Quaestiones in scripturam sacram
- Authority group
- Athanasius of Alexandria (catalogue association; authorship remains anonymous)
- Edition reference
- Quaestiones in scripturam sacram [Sp.], MPG 28: 712–773.
- CTS identifier
urn:cts:greekLit:tlg2035.tlg080.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Creative Commons Public Domain Mark 1.0
28
713
πανδοχεῖον ἡ Ἐκκλησία· ὁ πανδοχεὺς ὁ ἅγιος Παῦ-
λος· τὰ δύο δηνάρια, ἡ Παλαιὰ καὶ ἡ Νέα Διαθήκη.
716
Ἄλλη ιϚʹ. «Ἄνθρωπός τις ἐξῆλθε πρωῒ μισθώ-
σασθαι ἐργάτας.» Ἄνθρωπος ὁ Θεός· ἀμπελὼν ὁ
κόσμος· ἐργάται οἱ ἀπόστολοι. Οἱ δὲ περὶ τὴν ἑνδε-
κάτην ὥραν ἐλθόντες Ματθίας ἐστὶν, ὃς καὶ κατ-
εψηφίσθη μετὰ τῶν ἕνδεκα ἀποστόλων.
Ἑτέρα ιζʹ. «Γυνή τις εἶχε δραχμὴν, καὶ ἀπώλεσεν
αὐτήν.» Τίς ἡ γυνή; ἡ Ἐκκλησία. Τίς ἡ δραχμή;
ὁ Ἀδάμ.
Ἄλλη ιηʹ. «Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν
θησαυρῷ κεκρυμμένῳ ἐν ἀγρῷ.» Τίς ὁ θησαυρός;
ὁ Χριστός. Τίνες οἱ ἀγοράσαντες; ὁ Ἰωσὴφ καὶ Νι-
κόδημος, μᾶλλον δὲ ἡ ἁγία Θεοτόκος.
Ἐρώτ. ιθʹ. «Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν
ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἔκρυψεν εἰς ἀλεύρου σάτα
τρία.» Τίς ζύμη; ἡ πίστις. Τὰ δὲ τρία ἀλεύρου
σάτα; ἡ τριήμερος τοῦ Σωτῆρος ἀνάστασις.
Ἐρώτ. κʹ. Διὰ τί γεννήματα ἐχιδνῶν τοὺς Ἰου-
δαίους ὁ Βαπτιστὴς καλεῖ;
Ἀπόκ. Ἐπειδὴ τὸ θηρίον τοῦτο τρώγει τὴν γα-
στέρα τῆς μητρὸς αὐτοῦ, καὶ οὕτως ἐξέρχεται· ὥσπερ
καὶ οὗτοι ἐποίησαν, πατραλοῖαι γενόμενοι, καὶ τοὺς
διδασκάλους αὐτῶν καὶ τοὺς προφήτας φθόνῳ κατ-
αναλίσκοντες. Καὶ γὰρ τὸν Μωσέα ἐλίθασαν, τὸν δὲ
Ἡσαΐαν μετὰ ξυλίνου πρίονος ἐδιχοτόμησαν πρί-
σαντες αὐτόν.
Ἐρώτ. καʹ. Τίνος χάριν, παραδοθέντος τοῦ Ἰωάν-
νου, ἀνεχώρησεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν;
Ἀπόκ. Ἡμᾶς παιδεύων φεύγειν τοὺς πειρασμοὺς,
ἀλλὰ τοὺς ἐμπεσόντας στῆναι γενναίως.
Ἐρώτ. κβʹ. Τί ἥμαρτεν ἡ συκῆ, ὅτι ἐξήρανεν αὐ-
τὴν ὁ Χριστός; καὶ διὰ ποίαν ὑπόθεσιν; καὶ τίνα
τρόπον;
Ἀπόκ. Ἐπεὶ ἔμελλεν ὁ Κύριος τὸ πάθος ὑφίστα-
σθαι, ἵνα μὴ νομίσωσιν οἱ μαθηταὶ, ὅτι ἀδυναμίαν
ἔχει καὶ ἀσθένειαν, καὶ διὰ τοῦτο πάσχει, ἐν τῷ
ἀψύχῳ δείκνυσι τὴν δύναμιν ἑαυτοῦ· ἵνα δείξῃ, ὅτι
ἠδύνατο πάντας ξηρᾶναι τοὺς ἀντιλέγοντας. Ἀλλ'
ἐπειδὴ οὐκ ἦλθε κρῖναι τὸν κόσμον, ἀλλὰ σῶσαι, ὡς
αὐτὸς ἔφησε, τὴν μὲν δύναμιν ἐνδείκνυται ἐπὶ τῆς
ἀψύχου συκῆς, τὴν φιλανθρωπίαν δὲ ταμιεύεται τοῖς
ἀνθρώποις ἀμέτρῳ ἀνεξικακίᾳ. Λέγεται δὲ καὶ ἡ
ἁμαρτία συκῆ, ἣν κατηράσατο καὶ ἐξήρανε Χριστὸς
ὁ Θεὸς ἡμῶν. Ἔστι δὲ καὶ τοῦτο, διότι ἔλαβε τῆς
συκῆς τὰ φύλλα ὁ Ἀδὰμ, καὶ ἐσκέπασε τὴν ἁμαρτίαν
τῆς αἰσχύνης μετὰ τὴν παράβασιν· καταλύσας τὸ
ἁμάρτημα τῆς παραβάσεως, καὶ προσηλώσας καὶ
ἐξαλείψας ἐν τῷ σταυρῷ, ἐξήρανε τὸ κάλυμμα τῆς
ἁμαρτίας, ὡς τὰ φύλλα τῆς συκῆς ἃ περιεβέβλητο ὁ
Ἀδὰμ μετὰ τὴν παρακοήν.
Ἐρώτ. κγʹ. Τί λέγει, ὅτι «Πέντε ἄνδρας ἔσχες, καὶ
νῦν ὃν ἔχεις οὐκ ἔστι σου ἀνήρ;»
Ἀπόκ. Ἡ γυνὴ ἔσχεν ἄνδρας κατὰ τὸν νόμον τῶν
717
Σαμαρειτῶν· ἐτελεύτησαν, μετ' ἐκείνους ἐπόρνευσεν·
οὐδεὶς γὰρ πρὸς αὐτὴν ὡς νόμιμον γυναῖκα προσεγ-
γίζειν ἠβούλετο. Ἐκείνη δὲ μὴ φέρουσα χαλινῶσαι
τὴν ἐπιθυμίαν, λαθραίως εἶχε τὸν πορνεύοντα μετ'
αὐτῆς, καὶ οὐκ ἦν οὔτε περιφανὴς οὔτε νόμιμος.
Εἶχε δὲ αὐτὸν ἄνδρα κρυπτῶς.
Ἐρώτ. κδʹ. Τίνες εἰσὶν ἀληθινοὶ προσκυνηταὶ,
οἵτινες μήτε ἐν τῷ ὄρει ἐκείνῳ, μήτε ἐν Ἱερουσα-
λὴμ, ἀλλ' ἐν πνεύματι καὶ ἀληθείᾳ προσκυνοῦσι τὸν
Θεόν;
Ἀπόκ. Οὗτοί εἰσιν οἱ ἐν ἐρήμοις καὶ ὄρεσι, καὶ
σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς κατοικοῦντες,
οἵτινες, χωρὶς συνάξεως ἐκκλησιαστικῆς δι' ἔργων
ἀγαθῶν θείῳ πνεύματι φωτιζόμενοι, ἐν πνεύματι καὶ
ἀληθείᾳ προσκυνοῦσι τὸν Θεὸν καὶ Πατέρα ἡμῶν τὸν
ἐν τοῖς οὐρανοῖς, ἀμέμπτως βιοῦντες καὶ τῷ Θεῷ
εὐσεβοφρόνως λατρεύοντες, ἐν πάσῃ εὐσεβείᾳ καὶ
σεμνότητι τῶν ἀρετῶν διαλάμποντες, καὶ οὐκ ἔχουσι
χρείαν ἐκκλησίας ἢ τόπου, ἀλλ' αὐτοὶ ἑαυτοὺς ναοὺς
ποιοῦντες ταῖς ἀγαθαῖς ἐργασίαις, ἐν παντὶ τόπῳ καὶ
πανταχοῦ εὐαρεστοῦσι τὸ Θεῖον, ἀδιαλείπτως καὶ
εἰλικρινῶς αὐτὸν θεραπεύοντες πάσας τὰς ἡμέρας τῆς
ζωῆς αὐτῶν.
Ἐρώτ. κεʹ. Τί λέγει· «Ἐὰν δύο ὑμῶν συμφωνή-
σωσιν ἐπὶ τῆς γῆς, ἐπὶ παντὸς πράγματος, οὗ ἐὰν
αἰτήσωνται, γενήσεται αὐτοῖς;»
Ἀπόκ. Τουτέστι περὶ παντὸς πράγματος, οὗ ἐὰν
συμφωνήσῃ ἡ ψυχὴ μετὰ τοῦ σώματος, εὐσεβοῦς καὶ
ἐναρέτου ζητήματος, ὁ Θεὸς ἐν μέσῳ αὐτῶν γίνεται,
ὥσπερ τῷ Ἡλίᾳ ἐν τῷ ὄρει, καὶ Δανιὴλ ἐν τῷ
λάκκῳ προσομιλήσας, καὶ τὰ αἰτήματα αὐτῶν πλη-
ρώσας.
Ἐρώτ. κϚʹ. Τί λέγει· «Ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ
σου, ἕως οὗ εἶ ἐν τῇ ὁδῷ μετ' αὐτοῦ?»
Ἀπόκ. Ἀντίδικόν ἐστι τὸ σῶμα τῇ ψυχῇ. Ταῦτα
γὰρ ἀλλήλοις ἀντίκειται, ὥς φησι Παῦλος. Ὑπ-
ωπιάζομεν γὰρ καὶ δουλαγωγοῦμεν τὸ σῶμα, εὐνοοῦν-
τες διὰ νηστείας καὶ ἀγρυπνίας καὶ τῆς λοιπῆς κα-
κοπαθείας, ἵνα μηκέτι ἐξανίσταται τῆς ψυχῆς διὰ
παθῶν τῆς ἀτιμίας. Ὁδὸν λέγει, τὸν μάταιον βίον
τοῦτον καὶ πλάνον· ἂν γὰρ λυθῇ ἡ ψυχὴ τοῦ σώμα-
τος, καὶ ἐξέλθῃ τοῦ βίου τούτου καὶ τῆς ὁδοῦ, οὐκ
ἔτι ἐργάζεσθαι ἀγαθὸν δύναται. Κοδράντης δὲ λέγεται
καὶ αὐτὸ τὸ ἐγκατάλειμμα τοῦ ἐνθυμίου. Λέγεται δὲ
καὶ ἡ συνείδησις ἀντίδικος· ἐλέγχει γὰρ ἡμᾶς ἐν
τῇ καρδίᾳ κρυπτῶς, καὶ ἀναχαιτίζει ἀπὸ τοῦ κακοῦ,
καὶ ἐὰν μὴ ἀκούσωμεν αὐτοῦ, ἔσχατον παραδίδωσιν
ἡμᾶς ἐν τῷ κριτηρίῳ τοῦ Θεοῦ καὶ δώσομεν εὐθύνας
ὑπέρ τε τῶν μεγάλων ἁμαρτημάτων, καὶ τῶν εὐτελῶν
καὶ λίαν ἐλαχίστων.
