Quaestiones ad Antiochum ducem
- Authority group
- Athanasius of Alexandria (catalogue association; authorship remains anonymous)
- Edition reference
- Quaestiones ad Antiochum ducem [Sp.], MPG 28: 597–700.
- CTS identifier
urn:cts:greekLit:tlg2035.tlg077.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Creative Commons Public Domain Mark 1.0
28
601
σκιρτημάτων τοῦ βρέφους, τοῦ ἐν τῇ μήτρᾳ αὐτῆς,
ἐπίσταται ἀψευδῶς ὅτι καρπὸν ἔλαβεν· οὕτω καὶ ἡ
ψυχὴ τοῦ ἀληθῶς Χριστιανοῦ, οὐ διὰ ῥημάτων τῶν
γονέων, ἀλλὰ διὰ πραγμάτων καὶ σκιρτημάτων τῆς
καρδίας αὐτοῦ, καὶ μάλιστα τῷ καιρῷ τῶν φωτισμά-
των, καὶ τῆς μεταλήψεως τοῦ ἁγίου σώματος καὶ
αἵματος τοῦ Χριστοῦ, μανθάνει ἐκ τῆς χαρᾶς
τῆς αὐτοῦ ψυχῆς, ὅτι τὸ Πνεῦμα τὸ ἅγιον ἔλαβε
βαπτισθείς.
Ἐρώτ. γʹ. Πότε, καὶ πόθεν, καὶ πῶς γεγόνασιν οἱ
ἄγγελοι;
Ἀπόκ. Οὔτε πόθεν, οὔτε πῶς γεγόνασιν οἱ ἄγγε-
λοι, δυνατὸν φύσει ἀνθρωπίνῃ εἰπεῖν· εἰ μὴ τοῦτο
μόνον, ὅτι ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι λόγῳ Θεοῦ
γεγόνασι. Τὸ δὲ πότε, οἱ μέν φασι τῇ πρώτῃ ἡμέρᾳ,
οἱ δὲ πρὸ τῆς πρώτης ἡμέρας.
Ὁ δὲ ἐν ἁγίοις Πατὴρ ἡμῶν καὶ θαυματουργὸς
Ἐπιφάνιος ὁ ἀρχιεπίσκοπος Κύπρου, εἰς τὸν λόγον
αὐτοῦ τὸν κατὰ Παύλου τοῦ Σαμοσατέως, εἰς τὰ Πα-
νάρεια πλατυτέρως ἐξέθετο, ἅμα οὐρανῷ καὶ γῇ
τούτους δημιουργηθῆναι, καὶ οὐχὶ πρότερον, ἀνατρέ-
πων διὰ συλλογισμῶν τοὺς τοῦτο λέγοντας. Καὶ ἐν
ἑτέρῳ δὲ αὐτοῦ λόγῳ τοῦτό φησιν.
Ἐρώτ. δʹ. Πόθεν δῆλον ὅτι κτιστοί εἰσιν οἱ ἄγγε-
λοι; οὐδὲ γὰρ ἐμφέρεταί τι τοιοῦτον ἐν τῇ βίβλῳ τῆς
Γενέσεως.
Ἀπόκ. Γινώσκων ὁ Θεὸς τὸ φιλείδωλον καὶ πολύ-
θεον τῶν ἀνθρώπων, καὶ μάλιστα τῶν Ἰου-
δαίων, τούτου χάριν ἀπέκρυψεν ἐν τῇ Γενέσει τὸν
περὶ τῶν ἀγγέλων λόγον· ἵνα μὴ καὶ αὐτοὺς θεο-
ποιήσωσιν οἱ τὸν μόσχον καὶ ἄλλα τινὰ θεοποιή-
σαντες ὡς θεούς. Ὅτι δὲ καὶ κτιστοί εἰσιν οἱ ἄγ-
γελοι, ἄκουσον τοῦ ἁγίου Πνεύματος διὰ τοῦ Προ-
φήτου λέγοντος· «Αἰνεῖτε τὸν Κύριον, πάντες οἱ
ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ δυνάμεις
αὐτοῦ, ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐν-
ετείλατο, καὶ ἐκτίσθησαν.»
Ἐρώτ. εʹ. Ἐκ τῆς οὐσίας δὲ τοῦ φωτὸς τούτου
εἰσὶν, ἢ ἄλλης τινὸς φύσεως;
Ἀπόκ. Ὅσον διαφέρει τοῦ ἀστέρος ὁ ἥλιος, τοσοῦ-
τον διαφέρει ἡ οὐσία τῶν ἀγγέλων πάσης τῆς ὁρω-
μένης κτίσεως.
Ἐρώτ. Ϛʹ. Πόσος δὲ ἄρα τῶν ἀγγέλων ὁ ἀριθμὸς
ὑπάρχει ὑπὲρ τὸν ἀριθμὸν τῆς ἀνθρωπότητος;
Ἀπόκρ. Οἱ μέν φασιν ἐνενήκοντα ἐννέα μέρη εἶναι
τοὺς ἀγγέλους πρὸς τὸν ἀριθμὸν τῆς ἀνθρωπότη-
τος, κατὰ τὴν παραβολὴν τοῦ Κυρίου τῶν ἑκατὸν προ-
βάτων· ἄλλοι δὲ ἐννέα κατὰ τὴν παραβολὴν τῶν δέκα
δραχμῶν. Ἕτεροι δὲ ἰσαρίθμους λέγουσι τοὺς ἀν-
θρώπους καὶ τοὺς ἀγγέλους, φέροντες εἰς μαρτυρίαν
604
τό· «Ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων·
Θεοῦ.»
28
604
Ἐρώτ. ζʹ. Τί παρήλλακται ἡ οὐσία τῶν δαιμόνων
τῆς οὐσίας τῶν ἀγγέλων;
Ἀπόκ. Ἡ οὐσία οὐ παρήλλακται, ἀλλ' ἡ προαί-
ρεσις, ὥσπερ ἡ γνώμη δικαίου καὶ ἁμαρτωλοῦ.
Ἐρώτ. ηʹ. Πόσα τάγματα καὶ πόσαι οὐσίαι ἀγγέ-
λων εἰσίν;
Ἀπόκ. Οὐσία μία, ὥσπερ καὶ ἀνθρώπων μία Τά-
γματα δὲ, ὡς ὁ πολὺς ἐν θεολογίᾳ Διονύσιός φησιν,
ἐννέα, ἅπερ εἰσὶ ταῦτα· ἄγγελοι, ἀρχάγγελοι, ἀρ-
χαὶ, ἐξουσίαι, δυνάμεις, κυριότητες, τὰ ἑξαπτέρυγα
σεραφὶμ, τὰ πολυόμματα χερουβὶμ, καὶ οἱ θρόνοι.
Περὶ μιᾶς οὐσίας ἀγγέλων καὶ ὁ ἅγιος Γρηγόριος
ὁ Νύσσης λέγει εἰς τὸ ἑπτακαιδέκατον κεφάλαιον τοῦ
Εἰς τὸν ἄνθρωπον λόγου αὐτοῦ.
Ἐρώτ. θʹ. Πόσοι οὐρανοί εἰσιν;
Ἀπόκ. Ἀμφιβάλλεται πολλοῖς τὸ ἐρώτημα.
Ἡ μὲν γὰρ βίβλος τῆς Γενέσεως δύο οὐρανοὺς λέγει·
ὁ δὲ ἅγιος Παῦλος καὶ τρίτον οὐρανὸν εἶδεν. Ὁ δὲ
προφήτης Δαβὶδ, καὶ τέταρτον λέγει, καθώς φησιν·
«Αἰνεῖτε αὐτὸν, οἱ οὐρανοὶ τῶν οὐρανῶν.» Ἰστέον δὲ
λογίζεσθαι τοὺς λέγοντας εἰς τὸ τρίτον τοῦ οὐρα-
νοῦ, καὶ οὐκ εἰς τρεῖς οὐρανοὺς ἁρπαγῆναι τὸν ἅγιον
Παῦλον, ὅτι, καθάπερ ἡ φύσις τῶν ἀνθρώπων καὶ
εἷς λέγεται ἄνθρωπος, καὶ πάλιν πολλοὶ ἄνθρωποι·
οὕτω καὶ ἡ τῶν οὐρανῶν φύσις, καὶ εἷς οὐρανὸς καὶ
πολλοὶ οὐρανοὶ ἐν τῇ θείᾳ Γραφῇ λέγονται.
Ἐρώτ. ιʹ. Πότε, καὶ διὰ τί ἐξέπεσεν ὁ διάβολος,
Μυθεύονται γάρ τινες, ὅτι, καταδεξάμενος προσκυνῆ-
σαι τὸν Ἀδὰμ, διὰ τοῦτο ἐξέπεσεν.
Ἀπόκ. Ἀφρόνων ἀνδρῶν, τὰ τοιαῦτα τυγχά-
νουσι ῥήματα. Ὁ γὰρ διάβολος, πρὶν γενέσθαι τὸν
Ἀδὰμ, ἐξέπεσε. Πρόδηλον δὲ, ὅτι διὰ τὴν ὑπερ-
ηφανίαν αὐτοῦ, ὥς φησιν Ἡσαΐας ὁ προφήτης, λογι-
σάμενος, ὅτι «Θήσω τὸν θρόνον μου ἐπὶ τῶν νεφε-
λῶν καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ.»
Ἐρώτ. ιαʹ. Τίνος δὲ χάριν συνεχώρησεν αὐτῷ ὁ Θεὸς
πολεμεῖν τὸ γένος τῶν ἀνθρώπων;
Ἀπόκ. Ὅπως καὶ οἱ ἀγαπῶντες τὸν Θεὸν φανερω-
θῶσι, καὶ προσκείμενοι ταῖς ἡδοναῖς ἐλεγχθῶσιν.
Ἀντιδίκου γὰρ μὴ προσκειμένου οἱ γνήσιοι στρατιῶ-
ται τοῦ βασιλέως οὐ φανεροῦνται. Ὁ οὖν διάβολος
αἴτιος νίκης καὶ στεφάνων γίνεται καὶ τιμῶν τοῖς
ἀγαπῶσι τὸν Θεόν.
