριν τῆς γνώ-
σεως οὐκ ᾐτήσαμεν· (οὐδένα γὰρ τῶν θείων εἴχομεν
ἔρωτα, ἀλλὰ, τοῖς γηΐνοις τὸν νοῦν καταδήσαντες,
πᾶσαν αὐτοῖς ἡμῖν τὴν ζωὴν συνεφθείραμεν·) κἀ-
κεῖνα μὲν πάντα καπνοῦ δίκην ἀφανισθέντα παρῆλθεν·
ὁ δὲ τῆς ἐπ' αὐτοῖς δίκης λόγος μένει διὰ παντὸς ἀπαρόδευτος.
Καὶ ταῦτα μὲν ἐκεῖνοι τῆς θείας δικαιοσύνης με-
ταμανθάνοντες, ἐξ ὧν πάσχουσι τὴν δύναμιν, ὡς
τύπῳ περιλαβεῖν, ἀλλήλοις διαλεχθήσονται. Ἐγὼ
δὲ τίς γενόμενος τάλας, τίσιν ἐρειδόμενος πράξεσιν
ἐλπίσω τῆς φοβερᾶς ἐξαιρεθῆναι κατακρίσεως; Πά-
σης ἀρετῆς καὶ πάσης γνώσεως ὑπάρχων ἔρημος,
δέδοικα μὴ δεθεὶς χεῖρας καὶ πόδας ῥιφῶ εἰς γῆν σκο-
597
τεινὴν καὶ γνοφερὰν, εἰς γῆν σκότους αἰωνίου, ἔνθα
οὐκ ἔστι φέγγος οὐδὲ ὁρᾷν ζωὴν βροτῶν, ὡς δήσας
τοῖς πάθεσιν ἑκουσίως τὰς πρακτικὰς τῆς ψυχῆς
ἀρετὰς, καὶ ἀπὸ τοῦ θείου δρόμου τῆς ἀγγελικῆς
πολιτείας, κωλύσας ταύτης τὰ διαβήματα. Ἱλάσθητι,
Χριστὲ, καὶ σῶσον ἡμᾶς ταύτης τῆς ὀδύνης. Οἷς
γὰρ κατὰ τὸν αἰῶνα τοῦτον διὰ τῶν ἐπιτηδευμάτων
ἡμῶν τῶν πονηρῶν συνεῖναι κατὰ θέλησιν γνωμικῶς
ἐπελεξάμεθα, σὺν τούτοις εἰκότως ἐξ ἀνάγκης εἶναι
κατὰ τὸν αἰῶνα τὸν μέλλοντα μὴ θέλοντες κατακρι-
θησόμεθα. Ἔσται γὰρ ὡς ἀληθῶς, ἔσται καιρὸς, ὅτε
φοβερά τις βοήσει σάλπιγξ ξένην ἔχουσα φωνὴν, καὶ
τὸ πᾶν τοῦτο λυθήσεται διαπίπτον τῆς ἐν αὐτῷ ὁρω-
μένης διακοσμήσεως· ὁ μὲν φαινόμενος κόσμος ὅλος
παρελεύσεται τὴν οἰκείαν λαμβάνων συντέλειαν· ὁ δὲ
νῦν προσδοκώμενος τῶν ὄντων φανήσεται κόσμος,
ὀφθαλμοῖς καὶ ἀκοαῖς καὶ διανοίαις ξένα πάντα κομί-
ζων μυστήρια. Ὁ δὲ Θεὸς ἑκάστῳ πρὸς ἃ διὰ τοῦ
σώματος ἔπραξεν, εἴτε καλὸν εἴτε φαῦλον, κατ' ἀξίαν
ἀποδίδωσι· μέγα καὶ φοβερὸν καὶ εἰς ἔσχατον πᾶσιν
ἀποδιδοὺς συγκλεισμόν. Ἀλλὰ γένοιτο πάντας ἡμᾶς
τόν τε σωτήριον τῆς γεέννης φόβον, καὶ τὸν τίμιον
πόθον τῆς τῶν οὐρανῶν βασιλείας ἀναλαβεῖν! τὸν
μὲν φόβον παντελῆ τῶν κακῶν ἡμῖν ἀποχὴν καὶ ἀρ-
γίαν ποιοῦντα· τὸν δὲ πόθον καὶ εἰς τὰς τῶν ἀγαθῶν
πράξεις προτρεπόμενον ἱλαρῶς, ἵνα τύχωμεν τῶν
ἐπηγγελμένων ἀγαθῶν τὴν ἀπόλαυσιν ἐν Χριστῷ
Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν
τῷ ἀνάρχῳ (Πατρὶ) καὶ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωο-
ποιῷ αὐτοῦ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.