Ἐρώτ. κζʹ. Τί ἐστιν· «Ὡμοιώθη ἡ βασιλεία τῶν
οὐρανῶν κόκκῳ σινάπεως;»
Ἀπόκ. Διὰ τὴν ἀνθρωπότητα λέγει, ὅτι «Πλούσιος
ὢν ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου, θανάτου δὲ
720
σταυροῦ.» Μέγα δὲ καὶ κομῶν τοῖς φύλλοις διὰ τὴν
θεότητα. Πετεινὰ δὲ τοῦ οὐρανοῦ ἐν τοῖς κλάδοις
αὐτοῦ προφήτας καὶ ἀποστόλους, καὶ αὐτοὺς τοὺς
εὐαγγελιστὰς καθεζομένους.
Ἐρώτ. κηʹ. Τί ἐστι τό· «Οὐ ποιήσετε σισόην ἐκ
τῆς κόμης τῆς κεφαλῆς ὑμῶν;»
Ἀπόκ. Τινὲς τὸν σισόην ἄλλως ἡρμήνευσαν· ἐγὼ
δὲ οἶμαι τὴν ἀπόκαρσιν τὸν νόμον ἀπαγορεύειν. Εἰώ-
θασι γὰρ οἱ Ἕλληνες μὴ ἀποκείρειν τῶν παίδων τὰς
κορυφὰς, καὶ τοὺς μαλοὺς ἐᾷν, καὶ τούτους μετὰ
χρόνον ἀνατιθέναι τοῖς δαίμοσιν.
Ἐρώτ. κθʹ. Διὰ τί ἐνεφύσησεν ὁ Χριστὸς τοῖς
μαθηταῖς αὐτοῦ λέγων· «Λάβετε Πνεῦμα ἅγιον;»
Ἀπόκ. Ὥσπερ ἐπὶ τοῦ τυφλοῦ ἐποίησε πηλὸν, καὶ
ἐπέχρισε τοὺς ὀφθαλμοὺς αὐτοῦ, ἵνα δείξῃ, ὅτι αὐ-
τός ἐστιν ὁ πλάσας κατ' ἀρχὰς τὸν ἄνθρωπον ἐκ τοῦ
πηλοῦ· τὸν αὐτὸν δὴ τρόπον καὶ τοῖς μαθηταῖς ἐν-
εφύσησε, δεικνὺς, ὅτι αὐτός ἐστιν ὁ δοὺς πνοὴν καὶ
ζωὴν τοῖς ἀνθρώποις διὰ τοῦ παλαιοῦ ἐμφυσήματος
τοῦ πρὸς τὸν Ἀδάμ. Εἰπὼν δὲ αὐτοῖς· «Λάβετε
Πνεῦμα ἅγιον·» ἔδωκεν αὐτοῖς ἐξουσίαν καὶ χάριν
διὰ τοῦ ἐμφυσήματος πρὸς τὸ ἀφιέναι ἁμαρτίας. Διὰ
τῆς ἐπιφοιτήσεως ἐν τῇ ἁγίᾳ Πεντηκοστῇ τὴν τοῦ
βαπτίσματος καὶ τὴν τῶν σημείων ἐνέργειαν παρ-
εῖχε. Διό φησιν· «Ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν
Πνεύματι ἁγίῳ, καὶ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ
ἁγίου Πνεύματος ἐφ' ὑμᾶς.» Πρὸ γὰρ τοῦ πάθους
οὐκ ἐν Πνεύματι ἁγίῳ τὰς ἰάσεις ἐποίουν οἱ ἀπό-
στολοι, ἀλλὰ τῇ παρὰ τοῦ Χριστοῦ ἐξουσίᾳ καὶ
προστάξει. «Οὔπω γὰρ ἦν Πνεῦμα ἅγιον, ὅτι Ἰη-
σοῦς οὐδέπω ἐδοξάσθη.» Δεδόξασται δὲ ἐγερθεὶς ἐκ
νεκρῶν. Πνεῦμα δὲ ἅγιον ὀνομάζων οὐ τοῦ ἁγίου
Πνεύματος τὴν ὑπόστασιν· αὐτὸ γὰρ ἦν τε ἀεὶ καὶ
ἔστι καὶ ἔσται, ἀλλὰ τὸ τοῦ ἁγίου Πνεύματος χά-
ρισμα, ὅπερ κατὰ τὴν δεκάτην ἡμέραν τῆς ἀναλή-
ψεως, πεντηκοστὴν δὲ τῆς ἀναστάσεως, ἐπὶ τοὺς
Χριστοῦ μαθητὰς κατεφοίτησεν.
Ἐρώτ. λʹ. Τίς ἐστιν ὁ κριτὴς τῆς ἀδικίας, ὁ
μήτε τὸν Θεὸν φοβούμενος, μήτε ἄνθρωπον ἐντρεπό-
μενος;
Ἀπόκ. Ὁ Θεός· οὔτε γὰρ Θεὸν ἔχει, ὃν φοβηθή-
σεται, οὔτε ἄνθρωπον ἐντραπήσεται. «Χήρα δέ τις
ἦν ἐν τῇ πόλει.» Τίς δὲ ἡ χήρα ἐκείνη; ἡ παντὸς
ἀνθρώπου ψυχὴ, ἥ ποτε τὸν διάβολον ἄνδρα ἔχουσα,
καὶ ἀποῤῥίψασα αὐτὸν, τὸν δὲ Χριστὸν ἐνστερνισα-
μένη, χήρα τυγχάνει, καὶ δέεται καθ' ἑκάστην ἡμέ-
ραν καὶ νύκτα, τὸν κριτὴν παρακαλοῦσα καὶ ὀδυρο-
μένη καὶ λέγουσα· «Ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδί-
κου μου.»
Ἐρώτ. λαʹ. Τίς δέ ἐστιν ὁ ἀντίδικος;
Ἀπόκ. Ὁ διάβολος, ὁ «ὡς λέων ὠρυόμενος περι-
πατῶν, ζητῶν τίνα καταπίῃ.»
Ἐρώτ. λβʹ. Τί δὲ εἶπεν ὁ κριτής· «Εἰ καὶ τὸν
Θεὸν οὐ φοβοῦμαι, καὶ ἄνθρωπον οὐκ ἐντρέπομαι,
721
ἀλλ' οὖν ἐκδικήσω αὐτὴν, ἵνα μὴ ἐρχομένη ὑπ-
ωπιάζῃ με.» Καὶ ἐπιφέρει ὁ Κύριος λέγων· «Ἀκού-
σατε, τί λέγει ὁ κριτὴς τῆς ἀδικίας,» ὁ Θεός· ἐπειδὴ
κρίνει καὶ κατακρίνει τοὺς ἀδίκους. «Δικαίῳ γὰρ
νόμος οὐ κεῖται.»
Ἐρώτ. λγʹ. Πῶς νοητέον, ὅτι «Ὁ ἔχων ἱμάτιον,
πωλησάτω αὐτὸ, καὶ ἀγορασάτω μάχαιραν;»
Ἀπόκ. Τοῦτο εἶπε γνωρίσαι θέλων ὁ Κύριος τοῖς
ἀποστόλοις τὴν προδοσίαν αὐτοῦ, καὶ τὴν ἔφοδον τῶν
Ἰουδαίων. Οὔτε οὖν τελείως παρεσιώπησεν, ἵνα μὴ
τῇ ἀθρόᾳ ἐφόδῳ ταραχθῶσιν, οὔτε πάλιν τελείως ἐ-
γνώρισεν, ἵνα μὴ δειλίᾳ τινὶ κατασχεθῶσιν.
Ἐρώτ. λδʹ· Πῶς ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπ-
ολέσει αὐτήν;
Ἀπόκ. Ὁ μὲν φιλῶν τὴν ψυχὴν αὐτοῦ ἐστιν ὁ τὰς
ἀτόπους ἐπιθυμίας αὐτοῦ ποιῶν· ὁ δὲ μισῶν αὐτήν
ἐστιν ὁ μὴ εἴκων αὐτῇ τὰ βλάπτοντα κελευούσῃ· ὁ
δὲ θέλων αὐτὴν ἀπολέσαι ἐστὶ παρὰ τὸ δέον ἐκ τῶν
ἐπερχομένων αὐτῇ κινδύνων καὶ θλίψεων καὶ πει-
ρασμῶν διαφυγεῖν ἐφιέμενος. Ὥσπερ οὖν καὶ τὴν
ὑπὲρ αὐτοῦ ἐν τοῖς κινδύνοις γινομένην ἀπώλειαν
σωτηρίαν ὠνόμασεν· οὕτως εὑρήσει αὐτὴν εἰς ζωὴν
τὴν αἰώνιον.
Ἐρώτ. λεʹ. Τί ἐστιν· «Ἐὰν ὁ δεξιός σου ὀφθαλ-
μὸς, ἢ ἡ χείρ σου σκανδαλίζει σε, ἔκκοψον, καὶ βάλε
ἀπὸ σοῦ;»
Ἀπόκ. Οὐ περὶ τῶν μελῶν τοῦ σώματος τοῦτο
εἴρηκεν ὁ Κύριος· ἄπαγε! ἀλλὰ περὶ φίλων καὶ
συγγενῶν· μέλη γὰρ ἀλλήλων ἐσμέν. Ἐὰν οὖν, φη-
σὶν, ἔχῃς φίλον καὶ συγγενῆ ἀναγκαῖόν σοι ὄντα, ὡς
δεξιὸν ὀφθαλμὸν ἢ χεῖρα· κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ
Ἰὼβ, ὅτι «Ὀφθαλμὸς ἤμην τυφλῶν, ποῦς δὲ χω-
λῶν·» καὶ ἴδοις ἑαυτὸν βλαπτόμενον τὴν ψυχὴν ὑπ'
αὐτοῦ, ἔκκοψον αὐτὸν ἀπὸ σοῦ· οὐδεμία γὰρ κοινω-
νία φωτὶ πρὸς σκότος, μάλιστα ἐὰν ὑποκρίσεώς τινος
καὶ δόλου μετέχωσιν.