Ἐρώτ. ιβʹ. Πεσόντος τοῦ διαβόλου ἐκ τῶν οὐ-
ρανῶν, πῶς γέγραπται ἐν τῷ Ἰὼβ, ὅτι ἦλθον οἱ
ἄγγελοι τοῦ Θεοῦ παραστῆναι ἐνώπιον Κυρίου, καὶ ὁ
διάβολος ἐν μέσῳ αὐτῶν;
605
Ἀπόκ. Οὐκ εἶπεν ἡ Γραφὴ, ὅτι ἦλθεν ὁ διάβολος
ἐν τοῖς οὐρανοῖς ἐν μέσῳ τῶν ἀγγέλων· πρόδηλον
οὖν, ὅτι ἐπὶ τῆς γῆς. Καὶ γὰρ ὅπου ἐάν εἰσιν οἱ ἅγιοι
ἄγγελοι, τῷ Θεῷ παρίστανται. Πλὴν δεῖ εἰδέναι, ὅτι
ὁ Θεὸς διά τινος ἁγίου ἀγγέλου πρὸς τὸν διάβολον
διελέγετο, καθάπερ καὶ βασιλεὺς, διά τινος μέσου
ἀνθρώπου, πρὸς τὸν κατάδικον.
Ἐρώτ. ιγʹ. Ἆρα ἰσχύει φάρμακον ἀποκτεῖναι
ἄνθρωπον;
Ἀπόκ. Δίκαιον μὲν οὐδαμῶς· ἀλλ' οὐδὲ προσεγγί-
σαι αὐτῷ· ἁμαρτωλὸν δὲ καὶ, τοῦ Θεοῦ συγχωροῦντος.
Ἐπεὶ οὐδὲ κατὰ χοίρων ἔχει ἐξουσίαν, ὡς ἐν τοῖς
Εὐαγγελίοις ἠκούσαμεν.
Ἐρώτ. ιδʹ. Ποίαν εὐχὴν καὶ ῥῆμα παρὰ πᾶσαν
εὐχὴν καὶ ῥῆμα φοβοῦνται οἱ δαίμονες καὶ ὁ
διάβολος;
Ἀπόκ. Διηγήσαντό τινες πνευματοφόροι ἄξιοι τοῦ
πιστεύεσθαι, ὅτιπερ αὐταῖς ὄψεσί ποτε φανεὶς αὐτοῖς
ὁ διάβολος, καὶ τοῦτο τὸ ἐρώτημα ἐρωτηθεὶς ὑπ' αὐ-
τῶν ἀπεκρίνατο, ὅτι οὐκ ἔστιν ἐν πάσῃ Παλαιᾷ καὶ
Καινῇ Διαθήκῃ ῥῆμα ἐκφοβοῦν καὶ διασκορπίζον πᾶ-
σαν ἡμῶν τὴν δύναμιν, ὡς ἡ ἀρχὴ τοῦ ξζʹ ψαλμοῦ. Ὡς
οὖν ὁ διάβολος τοῦτο εἴρηκεν, ἀρξαμένων αὐτῶν τοῦ
ψαλμοῦ, καὶ εἰρηκότων μόνον τὸ πρῶτον ῥῆμα, τὸ,
«Ἀναστήτω ὁ Θεὸς,» εὐθέως ὀλολύζων ἄφαντος
ἐγένετο ὁ διάβολος, ἔργοις δείξας τῆς εὐχῆς τὴν
ἐνέργειαν.
Ἐρώτ. ιεʹ. Πόθεν κινοῦνται ἐν τῇ καρδίᾳ τοῦ ἀν-
θρώπου διαλογισμοὶ καὶ λόγοι βλάσφημοι καὶ ἀθέμι-
τοι, καὶ αὐτὸν τὸν Θεὸν ὑβρίζοντες πολλάκις, οὓς οὐ
βεβούλευται λαλῆσαι ἡ ψυχὴ, ἢ γλῶσσα τοῦ ἀνθρώπου
ὀνομάσαι;
Ἀπόκ. Τοῦτο ὁ διάβολός ἐστιν ἐργαζόμενος, καὶ
οὗτος τὰ τοιαῦτα ἀθέμιτα ἐν τῇ ψυχῇ τοῦ ἀνθρώπου
ὑποβάλλει, λαλῶν κατὰ τοῦ Θεοῦ ῥήματα, εἰς ἀπό-
γνωσιν τὸν ἄνθρωπον ἐνέγκαι βουλόμενος. Ἀλλ' οὐκ
ἐκ τούτου τὸ σύνολον κατακρίνεται ὁ ἄνθρωπος· μὴ
γένοιτο! Πολλάκις δὲ καὶ ἐξ οἰήσεως ὁ τοιοῦτος λο-
γισμὸς ἐπανάγεται τῷ ἀνθρώπῳ· ἀπαλλάττεται δὲ αὐ-
τοῦ γῆν καὶ σποδὸν ἑαυτὸν λογιζόμενος, καὶ μηδ'
ὅλως εἰς μέτρον τὸν τοιοῦτον λογισμὸν ἔχων, ἀλλὰ
λέγων τῷ διαβόλῳ· «Ἡ βλασφημία σου ἐπὶ τὴν κεφα-
λήν σου, διάβολε. Ἐγὼ γὰρ Κύριον τὸν Θεόν μου
προσκυνήσω, καὶ αὐτὸν οὐδέποτε βλασφημήσω.»
Ἀσφαλῶς οὖν προσεκτέον τοῖς εἰρημένοις. Πολλοὶ
γὰρ τῶν ἀνθρώπων ὑπὸ τούτου τοῦ λογισμοῦ κρατη-
θέντες, οἱ μὲν ἑαυτοὺς ἐκρήμνισαν, οἱ δὲ, εἰς ἀπό-
γνωσιν ἐλθόντες, ἀπώλοντο.
Ἐρώτ. ιϚʹ. Ἀκόλουθον ἡγούμεθα μετὰ τὸν
περὶ Θεοῦ καὶ ἀγγέλων λόγον, τρίτον τὸν περὶ ψυχῶν
λοιπὸν λόγον εἰς μέσον προσενεχθῆναι. Πολλὴ γὰρ ὡς
ἀληθῶς καὶ ἡ περὶ τούτου παρὰ ἀνθρώποις ὑπάρχει
608
ζήτησίς τε καὶ ἀμφιβολία· λέγω δὴ, τί αὐτὸ χρῆμά
ἐστιν ἡ ψυχὴ τοῦ ἀνθρώπου; καὶ πόθεν αὕτη συν-
ίσταται ἐν τῷ σώματι; καὶ πότε καὶ πῶς τοῦ σώματος
χωρίζεται; καὶ τί μέχρι τῆς ἀναστάσεως διαπράτ-
τεται; οὐδεὶς γὰρ ἐκ νεκρῶν ἐν τῷ βίῳ ἐπιδημήσας
ταῦτα ἡμῖν ἀπήγγειλεν, ἢ ἐπιστώσατο· Διὸ ὡς τοῖς
πολλοῖς ἀκατάληπτον τὸν περὶ τῆς ψυχῆς λόγον δι-
δαχθῆναι ἠρωτήσαμεν τὴν σὴν ἁγιότητα.
Ἀπόκ. Ἡ μὲν τοῦ ἀνθρώπου ψυχή ἐστιν οὐσία
νοερὰ, ἀσώματος, ἀπαθὴς, ἀθάνατος· οὐ μὴν δὲ
ἄγγελός ποτε ἦν ἡ ψυχὴ, ὡς οἱ Ὠριγενιασταὶ μυ-
θεύονται· οὐδὲ προϋπάρχουσιν αἱ ψυχαὶ τῶν σωμά-
των, ὡς οἱ Μανιχαῖοι δογματίζουσιν· ἀλλ' ὥσπερ
τοῦ λίθου καὶ τοῦ σιδήρου συγκρουομένων, ἐκ τῶν
ἀμφοτέρων τίκτεται τὸ πῦρ· οὕτω καὶ ἐπὶ τῆς
τοῦ ἀνδρὸς καὶ γυναικὸς συμπλοκῆς συνίσταται
Θεοῦ κελεύσει σῶμα καὶ ψυχή. Καὶ πειθέτω σε ὁ
ἅγιος Ἀπόστολος λέγων· «Σπείρεται σῶμα ψυχικόν·
ἐγείρεται σῶμα πνευματικὸν,» δηλονότι ἐν τῇ ἀνα-
στάσει.
Ἐρώτ. ιζʹ. Πόθεν δὲ δῆλον ὅτι ἐν τῷ καιρῷ τοῦ
θανάτου οὐ συναποθνήσκει μετὰ τοῦ σώματος ἡ ψυχή;
Τινὲς γὰρ οὕτω νομίζουσιν.
Ἀπόκ. Ὁ τοῦ Θεοῦ Υἱὸς καὶ Λόγος Ἰησοῦς
ὁ Χριστὸς προφανῶς ἡμᾶς διδάσκει τὸ θνητὸν τοῦ
σώματος, καὶ τὸ ἀθάνατον τῆς ἡμετέρας ψυχῆς, λέ-
γων· «Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα,
τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι.» Πρόδηλον
ὡς ἀθάνατος καὶ ἀπὸ Θεοῦ ὑπάρχει.
Ἐρώτ. ιηʹ. «Πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς
ἄξιος.» Ποίῳ δὲ ἄρα τρόπῳ ἡ ψυχὴ χωρίζεται ἀπὸ
τοῦ σώματος;
Ἀπόκ. Ἐκ τεσσάρων στοιχείων πιστεύομεν τὸ
σῶμα τοῦ ἀνθρώπου συνίστασθαι· λέγω δὴ ἐξ αἵμα-
τος, καὶ φλέγματος, καὶ χυμοῦ, καὶ χολῆς· ἤγουν ἐκ
θερμοῦ, καὶ ψυχροῦ, καὶ ξηροῦ, καὶ ὑγροῦ, τουτέστιν
ἐκ πυρὸς, καὶ ὕδατος, καὶ ἀέρος, καὶ γῆς. Τὸ μὲν
γὰρ αἷμα ὥσπερ θερμὸν καὶ ζωτικὸν στοιχεῖον, δῆλον
ὅτι ἐκ τοῦ πυρός· ὁ δὲ χυμὸς, ὡς ὑγρὸς, πρόδηλον
ὅτι ἐξ ἀέρος· ἡ δὲ χολὴ ὡς ξηρὰ πρόδηλον ἀπὸ γῆς·
τὸ δὲ φλέγμα ὡς ψυχρὸν, εὔδηλον ἐξ ὕδατος. Καὶ τού-
τοις τοῖς τέσσαρσιν ὥσπερ καὶ τέσσαρσι τοίχοις ἐν
οἴκῳ τοῦ σώματος δίκην τινὸς περιστερᾶς ἀποκέκλει-
σται ἡ ψυχή. Τῷ γοῦν καιρῷ τοῦ θανάτου ἐπιτροπῇ
τοῦ Θεοῦ, ὑποχωρούντων ἐξ ἀλλήλων τῶν τεσσάρων
στοιχείων, ὡς ἂν εἴποις, διαλύονται οἱ τέσσαρες τοῦ
οἴκου τοῖχοι, καὶ ἀναχωρεῖ ἡ ἔνδον ἀποκεκλεισμένη
περιστερὰ, ἤγουν ἡ ψυχή· καὶ πρῶτον μὲν ἀποχωρεῖ
τὸ αἷμα, ἤγουν τὸ θερμὸν καὶ ζωτικόν. Ὅθεν τὰ νε-
κρὰ σώματα χολὴν μὲν ἔχουσι μετὰ θάνατον καὶ
φλέγμα καὶ χυμὸν, αἷμα δὲ οὐκ ἔχουσιν.