589
{ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ
Ἀρχιεπισκόπου Ἀλεξανδρείας,Πρὸς Ἀντίοχον ἄρχοντα, περὶ πλείστων καὶἀναγκαίων ζητημάτων, τῶν ἐν ταῖς θείαις Γρα-φαῖς ἀπορουμένων, καὶ παρὰ πᾶσι Χριστιανοῖςγινώσκεσθαι ὀφειλομένων.} Ἐρώτησις αʹ. Πιστεύσαντες καὶ βαπτισθέντες εἰςΤριάδα ὁμοούσιον, καὶ λέγοντες Θεὸν εἶναι τὸν Πατέ-ρα, ὁμοίως καὶ Θεὸν εἶναι τὸν Υἱὸν, ὡσαύτως δὲκαὶ Θεὸν εἶναι τὸ ἅγιον Πνεῦμα, πῶς οὐ λέγομεντρεῖς θεοὺς, ἀλλ' ἕνα καὶ μόνον Θεόν; Καὶ εἰ μὲνἕνα προσκυνοῦμεν Θεὸν, εὔδηλον ὅτι, εἰς μοναρ-χίαν πιστεύοντες, Ἰουδαΐζομεν· εἰ δὲ πάλιν τρεῖςθεοὺς, πρόδηλον ὅτι Ἑλληνίζομεν, πολυθεΐαν εἰσ-άγοντες, καὶ οὐχ ἕνα μόνον Θεὸν εὐσεβῶς προσκυ-νοῦντες. Ἀπόκρισις. Ἀπερίεργος ὁ λόγος καὶ ὁ τρόποςτῆς εὐσεβείας, πίστει μόνῃ, ἀλλ' οὐκ ἐξερευνήσειγνωριζόμενος καὶ τιμώμενος. Θεὸς γὰρ καταλαμβα-νόμενος, οὐκ ἔστι Θεός. Εἰ γὰρ τοὺς ἀγγέλους, ἢ τὰςἡμετέρας ψυχὰς κτίσματα ὄντα καταλαβεῖν οὐ δυνά-μεθα, πόσῳ μᾶλλον αὐτῷ τῷ τούτων ποιητῇπρέπει τὸ εἶναι ἀκατάληπτον; Μυστήριον γὰρ γνω-ριζόμενον οὐδέν ἐστι λοιπὸν θαυμαζόμενον. Οὐκοῦνἡ Χριστιανῶν πίστις, καὶ ὁ τούτων τρισυπόστατοςΘεὸς οὔτε εἷς ἐστι τὴν ὑπόστασιν ἀνθρωπόμορ-φος, ὡς οἱ Ἑλλήνων παῖδες μυθεύονται· οὔτε πάλιντρεῖς τινες θεοὶ, ὥσπερ ἀλλήλων ἀπέχοντες. Ἄπαγετῆς Ἑλληνικῆς μυθολογίας! Ἀδιαίρετος γὰρ ἐν ταῖςτρισὶν ὑποστάσεσιν ἡ τῆς μιᾶς οὐσίας θεότης. Πλὴνεἰδέναι χρὴ, ὅτιπερ οὔτε ῥήμασιν οὔτε ἐνθυμήμασικαταλαβεῖν, ἢ διηγήσασθαί τι τῆς θεότητος, νοῦς ἀν-θρώπινος δύναται. Πάντες δὲ ὅσοι Θεὸν καταλαβέσθαιἔσπευσαν, τὴν ἑαυτῶν σκιὰν κατεδίωξαν· καὶ ὅσοι τιπερὶ οὐσίας Θεοῦ εἰπεῖν ἠβουλήθησαν, τὴν ἄβυσσονμετρῆσαι τῇ ἑαυτῶν δρακὶ ἔσπευσαν. Καὶ ὅσοι βα-θῦναι ἐνόμισαν, εἰς πονηρὰς αἱρέσεις ἐνέπεσαν.