Τοῦ Χρυσοστόμου λϚʹ. Συκῆν εἶχέ τις ἐν τῷ ἀμπε-
λῶνι αὐτοῦ, καὶ ἦλθε ζητῶν ἐν αὐτῇ καρπὸν, καὶ
οὐχ εὗρεν.
Ἀπόκ. Συκῆν ἔθος τῇ Γραφῇ καλεῖν τὴν ἐν ἁμαρ-
τίαις ψυχήν· ἀμπελῶνα δὲ τὴν τῶν πιστῶν Ἐκκλη-
σίαν· ἀμπελουργοὺς δὲ τοὺς ἀγγέλους. Ἐπεὶ οὖν ἐν
τῇ Ἐκκλησίᾳ ἀναξίαις βιοῦντες τῆς πίστεως, οὐκ
ἀμπελὼν, ἀλλὰ συκῆ ὀνομάζονται. Ἐκ νέας μὲν
ἡλικίας, ὡς εἰκὸς, ἐν αὐτῇ φυτευθέντες διὰ τοῦ βα-
πτίσματος, μέχρι δὲ γήρους τὸν τρόπον μεταβαλλό-
μενοι· εἰκότως μακρόθυμος ὁ Θεὸς λέγει τῷ ἀμπελ-
ουργῷ, ἤτοι τῷ ἀγγέλῳ τῆς Ἐκκλησίας· «Ἰδοὺ
τρία ἔτη ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ, καὶ οὐχ
εὑρίσκω. Ἔκκοψον αὐτήν· ἵνα τί καὶ τὴν γῆν κατ-
αργεῖ; Ὁ δέ φησι· Κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ
ἔτος, ἕως οὗ σκάψω περὶ αὐτὴν καὶ βάλω κόπρια.»
Τρία οὖν ἔτη εἰσὶν ἐν ἀνθρώποις, ἐν οἷς ἔρχεται ζη-
τῶν καρπὸν ὁ Θεὸς, αἱ τρεῖς μεθηλικιώσεις τοῦ ἀν-
724
θρώπου, ἢ ὡς παιδία, νεώτεροι, καὶ πρεσβύτεροι.
Πολλοὶ γὰρ, ἐν αὐτῷ τῷ γήρᾳ μετανοήσαντες, διὰ
θλίψεών τε σκαφέντες, καὶ διὰ πειρασμῶν δεξάμε-
νοι κόπρια, τὴν ἀρετὴν ἐκαρποφόρησαν.
Κυρίλλου λζʹ. Διὰ τί ἡ Ἐκκλησία καλεῖται Ἐκκλη-
σία, καὶ διὰ τί καθολική;
Ἀπόκ. Ἐκκλησία μὲν, διὰ τὸ πάντας ἐκκαλεῖ-
σθαι· καθολικὴ δὲ, διότι καθόλου τοῦ κόσμου κεχυ-
μένη ὑπάρχει.
Ἐρώτησις ληʹ. Πόθεν λέγεται αἵρεσις;
Ἀπόκ. Ἀπὸ τοῦ αἱρεῖσθαί τι ἴδιον καὶ τοῦτο ἐξ-
ακολουθεῖν.
Κείμενον λθʹ. «Εὔχεσθε, ἵνα μὴ γένηται ἡ φυγὴ
ὑμῶν ἐν χειμῶνι, ἢ ἐν σαββάτῳ.»
Ἑρμηνεία. Σημειωτέον, ὅτι ὁ Θεὸς χειμῶνα οὐκ
ἐποίησε. Γέγραπται γάρ· «Θέρος καὶ ἔαρ σὺ ἔπλα-
σας αὐτά.» Φυγεῖν δὲ λέγει, ὁπόταν ἡ ψυχὴ ἐκ τοῦ
σώματος χωρίζεται. Χειμῶνα δὲ τὰς ἁμαρτίας κα-
λεῖ· σάββατον δὲ τὴν ἀμέλειαν· καὶ οὐαὶ τὴν ἐν
ἁμαρτίᾳ καὶ ἀθυμίᾳ καὶ ἀμελείᾳ ψυχήν.
Ἕτερον κείμενον μʹ. «Λίθον ὃν ἀπεδοκίμασαν οἱ
οἰκοδομοῦντες.»
28
724
Ἑρμηνεία. Λίθος ὁ Χριστὸς, ὅστις ἀπεδοκιμάσθη
ὑπὸ τῶν γραμματέων καὶ Φαρισαίων καὶ πρεσβυ-
τέρων τοῦ λαοῦ τῶν Ἰουδαίων, καὶ ἐγένετο κεφαλὴ
τῆς Ἐκκλησίας τῶν ἐθνῶν. Ὃ λέγεται διὰ τὸ συγκρα-
τεῖν ἐν τῇ πίστει εἰς μίαν ὁμόνοιαν τὰ ἔθνη. Ἐπειδὴ
γὰρ τὰ ἀπόγονα τῶν Ἑλλήνων καὶ τῶν Ἰουδαίων πε-
πιστεύκασι τῷ Χριστῷ, διὰ τοῦτο γωνίᾳ ἀπεικάσθη
καὶ ὁ Χριστὸς, ὅτι τοὺς γόνους ἐκείνων συνῆψεν ἐν
τῇ πίστει. Λέγεται δὲ καὶ κατὰ ἄλλον τινὰ τρόπον ὁ
Χριστὸς λίθος ἀκρογωνιαῖος, ἐπειδὴ, ὅτε κτίζεται
οἰκία, προστιθέασιν οἱ οἰκοδομοῦντες ἐν τῇ γωνίᾳ τοῦ
τοίχους λίθον ἀκρογωνιαῖον, ἤτοι τὸν ἔχοντα γωνίαν
ἐν τῇ ἄκρᾳ αὐτοῦ. Πεσὼν δὲ ὁ τοιοῦτος ἐν τῇ ἄκρᾳ
τοῦ τοίχους, συνάπτει καὶ κρατεῖ τὰ δύο τοίχη ἐν τῷ
ἅμα. Κατὰ οὖν τοιοῦτον τρόπον λέγεται καὶ ὁ Χρι-
στὸς λίθος ἀκρογωνιαῖος, ὅτι συνῆψε τοὺς δύο λαοὺς
ἐν τῷ ἅμα, τόν τε λαὸν τῶν Ἰουδαίων καὶ τὸν ἐξ
ἐθνῶν· καὶ διὰ τοῦτο λίθος ἀκρογωνιαῖος ὠνόμα-
σται.
Ἐρώτ. Τί ἐστιν ὃ εἴρηκεν ὁ Χριστὸς τῷ Πέτρῳ ...;
Hic desunt quaedam.
τοῦντες οἱ ὄχλοι, καὶ μέσον αὐτῶν ἔχοντες τὸν Χρι-
στὸν ἤρχοντο κρυπτῶς ὄπισθεν αὐτοῦ τινες, καὶ
ἔκρουον αὐτὸν, ἢ ἠρώτων αὐτὸν ἄλλοι δοκιμάζοντες,
Εἰπὲ ἡμῖν, ἆρα τίς ἔτυψέ σε ἐκ τοῦ λαοῦ κρυφίως;
καὶ ἐὰν οἶδας, προφήτευσον καὶ εἰπέ· δεῖξον ἡμῖν
ἐκ τοῦ ὄχλου τὸν τύψαντά σε, καὶ γνωσόμεθα, ὅτι
προφήτης εἶ σύ.
Ἐρώτ. μαʹ. Τί ἐστι· «Καὶ κλίνας τὴν κεφαλὴν
παρέδωκε τὸ πνεῦμα;» Καὶ γὰρ πάντες οἱ θνήσκον-
τες πρῶτον τελευτῶσι, καὶ οὕτω τὰς ἑαυτῶν κεφα-
λὰς κλίνουσιν.
725
Ἀπόκ. Ἐπειδὴ πάντα ἐτέλεσεν ὁ Κύριος τὰ γε-
γραμμένα, τὴν σάρκωσιν, τὴν γέννησιν, τὴν βάπτι-
σιν, τὴν τῶν σημείων ἐπίδειξιν, τῆς διδασκαλίας τὴν
ἐνέργειαν, τῶν μαθητῶν τὴν οἰκείωσιν, τὰ ἀνθρώπινα
πάντα, τὸ πάθος, τὴν σταύρωσιν, τοὺς ἐμπαιγμοὺς,
τὰς τρώσεις τῶν ἥλων, μετὰ τὸ πληρῶσαι ταῦτα,
ἅπερ ἔδει παθεῖν· ἐλείπετο μόνον ὁ θάνατος. Καὶ
φοβούμενος οὐκ ἐτόλμα προσεγγίσαι αὐτῷ· διὰ τοῦτο
ἔκλινεν ὁ Χριστὸς τὴν κεφαλὴν, κράζων αὐτόν. Ἕως
γὰρ μὴ ἔκλινε τὴν κεφαλὴν, οὐκ ἐτόλμα προσεγγίσαι
αὐτῷ. Διὰ τοῦτό φησιν ὁ εὐαγγελιστής· «Καὶ κλίνας
τὴν κεφαλὴν παρέδωκε τὸ πνεῦμα.»
Ἐρώτ. μβʹ. Τίνος χάριν ἐκραύγασεν ὁ Χριστὸς
ἐπὶ τοῦ σταυροῦ φωνῇ μεγάλῃ;
Ἀπόκ. Ἵνα δείξῃ τὴν δύναμιν αὐτοῦ, καὶ ἐκφο-
βήσῃ τοὺς Ἰουδαίους, καὶ πρὸς πίστιν εἰσαγάγῃ. Καὶ
γὰρ ἡ φωνὴ αὕτη τὰς πέτρας διέσχισε, καὶ τὸ κατα-
πέτασμα τοῦ ναοῦ καὶ ἔῤῥηξε, τὴν γῆν τε ἔσεισε,
καὶ τὰ μνημεῖα ἀνέῳξε. Καὶ οὐδὲ οὕτως συνῆκαν οἱ
ἀγνώμονες Ἰουδαῖοι.