609
Ἐρώτ. ιθʹ. Ποῦ δὲ ἄρα θέλομεν λέγειν, ὅτι εἰσὶν
αἱ προλαβοῦσαι τῶν ἀνθρώπων ψυχαί;
Ἀπόκ. Ξένον μὲν καὶ φοβερὸν τὸ ἐρώτημα,
καὶ παρὰ ἀνθρώποις ἀποκεκρυμμένον. Οὐ γὰρ συν-
εχώρησεν ὁ Θεὸς ἐπαναλῦσαί τινα πρὸς ἡμᾶς ἐκεῖθεν,
καὶ διηγήσασθαι ποῦ ἢ πῶς εἰσιν αἱ ἀφ' ἡμῶν ἀπελ-
θοῦσαι ψυχαί. Ὅμως ἐκ τῶν Γραφῶν μανθάνομεν,
ὅτι αἱ μὲν τῶν ἁμαρτωλῶν ψυχαὶ ἐν τῷ ᾅδῃ ὑπάρχου-
σιν ὑποκάτω πάσης τῆς γῆς καὶ τῆς θαλάττης εἰσὶν,
ὥς φησιν ὁ ψαλμὸς, «Ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θα-
νάτου καὶ ἐν λάκκῳ κατωτάτῳ,» καὶ ὡς γέγραπται
ἐν τῷ Ἰώβ· «Εἰς γῆν σκοτεινὴν καὶ γνοφερὰν, εἰς γῆν
σκότους αἰωνίου, οὗ οὐκ ἔστι φέγγος, οὐδὲ ὁρᾷν ζωὴν
βροτοῖς,» αἱ δὲ τῶν δικαίων ψυχαὶ μετὰ τὴν
Χριστοῦ παρουσίαν, ὡς ἐκ τοῦ λῃστοῦ τοῦ ἐν τῷ
σταυρῷ μανθάνομεν, ὅτι ἐν τῷ παραδείσῳ ὑπάρχου-
σιν. Οὐ γὰρ διὰ μόνην τὴν ψυχὴν τοῦ ἁγίου λῃστοῦ
Χριστὸς ὁ Θεὸς ἡμῶν ἤνοιξε τὸν παράδεισον, ἀλλὰ
καὶ διὰ πάσας λοιπὸν τὰς τῶν ἁγίων ψυχάς.
Ἐρώτ. κʹ. Τί οὖν, ἀπέλαβον οἱ δίκαιοι τὰ ἀγαθὰ,
καὶ οἱ ἁμαρτωλοὶ τὴν κόλασιν;
Ἀπόκ. Οὐδαμῶς. Ὅμως δὲ τὴν χαρὰν ταύτην
ἔχουσιν αἱ τῶν ἁγίων ψυχαί· καὶ ἔστιν αὕτη
μερικὴ ἀπόλαυσις, ὥσπερ καὶ ἡ λύπη, ἢν οἱ ἁμαρ-
τωλοὶ ἔχουσι, μερικὴ κόλασις, καὶ ὥσπερ μετασ-
τέλλεται βασιλεὺς φίλους αὐτοῦ ἐπὶ τῷ συναριστῆ-
σαι αὐτῷ ὡσαύτως καὶ καταδίκους ἐπὶ τὸ κολάσαι
αὐτούς. Καὶ οἱ μὲν εἰς τὸ ἄριστον κληθέντες ἐν χαρᾷ
εἰσιν ἔμπροσθεν τοῦ οἴκου τοῦ βασιλέως ἕως τῆς
ὥρας τοῦ ἀρίστου· οἱ δὲ κατάδικοι ἐν φυλακῇ ἀπο-
κεκλεισμένοι, ἐν λύπῃ ὑπάρχουσιν, ἕως οὗ ἔλθῃ ὁ
κριτής. Οὕτω δεῖ λοιπὸν νοεῖν καὶ ἐπὶ τῶν ἐκεῖσε
νῦν ἀφ' ἡμῶν προλαβουσῶν ψυχῶν, λέγω δὴ δικαίων
καὶ ἁμαρτωλῶν.
Ἐρώτ. καʹ. Εἰ οὖν οὐδεὶς καθ' ἃ εἴρηκας, οὔτε ἐν
βασιλείᾳ, οὔτε ἐν γεέννῃ εἰσελήλυθε· πῶς περὶ τοῦ
πλουσίου τοῦ κατὰ τὸν Λάζαρον ἀκούομεν, ὅτι, ἐν τῷ
πυρὶ καὶ βασάνοις ὑπάρχων, πρὸς τὸν Ἀβραὰμ δι-
ελέγετο;
Ἀπόκ. Ὁ Κύριος παραβολικῶς ὅλα τὰ κατὰ τὸν
Λάζαρον καὶ τὸν πλούσιον εἴρηκεν, ὥσπερ καὶ περὶ
τῶν δέκα παρθένων, καὶ τῶν λοιπῶν παραβολῶν. Οὐ
γὰρ ἐν πράγματι γέγονεν ἡ τοῦ Λαζάρου παραβολή.
Διότι οὐχ ὁρῶσιν οἱ ἁμαρτωλοὶ ἐν γεέννῃ τοὺς δι-
καίους τοὺς μετὰ Ἀβραὰμ ὄντας ἐν τῇ βασιλείᾳ.
Ἀλλ' οὔτε δὲ πάλιν ἐπιγινώσκει τις τὸν πλησίον αὐ-
τοῦ, ἐκεῖσε ἐν σκότει ὑπάρχων.
Ἐρώτ. κβʹ. Πῶς τοῦτο; Καὶ γὰρ φοβερὸς ὁ λόγος
καὶ ξένος, ὅτι οὐκ ἐπιγινώσκομεν ἀλλήλους ἐκεῖ, ἀλλὰ
ἀγνώριστοι ἀδελφοὶ ἀδελφοῖς, καὶ πατέρες υἱοῖς, καὶ
φίλοι φίλοις καθεστήκαμεν.
612
Ἀπόκ. Ὁ ἐπιγνωρισμὸς ἐκ σωματικῶν σημείων
γίνεσθαι πέφυκε. Αἱ δὲ ἀσώματοι ψυχαὶ ὅμοιαι ἀλ-
λήλαις κατὰ πάντα τρόπον ὑπάρχουσιν, ὥσπερ
ἐπὶ πλήθους τινῶν ἀσπίλων καὶ ὁμοίων περιστερῶν
ἢ μελισσῶν, οὐ διαφερουσῶν μία τῆς μιᾶς, οὔτε σε-
μνότητι, οὔτε μεγαλειότητι, ἀλλὰ κατὰ πάντα ἐν ἰσό-
τητι ἀλλήλαις οὔσαις. Τοῦτο δὲ λέγω ἐπὶ τῶν ἐν τῷ
ᾅδῃ καταδικασθεισῶν ψυχῶν τῶν ἁμαρτωλῶν, ὅτι
ἑαυτὰς οὐκ ἐπιγινώσκουσι. Ταῖς γὰρ τῶν δικαίων
ψυχαῖς καὶ τοῦτο ὁ Θεὸς τὸ ἀγαθὸν, λέγω δὴ τὸν ἐπι-
γνωρισμὸν, ἐδωρήσατο.
Ἐρώτ. κγʹ. Δεδόσθω τοίνυν κατὰ τὸν σὸν λό-
γον, αἱ ψυχαὶ ἀλλήλας οὐκ ἐπιγινώσκουσι νῦν· εἶτα
ἆρα οὔτε ἐν τῇ ἀναστάσει ἐπιγνώσονται ἀλλήλους οἱ
ἁμαρτωλοὶ, λέγω δὲ οἱ ἐκ μιᾶς χώρας καὶ οἴκου καὶ
γένους ὑπάρχοντες;
Ἀπόκ. Οὔτε ἐν τῇ ἀναστάσει.
Ἐρώτ. κδʹ. Τίνος χάριν;
Ἀπόκ. Ὅτιπερ ἅπαντα τὰ ἐκ φθορᾶς καὶ σπορᾶς
ἐπισυμβάντα τοῖς ἡμετέροις σώμασι σχήματα καὶ
σημεῖα, καὶ παθήματα, δι' ὧν ἀλλήλους ἐπιγινώσκο-
μεν ὧδε, ἐν τῇ ἀναστάσει τῶν νεκρῶν σὺν τῇ
σπορᾷ καὶ φθορᾷ καταργοῦνται. Καὶ ὥσπερ ἀπ' ἀρ-
χῆς ὁ Θεὸς ἕνα ἄνθρωπον ἐποίησεν, οὕτω καὶ ἐν τῇ
παλιγγενεσίᾳ πάντες ὡς εἷς ἄνθρωπος ἐπανιστά-
μεθα· τουτέστι πᾶσα ἀνθρώπου εἰκὼν ὁμοία τῆς τοῦ
Ἀδὰμ εἰκόνος καὶ πλάσεως, καὶ μεγέθους καὶ σχή-
ματος. Διὸ οὐκ ἔστιν ἐν τῇ ἀναστάσει ἄρσεν καὶ
θῆλυ, οὐδὲ μικρὸς καὶ μέγας, οὐδὲ μέλας καὶ λευ-
κὸς, οὐδὲ ξανθότης καὶ πυῤῥότης, ἢ σιμότης ἢ γρυ-
πότης, οὐδὲ διάφορα σχήματα, καὶ πρόσωπα, καὶ
χρώματα, καὶ παθήματα, καὶ σκηνώματα. Ταῦτα
γὰρ πάντα ἀπὸ σπορᾶς καὶ φθορᾶς γινόμενα σὺν τῇ
φθορᾷ καταργοῦνται. Καὶ πῶς λοιπὸν ἐπιγνώ-
σεται, εἰπέ μοι, πατὴρ τὸ ἴδιον τέκνον νήπιον τελευ-
τῆσαν, καὶ τριακονταετῆ τέλειον ἄνθρωπον ἀν-
ιστάμενον, καθὼς καὶ ὁ Χριστὸς τριακονταετὴς ἐβα-
πτίσθη; Ἢ πῶς γνωσθήσεται ὁ τελευτήσας Αἰθίοψ
λευκὸς ἀνιστάμενος· ἢ ὁ ἀποθανὼν λελωβημένος,
ὑγιὴς ἀνιστάμενος; Εἰ δὲ δύσπιστά σοι ταῦτα φαί-
νονται, ἄκουσον τοῦ Κυρίου πρὸς τοὺς Σαδδουκαίους
λέγοντος, ὅτι «Ἐν τῇ ἀναστάσει τῶν νεκρῶν οὔτε
γαμοῦσιν, οὔτε γαμίζονται· ἀλλ' ἔσονται ὡς ἄγ-
γελοι.» Οὐκοῦν ὥσπερ οἱ ἄγγελοι μιᾶς ἰδέας καὶ σχή-
ματος ὑπάρχουσιν· οὕτω πιστεύομεν καὶ ἐπὶ τῆς
ἡμετέρας φύσεως ἐν τῇ ἀναστάσει διὰ τῆς ἀφθαρσίας
λοιπὸν γίνεσθαι. Καὶ ὥσπερ ἐπὶ τοῦ σίτου στάχυν
ἐποίησεν ὁ Θεὸς ἀπ' ἀρχῆς, καὶ ἐκ τοῦ στάχυος γέ-
γονεν ὁ κόκκος, καὶ πάλιν σπειρόμενος ἀναβλαστάνει
613
στάχυς· οὕτω καὶ ὁ ἄνθρωπος γέγονεν ὑπὸ τοῦ Θεοῦ
φυλάττων τὴν ἐντολὴν ἄφθαρτος· εἶτα διὰ τῆς παρ-
ακοῆς συνετρίβη, καὶ γέγονε φθαρτός· σπειρόμενος δὲ διὰ τοῦ θανάτου καὶ χωννύμενος ἐν τῇ γῇ, ἀνα-
βλαστάνει ὥσπερ ἦν ἀπ' ἀρχῆς ἄφθαρτος.