Ὁ γὰρ Πατὴρ καὶ Θεὸς οὐχ ὡς ἐγὼ ὁ κτιστὸς ὑπάρ-χει πατὴρ, γεννήσας ὡς ἐγὼ κτιστὸν υἱόν· οὐδὲ ὁΥἱὸς ὡς πᾶς σαρκικὸς γεγέννηται υἱός· οὐδὲ τὸ Πνεῦματὸ ἅγιον ὡς τὸ τοῦ ἀνθρώπου πνεῦμα περίγραπτον·ἀλλ' ἄῤῥητον καὶ ἀνέκφραστον τὸ τῆς ἁγίας Τριάδοςὑπάρχει μυστήριον. Καὶ μὴ εἴπῃς, Πῶς; ὑπὲρ γὰρτὸ πῶς ἐστι τοῦτο· μηδὲ εἴπῃς, ποίῳ τρόπῳ; ὑπὲργὰρ τρόπον ὁ θεῖος τρόπος· μηδὲ εἴπῃς, Ποίῳ λόγῳ;ὑπὲρ γὰρ λόγον ὁ θεῖος λόγος. Ἀλλὰ πίστευε εἰς Πα-τέρα· μὴ ἐρευνήσῃς δὲ τὸ πρᾶγμα· προσκύνει τὸνΥἱὸν, μὴ πολυπραγμονῶν τὴν αὐτοῦ γέννησιν· ἀν-ύμνει τὸ Πνεῦμα τὸ ἅγιον, μὴ ἐκζητῶν τὸ τῆς ἁγίαςΤριάδος μυστήριον. Δεῦρο ἐν Ἰορδάνῃ, καὶ ὅρα διὰπραγμάτων τηλαυγῶς τῆς ἁγίας καὶ ὁμοουσίου Τριά-δος τὴν δύναμιν· Πατέρα μὲν ἄνωθεν μαρτυροῦντα·Υἱὸν δὲ κάτωθεν βαπτιζόμενον, Πνεῦμα δὲ πανάγιονἐν εἴδει περιστερᾶς κατερχόμενον. Αὐτῷ ἡ δόξα, καὶτὸ κράτος, καὶ ἡ προσκύνησις, σὺν τῷ Πατρὶ
28
597
τῷ παντοκράτορι, καὶ τῷ Μονογενεῖ αὐτοῦ Υἱῷ, τῷ
Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, νῦν καὶ ἀεὶ, καὶ εἰς
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἐρώτ. βʹ. Πόθεν ἐπιγινώσκει ἄνθρωπος, ὅτι ὅλωςἐβαπτίσθη, καὶ Πνεῦμα ἅγιον ἔλαβε, νήπιος ὢν ἐντῷ ἁγίῳ βαπτίσματι; Ἀπόκ. Ὁ προφήτης Ἡσαΐας φησὶ πρὸς τὸνΘεόν· «Διὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλά-
28
592
βομεν καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν Πνεῦμα σωτη-
ρίας.» Ὥσπερ οὖν ἡ ἐν γαστρὶ λαβοῦσα γυνὴ ἐκ τῶν