Ἐρώτ. μγʹ. Πῶς εἶδεν ἡ Μαρία τὸν Κύριον, καὶ
ποίῳ τρόπῳ; Καὶ γὰρ ἵστατο κλαίουσα ἐν τῷ μνη-
μείῳ ἔμπροσθεν τῶν ἀγγέλων σκυθρωπῷ τῷ ἤθει,
καὶ κατηφεῖ τῇ θέᾳ. Πῶς οὖν εἶδεν αὐτὸν ὄπισθεν
αὐτῆς περιπατοῦντα καὶ ἐρχόμενον;
Ἀπόκ. Ἔχει δὲ οὕτως, ὅτι ἐκαθέζοντο οἱ ἄγγελοι
ἔμπροσθεν αὐτῆς, καὶ ἔβλεπον τὸν Χριστὸν ἐρχόμενον
ὀπίσω αὐτῆς· ἐκείνη δὲ ὀπίσω αὐτῆς οὐχ ἑώρα· οἱ
δὲ ἄγγελοι καθεζόμενοι ἐξεναντίας αὐτῆς ἐθεώρουν
τὸν Χριστὸν ἐρχόμενον ὀπίσω αὐτῆς, καὶ εὐθέως
ἀνέστησαν. Ἰδοῦσα δὲ ἡ γυνὴ τοὺς ἀγγέλους ἀποπη-
δήσαντας ἐξεπλάγη, καὶ αὖθις ἐστράφη εἰς τὰ ὀπίσω
ἰδεῖν τί ἐθεάσαντο οἱ ἄγγελοι, καὶ εἶδεν ἐρχόμενον
τὸν Ἰησοῦν. Αὕτη ἐστὶν αἰτία τοῦ ἰδεῖν τὴν Μαρίαν
τὸν Κύριον στραφεῖσαν εἰς τὰ ὀπίσω.
Ἐρώτ. μδʹ. Διὰ τί ὁ Χριστὸς τοῖς μαθηταῖς αὐτοῦ
ἐζήτησε μετὰ τὴν ἀνάστασιν φαγεῖν, οὐχ εὑρέθη δὲ
ἕτερον μέρος, ἀλλ' ἢ μόνον ἰχθύος ὀπτοῦ μέρος, καὶ
ἀπὸ μελισσίου κηρίον;
Ἀπόκ. Τινὲς τὸ ἀπὸ μελισσίου κηρίον ἅλας ἡρμή-
νευσαν εἶναι· φλυάρων μυθολογία ταῦτα τὰ ῥήματα.
Τὸ γὰρ ἀπὸ μελισσίου κηρίον καὶ ἰχθύος ὀπτοῦ μέρος
ταῦτά εἰσιν οἷα λέγει ἡ Γραφή. Ἔχει δὲ παράδοξόν
τινα ἑρμηνείαν καὶ βαθυτάτην καὶ ἀναγωγικωτάτην
ἀκρίβειαν. Ὁ νοῦς τῆς ἀναγνώσεως ταύτῃ ἐστὶν
οὗτος· ὁ μὲν ἰχθὺς παρεικάζεται εἰς τὴν σκληρὰν
διαγωγὴν τῶν ἀσκητῶν, τῶν δαμασάντων τὴν σάρκα
νηστείαις καὶ ἀγρυπνίαις καὶ ταῖς λοιπαῖς κακοπα-
θείαις, καὶ σταυρωσάντων ἑαυτοὺς τῷ κόσμῳ καὶ
ταῖς ἡδοναῖς, καὶ ὑγρότησι καὶ ταῖς τροφαῖς τοῦ βίου
ἀποταξαμένων, καὶ τῇ ξηρότητι ἑαυτοὺς δαμασάν-
των, καὶ τῇ ἀσκητικῇ ὁδῷ πορευομένων, καθὼς ἐν-
ετείλατο ὁ Χριστός· «Ὁ θέλων τὴν ψυχὴν αὐτοῦ
σῶσαι ἀπολέσει αὐτὴν,» ἐν νηστείαις δηλονότι καὶ
ἀγρυπνίαις, καὶ ταῖς λοιπαῖς κακοπαθείαις. Πῶς δὲ
παρεικάζεται ὁ ἰχθὺς εἰς τὴν ἄσκησιν, ἢ τὴν κακο-
πάθειαν, ἄκουσον. Ἄνθρωπος ὅμοιός ἐστι τοῦ ἰχθύος·
728
ὥσπερ γὰρ ὁ ἰχθὺς, ἕως ἐστὶν ἐν τῇ θαλάσσῃ, ἔχει
πᾶσαν τὴν ὑγρότητα, καὶ ζῇ μετὰ τοῦ αἵματος αὐτοῦ
καὶ πάσης ἰλύος ὅταν δὲ κρατηθῇ ἔξω τοῦ ὕδατος,
νεκροῦται· τιθέμενος δὲ ἐν τῷ πυρὶ ὀπτοῦται καὶ
ξηραίνεται, καὶ ἀπόλλυσι πᾶσαν αὐτοῦ τὴν ἀκαθαρ-
σίαν· τοιούτῳ τρόπῳ ἐστὶ καὶ ὁ ἄνθρωπος· ἕως ἐστὶ
μέσον τοῦ βίου, ζῇ ἐμπαθῶς πρὸς τὰς ἡδονὰς καὶ
ἀκολάστους ἐπιθυμίας. Ὅταν δὲ ἀποστῇ τοῦ κόσμου,
καὶ βιώσῃ ἐν ἀσκήσει καὶ σκληραγωγίᾳ ἐν τῇ ἐρήμῳ,
ὑπὸ πυρὸς τοῦ ἁγίου Πνεύματος θερμαινόμενος, τότε
ξηραίνεται ἐκ τῶν παθῶν, καὶ καθαίρεται ἀπὸ πάσης
ἀκαθαρσίας, καὶ γίνεται τῷ Θεῷ θυσία εὐάρεστος
διὰ τῶν ἀρετῶν. Ὥσπερ ὁ ἰχθὺς γίνεται ἐπιτήδειος
εἰς τροφὴν ὀπτηθεὶς ἐπ' ἀνθράκων· οὕτως καὶ ὁ
ἄνθρωπος, διὰ τῆς θέρμης τοῦ ἁγίου Πνεύματος καθαρθεὶς, γίνεται θυσία εὐπρόσδεκτος τῷ Κυρίῳ.
Τὸ δὲ ἀπὸ μελισσίου κηρίον ἐστὶ πάλιν τοιαύτην
ἔχον τὴν ἑρμηνείαν. Ζητητέον τοίνυν πῶς οὐκ ἦν τὸ
μέλι χωρὶς κηρίου. Ἔστι δὲ καὶ κηρίον χωρὶς μέ-
λιτος· καὶ ἔστι καὶ μέλι χωρὶς κηρίου· ἐκεῖ δὲ εὑρέ-
θησαν τὰ ἀμφότερα· κατὰ τίνα δὲ τρόπον, ἄκουσον.
Τὸ μὲν μέλι διὰ τὴν γλυκύτητα τοῦ ἁγίου Πνεύματος,
ἣν ἔμελλεν ἐκχέειν πρὸς τοὺς ἀποστόλους καὶ πάντας
τοὺς πιστούς· τὸ δὲ κηρίον διὰ τὴν σφραγῖδα, ἣν
παρέχει τοῖς πιστοῖς πᾶσι διὰ τοῦ βαπτίσματος. Καὶ
γὰρ ὁ θησαυρὸς, ὅσον ἐστὶ βεβυσμένος διὰ κηρίου,
τοσοῦτόν ἐστιν ἀσφαλέστερος. Τοιούτῳ τρόπῳ οὖν καὶ
ὁ τῆς θείας χάριτος πλοῦτος ἐν τῷ ἀνθρώπῳ ὑπάρχει
ἄσυλος, ἔχων τὴν σφραγῖδα τοῦ ἁγίου βαπτίσματος,
καὶ τὸ σημεῖον τοῦ σταυροῦ, καὶ τὴν πίστιν εἰς
Χριστόν.
{Περὶ δόξης.}
Ἐρώτ. μεʹ. Γίνωσκε δὲ, ὅτι ὁ Κύριος ἡμῶν καὶ
Θεὸς Ἰησοῦς Χριστὸς, μετὰ τὸ σαρκωθῆναι ἐκ Πνεύ-
ματος ἁγίου καὶ ἐκ τῆς ἀεὶ παρθένου Μαρίας, καὶ
ἐνανθρωπῆσαι, καὶ πάντα ἀνθρώπινα ἀναλαβέσθαι
χωρὶς ἁμαρτίας καὶ ἀσθενείας, καὶ μετὰ τὸ θαυμα-
τουργῆσαι καὶ σταυρωθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ
ἀναστῆναι κατὰ τὰς Γραφὰς, ὕστερον ἀνελήφθη, καὶ
ἐκάθισεν ἐν δεξιᾷ τοῦ Θεοῦ. Δεξιὰν δὲ ἀκούων τοῦ
Θεοῦ, μὴ τόπους καὶ σχήματα δόξης περίγραφε. Δε-
ξιὰ γὰρ καὶ ἀριστερὰ τῶν περιγραφομένων ἐστίν· ὁ
δὲ Θεὸς ἄπλαστος καὶ ἀόριστος καὶ ἀσχημάτιστος,
καὶ ἀπερίγραπτός ἐστι. Δεξιὰν δὲ τοῦ Θεοῦ ὅταν
ἀκούσῃς, τὴν δόξαν καὶ τὴν τιμὴν τοῦ Θεοῦ εἶναι
νόει. Καὶ ὁ μὲν Υἱὸς τοῦ Θεοῦ καὶ Θεὸς, καθὼς
εἴρηται, μετὰ τὸ πληρῶσαι πᾶσαν οἰκονομίαν, ὕστε-
ρον ἀνελήφθη· τὸ δὲ Πνεῦμα τὸ ἅγιον, κατελθὸν
ἐπὶ τοὺς ἁγίους μαθητὰς τῇ ἁγία Πεντηκοστῇ, καὶ
ἐκχυθὲν ἐπὶ πᾶσαν σάρκα, οὐκ ἀνελήφθη, ἀλλὰ κατὰ
γενεὰν καὶ γενεὰν διέρχεται εἰς πάντας, καὶ καθὼς
ἕνα ἕκαστον εὕροι τῶν ἀνθρώπων, κατασκηνοῖ ἐπ'
αὐτὸν κατὰ τὴν ἀναλογίαν τῆς ἑκάστου καθάρσεως,
ὑπὲρ μέλι γλυκάζον ἐν τῇ ψυχῇ.
Ἐρώτ. μϚʹ. Τί ἐστιν ὃ εἶπεν ὁ Χριστὸς, ὅτι «Ὃς
ἂν εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ ἀνθρώπου, ἀφεθήσεται
αὐτῷ· ὃς δ' ἂν εἴπῃ κατὰ τοῦ ἁγίου Πνεύματος, οὐκ
729
ἀφεθήσεται οὔτε ἐν τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλ-
λοντι;»
28
729
Ἑρμηνεία. Τοῦτο εἴρηκεν ὁ Χριστὸς, ἐπειδὴ δι-
πλοῦς κατ' οὐσίαν, Θεὸς καὶ ἄνθρωπος, πᾶς ὅστις
ἀθετήσει βλασφημῶν εἰς τὴν σάρκα αὐτοῦ, ἀφεθή-
σεται αὐτῷ μετανοήσαντι, τῷ δὲ βλασφημήσαντι εἰς
τὴν ...