Ἐρώτ. κεʹ. Ἆρα ἐπισκέπτονται τὸν βίον αἱ προ-
λαβοῦσαι τῶν ἀνθρώπων ψυχαὶ, ἢ οὔ;
Ἀπόκ. Οὐδαμῶς. Ἄκουσον γὰρ τοῦ προφήτου
Δαβὶδ περὶ τῶν τελευτώντων ἀνθρώπων λέγοντος·
«Ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ, ὡσεὶ
ἄνθος τοῦ ἀγροῦ οὕτως ἐξανθήσει. Ὅτι πνεῦμα
διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει, καὶ οὐκ ἐπιγνώ-
σεται ἔτι τὸν τόπον αὐτοῦ.» Περὶ δὲ τῶν ψυχῶν τῶν
ἁγίων οὐ χρὴ ἀμφιβάλλειν.
Ἐρώτ. κϚʹ. Καὶ εἰ ταῦτα οὕτω, πῶς ἐπιφαίνονται
οἱ ἅγιοι πολλάκις ἐν τοῖς ἑαυτῶν ναοῖς καὶ σωροῖς;
Ἀπόκ. Ξένον καὶ παράδοξον τὸ ἐπερώτημα, καὶ
πιστοτάτης ψυχῆς δεόμενον εἰς ἀπόκρισιν. Ὅμως εἰ
χωρεῖς, ἄκουσον μὴ ὀκλάζων τῷ λογισμῷ. Αἱ ἐν τοῖς
ναοῖς καὶ σωροῖς τῶν ἁγίων γινόμεναι ἐπισκιάσεις
καὶ ὀπτασίαι οὐ διὰ τῶν ψυχῶν τῶν ἁγίων γίνονται,
ἀλλὰ δι' ἀγγέλων ἁγίων μετασχηματιζομένων
εἰς τὸ εἶδος τῶν ἁγίων. Πῶς γὰρ, εἰπέ μοι, μία
οὖσα ψυχὴ τοῦ μακαρίου Πέτρου ἢ Παύλου δύναται
κατ' αὐτὴν τὴν ῥοπὴν ἐν τῇ μνήμῃ αὐτοῦ ἐπιφανῆναι
ἐν χιλίοις ναοῖς αὐτοῦ, ἐν ὅλῳ τῷ κόσμῳ; τοῦτο γὰρ
οὔτε ἄγγελος εἷς δύναται ποιῆσαί ποτε. Μόνου γὰρ
τοῦ Θεοῦ ἐστιν ἐν δυσὶ τόποις καὶ ἐν ὅλῳ τῷ κόσμῳ
ἐν αὐτῇ τῇ ῥοπῇ εὑρίσκεσθαι. Ἐπεὶ καὶ αὐταὶ αἱ
νοεραὶ δυνάμεις ἀπολιμπάνονται πάντως τῆς ἐν
οὐρανοῖς δοξολογίας, ἡνίκα δ' ἂν ἀποστέλλωνται εἰς
διακονίαν ἐπὶ τῆς γῆς.
Ἐρώτ. κζʹ. Τί διαφέρει ἡ οὐσία τοῦ ἀγγέλου τῆς
οὐσίας τῆς ψυχῆς τοῦ ἀνθρώπου;
Ἀπόκ. Τρεῖς οὐσίας ἀκαταλήπτους παρὰ ἀνθρώ-
ποις εὑρίσκομεν, ἃς οὐδεὶς οὐδαμῶς οὔτε εἶδεν, οὔτε
ἰδέσθαι ἐπὶ γῆς δύναται, ὡς εἰσὶ, λέγω δὴ Θεοῦ καὶ
ἀγγέλων καὶ ψυχῶν· ὅμως στοχαζόμεθα, ὅτιπερ ὅσον
διαφέρει τῆς σελήνης ὁ ἥλιος, τοσοῦτον ὑπερέχει
καὶ λαμπροφορεῖ ἡ τῶν ἀγγέλων οὐσία τῆς οὐ-
σίας τῶν ψυχῶν ἀνθρώπων.
Ἐρώτ. κηʹ. Καὶ πῶς οἱ προφῆται φαίνονται πολ-
λάκις ἰδόντες τὸν Κύριον;
Ἀπόκ. Μετὰ πάντας τοὺς προφήτας καὶ μετ' αὐ-
τὴν τὴν ἐπιφάνειαν τοῦ Χριστοῦ εἶπεν ὁ ἅγιος ἀπό-
στολος καὶ εὐαγγελιστὴς καὶ θεολόγος Ἰωάννης, ὅτι
«Θεὸν οὐδεὶς ἑώρακε πώποτε.» Καὶ ἵνα πιστώση-
ται ὡς φοβερὸν καὶ ξένον τὸ ῥῆμα, ἐπήγαγεν, ὅτι
«Ὁ Μονογενὴς ὁ ὢν ἐν τοῖς κόλποις τοῦ Πατρὸς,
ἐκεῖνος ἐξηγήσατο.» Ὅθεν καὶ ὁ ἅγιος ἀπόστολος Παῦ-
λός φησιν· «Ὃν εἶδεν οὐδεὶς ἀνθρώπων, οὔτε ἰδεῖν δύ-
ναται.» Ὥστε οὐδεὶς ἀνθρώπων δύναται Θεοῦ οὐσίαν
γυμνὴν ἰδεῖν οὐδαμοῦ· ἀλλὰ, πρὸς τὴν τῶν ἀνθρώ-
616
πων ἀσθένειαν συγκαταβατικῶς ὁ Θεὸς σχηματιζό-
μενος, τοῖς προφήταις ἐφαίνετο. Ἀμέλει καὶ ἄσαρ-
κος τότε ὑπάρχων, ὡς ἄνθρωπος αὐτοῖς πολλάκις
ἐφαίνετο σεσαρκωμένος. Ὅθεν πρόδηλον ὅτι, οὐ τὴν
οὐσίαν τοῦ Θεοῦ ἔβλεπον, ἀλλὰ τὴν δόξαν. Ὅπερ καὶ
ἐπὶ τῶν ἀγγέλων καὶ τῶν γυμνῶν ψυχῶν χρὴ ἐννοεῖν.
Μόνη δὲ ἡ ἁγία Θεοτόκος, γυμνὴν οὐσίαν, ὡς ἔστι,
τοῦ ἀρχαγγέλου Γαβριὴλ ἐθεάσατο.
Ἐρώτ. κθʹ. Τί οὖν; Οὐδὲ οἱ ἄγγελοι κατ' οὐσίαν
φαίνονται ἐπὶ τῆς γῆς τοῖς ἀνθρώποις;
Ἀπόκ. Οὐδαμῶς· οὔτε γὰρ δύναται φθαρτὸς ὁ
ὀφθαλμὸς θεωρῆσαι οὐσίαν ἄφθαρτον. Ἐντεῦθεν δὲ
ἔστι σαφῶς ἐπιγνῶναι, ὅτι οὐ κατ' οὐσίαν φαίνονται
ἡμῖν οἱ ἄγγελοι· ἐπειδὴ οὐχ ἑνὶ σχήματι ἐπὶ τῆς γῆς
ἐμφανίζονται, ἀλλ' οἱ μὲν ἐν σχήματι νεανίσκων με-
τασχηματιζόμενοι· οἱ δὲ ἐν εἴδει στρατιωτῶν.
Καὶ ἁπλῶς πολλαὶ αὐτῶν αἱ μορφαὶ, μία δὲ ἡ οὐ-
σία.
Ἐρώτ. λʹ. Τί δέ ἐστιν ὅρος οὐσίας ἀγγέλων;
Ἀπόκ. Ἄγγελός ἐστι ζῶον λογικὸν, ἄϋλον,
ὑμνολογικὸν, ἀθάνατον.
Ἐρώτ. λαʹ. Τί δὲ τὸ ἔργον τῶν ἐπουρανίων δυνά-
μεων ἐν οὐρανοῖς ὑπάρχει;
Ἀπόκ. Ὕμνος ἄληκτος, καὶ αἶνος ἄπαυστος τῆς
μεγαλοπρεπείας τοῦ Θεοῦ· τάχα δὲ καὶ εὐχὴ ἔμμο-
νος ὑπὲρ τῆς σωτηρίας ἡμῶν. Ἐπειδὴ δὲ καὶ αὗται
αἱ τάξεις καὶ στρατιαὶ λέγονται, δεῖ λοιπὸν ἐννοεῖν
τάξιν διδασκαλικὴν, τάξιν ἐπιτρεπτικὴν, τάξιν προ-
νοητικὴν, τάξιν διακονικὴν, τάξιν τιμωρητικὴν,
τάξιν ψυχοχωριστικὴν, τάξιν ἐν ἄλλοις παραμονητι-
κήν. Ὥσπερ δὲ τάξεων διαφορὰς ἐν ταῖς ἄνω δυνά-
μεσιν ἔγνωμεν, οὕτω καὶ στάσεως καὶ γνώσεως. Οἱ
μὲν οὖν θρόνοι καὶ τὰ χερουβὶμ καὶ τὰ σεραφὶμ
ἀμέσως παρὰ τοῦ Θεοῦ μανθάνουσιν, ὡς πάντων
ἀνώτερα καὶ Θεῷ πλησιάζοντα· ταῦτα δὲ διδά-
σκει τὰ κατώτερα τάγματα, καὶ οὕτως ἐφεξῆς τὰ
ἀνώτερα διδάσκει τὰ κατώτερα· τὸ δὲ κατώτερον
πάντων τάγμα εἰσὶν οἱ ἅγιοι ἄγγελοι, οἱ καὶ τῶν ἀν-
θρώπων ὄντες διδάσκαλοι.
