The Greek Library Author

Anonymous

Fragmentum sermonis de imaginibus

Authority group
Athanasius of Alexandria (catalogue association; authorship remains anonymous)
Edition reference
Fragmentum sermonis de imaginibus [Sp.], MPG 28: 709.
CTS identifier
urn:cts:greekLit:tlg2035.tlg079.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

28

709

{Τοῦ ἁγίου Ἀθανασίου Ἀλεξανδρείας ἐκ περικο-

πῆς λόγος περὶ τῶν ἁγίων εἰκόνων.}

Οὐχ ὡς θεοὺς, φασὶ, τὰς εἰκόνας προσκυνοῦμεν

οἱ πιστοί· μὴ γένοιτο! ἀλλὰ μόνον τὴν σχέσιν καὶ

τὴν ἀγάπην ἐμφανίζοντες. Ὅθεν πολλάκις, τοῦ χα-

ρακτῆρος λειανθέντος, ὡς ξύλον μένει ἀργόν. Τοῦτο

δὲ καὶ ἐπὶ τοῦ τύπου γίνεται τοῦ σταυροῦ. Ἕως ἂν

μὲν εἰσὶ συνεζευγμένα τὰ δύο ξύλα, καὶ σώζῃ τοῦ

σταυροῦ τὸν τύπον, ὀρθῶς καὶ ἠκριβωμένως προσ-

κυνῶ τὸν σταυρόν· ἐπὰν δὲ διαιρεθῶσιν ἀπ' ἀλλήλων,

καὶ τὸν τύπον τῇ διαιρέσει λύσωσιν, οὐκέτι προσ-

κυνῶ τὰ ἐξ ἀλλήλων διῃρημένα ξύλα. Οὕτω λοιπὸν

καὶ διὰ τὸν Χριστὸν προσκυνῶ τὴν εἰκόνα, καὶ διὰ

τῆς εἰκόνος τοῦ Χριστοῦ αὐτὸν προσκυνῶ τὸν Χρι-

στόν. Εἰ γὰρ καὶ τοῖς χείλεσί μου οὐ πάρεστι σωμα-

τικῶς Χριστὸς, ἀλλ' ὅμως τῇ καρδίᾳ καὶ τῷ νῷ

πάρειμι ἐγὼ πνευματικῶς πρὸς τὸν Χριστόν. Καὶ

ὅτι ταῦτα οὕτως ἔχει, ἐκ τοῦ ὑποδείγματος τοῦ περὶ

τὸν σταυρὸν δῆλον. Καὶ μετ' ὀλίγον· Ὁ γὰρ οὕ-

τως ἐγνωκὼς, ὅτι ἕν εἰσιν ὁ Υἱὸς καὶ ὁ Πατὴρ, οἶδεν,

ὅτι αὐτὸς ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν αὐτῷ. Ἡ

γὰρ τοῦ Υἱοῦ θεότης τοῦ Πατρός ἐστι, καὶ αὕτη ἐν

τῷ Υἱῷ ἐστι. Καὶ ὁ τοῦτο καταλαβὼν πέπεισται, ὅτι

ὁ ἑωρακὼς τὸν Υἱὸν ἑώρακε τὸν Πατέρα. Ἐν γὰρ

τῷ Υἱῷ ἡ τοῦ Πατρὸς θεότης θεωρεῖται. Τοῦτο δὲ

καὶ ἀπὸ τοῦ παραδείγματος τῆς εἰκόνος τοῦ βασι-

λέως προσεχέστερόν τις κατανοῆσαι δυνήσεται· ἐν

γὰρ τῇ εἰκόνι τοῦ βασιλέως τὸ εἶδος καὶ ἡ μορφή

ἐστι· καὶ ἐν τῷ βασιλεῖ δὴ τὸ ἐν τῇ εἰκόνι εἶδός ἐστιν.