Caetera desiderantur
... μφαῖνον τὸ τρίτον πρόσωπον ὅμοιον ἀνθρώπῳ τὸν
κατὰ ἄνθρωπον αὐτοῦ παρουσίαν φανερώτατα γρά-
φον· τὸ δὲ τέταρτον ὅμοιον ἀετῷ πετομένῳ, τὴν τοῦ
Πνεύματος ἐπὶ τὴν Ἐκκλησίαν ἐφιπταμένην, δόσιν
σαφηνίζον, καὶ τὰ Εὐαγγέλια τούτοις σύμφωνα, ἐν
οἷς συγκαθέζεται ὁ Χριστός. Τὸ μὲν γὰρ κατὰ
Ἰωάννην τὴν ἀπὸ τοῦ Πατρὸς αὐτοῦ ἡγεμονικὴν καὶ
ἔνδοξον αὐτοῦ γενεὰν ἐκδιηγεῖται λέγων· «Ἐν ἀρχῇ
ἦν ὁ Λόγος·» διὸ καὶ ἀετὸς μετωνόμασται, ὡς τὰ
ὕψη ... κενεμβατήσας, κἀκεῖθεν τὰ
ἀπόῤῥητα μυηθεὶς, καὶ τὰ κρυπτὰ τῆς θεολογίας
... ἀνιμησάμενος, καὶ τὴν ἄῤῥητον καὶ
ἀκατάληπτον γέννησιν τοῦ Υἱοῦ τοῦ Θεοῦ συγγρα-
ψάμενος. Τὸ δὲ κατὰ Λουκᾶν ἄρχεται ἀπὸ τοῦ Ζαχα-
ρίου τοῦ ἱερέως· τὸ δὲ κατὰ Ματθαῖον τὴν κατὰ
ἄνθρωπον αὐτοῦ γέννησιν γράφεις «Βίβλος γενέ-
σεως.» Τὸ δὲ κατὰ Μάρκον· «Ἀρχὴ τοῦ Εὐαγγε-
λίου.» Διὰ τοῦτο καὶ τέσσαρες καθολικαὶ διαθῆκαι
τοῖς ἀνθρώποις ἐδόθησαν μία μὲν κατὰ τὸν κατακλυ-
σμὸν τοῦ Νῶε ἐπὶ τοῦ τόξου· δευτέρα ἐπὶ τοῦ Ἀβραὰμ
ἐπὶ τοῦ σημείου τῆς περιτομῆς· τρίτη ἡ διὰ τοῦ
Μωσέως ἐν τῇ νομοθεσίᾳ· τετάρτη ἡ διὰ τοῦ ἁγίου
Εὐαγγελίου, τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ χάρις
καὶ δωρεά.
{ΕΚ ΤΟΥ ΠΑΛΑΙΟΥ ΔΙΑΦΟΡΟΙ ΕΡΜΗ-
ΝΕΙΑΙ.}
Ἐρώτ. μζʹ. Τί ἐστιν· «Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκα-
τασκεύαστος;»
28
729
Ἀπόκ. Ὅτι οὐκ ἦν ἀκμὴν κοσμηθεῖσα. Ἐπικειμέ-
νου γὰρ τοῦ ὕδατος ἐπάνω αὐτῆς, ἀόρατος ἦν ἤτοι
ἀθεώρητος καὶ ἀφανής· ἀκατασκεύαστος δὲ ἤτοι
ἀκαλλώπιστος, ἀτελείωτος· ἀκμὴν γὰρ οὐκ εἶχεν
οὔτε ἄνθη, οὔτε λειμῶνας, οὔτε φυτὰ, οὔτε βλάστην.
Ἐρώτ. μηʹ. Ποῖον πνεῦμα ἐπεφέρετο ἐπάνω τοῦ
ὕδατος;
Ἀπόκ. Τισὶ μὲν δοκεῖ τὸ πανάγιον Πνεῦμα ζωογο-
νοῦν τὴν τῶν ὑδάτων φύσιν· ἐγὼ δὲ ἁρμοδίως τὸ,
«ἐπεφέρετο,» τὴν κινητικὴν τοῦ ἀέρος οὐσίαν φημὶ
παραδηλοῦν, καθὰ καὶ Δαβὶδ περὶ τοῦ Θεοῦ τῶν
ὅλων φησί «Πνεύσει τὸ πνεῦμα αὐτοῦ, καὶ ῥυήσεται
ὕδατα.»
28
729
Ἐρώτ. μθʹ. Διὰ τί, μίαν τὴν συναγωγὴν τῶν ὑδά-
732
των εἰπὼν, μετὰ ταῦτα πολλὰς προσωνόμασε; «Συν-
ήχθη» γὰρ, φησὶ, «τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ
εἰς τὰς συναγωγὰς αὐτῶν.»
Ἀπόκ. Μία ἐστὶ τῶν ὑδάτων ἡ φύσις καὶ συναγωγή·
πληθυντικῶς δὲ τὰς συναγωγὰς ὠνόμασεν, ἐπειδὴ
ἄλλο μὲν τὸ Ἰνδικὸν πέλαγος, ἄλλο δὲ τὸ Ποντικὸν,
καὶ τὸ Ἀτλαντικὸν ἕτερον, καὶ ἄλλο μὲν ἡ Προποντὶς,
καὶ Αἰγαῖον ἕτερον, καὶ ἄλλος πάλιν ὁ Ἰώνιος κόλ-
πος. Ἔξωθεν δὲ πάλιν ἐπίκειται τὸ μέγιστον πέλα-
γος, ὅ τινες Ὠκεανὸν ὀνομάζουσι. Τούτου χάριν, ὡς
μὲν συνηγμένην, συναγωγὴν μίαν ὠνόμασεν· ὡς δὲ
διαιρουμένην, συναγωγάς.
Ἐρώτ. νʹ. Ποῖον φῶς ἐχώριζε τὴν ἡμέραν καὶ τὴν
νύκτα, πρὶν γενέσθαι τὸν ἥλιον; Καὶ γὰρ ὁ ἥλιος καὶ
οἱ λοιποὶ φωστῆρες ὕστερον ἐγένοντο. «Καὶ ἐγένετο
δὲ ἑσπέρα, καὶ ἐγένετο πρωῒ ἡμέρα,» πῶς γὰρ νοη-
τέον; οὔπω γὰρ ἥλιος.
Ἀπόκ. Τὸ φῶς εἶπεν ὁ Θεὸς, καὶ ἐγένετο. Ἐκεῖνο
οὖν ἦν τὸ διαχωρίζον τὴν ἡμέραν καὶ τὴν νύκτα. Καὶ
εἶπεν ὁ Θεὸς, ὅτι «Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς.»
Τοῦτο οὐκ ἔστιν ἥλιος· ποῖον δέ ἐστι τοῦτο τὸ φῶς,
ἄκουσον. Τοῦτο τὸ φῶς ἐστι τὸ πρωϊνὸν, ὅπερ ἀνα-
τέλλει καὶ φωτίζει τὸν κόσμον ἀπὸ πρωῒ πρὶν ἀνα-
τεῖλαι τὸν ἥλιον. Καὶ μηδεὶς νομίσῃ, ὅτι τοῦ ἡλίου
ἐστὶ τὸ φέγγος ἐκεῖνο, ὅπερ αὐγάζει ταχὺ καὶ φω-
τίζει τὸν κόσμον πρὶν τοῦ ἡλίου· ἀλλ' αὐτό ἐστιν ὅπερ
λέγει ἡ Γραφή· «Καὶ εἶπεν ὁ Θεός· Γενηθήτω φῶς,
καὶ ἐγένετο φῶς.» Τοῦτο τὸ φῶς πολὺ καὶ ὑπέρλαμ-
προν ὑπάρχον, τότε διεῖλεν αὐτὸ ὁ Θεὸς εἰς τοὺς φω-
στῆρας, τόν τε ἥλιον καὶ τὴν σελήνην καὶ τὰ λοιπά.
Ἐρώτ. ναʹ. Τί λέγει, ὅτι «Ἔστωσαν εἰς σημεῖα καὶ
εἰς καιροὺς, καὶ ἡμέρας καὶ ἐνιαυτούς;»
Ἀπόκ. Σημεῖα καλεῖ τὸ εἰδέναι σπόρου καιρὸν καὶ
θέρους, καὶ τρυγητοῦ, τὸ φυτεῦσαι ἐν ποίῳ καιρῷ,
πότε ξύλον τεμεῖν. Ἕκαστος γὰρ καιρὸς ἔχει τὴν
ἰδίαν ἐργασίαν. Τέσσαρας γὰρ ἔχει καιροὺς ὁ χρό-
νος· ἕκαστος δὲ καιρὸς ἔχει τὴν ἰδίαν ἐργασίαν
Ἐρώτ. νβʹ. Διὰ τί τὰ μὲν φυτὰ πρὸ τῶν φωστήρων
ἐποίησεν ὁ Θεὸς, τὰ δὲ ζῶα μετὰ ταῦτα;
Ἀπόκ. Διότι τὰ μὲν φυτά εἰσιν ἄψυχα, καὶ οὔτε
ὀφθαλμοὺς ἔχουσι, καὶ ἐκτίσθησαν πρὸ τῶν φωστή-
ρων· ἐβάσταζον γὰρ τοῦ φωτὸς τὴν λαμπρότητα·
μετὰ δὲ τοὺς φωστῆρας ὕστερον ἐγένοντο τὰ ζῶα·
ἐπειδὴ ἐμέρισεν ὁ Θεὸς τὸ φῶς τὸ πρῶτον τὸ μέγα ὃ
ἐποίησεν εἰς τοὺς φωστῆρας, καὶ διεσκορπίσθη, καὶ
ἐγένετο ἐλαφρότερον· εἰ μὴ γὰρ οὕτως ἐγένετο, οὐκ
ἠδύνατο τὰ ζῶα ὑποφέρειν τὴν πολλὴν ἀστραπὴν καὶ
τὴν λαμπρότητα ὅλου τοῦ πυρὸς ἐκείνου. Καὶ διὰ
τοῦτο ἐγένοντο ὕστερον τὰ ζῶα, ὅπως δύνωνται φέ-
ρειν τοῦ πυρὸς τὴν λαμπρότητα.
Ἐρώτ. νγʹ. Διὰ τί ὁ Θεὸς πλάσας τὸν ἄνθρωπον ἐκ
τῆς γῆς, οὐκ ἔπλασε καὶ τὴν Εὔαν. ἀλλ' ἐκ τῆς πλευ-
ρᾶς αὐτοῦ ἔπλασεν αὐτήν;
Ἀπόκ. Ἵνα μὴ ἔχωσιν ἀφορμὴν λέγειν, ὅτι ἄλλο τὸ
733
χῶμά ἐστι τοῦ Ἀδὰμ, καὶ ἄλλο τῆς Εὔας· καὶ κρεῖσ-
σον ἦν τὸ χῶμα ὃ ἔπλασε τὸν Ἀδὰμ, καὶ ἐξ ἐκείνου
εἰσὶν οἱ καλοὶ καὶ ἐνάρετοι ἄνθρωποι· ἀπὸ δὲ τῆς
Εὔας εἰσὶν οἱ κακοὶ καὶ πονηροὶ, καὶ οἱ σκολιοὶ ἄν-
θρωποι. Διὰ τοῦτο ἔπλασεν αὐτοὺς ὁ Θεὸς ἐξ ἑνὸς χώ-
ματος.