Ἐρώτ. λβʹ. Ἆρα δὲ μέμνηνται ἡμῶν αἱ ἀπελ-
θοῦσαι ψυχαὶ, ὥσπερ καὶ οἱ ἄγγελοι ἡμῶν μνη-
μονεύουσιν;
Ἀπόκ. Αἱ μὲν τῶν ἁγίων ψυχαὶ πάντως, αἱ δὲ
τῶν ἁμαρτωλῶν ἐν τῷ ᾅδῃ οὖσαι, οὐδαμῶς. Τὴν
γὰρ μένουσαν αὐτοῖς ἐκδεχόμενοι κόλασιν, εἰκότως
περὶ ταύτης καὶ μόνον μεριμνῶσι, μηδενὸς ἑτέρου
φροντίζοντες.
617
Ἐρώτ. λγʹ. Τί δὲ νῦν ἄρα τὸ ἔργον ἐκεῖ τῶν προ-
απελθουσῶν ψυχῶν;
Ἀπόκ. Ψυχὴ σώματος ἀπηλλαγμένη οὔτε ἀγαθόν
τι οὔτε πονηρὸν διαπράξασθαι δύναται. Αἱ γὰρ ὀπτα-
σίαι, ἃς βλέπουσί τινες περὶ τῶν ἐκεῖσε, οἰκο-
νομικῶς ὁ Θεὸς ταύτας δείκνυσι πρὸς ὠφέλειαν.
Ὥσπερ γὰρ ἡ λύρα, ἐὰν μὴ ἔχῃ τὸν κρούοντα, ἀργὴ
ὁρᾶται καὶ ἄπρακτος· οὕτω καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα,
ἐξ ἀλλήλων χωρισθέντα, οὐδὲν ἐνεργῆσαι δύνανται.
Αἱ γοῦν τῶν ἁγίων ψυχαὶ, ὑπὸ τοῦ ἁγίου Πνεύματος
ἐνεργούμεναι, μετὰ ἀγγέλων ἐν χώρᾳ ζώντων Θεὸν
ὑμνοῦσι καὶ ἀγάλλονται.
Ἐρώτ. λδʹ. Τί οὖν; οὐκ αἰσθάνονταί τινος εὐεργε-
σίας καὶ αἱ τῶν ἁμαρτωλῶν ψυχαὶ, γινομένων ὑπὲρ
αὐτῶν συνάξεων καὶ εὐποιῶν καὶ προσφορῶν;
Ἀπόκ. Εἰ μή τινες εὐεργεσίας μετεῖχον ἐκ τούτου,
οὐκ ἂν ἐν τῇ προσκομιδῇ ἐμνημονεύοντο. Ἀλλ' ὥσπερ
ὅταν ἡ ἄμπελος ἀνθεῖ ἔξω ἐν τῷ ἀγρῷ, αἰσθάνεται
δὲ τῆς ὀσμῆς αὐτῆς ὁ ἀποκεκλεισμένος οἶνος, καὶ
συνανθεῖ καὶ αὐτός· οὕτω νόει καὶ τὰς τῶν ἁμαρ-
τωλῶν ψυχὰς μετέχειν εὐεργεσίας τινὸς ἐκ τῆς ὑπὲρ
αὐτῶν γενομένης ἀναιμάκτου θυσίας καὶ εὐποιίας,
ὡς μόνος ἐπίσταται καὶ κελεύει ὁ ζώντων καὶ νεκρῶν
ἐξουσιαστὴς καὶ Θεὸς ἡμῶν.
Ἐρώτ. λεʹ. Ἆρα δυνατὸν γνῶναι, τίνος χάριν οὐ
συνεχώρησεν ὁ Θεὸς ψυχήν τινος τῶν ἐκεῖ ἀπελθόν-
των ἐπανελθεῖν πρὸς ἡμᾶς, καὶ διηγήσασθαι, πῶς
εἰσι τὰ πράγματα ἐν τῷ ᾅδῃ, καὶ τίς ἡ ἀνάγκη
ἡ ἐκεῖ ὑπάρχουσα;
Ἀπόκ. Πολλὴ ἐντεῦθεν πλάνη ἐν τῷ βίῳ τίκτεσθαι
ἔμελλε. Πολλοὶ γὰρ τῶν δαιμόνων ἐν σχήμασιν ἀν-
θρώπων τῶν κοιμηθέντων εἶχον μετασχηματίζεσθαι,
καὶ ἔμελλον ἐκ νεκρῶν ἐγηγέρθαι αὐτοὺς λέγειν,
καὶ πολλὰ ψευδῆ πράγματα καὶ δόγματα περὶ τῶν
ἐκεῖ εἶχον ἡμῖν ἐγκατασπεῖραι πρὸς τὴν ἡμῶν πλά-
νην καὶ ἀπώλειαν.
Ἐρώτ. λϚʹ. Πολλοὶ λέγουσιν ὅτι συνέφερε
τῷ ἀνθρώπῳ προγινώσκειν τὴν ἡμέραν τῆς αὐτοῦ
τελευτῆς.
Ἀπόκ. Ἐὰν πάντα πρὸς τὸ συμφέρον ὁ Θεὸς ἐν
σοφίᾳ ἐποίησεν, οὐδὲ τοῦτο ἀσκόπως ἡμῖν ἀπέκρυψεν.
Εἰ γὰρ προεγίνωσκεν ὁ ἄνθρωπος τὴν ἡμέραν τῆς
ἑαυτοῦ τελευτῆς, ὅλον τὸν βίον αὐτοῦ ἔμελλεν ἀδεῶς
ἐξαμαρτάνειν, καὶ πρὸ δύο πολλάκις ἢ τριῶν ἡμερῶν
τῆς ἑαυτοῦ τελευτῆς ἐπιδοῦναι αὐτὸν εἰς μετάνοιαν,
ἀκούσας τοῦ Θεοῦ διὰ τοῦ προφήτου εἰπόντος, ὅτι
«Ἐν ᾧ εὕρω σε, ἐν ἐκείνῳ καὶ κρινῶ σε.» Καὶ
ποία λοιπὸν, εἰπέ μοι, χάρις, ἵνα ἑκατὸν φόνους ποι-
ήσῃς καταφρονῶν τοῦ Θεοῦ, καὶ δύο ἡμέρας μόνον
τῶν κακῶν ἡσυχάσῃς;
Ἐρώτ. λζʹ. Τίνος χάριν οἱ Χριστιανοὶ προσκυ-
νοῦμεν κατὰ ἀνατολὰς, καὶ τί δήποτε οἱ Ἰου-
δαῖοι κατὰ νότον;
Ἀπόκ. Οὐ μία ὁμοία ἡ περὶ τούτου ἀπόδειξις καὶ
ἀπόκρισις. Ἑτέρως γὰρ Ἰουδαίοις ἀπολογητέον, καὶ
620
ἑτέρως Ἕλλησιν ἑρμηνευτέον· καὶ ἄλλως πάλιν περὶ
τούτου Χριστιανοῖς σαφηνιστέον. Ἰουδαίοις μὲν οὖν
εἴπομεν, ὅτι τούτου χάριν οἱ πιστοὶ προσκυνοῦμεν
κατὰ ἀνατολὰς, τοῦ ἁγίου Πνεύματος νομοθετήσαντος
ἡμῖν διὰ τοῦ προφήτου Δαβὶδ εἰπόντος· «Προσκυ-
νήσωμεν εἰς τὸν τόπον οὗ ἔστησαν οἱ πόδες Κυ-
ρίου.» Καὶ ἐὰν λέγῃ ὁ Ἰουδαῖος, ποῦ ἔστησαν
οἱ πόδες τοῦ Κυρίου; ὁ προφήτης Ζαχαρίας διδάσκει
αὐτοὺς λέγων· «Καὶ στήσονται οἱ πόδες Κυρίου εἰς
τὸ ὄρος τῶν Ἐλαιῶν κατ' ἀνατολὰς κατέναντι Ἱερου-
σαλήμ.» Ὅθεν καὶ αὐτοὶ οἱ Ἰουδαῖοι ἐν Ἱερουσα-
λὴμ προσευχόμενοι κατὰ ἀνατολὰς, προσεύχονται εἰς
τὸ ὄρος τῶν Ἐλαιῶν. Καὶ αὕτη μὲν ἡ διὰ βραχέων
πρὸς Ἰουδαίους ἀπολογία· πρὸς δὲ Ἕλληνας ἐκεῖνό
φαμεν, ὅτι οὐχ ὡς ἐν ἀνατολαῖς περιγραφομένου τοῦ
Θεοῦ κατὰ ἀνατολὰς προσκυνοῦμεν· ἀλλ' ἐπειδὴ ὁ
Θεὸς φῶς ἀληθινόν ἐστί τε καὶ ὀνομάζεται· τούτου
χάριν πρὸς τὸ φῶς τὸ κτιστὸν ἀφορῶντες, οὐκ αὐτὸ,
ἀλλὰ τὸν ποιητὴν αὐτοῦ προσκυνοῦμεν, ἐκ τοῦ λαμ-
προτέρου στοιχείου, τὸν πρὸ πάντων στοιχείων
καὶ τῶν αἰώνων ὑπέρλαμπρον Θεὸν γεραίροντες. Οἱ
δὲ πιστοὶ ἀκουέτωσαν καὶ μανθανέτωσαν, ὅτιπερ τού-
του χάριν οἱ μακαριώτατοι ἀπόστολοι κατὰ ἀνα-
τολὰς τὰς τῶν Χριστιανῶν ἐκκλησίας προσέχειν
ἐποίησαν, ἵνα πρὸς τὸν παράδεισον ἀφορῶμεν· ὅθεν
καὶ ἐξεπέσαμεν πρὸς τὴν ἀρχαίαν ἡμῶν πατρίδα καὶ
χώραν, αἰτούμενοι τὸν Θεὸν καὶ Δεσπότην ἀποκατα-
στῆσαι ἡμᾶς, ὅθεν ἐξωρίσθημεν. Εἰς νότον δὲ προσ-
έχειν Ἰουδαίοις οἱ προφῆται ἐνομοθέτησαν διὰ τὸν ἐκ
νότου τῆς Ἱερουσαλὴμ, ἤγουν ἐκ Βηθλεὲμ, μέλλοντα
τίκτεσθαι Κύριον· διὸ καὶ ἔλεγε προφήτης· «Ὁ Θεὸς ἀπὸ Θαιμᾶν ἥξει,» τουτέστιν, «ἐκ νό-
του.»