Ἀπαράλλακτός ἐστιν ἡ ἐν τῇ εἰκόνι τοῦ βασιλέως

ὁμοιότης· ὥστε τὸν ἐνορῶντα τὴν εἰκόνα ὁρᾷν ἐν

αὐτῇ τὸν βασιλέα, καὶ ἐπιγινώσκειν, ὅτι οὗτός ἐστιν

ὁ ἐν τῇ εἰκόνι. Ἐκ δὲ τοῦ μὴ διαλλαγῆναι τὴν ὁμοιό-

τητα, τῷ θέλοντι μετὰ τὴν εἰκόνα θεωρῆσαι τὸν βα-

σιλέα εἴποι ἂν ἡ εἰκών· Ἐγὼ καὶ ὁ βασιλεὺς ἕν

ἐσμεν· ἐγὼ γοῦν ἐν ἐκείνῳ εἰμὶ, κἀκεῖνος ἐν ἐμοί·

καὶ ὃ βλέπεις ἐν ἐμοὶ, τοῦτο βλέπεις ἐν ἐκείνῳ, καὶ

ὁ ἑώρακας ἐν ἐκείνῳ, τοῦτο ὁρᾷς ἐν ἐμοί. Ὁ γοῦν προσκυνῶν τὴν εἰκόνα ἐν αὐτῇ προσκυνεῖ τὸν βα-

σιλέα· ἡ γὰρ ἐκείνου μορφὴ καὶ τὸ εἶδός ἐστιν ἡ εἰκών.

{ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝΑΘΑΝΑΣΙΟΥΡΗΣΕΙΣ ΚΑΙ ΕΡΜΗΝΕΙΑΙ ΠΑΡΑΒΟΛΩΝ ΤΟΥ ΑΓΙΟΥ ΕΥΑΓΓΕΛΙΟΥ.} Ἐρώτησις αʹ. «Ἀπέλθατε εἰς τὴν ἀπέναντι κώμην,καὶ εὑρήσετε ἄνθρωπον κεράμιον ὕδατος βαστάζοντα.» Τίς ἡ πόλις; Ἐκκλησία. Τί τὸ κεράμιον τοῦ ὕδα-τος; Τὸ ἅγιον βάπτισμα. Τίς ὁ ἄνθρωπος; Ὁ Πρό-δρομος. Τί τὸ ἀνώγεον; Ἡ βασιλεία τῶν οὐρανῶν. Ἐρώτ. βʹ. «Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀν-θρώπῳ βασιλεῖ, ὅστις ἠθέλησε συνᾶραι λόγον μετὰτῶν δούλων αὐτοῦ.» Τίς ὁ βασιλεύς; Ὁ Θεός. Τίς ὁ ὀφειλέτης τῶν μυ-ρίων ταλάντων; Ὁ ἄνθρωπος ὁ ἐν πολλαῖς ἁμαρ-τίαις τῆς τοῦ Θεοῦ μακροθυμίας ἀπολαβών. Τίς ὁ τὰἑκατὸν δηνάρια; Ὁ ὑποχείριος τοῦ χρεωστοῦντοςτὰ μυρία τάλαντα· καὶ αὐτὸς μὲν ἔτυχε μακροθυμίας,οὗτος δὲ ἐφάνη ὠμὸς καὶ σκληρὸς πρὸς τὸν ὁμόδουλοναὐτοῦ. Ἑτέρα παραβολὴ γʹ. «Ἄνθρωπός τις εἶχε δύοτέκνα, καὶ εἶπε τῷ ἑνί· Ἄπελθε εἰς τὸν ἀμπελῶνα·καὶ εἶπεν· Οὐχ ὑπάγω, καὶ ἀπῆλθε. Καὶ προσελθὼνεἶπε καὶ τῷ ἑτέρῳ· καὶ εἶπεν· Ὑπάγω, καὶ οὐκἀπῆλθεν.» Τίς ὁ ἄνθρωπος; Ὁ Θεός. Τίς ὁ εἰπὼν, Ὑπάγω,καὶ οὐκ ἀπῆλθεν; οἱ Ἰουδαῖοι. Τίς ὁ εἰπὼν, Οὐχ ὑπά-γω, καὶ ἀπῆλθεν; Ὁ ἐξ ἐθνῶν λαός. Ἄλλη παραβ. δʹ. «Ἀνθρώπου τινὸς πλουσίου εὐ-φόρησεν ἡ χώρα.» Τίς ὁ ἄνθρωπος; Ὁ Ἰούδας, καὶοἱ κατ' αὐτὸν πλεονέκται καὶ φιλάργυροι. Ἑτέρα εʹ. «Ἀπέλθατε εἰς τὴν ἀπέναντι κώμην,καὶ εὑρήσετε ὄνον καὶ πῶλον δεδεμένην.» Τίς ἡκώμη; Ὁ κόσμος. Ὄνος δὲ οἱ Ἰουδαῖοι· πῶλος οἱΧριστιανοί. Ὁ δήσας; Νόμος ὁ Μωσαϊκός. Ὁ λύσας;ὁ Χριστός. Πῶλος γάρ ἐστι τῶν ἐθνῶν ἡ ἀλογία καὶἡ ἀγνωσία. Ἄλλη Ϛʹ. «Ἀπέλθατε εἰς τὴν ἀπέναντι κώμηνπρὸς τὸν δεῖνα, καὶ εἴπατε αὐτῷ· Ὁ Διδάσκαλος λέ-γει· Πρὸς σὲ ποιῶ τὸ Πάσχα μετὰ τῶν μαθητῶνμου.» Τίς ἡ πόλις; Ὁ ᾅδης. Ὁ δεῖνα; Ὁ Ἀδάμ·ἔμελλε γὰρ ἐγεῖραι αὐτὸν ἐκ νεκρῶν. Ἑτέρα ἐρώτ. ζʹ. «Ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴνῥίζαν τῶν δένδρων κεῖται.» Ἀπόκ. Ῥίζα ἐστὶν ἡ πίστις· τὸ δένδρον, ὁ ἄνθρω-πος· ἡ ἀξίνη, τὸ τοῦ ἀνθρώπου τέλος. Ἑτέρα ηʹ. «Ἄνθρωπός τις ᾠκοδόμησε τὴν οἰκίαναὐτοῦ ἐπὶ τὴν πέτραν.» Τίς ὁ ἄνθρωπος; Ὁ ἅγιοςΠέτρος· πέτρα, ὁ Χριστός· οἰκία, ἡ πίστις· ἄνεμοςὁ διάβολος. Ὁ δὲ ἐπὶ τὴν ἄμμον οἰκοδομήσας Ἰού-δας· ἄμμος γάρ ἐστιν ἡ ἀκαρπία. Ἄλλη θʹ. «Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀν-θρώπῳ βασιλεῖ, ὅστις ἐποίησε γάμους τῷ υἱῷ αὐ-τοῦ.» Τίς ὁ βασιλεύς; ὁ Θεός. Τίς ὁ υἱός; ὁ Χρι-στός. Τίνες οἱ κεκλημένοι; προφῆται καὶ ἀπόστολοι.