Ἐρώτ. νδʹ. Διὰ τί, ὡς ἔστι κρεῖσσον καὶ παραδο-
ξότερον ποίημα τοῦ Θεοῦ ὁ ἄνθρωπος (βασιλέα γὰρ
αὐτὸν πεποίηκεν ἐπὶ τῆς γῆς, καὶ κατ' εἰκόνα καὶ
καθ' ὁμοίωσιν αὐτοῦ ἐποίησεν αὐτὸν), πῶς ἔπλασεν
αὐτὸν ὁ Θεὸς ὕστερον πάντων;
Ἀπόκ. Ἐπειδὴ ὥσπερ βασιλεὺς, ὅταν μέλλει ἀπελ-
θεῖν ἐν πόλει τινὶ, πρῶτον εὐτρεπίζουσιν αὐτοῦ τὴν
ἑτοιμασίαν, καὶ κατασκευάζοντες αὐτοῦ τὴν δωρο-
φορίαν, καὶ πᾶσαν αὐτοῦ τὴν ὑπηρεσίαν καὶ ἀνά-
παυσιν, μετὰ τοῦτο δὲ παραγίνεται ὁ βασιλεὺς, οὕτω
γέγονε καὶ ἐπὶ τοῦ ἀνθρώπου. Πρῶτον ἐφρόντισεν ὁ Θεὸς
τὰ τῆς ἀναπαύσεως αὐτοῦ, καὶ εἰργάσατο τὴν κατ-
οικίαν αὐτοῦ καὶ πᾶσαν τὴν χρείαν καὶ ἀνάπαυσιν
αὐτοῦ, καὶ μετὰ ταῦτα ἔπλασεν αὐτόν.
Ἐρώτ. νεʹ. Τί ἐστι τό· «Ποιήσωμεν ἄνθρωπον κατ'
εἰκόνα ἡμετέραν, καὶ καθ' ὁμοίωσιν;» Τί τὸ «κατ'
εἰκόνα;» καὶ τί τὸ «καθ' ὁμοίωσιν;»
Ἀπόκ. Οὐχ ὥσπερ οἱ ἄνθρωποι, οὕτως καὶ ὁ Θεός
ἐστιν ἀνθρωπόμορφος· ἄπαγε! Ἀλλὰ τὸ «κατ' εἰκό-
να» τοῦτό ἐστιν· ὥσπερ γὰρ ὁ Θεὸς βασιλεύει ἐν
παντὶ κόσμῳ, καὶ ἄρχει, καὶ ἐξουσιάζει πάντων τῶν
ἐν οὐρανῷ καὶ τῇ γῇ· οὕτω καὶ ὁ ἄνθρωπος ἄρχων
καὶ βασιλεὺς καθέστηκε πάντων τῶν ἐπιγείων πρα-
γμάτων, καὶ αὐτεξουσίως ὃ βούλεται πράττει, καθ-
άπερ καὶ ὁ Θεός· καὶ τοῦτό ἐστι τὸ «κατ' εἰκόνα.»
Τὸ δὲ «καθ' ὁμοίωσίν» ἐστι τὸ ἀγαθὸν καὶ ἐνάρετον.
Ὥσπερ γὰρ ὁ Θεὸς ἀγαθός ἐστι καὶ ἐλεήμων, καὶ εὔ-
σπλαγχνος, καὶ δίκαιος, μακρόθυμός τε καὶ πρᾶος,
ἀγαπητικός τε καὶ συμπαθὴς, εἰρηνικός τε καὶ ἐπι-
εικὴς, ἐλεῶν καὶ τρέφων πάντας ἀνθρώπους, καὶ ἐπὶ
πᾶσι τὸ ἀγαθὸν ἐνδεικνύμενος· τοιούτῳ τρόπῳ εἰρ-
γάσατο καὶ ἔπλασε, καὶ θέλει εἶναι τὸν ἄνθρωπον,
ἵνα πάσῃ ἀρετῇ ὑπάρχῃ κατακεκοσμημένος, καὶ
... μιμεῖται Θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ ἐν πάσῃ
ἀγαθοεργίᾳ καὶ σεμνότητι.
Ἐρώτ. νϚʹ. Τίνι ὁ Θεὸς εἴρηκε· «Ποιήσωμεν ἄν-
θρωπον κατ' εἰκόνα ἡμετέραν, καὶ καθ' ὁμοίωσιν;»
Ἀπόκ. Τινὲς τῶν δυσωνύμων αἱρετικῶν πρὸς τοὺς
ἀγγέλους αὐτὸ εἰρηκέναι καὶ τοὺς πονηροὺς δαίμονας
ἔφθασαν· οὐ συνιέντες οἱ ἐμβρόντητοι, ὅτι οὐ κατ'
εἰκόνας ἡμετέρας ἔφη, ἀλλὰ κατ' εἰκόνα ἡμετέραν.
Θεοῦ δὲ καὶ ἀγγέλων καὶ δαιμόνων οὔτε οὐσία οὔτε
εἰκὼν ἡ αὐτή. Ἐγὼ δέ φημι, ὅτι, προθεωρῶν τὴν τοῦ
Μονογενοῦς σάρκωσίν τε καὶ ἐνανθρώπησιν, καὶ ὡς
ταύτην τὴν φύσιν ἐκ Παρθένου λήψεται, καὶ οὕτως
ἑαυτῷ ἓν μὲν πρόσωπον Θεοῦ καὶ ἀνθρώπου νοήσας,
καὶ μίαν αὐτῷ προσκύνησιν παρὰ τῆς κτίσεως ἁπά-
736
σης προσφέρεσθαι, πρὸς αὐτὸν τὸν μονογενῆ Υἱὸν
ποιεῖται τὸν λόγον.
Ἐρώτ. νζʹ. Ποία ἐστὶν ἀρχὴ καὶ προτερεύει, ἡ νὺξ
ἢ ἡ ἡμέρα;
Ἀπόκ. Ἀπὸ μὲν τῆς ἀρχῆθεν κοσμοποιίας, ἤτοι τῆς
πλάσεως τοῦ Ἀδὰμ, ἕως τῆς Χριστοῦ παρουσίας
πρώτη ὑπῆρχεν ἡ ἡμέρα, καθὼς λέγει καὶ ἡ θεία
Γραφή· καὶ ὅτι εἶπεν ὁ Θεός· «Γενηθήτω φῶς, καὶ
ἐγένετο φῶς,» καὶ ὅτι «ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς ἡμέ-
ραν, καὶ τὸ σκότος ἐκάλεσε νύκτα·» πρῶτον τιθεῖσα
τὸ φῶς· καὶ γὰρ διὰ τοῦτο ὑπῆρχε πρώτη ἡμέρα.
Ἐπειδὴ ἀπὸ τοῦ φωτὸς ἠρξάμεθα, καὶ εἰς σκοτασμὸν
κατηνέχθημεν ὕστερον. Πλανηθέντες γὰρ ἀπὸ τῆς εὐ-
θείας ὁδοῦ εἰς εἴδωλα καὶ σκοτασμὸν ἀπάτης ἐνεπέ-
σαμεν. Ἀπὸ δὲ τῆς Χριστοῦ παρουσίας ἄρχεται πά-
λιν καὶ πρωτεύει ἡ νὺξ τῆς ἡμέρας. Διὰ τοῦτο καὶ
ἀφ' ἑσπέρας ἀρχόμεθα ἑορτάζοντες τὰς ἐπαύριον ἡμέ-
ρας. Ποίῳ δὲ τρόπῳ γέγονεν οὕτως, ἄκουσον. Ἐπειδὴ
τὸ πρῶτον ἀπὸ τοῦ φωτὸς πρὸς τὸ σκότος ἐνεπέσαμεν,
διὰ τοῦτο καὶ τὸ φῶς ἔχει τὴν ἀρχὴν, τὸ δὲ σκότος
ὕστερον. Ἀφ' οὗ δὲ ὁ ἥλιος τῆς δικαιοσύνης Χριστὸς
ὁ Θεὸς ἡμῶν τῷ κόσμῳ ἀνέτειλε, καὶ ἀπὸ τοῦ σκότους
τῆς πλάνης πρὸς τὸ φῶς τῆς θεογνωσίας ἡμᾶς ἐπ-
ανήγαγε, διὰ τοῦτο καὶ ἡμεῖς ἀπὸ τοῦ σκότους ἀρχόμε-
θα, καὶ πρὸς τὸ φῶς καταλήγομεν. Ἐν τούτῳ κἂν ἡ νὺξ
πρωτεύει, ἀρχὴν διδοῦσα ἡμᾶς, καὶ παραπέμπουσα
πρὸς τὸ φῶς. Καὶ γὰρ ὁ βίος οὗτος σκότος παρὰ τῇ
Γραφῇ ὀνομάζεται, καθὼς ὁ θεσπέσιος Παῦλος οὕτω
φησίν· «Ἀποθώμεθα τὰ ἔργα τοῦ σκότους, καὶ ἐν-
δυσώμεθα τὰ ὅπλα τοῦ φωτός·» τουτέστι τοῦ μέλ-
λοντος αἰῶνος. Φῶς γὰρ ὁ μέλλων ἐστί. Τὰ δὲ ὅπλα
τοῦ φωτὸς ἐκείνου εἰσὶν αἱ ἀρεταί. Διὰ τοῦτο καὶ ὁ
Χριστὸς ἔλεγεν· «Ἕως τὸ φῶς ἔχετε, περιπατεῖτε,
ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ.» Φῶς δὲ τὰς ἀρετὰς
ἐκάλεσεν, ἃς δύναται ἔχειν ὁ ἄνθρωπος ἕως οὗ ζῇ·
μετὰ θάνατον γὰρ οὐ δύναται ταῦτα εὑρεῖν. Σκότος
δὲ ὁ αἰὼν οὗτος διὰ τὰς σκοτεινὰς αὐτοῦ πράξεις καὶ
ἀθεμίτους· ὡς πάλιν εἴρηκεν ὁ Χριστός· «Ὁ ἀκο-
λουθῶν ἐμοὶ οὐ μὴ περιπατήσει ἐν τῇ σκοτείᾳ, ἀλλ'
ἕξει τὸ φῶς τῆς ζωῆς.» Καὶ γὰρ τὸ ἀκολουθεῖν τῷ
Χριστῷ τοῦτό ἐστι τὸ ποιεῖν τὰ εὐάρεστα αὐτοῦ, καὶ
φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ. Ὁ τοιοῦτος γὰρ οὐ μὴ
περιπατήσει ἐν τῇ σκοτείᾳ, τουτέστιν ἐν ταῖς ματαί-
αις ὁδοῖς τοῦ βίου τούτου, ἀλλὰ κατασκηνώσει καὶ
... λαβεῖ τὸ αἰώνιον φῶς τῆς ζωῆς τοῦ μέλλοντος αἰῶ-
νος, καὶ τὴν ἐκεῖ ἀπέραντον εὐφροσύνην καὶ ἀγαλλίασιν.