28
620
Ἐρώτ. ληʹ. Τίνος χάριν τοῦ Χριστοῦ περιτμηθέν-
τος, οὐ περιτεμνόμεθα καὶ ἡμεῖς, ὡς αὐτός;
Ἀπόκ. Ὁ μὲν Χριστὸς, Θεοῦ Υἱὸς ὢν, πληρῶσαι
ἦλθε τὸν νόμον, ἵνα μὴ νομισθῇ ἀντίθεος εἶναι καὶ
ἀντίδικος τοῦ Θεοῦ τοῦ δεδωκότος τὸν νόμον. Τοῦτο
γὰρ ἄνω καὶ κάτω ἐνεκάλουν αὐτῷ οἱ Ἰουδαῖοι. Αὐ-
τοῦ δὲ ὑπὲρ ἡμῶν πληρώσαντος τὰ ἐν νόμῳ, οὐκέτι
λοιπὸν ἡμεῖς ἐσμεν ὑπὸ νόμον, ἀλλ' ὑπὸ χάριν. Διό
φησι πρὸς ἡμᾶς διὰ Παύλου ὁ Χριστός· «Ὅτι, ἐὰν
περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει.» Ὥστε
ἐντεῦθεν σαφῶς γινώσκομεν, ὅτι ἀλλότριοι τοῦ Χρι-
στοῦ εἰσι πάντες οἱ περιτεμνόμενοι, εἴτε πιστοὶ,
εἴτε ἄπιστοι, εἴτε Ἰουδαῖοι, εἴτε Ἕλληνες, ὡς ἐν νό-
μῳ Μωσαϊκῷ καυχώμενοι, καὶ οὐ τῷ Χριστῷ ἑπόμε-
νοι. Ὥσπερ γὰρ ἅπαντες οἱ τὴν δι' αἵματος καὶ
621
ἀλόγων θυσίαν Θεῷ προσαγαγεῖν νομίζοντες, τὴν ἀναί-
μακτον θυσίαν Χριστοῦ ἀνατρέπουσι καὶ βδελύσσον-
ται· οὕτω πάντες οἱ τὴν σάρκα περιτεμνόμενοι τὴν
πνευματικὴν περιτομὴν, ἤγουν τὸ ἅγιον βάπτισμα,
λοιδοροῦσι καὶ ἀποστρέφονται· καὶ πάλιν ἄλλο
ὅμοιον. Οὐκ ἐν τῷ νόμῳ ὁ Χριστὸς τὸν διάβολον κατ-
ήργησε καὶ τοὺς δαίμονας, οὐδὲ ἐν αὐτῷ τὴν σωτη-
ρίαν εἰργάσατο· ἀλλ' ἐν τῷ σταυρῷ. Ὅθεν νόμον μὲν
ὁρῶντες οἱ δαίμονες οὐ τρέμουσιν οὐδὲ φοβοῦνται·
σταυρὸν δὲ πολλάκις ὁρῶντες τρέμουσι καὶ φεύγουσι
καὶ καταργοῦνται καὶ διώκονται.
Ἐρώτ. λθʹ. Τοῦ Θεοῦ διὰ τῶν προφητῶν ἐπιτρέ-
ποντος, μὴ προσκυνεῖν χειροποίητα, διὰ τί προσκυ-
νοῦμεν εἰκόνας καὶ σταυρὸν, ἔργα τεκτόνων ὑπάρ-
χοντα, καθὼς καὶ τὰ εἴδωλα τυγχάνουσιν;
Ἀπόκ. Οὐχ ὡς θεοὺς προσκυνοῦμεν τὰς εἰκόνας οἱ
πιστοί· μὴ γένοιτο! ὡς οἱ Ἕλληνες· ἀλλὰ μόνον
τὴν σχέσιν καὶ τὴν ἀγάπην τῆς ψυχῆς ἡμῶν τῆς
πρὸς τὸν χαρακτῆρα τῆς εἰκόνος ἐμφανίζομεν·
ὅθεν πολλάκις τοῦ χαρακτῆρος λειανθέντος, ὡς ξύλον
ἀργὸν λοιπὸν τήν ποτε εἰκόνα καίομεν. Καὶ ὥσπερ
Ἰακὼβ μέλλων τελευτᾷν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου, τῷ
Ἰωσὴφ προσεκύνησεν, οὐ τὴν ῥάβδον τιμῶν, ἀλλὰ
τὸν ταύτην κατέχοντα· οὕτω καὶ οἱ πιστοὶ οὐ δι'
ἕτερόν τινα τρόπον τὰς εἰκόνας ἀσπαζόμεθα, εἰ μὴ διὰ
πόθον ὧν ἐμφανίζομεν· τοῦτο ποιοῦντες, ὡς καὶ
πατέρας καὶ φίλους ἀσπαζόμεθα· καθὼς καὶ οἱ Ἰου-
δαῖοί ποτε τὰς τοῦ νόμου πλάκας, καὶ τὰ δύο χερου-
βὶμ τὰ χρυσᾶ καὶ τὰ γλυπτὰ προσεκύνουν, οὐ τιμῶν-
τες τὴν τοῦ λίθου καὶ χρυσίου φύσιν, ἀλλὰ τὸν ταῦτα
ἐπιτρέψαντα γενέσθαι Κύριον. Οἱ δὲ ἐξ ἀλαζονείας
ἀποστρεφόμενοι προσκυνεῖν τὸν σταυρὸν καὶ τὰς
εἰκόνας, λεγέτωσαν οἱ ἀνόητοι πῶς μῦρα πολ-
λάκις ἔβλυσαν αἱ ἅγιαι εἰκόνες, δυνάμει Κυρίου; πῶς
βέλος δεξαμένη ἄψυχος στήλη, ὡς ἐνσώματος φύ-
σις αἷμα παραδόξως ἐξήγαγεν; πῶς ἐκ σωρῶν
καὶ λειψάνων καὶ εἰκόνων πολλάκις δαίμονες βοῶντες
ἀπελαύνονται; ἵνα δὲ τοὺς ἄφρονας ἐντρέψωμεν ἐπὶ
πλεῖον, ἄκουσον λόγον ἐκ πατέρων ἡμῶν διηγηθέντα
περὶ εἰκόνος. Ὅτι ἐν Ἱεροσολύμοις τινὶ τῶν ἀσκητῶν
ἐπετίθετο καὶ διηνώχλει ὁ πονηρὸς δαίμων. Ἐν
μιᾷ οὖν φαίνεται αὐτῷ αὐταῖς ὄψεσι τὸ πνεῦμα, λέ-
γων, ὅτι, ἐὰν θέλῃς ἵνα μή σε πολεμῶ, μὴ προσκυνή-
σῃς τὴν εἰκόνα ταύτην, καὶ ἀφίσταμαι ἀπὸ σοῦ. Ἦν
δὲ ἡ εἰκὼν τῆς ἁγίας Θεοτόκου. Εἶτα τί φασι
πρὸς ταῦτα οἱ ἐπιτρέποντες μὴ προσκυνεῖν τοὺς χα-
ρακτῆρας τῶν ἁγίων, οὕσπερ δι' ὑπόμνησιν καὶ
μόνον ἐκτυποῦμεν, καὶ οὐ δι' ἕτερον τρόπον; καὶ οὕ-
τω μὲν περὶ εἰκόνων διὰ βραχέων λόγος. Τὸν δὲ
σταυρὸν πρόδηλον, ὅτι διὰ τὸν σταυρωθέντα ἐν αὐτῷ
Χριστὸν προσκυνοῦμεν οἱ πιστοὶ καὶ ἀσπαζόμεθα.
Ἐρώτ. μʹ. Οὐκοῦν, ἐπειδὴ καὶ εἰς ὄνον ὁ Χριστὸς
624
ἐπεκάθισεν, ὀφείλομεν λοιπὸν καὶ τοὺς ὄνους ἀσπάζε-
σθαι; Τοῦτο γὰρ πρὸς ἡμᾶς λέγουσιν οἱ Ἰου-
δαίων καὶ Ἑλλήνων παῖδες.
Ἀπόκ. Οὐκ ἐν τῷ ὄνῳ τὸν διάβολον ὁ Χριστὸς κατ-
ήργησε καὶ τοὺς δαίμονας, οὐδὲ ἐν αὐτῷ τὴν σωτη-
ρίαν εἰργάσατο, ἀλλ' ἐν τῷ σταυρῷ. Ὅθεν ὄνους μὲν
ὁρῶντες οἱ δαίμονες οὐ τρέμουσιν, οὐδὲ φοβοῦνται·
σταυρὸν δὲ πολλάκις ὁρῶντες τρέμουσι καὶ φρίττου-
σι, καὶ καταργοῦνται καὶ διώκονται.
Ἐρώτ. μαʹ. Τίνος δὲ χάριν οἱ πιστοὶ ἅπαντες σταυ-
ροὺς μὲν ἀντιτύπους τοῦ σταυροῦ τοῦ Χριστοῦ ποιοῦ-
μεν, τῆς δὲ ἁγίας αὐτοῦ λόγχης, ἢ τοῦ καλάμου, ἢ
τοῦ σπόγγου, ἀντίτυπα οὐ κατασκευάζομεν; Ἅγια
γάρ εἰσι καὶ ταῦτα καθὰ καὶ ὁ σταυρός.
Ἀπόκ. Τὸν μὲν τοῦ σταυροῦ τύπον ἐκ δύο ξύλων
συνάπτοντες προσκυνοῦμεν. Ἡνίκα δέ τις ἡμῖν τῶν
ἀπίστων ἐγκαλέσειεν, ὡς ξύλον προσκυνοῦντας, δυ-
νάμεθα τὰ δύο ξύλα χωρίσαντες, καὶ τὸν τύπον τοῦ
σταυροῦ διαλύσαντες, ὡς ἀργὰ ταῦτα ἡγεῖσθαι ξύλα,
καὶ τὸν ἄπιστον πεῖσαι, ὅτι οὐ τὸ ξύλον σεβό-
μεθα, ἀλλὰ τὸν τοῦ σταυροῦ τύπον. Ἐπὶ δὲ λόγχης ἢ
καλάμου, ἢ σπόγγου, τοῦτο ποιῆσαι ἢ δεῖξαι οὐ
δυνάμεθα.
Ἐρώτ. μβʹ. Πόθεν δῆλον, ὅτι κρεῖττον πάσης
τῆς ὑπ' οὐρανὸν πίστεως οἱ Χριστιανοὶ πιστεύομεν;
Πᾶσα γὰρ πίστις εὐσεβεστέραν ἑαυτὴν εἶναι νομίζει
τῶν λοιπῶν πίστεων.