Τίνες οἱ ἀπαιτήσαντες; οἱ Ἰουδαῖοι. Τίνες οἱ πα-ραγενόμενοι; οἱ ἐξ ἐθνῶν. Τίς ὁ μὴ ἔχων ἔνδυμα γά-μου; ὁ Ἰούδας, καὶ οἱ κατ' αὐτὸν ἀναξίως ἐπιπη-δῶντες εἰς τὰ ἅγια. Ἄλλη ιʹ. «Εἶπεν ὁ Κύριος πρὸς τὸν Πέτρον·Ἄπελθε εἰς τὴν θάλασσαν, καὶ βάλε ἄγκιστρον, καὶτὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον, καὶ ἀνοίξας τὸστόμα αὐτοῦ, εὑρήσεις στατῆρα. Τοῦτον δὸς ἀντὶἐμοῦ καὶ σοῦ.» Τίς ἡ θάλασσα; ὁ κόσμος. Τί τὸἄγκιστρον; ὁ λόγος τοῦ Θεοῦ. Ἰχθὺς ὁ Χριστός.Στατὴρ ὁ σταυρὸς τοῦ Κυρίου, ἐν ᾧ ἔμελλε κἀκεῖνοςσταυρωθῆναι, καὶ ὁ Πέτρος. Ἑτέρα ιαʹ. «Ἄνθρωπός τις εἶχε δύο υἱοὺς, καὶεἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί· Πάτερ, δός μοι.»Τίς ὁ ἄνθρωπος; ὁ Θεός. Οἱ δύο υἱοί; οἱ δίκαιοι καὶοἱ ἁμαρτωλοί. Νεώτερος υἱὸς ὁ τὴν γνώμην ἄστατονἔχων. Τὸ ἐπιβάλλον μέρος, τὰ λόγια τοῦ Θεοῦ καὶ αἱἐντολαὶ αὐτοῦ. Ἄλλη ιβʹ. «Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰςχώραν μακρὰν, τοῦ λαβεῖν βασιλείαν.» Ἄνθρωπος, ὁΘεός· χώρα μακρὰ ἡ ἐπὶ γῆς παρουσία αὐτοῦ· βασι-λεία ἡ δευτέρα παρουσία· οἱ δοῦλοι οἱ προφῆται, οἱἀπόστολοι, καὶ οἱ μάρτυρες. Ἡ δὲ μνᾶ ἐστιν ἡ χάρις,ἣν ἔλαβεν Ἰούδας, ὁμοίως καὶ τὸ τάλαντον. Ἄλλη ιγʹ. «Ἄνθρωπός τις ἐφύτευσεν ἀμπελῶνα,καὶ φραγμὸν αὐτῷ περιέθηκεν.» Ἄνθρωπος ὁ Θεός·ἀμπελὼν ὁ κόσμος· ἡ ληνὸς τὸ βάπτισμα· ὁ πύργοςἡ πίστις· οἱ γεωργοὶ οἱ Ἰουδαῖοι· οἱ δοῦλοι προφῆ-ται, ἀπόστολοι, καὶ μάρτυρες. Καὶ ἀπέστειλεν αὐτοὺςκηρύξαι, καὶ ἀπέκτειναν αὐτούς· ὡσαύτως καὶ τὸνμονογενῆ Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ, καὶ ἐπήρθη ἐξαὐτῶν ἡ βασιλεία, καὶ ἐδόθη Ῥωμαίοις, τοῖς ποιοῦσιτοὺς καρποὺς αὐτῆς. Αὐτοὶ δὲ κακοὶ κακῶς ἀπ-ώλοντο διὰ τὴν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν. Ἄλλη ιδʹ. «Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸνσπόρον αὐτοῦ.» Ὁ σπόρος ἐστὶν ὁ λόγος τοῦ Θεοῦ· ὁπεριπεσὼν εἰς τὴν ἄκανθαν ὁ Ἰούδας· ἀπελθὼν γὰρἀπήγξατο, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγοναὐτόν· τὸ δὲ ἐπὶ τὴν γῆν τὴν ἀγαθὴν οἱ προφῆταικαὶ ἀπόστολοι. Ἄλλη ιεʹ. «Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερου-σαλὴμ εἰς Ἱεριχὼ, καὶ λῃσταῖς περιέπεσεν.» Ἄν-θρωπος ὁ Ἀδάμ· Ἱερουσαλὴμ ὁ παράδεισος· Ἱεριχὼὁ κόσμος· λῃσταὶ οἱ πονηροὶ λογισμοὶ καὶ ἡ παρά-βασις· ἱερεὺς οἱ προφῆται· Λευΐτης ὁ Μωσαϊκὸς νό-μος· Σαμαρείτης ὁ Χριστός· ἔλαιον καὶ οἶνος τὸτίμιον σῶμα καὶ αἷμα, καὶ τὸ ἅγιον βάπτισμα· τὸ δὲ