Ἐρώτ. νηʹ. Ὅτι μετὰ τὴν βρῶσιν ἔγνωσαν, ὅτι
γυμνοὶ ἦσαν ὅ τε Ἀδὰμ καὶ ἡ Εὔα, ἢ καὶ πρὸ τῆς
βρώσεως εἶχον ταύτην τὴν αἴσθησιν,
Ἀπόκ. Ὥσπερ τὰ κομιδῆ νήπια ἐρυθριᾷν οὐ πέ-
φυκε τῆς ἐσθῆτος γυμνούμενα, ἀλλὰ κατὰ μικρὸν τοῦ
σώματος αὐξανομένου, καὶ τὴν ἐντροπὴν προσλαμ-
βάνουσιν οὕτω δὴ καὶ περὶ τοῦ Ἀδὰμ καὶ τῆς Εὔας.
Εὐθὺς μὲν πλασθέντες, οἷα δὴ νήπιοι καὶ εὐθυγενεῖς,
737
καὶ τῆς ἁμαρτίας ἀμέτοχοι, οὐκ ᾐσχύνοντο δίχα πε-
ριβολαίου· μετὰ δὲ τὴν πεῖραν τῆς ἁμαρτίας φύλλοις
συνεκάλυψαν τὰ ἑαυτῶν μόρια.
Ἐρώτ. νθʹ. Τί ἐστιν, ὅτι «Ἰδοὺ Ἀδὰμ γέγονεν
ὡς εἷς ἐξ ἡμῶν;»
Ἀπόκ. Ἐλεγκτικῶς τὴν εἴκασιν τοῦ Ἀδὰμ μεμ-
φόμενος λέγει ὁ Θεός· Μὴ ὃ ἐνόμισας γενέσθαι ἐγέ-
νετο; Μὴ Θεὸς ἐγένου, καθὼς ὁ πονηρὸς εἶπέ σοι,
καὶ ἐπλάνησέ σε; Ἐπιθυμήσας γὰρ ὑψηλότερος γε-
νέσθαι, εἰς τὸ ἧττον ἐξέπεσεν.
Ἐρώτ. ξʹ. Τί ἐστι τὸ, «Πρὸς σὲ ἡ ἀποστροφὴ αὐ-
τοῦ, καὶ σὺ αὐτοῦ ἄρξεις;»
Ἀπόκ. Τοῦ προσενεχθέντος δώρου εἶπεν ὁ Θεὸς
τῷ Κάϊν, ὅτι, Αὐτοῦ τοῦ δώρου οὗ προσήγαγες,
προσγένηταί σοι ἡ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ ἐξου-
σιάσεις αὐτοῦ. Ὡς θέλεις ποίησον. Ἐγὼ γὰρ αὐτὸ οὐ
προσεδεξάμην.
Ἐρώτ. ξαʹ. Διὰ τί, ἁμαρτήσαντος τοῦ Ἀδὰμ, Ἄβελ
ὁ δίκαιος ἐτελεύτησεν;
Ἀπόκ. Ἐπειδὴ οὐκ ἠθέλησεν ὁ Θεὸς γενέσθαι τοῦ
θανάτου τὸ θεμέλιον ἰσχυρόν· εἰ γὰρ ὁ Ἀδὰμ πρῶτος
ἐτελεύτησεν, ἰσχυρὰν ἐκεῖνος ἂν τὴν κρηπῖδα ἔσχεν,
ὡς πρῶτον νεκρὸν τὸν ἡμαρτηκότα δεξάμενος. Ἐπειδὴ
δὲ τὸν ἀδίκως ἀνῃρημένον πρῶτον ἐδέξατο, σφαλερὸν
ἔχει καὶ σαθρὸν αὐτοῦ τὸ θεμέλιον.
Ἐρώτ. ξβʹ. Τί λέγει, ὅτι «Πᾶς ὁ ἀποκτείνας Κάϊν
ἑπτὰ ἐκδικούμενα παραλύσει;»
Ἀπόκ. Τοῖς παρὰ τοῦ Κάϊν τετολμημένοις πρῶτον
ἁμάρτημα φθόνος ἐπὶ τῇ προτιμήσει τοῦ Ἄβελ·
δεύτερον δόλος, μεθ' οὗ διηλέχθη τῷ ἀδελφῷ εἰπών·
«Διέλθωμεν εἰς τὸ πεδίον·» τρίτον φόνος, προσθήκη
τοῦ κακοῦ· τέταρτον, ὅτι τοῦ ἀδελφοῦ μείζων ἡ ἐπί-
τασις· πέμπτον, ὅτι γονεῦσι πένθος ἐποίησεν· ἕκτον,
ὅτι τὴν γῆν αἵμασιν ἐμίανεν· ἕβδομον, ὅτι Θεὸν
ἐψεύσατο. Ἐρωτηθεὶς γὰρ, ὅτι «Ποῦ ἐστιν Ἄβελ ὁ
ἀδελφός σου;» εἶπεν· «Οὐκ οἶδα.» Ἑπτὰ οὖν ἐκδι-
κούμενα παρελύετο ἐν τῷ ἀναιρεθῆναι τὸν Κάϊν.
Ἑπτὰ ἐκδικούμενά εἰσι ταῦτα· πρῶτον, ὅτι τὸν
Θεὸν παρώργισε· δεύτερον, ὅτι τὸν πατέρα ἐλύπησε·
τρίτον, μητέρα ἄτεκνον ἀπέδειξε· τέταρτον, ἀδελφὸν
ἀπέκτεινε· πέμπτον, αἷμα ἐξέχεεν· ἔκτον, φόνον
εἰργάσατο· ἕβδομον, ᾅδην ἐνεκαίνισεν.
Ἐρώτ. ξγʹ. Τί ἐστι· «Μείζων ἡ αἰτία μου τοῦ
ἀφεθῆναί μοι ζῇν, καὶ μὴ ἀποθανεῖν;»
Ἀπόκ. «Μείζων ἐγένετο ἡ καταδίκη μου·» καὶ γὰρ
τοιοῦτος γέγονεν ὁ Κάϊν ἐκ τῆς κατάρας τοῦ Θεοῦ,
ὅτι ὁ τρόμος καὶ ὁ κλόνος τῶν μελῶν αὐτοῦ, οὗ
εἶχεν, οὐδὲ βρῶμα βαλεῖν ἐν τῷ στόματι αὐτοῦ ἠδύ-
νατο.
Ἐρώτ. ξδʹ. Τί λέγει Λάμεχ, ὅτι «Ἄνδρα ἀπ-
740
έκτεινα εἰς τραῦμα ἐμοὶ, καὶ νεανίσκον εἰς μώλωπα
ἐμοί;»
28
740
Ἀπόκ. Οὐ δύο λέγει, καθώς τινες ὑπειλήφασιν,
οὐδὲ τὸν Κάϊν, ὡς ἕτεροι μεμυθολογήκασιν, ἀλλ' ἕνα,
καὶ τοῦτον νέον· «ἄνδρα» γὰρ «εἰς τραῦμα ἐμοὶ,
καὶ νεανίσκον εἰς μώλωπα ἐμοί·» τουτέστιν, ἄνδρα
νέον ἔχοντα τὴν ἡλικίαν. Διέφυγε δὲ τὴν τιμω-
ρίαν διὰ τὴν ὁμολογίαν τῆς ἁμαρτίας, καὶ καθ'
ἑαυτοῦ τὴν ψῆφον ἐπενεγκὼν, τὴν θείαν ἐκώλυσε
ψῆφον.
Ἐρώτ. ξεʹ. Τίνας υἱοὺς Θεοῦ κέκληκεν ὁ Μωσῆς,
εἰπών· «Ἰδόντες δὲ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας
τῶν ἀνθρώπων, ἔλαβον ἑαυτοῖς γυναῖκας;»
Ἀπόκ. Ἐκ μὲν τοῦ Ἀδὰμ ἐγεννήθη ὁ Σήθ· τρίτος
γὰρ ἦν ἀπὸ τοῦ Ἄβελ· ἐκ δὲ τοῦ Σὴθ ὁ Ἐνώς. Οὗτος
ἤλπισεν ἐπικαλεῖσθαι τὸν Κύριον καὶ Θεόν. Ὅθεν
οἱ ἐκ τούτου γεννηθέντες παῖδες υἱοὶ Θεοῦ ἐχρημάτι-
σαν, ὥσπερ καὶ ἡμεῖς ἐκ τῆς τοῦ δεσπότου Χριστοῦ
προσηγορίας Χριστιανοὶ καλούμεθα. Καὶ γὰρ κεχώ-
ριστο τοῦ Σὴθ τὸ γένος, καὶ οὐκ ἐμίγνυτο τοῖς ἐκ τοῦ
Κάϊν διὰ τὴν ἐπενεχθεῖσαν αὐτῷ παρὰ τοῦ Θεοῦ τῶν
ὅλων ἀράν. Ὕστερον καὶ εὐειδεῖς θεασάμενοι τὰς θυ-
γατέρας τῆς τοῦ Κάϊν συγγενείας, καὶ καταθελχθέν-
τες, ἔλαβον αὐτὰς ἑαυτοῖς εἰς γυναῖκας, καὶ διέφθει-
ραν τὴν οἰκείαν συγγένειαν.
Ἐρώτ. ξϚʹ. Τί ὃ λέγει· «Ἀναβλέψας Ἀβραὰμ,
εἶδε· καὶ ἰδοὺ κριὸς εἷς κατεχόμενος τῶν κεράτων
αὐτοῦ ἐν φυτῷ Σαβέκ;»
Ἀπόκ. Φυτὸν Σαβὲκ ὁ τίμιός ἐστι σταυρός· κατὰ
δὲ Ἑβραίους δοκεῖ τὸ Σαβὲκ ἀφέσεως καὶ συγχωρή-
σεως. Ὁ δὲ ἐν τῷ Σαβὲκ τῷ φυτῷ κατεχόμενος κριὸς,
ὅστις καὶ εἰς θυσίαν προσήχθη ἀντὶ Ἰσαὰκ, τὸν Χρι-
στὸν προετύπου, τὸν προσενεχθέντα ὑπὲρ ἡμῶν ἄμω-
μον ἱερεῖον, καὶ ἐν τῷ σταυρῷ θάνατον ὑποστάντα
ἕνεκεν ἡμῶν. «Τῷ γὰρ μώλωπι αὐτοῦ ἡμεῖς πάντες
ἰάθημεν,» φησὶν Ἡσαΐας, «καὶ περὶ ἡμῶν ὀδυνᾶ-
ται, καὶ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν.»