Ἀπόκ. Πολὺς ὁ περὶ τούτου λόγος, καὶ μακρὰ ἡ
Χριστιανῶν πίστεως ἀπόδοσις. Ὅμως δὲ δύο τινὰ
ὁρῶντες σημεῖα παρ' ἡμῖν, τὴν ἡμῶν εὐσέβειαν καὶ
τὴν τοῦ Θεοῦ πρὸς ἡμᾶς ἀγάπην καὶ σκέπην ἐμφανί-
ζοντα· πρῶτον μὲν, ὅτι οὐχ εὑρίσκομεν ἀπ' ἀρχῆς
αἰῶνος ἔθνος ὑπὸ πάντων ἐθνῶν πολεμηθὲν ἐπὶ χρό-
νους τοσούτους καὶ μὴ ἐξαλειφθὲν, εἰ μὴ μόνον
τὴν τοῦ Χριστοῦ πίστιν, ἥτις οὐκ ἂν ἔμεινεν ἀνεξά-
λειπτος, οὕτως ὑπὸ πάντων τῶν ἐθνῶν πολεμηθεῖσα,
εἰ μὴ χεὶρ Κυρίου διεφύλαττε καὶ φυλάττει αὐτὴν
ἀνεξάλειπτον· δεύτερον δὲ, ὅτιπερ οὐδεὶς βασιλεὺς
Χριστιανῶν βαρβάροις ποτὲ παρεδόθη εἰς θάνατον,
καίτοι τοσούτων ἐθνῶν τὸ βασίλειον πολεμησάντων.
Οὐ μόνον δὲ τὸν βασιλέα, ἀλλὰ οὐδὲ τὴν ἑαυτοῦ εἰκόνα
ἐκ τοῦ νομίσματος καταργῆσαι σὺν τῷ σταυρῷ ἴσχυ-
σαν, καίπερ τινῶν τυράννων τοῦτο δοκιμασάντων.
Μὴ γὰρ ψιλόν τε καὶ εὐτελές σοι πρᾶγμα τοῦτο εἶναι
νομισθῇ. Εἰ μὴ γὰρ ὑπὲρ πάσας τὰς πίστεις τὴν
ἡμετέραν ὁ Θεὸς ἐξελέξατο καὶ ἠγάπησεν, οὐκ ἂν
αὐτὴν ἀνὰ μέσον τῶν ἐθνῶν ὡς λύκων ὄντων ἐφύλατ-
τεν ἀβλαβῆ τε καὶ ἄτρωτον. Πλὴν οὐδὲ ἔμελλε συγ-
χωρεῖν ὁ Θεὸς πεπλανημένην πίστιν κατακυριεύειν
μετὰ τὴν σάρκωσιν τοῦ Υἱοῦ αὐτοῦ καὶ Θεοῦ ἡμῶν,
τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ ἐπὶ πάντα τὰ πέρατα
τῆς γῆς. Ὅθεν καὶ αὐτὸ τοῦτο, τὸ ἐν πᾶσι τοῖς ἔθνεσι
πιστευθῆναι τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, μαρτυρία
ἐστὶν ἀψευδὴς, ὅτι οὐκ ἔστιν ἄλλη πίστις εὐσεβὴς ἐν
τῇ ὑπ' οὐρανόν.
625
Ἐρώτ. μγʹ. Καὶ εἰ ταῦτα οὕτως ἔχει, πῶς ὁ
Σατανᾶς οὐ διεῖλεν ἄλλην πίστιν ἐπὶ γῆς εἰς τοσαύ-
τας αἱρέσεις, εἰ μὴ τὴν τῶν Χριστιανῶν;
Ἀπόκ. Ὡς ἀντικειμένην αὐτῷ δηλονότι καὶ καταρ-
γοῦσαν αὐτόν. Ποία γὰρ, εἰπέ μοι, φροντὶς ἢ μέρι-
μνα τῷ Σατανᾷ, Ἰουδαίους, ἢ Σαμαρείτας, ἢ Ἕλλη-
νας πολεμῆσαι, ἢ μερίσαι εἰς αἱρέσεις καὶ πίστεις
διαφόρους; Πᾶσαι γὰρ αὗται αὐτοῦ εἰσι, καὶ οὐδα-
μῶς ὁ Σατανᾶς τὸ ἑαυτοῦ πολεμεῖ, ἀλλὰ τὰ τοῦ Θεοῦ.
Ὥστε τῷ βουλομένῳ καὶ ἐντεῦθέν ἐστι μαθεῖν, ὅτι
οὐκ ἔστιν ἑτέρα πίστις εὐσεβὴς ἐπὶ τῆς γῆς ἄλλη, εἰ
μὴ μόνη ἡ εἰς Χριστόν.
Ἐρώτ. μδʹ. Ποίῳ δὲ τρόπῳ πείσομεν τὸν
ἰδιώτην καὶ βάρβαρον, ὅτι ὑπὲρ πάσας τὰς αἱρέσεις
ἡ καθολικὴ Ἐκκλησία τὴν ὀρθὴν πίστιν ἔχει, καὶ οὐ
σφάλλεται;
Ἀπόκ. Οἱ μὴ δυνάμενοι Γραφῶν τε καὶ δογμάτων
ἀκρίβειαν καὶ βάθος ἀκοῦσαι ἐντεῦθεν τὸ μόνον καὶ
εὐσεβὲς τῆς καθολικῆς Χριστοῦ Ἐκκλησίας
πιστωθῆναι ὀφείλουσι· λέγω δὴ ἐκ τοῦ πάντα τοὺς
σωτηρίους καὶ τιμίους τῶν Χριστοῦ παθημάτων τό-
πους τῇ καθολικῇ καὶ ὀρθοδόξῳ ἡμῶν πίστει καὶ
Ἐκκλησίᾳ ὑπὸ Θεοῦ δωρηθῆναι καὶ πιστευθῆναι·
λέγω δὴ τὴν Ναζαρὲθ, ἔνθα ὁ Χριστὸς ἐν ἡμῖν ἐσκή-
νωσε· τὴν Βηθλεὲμ, ἔνθα κατὰ σάρκα ἐτέχθη· τὴν
Σιὼν, ἔνθα τὴν σωτηρίαν τῷ κόσμῳ εἰργάσατο· τὸν
Ἰορδάνην, ἔνθα τὸν Ἀδὰμ ἀνεκαίνισε· τὸ Θαβὼρ,
ἔνθα τὴν τῶν οὐρανῶν βασιλείαν προετύπωσε· τὸ
τῶν Ἐλαιῶν ὄρος, ὅθεν πρὸς τὸν Πατέρα ἐν οὐρα-
νοῖς ἀφ' ἡμῶν ἀνελήλυθεν. Οὕσπερ ἅπαντας τοὺς
αὐτοῦ ἁγίους καὶ σεβασμίους τόπους οὐκ εἰκῆ οὐδὲ
μάτην τῇ καθολικῇ Ἐκκλησίᾳ ἐνεπίστευσεν·
ἀλλ' ὡς εὐσεβεστέρᾳ δηλονότι καὶ τιμιωτέρᾳ πάντων
ἐπὶ τῶν ἁγίων παρὰ Χριστιανοῖς ὀνομαζομένων πί-
στεων καὶ ἐκκλησιῶν. Καὶ ὥσπερ βασιλεὺς τοὺς τι-
μίους αὐτοῦ τοῦ παλατίου κοιτῶνας καὶ θησαυροὺς
τοῖς πιστοτέροις πάντων τῶν ὑπουργῶν αὐτοῦ ἐγχει-
ρίζει τε καὶ πιστεύει· οὕτω καὶ ὁ Χριστὸς ἀπ' ἀρ-
χῆς τῆς παρουσίας αὐτοῦ τῇ καθολικῇ Ἐκκλησίᾳ
τοὺς σεβασμίους αὐτοῦ τόπους ἐπίστευσεν. Εἰ δὲ λέ-
γει ὁ δι' ἐναντίας, ὅτι βασιλικῇ τυραννίδι τού-
τους κατέχομεν, μανθανέτω ὁ τοιοῦτος, ὅτιπερ, καὶ
βαρβάρων πολλάκις τὴν Παλαιστίνην παραλαβόντων,
οὐ συνεχώρησε Χριστὸς τοὺς ἑαυτοῦ τόπους αἱρετι-
κοῖς παραδοθῆναι. Ἀλλὰ, κἂν πρὸς βραχὺ τοῦτο
ἐπεχείρησαν, συντόμως πάλιν ἡ καθολικὴ Ἐκκλησία τούτους ἀπεδίωξεν, ὡς χοίρους τῶν ἁγίων Χριστοῦ
τοῦ Θεοῦ ἡμῶν αὐλῶν καὶ τόπων.
Ἐρώτ. μεʹ. Ποῦ ἐπέτρεψεν ὁ Θεὸς τοῖς ἀποστό-
λοις Χριστιανοὺς ὀνομάζειν τοὺς πιστεύοντας τῷ
Χριστῷ;
Ἀπόκ. Ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων ἀκούο-
μεν, ὅτι ἐν Ἀντιοχείᾳ γέγονε πρῶτος χρηματι-
628
σμὸς ἤγουν ἀποκάλυψις Θεοῦ, τοῖς ἀποστόλοις
ἐπιτρέπουσα καλεῖσθαι ἡμᾶς Χριστιανούς. Διὸ ἀκρι-
βῶς γινωσκέτω ὁ τῷ Χριστῷ προσελθεῖν βουλόμενος,
ὅτι πᾶσα πίστις ἐπὶ γῆς εἰς ὄνομα ἀνθρώπου ὀνομα-
ζομένη· λέγω δὴ ἀπὸ Σίμωνος Σιμωνιανοὶ, καὶ ἀπὸ
Μαρκίωνος Μαρκιωνιταὶ, καὶ ἀπὸ Ἀρείου Ἀρεια-
νοὶ, καὶ δι' Εὐνόμιον Εὐνομιανοί· αὗται πᾶσαι καὶ αἱ
λοιπαὶ, αἵ εἰσιν ἀνθρώπων ὀνόματα, καὶ δι' αὐτοὺς
οὕτως ὀνομαζόμεναι πίστεις, οὐκ εἰσὶ τοῦ Θεοῦ, οὐδὲ
ὁ Θεὸς ἐν αὐταῖς. Εἰ γὰρ τοῦ Θεοῦ εἰσι, τίνος χάριν
ἀνθρώπων ὀνόμασιν ὀνομάζονταί τε καὶ σεμνύνονται;
Καύχημα τοίνυν ἡμῖν ἐστι καυχημάτων ἡ καθολικὴ
Ἐκκλησία, καὶ τὸ κηρύττεσθαι καὶ ὀνομάζεσθαι
Χριστιανοὶ, ὡς μὴ παρὰ ἀνθρώπου ὀνομασθέντες,
ἀλλ' ὑπὸ τοῦ Θεοῦ φωτισθέντες.
Ἐρώτ. μϚʹ. Τίς πρὸ πάντων ὠνόμασε Θεὸν
τὸν Θεὸν ἐπὶ γῆς;
Ἀπόκ. Πρόδηλον, ὅτι ὁ διάβολος, ὅτε πρὸς τὴν
Εὔαν ἔλεγε· «Τί ὅτι εἶπεν ὑμῖν ὁ Θεὸς, ἀπὸ παν-
τὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ φαγεῖν,» καὶ μὴ
θαυμάσῃς τοῦτο· ἄγγελος γὰρ ὤν ποτε ὁ διάβολος,
εἶχε γνῶσιν ὑπὲρ τὸν ἄνθρωπον τότε
Ἐρώτ. μζʹ. Ποῦ θέλομεν λέγειν, ὅτι ἔστιν ὁ παρά-
δεισος; Οἱ μὲν γάρ φασιν, ὅτι ἐν Ἱερουσαλὴμ, οἱ δὲ
ἐν οὐρανοῖς.
Ἀπόκ. Οὐδὲ εἷς τῶν δύο ἀληθής. Καὶ ὅτι
μὲν οὐκ ἐν Ἱερουσαλήμ ἐστιν ὁ παράδεισος μαρτυ-
ρεῖ ὁ Ἀδὰμ ὁ ἐν τῷ Κρανίῳ κείμενος. Εὔδηλον δὲ,
ὅτι οὐκ ἐν τῷ παραδείσῳ ἐτάφη, ἀλλ' ἐξεβλήθη, Ὅτι
δὲ οὐκ (ἐν) οὐρανοῖς ἐστιν ὁ παράδεισος μαρτυρεῖ ἡ
Γραφὴ λέγουσα· «Καὶ ἐφύτευσεν ὁ Θεὸς παράδεισον
ἐν Ἐδὲμ κατὰ ἀνατολάς.» Διδάσκει οὖν ἡμᾶς, ὅτι ἐξ
ἀνατολῶν πάσης τῆς γῆς ἐστιν ὁ παράδεισος. Ὅθεν
φασὶν ἱστορικοί τινες ἀκριβεῖς παῖδες, ὅτι τού-
του χάριν πάντα τὰ εὐώδη τῶν ἀρωμάτων περὶ τὰ
ἀνατολικώτερα, ἤγουν τὰ Ἰνδικὰ μέρη, ὑπάρχουσιν
ὡς πλησιόχωρα τυγχάνοντα τοῦ παραδείσου. Καὶ
ὥσπερ φοίνικες ἄρσενες τοὺς πλησιάζοντας φοίνικας
θηλυκοὺς τῇ πνοῇ τῶν ἀνέμων συμβιβάζοντες, καρ-
ποφόρους ποιοῦσιν· οὕτω δὴ καὶ ἐκ τοῦ παρα-
δείσου τῇ τῶν ἀνέμων πνοῇ εὐωδία ἐξερχομένη τὰ
πλησιώτερα τῶν ἐκεῖσε τόπων δένδρα ἀρωματίζειν
ποιεῖ.
Ἐρώτ. μηʹ. Φθαρτὸν μέν φαμεν τὸν παράδεισον,
ἢ ἄφθαρτον;
Ἀπόκ. Οὔτε φθαρτὸν αὐτὸν λέγομεν κατὰ τὴν τῶν
παρ' ἡμῶν φυτῶν τε καὶ καρπῶν σῆψιν καὶ σκωλή-
κων ποιότητα· οὔτε μὴν πάντη πάλιν ἄφθαρτον
κατὰ τὴν τοῦ μέλλοντος αἰῶνος ἀφθαρσίαν, καὶ οὐ
γινομένην παλαίωσιν. Ἀλλὰ πρὸς μὲν τοὺς παρ'
ἡμῖν καρπούς τε καὶ παραδείσους πάσης φθορᾶς
ἐστιν ὑψηλότερος· πρὸς δὲ τὴν δόξαν τῶν μελλόντων
629
ἀγαθῶν, ὧν ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε,
πάνυ ἐλαχύς ἐστι καὶ πιστεύεται.
Ἐρώτ. μθʹ. Πόσον χρόνον ἐν παραδείσῳ ἐποίη-
σεν ὁ Ἀδάμ;
Ἀπόκ. Ἀμφιβαλλόμενον τοῖς πατράσιν ἠρώτησας
πρόβλημα. Οἱ μὲν γάρ φασιν ἑξαμηνιαῖον χρόνον,
οἱ δὲ πλείονα· ἄλλοι δὲ τοσαύτας ὥρας καὶ μόνον,
ὅσας ὁ Κύριος ἐν τῷ ξύλῳ τοῦ σταυροῦ πεποίηκεν,
ὅπερ οἶμαι ἀληθέστερον εἶναι· ἕτεροι δὲ ἐννέα καὶ
μόνον ὥρας ποιῆσαι.
Ἐρώτ. νʹ. Τί δὲ ἦν ἄρα τὸ ξύλον, ἐξ οὗ τὸν
καρπὸν ἔφαγεν ὁ Ἀδάμ;
Ἀπόκ. Οὐδὲ ἐν τούτῳ συμφώνως εἰρήκασιν οἱ
Πατέρες· καὶ δικαίως. Ὅπερ γὰρ ἡ θεία Γραφὴ
ἑκουσίως ἀπέκρυψεν, οὐδεὶς κατὰ ἀκρίβειαν εἰπεῖν
ἴσχυσεν. Ὅθεν οἱ μὲν σῦκον εἶναί φασι τὸν καρπὸν,
ἄλλοι δὲ τὴν τῆς Εὔας θεωρίαν. Δοκεῖ δέ τισι μηδα-
μῶς βεβρωκέναι τὸν Ἀδὰμ ἐν τῷ παραδείσῳ. Ἴσως
δὲ ὁ πρῶτος ἀληθέστερος ὑπάρχει, ὁ τοῦ σύκου,
διὰ τὸ τοῖς φύλλοις αὐτοῦ εἰς σκέπην χρήσασθαι τοὺς
προπάτορας, καὶ διὰ τὸ τὴν συκῆν ὕστερον ὑπὸ Χρι-
στοῦ καταραθεῖσαν. (Ὁ δὲ ἐν ἁγίοις Ἰσίδωρος ὁ
Πηλουσιώτης ἐν τῇ πεντηκοστῇ αὐτοῦ πρώτῃ ἐπιστο-
λῇ φησιν, ὅτι σῦκον ἦν, ἐξ οὗ οἱ προπάτορες ἔφαγον
καρπόν· καὶ ὅτι ἀπὸ ἀρχαίων γερόντων ἐγνώσθη
αὐτῷ τοῦτο.)
Ἐρώτ. ναʹ. Καὶ εἰ μὴ παρέβη ὁ Ἀδὰμ, πῶς
ἔμελλεν γενέσθαι ὁ βίος τῶν ἀνθρώπων καὶ τὸ πλῆ-
θος;
Ἀπόκ. Ἠδύνατο ὁ λόγῳ συστησάμενος τὸ πλῆθος
τῶν ἀγγέλων, τιμίῳ τινὶ καὶ καθαρῷ τρόπῳ συστή-
σασθαι πλῆθος γένους ἀνθρώπων. Τινὲς δέ φασιν,
ὅτι, τοῦ Θεοῦ ἄρσεν καὶ θῆλυ ποιήσαντος, εὔδηλον,
ὅτι διὰ σπερμογονίας ἐβουλήθη ὁ Θεὸς τὸ γένος τῶν
ἀνθρώπων συστήσασθαι. Ὅμως δὲ οὐκ ἠβούλετο διὰ
παρακοῆς, ἀλλὰ μετὰ τιμῆς γενέσθαι τοῦτο.
Ἐρώτ. νβʹ. Διὰ τί δὲ τῇ ἑβδόμῃ ἡμέρᾳ ὁ Θεὸς τὴν
κτίσιν ἐτέλεσεν;
Ἀπόκ. Ἐν τῷ ἀριθμῷ τὴν δεκάδα εὑρίσκομεν
πλήρωμα παντὸς ἀριθμοῦ. Ἐὰν γὰρ εἰς τὴν δεκάδα
καταλάβῃς, πάλιν εὐθέως εἰς τὴν μονάδα ὑποστρέ-
φεις. Ἑπτὰ οὖν καὶ τρεῖς ἐστιν ὁ πληρέστατος
ἀριθμός. Καὶ τούτου χάριν αἱ ἑπτά εἰσι τῆς κτίσεως·
ἡ δὲ ἁγία Τριὰς ἄκτιστος.
Ἐρώτ. νγʹ. Πολλή τις παρὰ τῶν πολλῶν καθέστηκε
ζήτησις, τίνα δεῖ προτάττεσθαι, λέγω δὴ τὴν ἡμέραν
πρὸ τῆς νυκτὸς, ἢ τὴν νύκτα πρὸ τῆς ἡμέρας; Ἐὰν
γὰρ εἴπωμεν τὴν ἡμέραν προτερεύειν, εὑρίσκεται
λοιπὸν ὁ Χριστὸς ἐν σαββάτῳ ἀναστάς. Ἡ γὰρ νὺξ
ἐκείνη τοῦ σαββάτου ἦν, κατὰ τὸν λόγον Μωσέως τοῦ
συγγραφέως τῆς κοσμοποιίας.
Ἀπόκ. Κατὰ μὲν τὸν σκοπὸν καὶ λόγον τὸν λέγον-
τα, ὅτι εἶπεν ὁ Θεὸς πρὸ πάντων, «Γενηθήτω φῶς,»
πρόδηλον, ὅτι ἡ ἡμέρα προτερεύει τῆς νυκτός.
632
Τὸ γὰρ σκότος ἐκεῖνο τὸ ἐπάνω τῆς ἀβύσσου οὔπω ἦν
ὀνομασθὲν νὺξ, οὔτε ὑπὸ σελήνης καὶ ἀστέρων, καὶ
δώδεκα ὡρῶν μετρούμενον. Ἀναμφιβόλως οὖν τὸ φῶς
προτερεύει τοῦ σκότους. Ὅμως ἵνα μὴ εὕρωσι πρὸς
ἡμᾶς λέγειν Ἰουδαίων παῖδες, ὅτι ἐν σαββάτῳ ἀνέστη
ὁ Χριστὸς, τούτου χάριν προαπεφίμωσεν…
Θεὸς…
The complete text is available when the reading interface loads.