Ὥσπερ ὁ κριὸς ἐκεῖνος οὖν προσήχθη ἀντὶ Ἰσαὰκ,
οὕτω καὶ ὁ Χριστὸς προσήχθη ὑπὲρ ἡμῶν ἁπάν-
των.
Ἐρώτ. ξζʹ. Τί λέγει ὁ Ἰσαὰκ, ὅτι «Ἰδοὺ ὀσμὴ τοῦ
υἱοῦ μου ὡς ὀσμὴ ἀγροῦ πλήρης, ὃν εὐλογήσαι Κύ-
ριος, καὶ δῴη σοι Κύριος ἀπὸ τῆς δρόσου τοῦ οὐ-
ρανοῦ καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς, καὶ πλῆθος
σίτου καὶ οἴνου, καὶ δουλευσάτωσάν σοι ἔθνη,» καὶ τὰ
ἑξῆς.
Ἀπόκ. Ἀγρός ἐστιν ὁ κόσμος· δρόσος δὲ οὐρανοῦ ἡ
θεότης· πιότης δὲ τῆς γῆς ἡ ἀνθρωπότης. Ὥσπερ τοίνυν
ἡ δρόσος μὲν ἀοράτως κάτεισι, κάτω δὲ συνισταμένη
γίνεται δήλη· οὕτως ἀόρατος ὢν ὁ Θεὸς Λόγος, διὰ
τῆς σαρκὸς ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις
συνανεστράφη. Καὶ ὁ σῖτος δὲ καὶ ὁ οἶνος τῶν θείων
μυστηρίων αἰνίγματα. Δουλεύουσι πάντα τὰ ἔθνη τῷ
Χριστῷ.
741
Ἐρώτ. ξηʹ. Τί δηλοῖ, ὅτι ἔλαβεν ὁ Ἰακὼβ τρεῖς
ῥάβδους, χλωρὰν στυρακίνην, καὶ καρυΐνην, καὶ πλα-
τανίαν, καὶ ἐλέπτυνεν αὐτάς;
Ἀπόκ. Αἱ τρεῖς ῥάβδοι συμβολικῶς εἰσιν αἱ τρεῖς
δυνάμεις τῆς ψυχῆς, τὸ λογικὸν, καὶ τὸ ἐπιθυμητι-
κὸν, καὶ τὸ θυμητικόν· ἤτοι αἱ τρεῖς θεωρίαι, τῶν
σωμάτων, τῶν ἀσωμάτων, καὶ τῆς ἁγίας Τριάδος·
ἤτοι γενικῶς ἡ πρακτικὴ διὰ τῆς καρυΐνης, ἡ θεω-
ρητικὴ δὲ διὰ τῆς στυρακίνης· διὰ δὲ τῆς πλατά-
νου τὸν κόσμον τοῦτον καὶ τὴν θεωρίαν αὐτοῦ ᾐνί-
ξατο.
Ἐρώτ. ξθʹ. Τίνος χάριν ὁ Ἰακὼβ ἀναβλέψας εἶδε
παρεμβολὴν Θεοῦ παραβεβληκυῖαν, καὶ εἶπε· «Παρ-
εμβολὴ Θεοῦ αὕτη;»
Ἀπόκ. Διὰ τοῦτο ἡ παρεμβολὴ τῶν ἀγγέλων φαί-
νεται τῷ Ἰακὼβ, ἵνα θαρσήσῃ, καὶ μὴ φοβηθῇ τὸν
ἀδελφὸν αὐτοῦ Ἠσαῦ. Ἐβούλετο γὰρ ὁ Ἠσαῦ ἀπο-
κτεῖναι αὐτὸν, καὶ διὰ τοῦτο ἐπάλαισε καὶ μετ' ἀγ-
γέλου, καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος· «Ἐμὲ νενίκηκας,
καὶ ἄνθρωπον δέδοικας;» ἔγνω δὲ ὅτι τὸν Θεὸν ἔχει
βοηθόν.
Ἐρώτ. οʹ. Τί ἐστι· «Σκύμνος λέοντος Ἰούδα, ἐκ
βλαστοῦ, υἱέ μου, ἀνέβης, ἀναπεσὼν ἐκοιμήθης ὡς
λέων,» καὶ τὰ ἑξῆς;
Ἀπόκ. Τοῦτο ἁρμόττει ἐπὶ τοῦ Χριστοῦ. Ὥσπερ
γὰρ ὁ λέων καὶ καθεύδων φοβερός ἐστιν, οὕτως ὁ
δεσποτικὸς θάνατος φοβερὸς καὶ τῷ θανάτῳ καὶ τῷ
διαβόλῳ. Λέοντα δὲ αὐτὸν ἐκάλεσε καὶ σκύμνον λέον-
τος ὡς βασιλέα καὶ ὡς βασιλέως υἱόν. Τὸ δὲ, «Τίς
ἐγερεῖ αὐτόν;» τὴν ἄφατον αὐτοῦ δείκνυσι δύναμιν.
Αὐτὸς γὰρ ἑαυτὸν ἀνέστησε κατὰ τὴν αὐτοῦ πρόῤῥη-
σιν· φησὶ γάρ· «Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν
τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.»
Ἐρώτ. οαʹ. Τί ἐστι· «Δεσμεύων πρὸς ἄμπελον τὸν
πῶλον αὐτοῦ, καὶ τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐ-
τοῦ;»
28
741
Ἀπόκ. Ἄμπελον μὲν τὴν Ἱερουσαλὴμ λέγει· πῶ-
λον δὲ τὸν ἐξ ἐθνῶν λαὸν, ὡς ἀδάμαστον. Τοῦτο γὰρ
καὶ ὁ Κύριος ᾐνίξατο, ἀποστείλας τοὺς μαθητὰς πρὸς
τὸ λῦσαι τὴν ὄνον καὶ τὸν πῶλον, ἐφ' ᾧ οὐδεὶς ἀνθρώ-
πων ἐκάθισεν. Οὔτε πατριάρχης, οὔτε νομοθέτης,
οὔτε προφήτης τῶν ἐθνῶν ἐφρόντισε σωτηρίας· ἀπό-
στολοι προσταχθέντες ἔλυσαν τὴν τῶν ἀνθρώπων φύ-
σιν, δεδεμένην ταῖς ἁμαρτίαις.
Ἐρώτ. οβʹ. Τί ἐστιν ὃ λέγει· «Πλυνεῖ ἐν οἴνῳ
τὴν στολὴν αὐτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περι-
βολὴν αὐτοῦ,» καὶ τὰ ἑξῆς;
Ἀπόκ. Τὰ κατὰ τοῦ πάθους τοῦ Χριστοῦ λέγει·
καὶ τὸ μὲν σῶμα στολὴν ὀνομάζει, τὸ δὲ αἷμα οἶνον·
ἐπειδὴ καὶ τὸν μυστικὸν οἶνον αἷμα κέκληκεν ὁ δε-
σπότης. Τὸ δὲ, Χαρωποὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου,
τὴν μετὰ τὸ πάθος εὐφροσύνην δηλοῖ.
744
Ἐρώτ. ογʹ. Τίς Θεὸν πρῶτος ὠνόμασεν ἐπὶ τῆς
γῆς;
Ἀπόκ. Ὁ διάβολος εἰπὼν τῇ Εὔᾳ· «Τί ὅτι εἶπεν
ὁ Θεὸς μὴ φαγεῖν ἀπὸ τοῦ ξύλου;»
Ἐρώτ. οδʹ. Τί μέλλουσι γενέσθαι τὰ στοιχεῖα,
ὁ ἥλιος, καὶ ἡ σελήνη, καὶ τὰ ἄστρα ἐν τῇ δευτέρᾳ
παρουσίᾳ;
Ἀπόκ. Δοθήσεται αὐτοῖς τόπος κατοικίας ἐν ἑνὶ
μέρει, πλὴν οὐκ εἰς τέλος ἀφανισθήσονται.
Ἐρώτ. οεʹ. Διὰ τί τῷ μὲν Κάϊν κατηράσατο ὁ Θεὸς,
λέγων· «Ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς·» ἐπὶ δὲ τοῦ
Ἀδὰμ τῇ γῇ ἐπέθετο τὴν κατάραν εἰπών· «Ἐπικα-
τάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου;»
Ἀπόκ. Ὅτι ὁ μὲν Κάϊν ἠρνήσατο τὸν Θεὸν, κρύψας
τὸ ἁμάρτημα· διὸ καὶ μείζονα τὴν καταδίκην εἰργά-
σατο· ὁ δὲ Ἀδὰμ ὁμολογήσας, τὴν πολλὴν ἐξ αὐτοῦ
ἀπώσατο τιμωρίαν· ὁ γὰρ τὰ ἑαυτοῦ πταίσματα ἐξο-
μολογησάμενος ἐπιτυγχάνει ἀφέσεως.
Ἐρώτ. οϚʹ. Τί ἐστιν· «Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ
λαοὶ ἐμελέτησαν κενά;»
Ἀπόκ. Ἔθνη λέγει τῶν Ῥωμαίων, ἤγουν τῶν
Φράγγων τὸ γένος, τῶν σταυρωσάντων τὸν Χριστόν.
Λαὸν δὲ λέγει τῶν Ἰουδαίων τὴν κεφαλήν. Παρέστη-
σαν οἱ βασιλεῖς τῆς γῆς, ὁ Πιλᾶτός τε καὶ ὁ Ἡρώ-
δης, ἄρχοντες δὲ Ἄννας καὶ Καϊάφας.
{Ψαλμὸς ὑπὲρ τῶν ληνῶν.}
Ἐρώτ. οζʹ. Τίνας λέγει ληνούς;
Ἀπόκ. Τὰς ἐκκλησίας, ἐν αἷς ἐκχεῖται ὁ οἶνος,
ἤτοι τὸ ἅγιον αἷμα τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, καὶ
θύεται καὶ τὸ ἅγιον σῶμα αὐτοῦ. Ὃ δὲ λέγει ὁ προ-
φήτης Ἡσαΐας, ὅτι «Ληνὸν ἐπάτησα μονώτατος,»
τοῦτο ἑρμηνεύει. Ὥσπερ ἡ ληνὸς δοχεῖόν ἐστι, καὶ ἐν
ταύτῃ καταπατοῦνται αἱ σταφυλαί· οὕτως…
…
The complete text is available when the reading interface loads.