The Greek Library Author

Anonymous

Sermo contra Latinos

Authority group
Athanasius of Alexandria (catalogue association; authorship remains anonymous)
Edition reference
Sermo contra Latinos [Sp.], MPG 28: 824– 832.
CTS identifier
urn:cts:greekLit:tlg2035.tlg083.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

28

825

τοῦσα τὸ πᾶν, ἀγαθὴ, προνοητικὴ, δημιουργὸς τῶν

ἁπάντων, ὁρατῶν τε καὶ ἀοράτων, ἀπαθὴς, ἀναλ-

λοίωτος, ἄτρεπτος, νῷ ἀνθρώπων καὶ ἀγγέλων καὶ

τῇ κτιστῇ φύσει ἀκατάληπτος· ὁμοούσιος ἐν ἑαυτῇ,

ἀκοινώνητος δὲ κατ' οὐσίαν πάσῃ τῇ κτίσει· γινω-

σκομένη μόνον ὑφ' ἑαυτῆς, ὑπ' οὐδεμιᾶς φύσεως τῆς

ἐν τῷ κόσμῳ τούτῳ καὶ τῆς ὑπὲρ κόσμον τοῦτον·

μονὰς ἐν τρισὶν ὑποστάσεσιν, εἴτουν προσώποις,

καὶ Τριὰς ἐν μονάδι θεότητος, ἤτοι μιᾶς οὐσίας

γινωσκομένη. Ταύτης τῆς ἁγίας καὶ σεπτῆς μονάδος,

αἱ προσκυνηταὶ τρεῖς ὑποστάσεις γινώσκονται καὶ

πιστεύονται· ἐν Πατρὶ ἀνάρχῳ, ἀναιτίῳ, ἀγεννήτῳ,

ἀϊδίῳ· καὶ ἐν Υἱῷ μονογενεῖ γεννηθέντι ἀῤῥήτως,

καὶ ἀπαθῶς καὶ ἀφράστως, πρὸ πάντων τῶν αἰώνων,

ἐκ τῆς οὐσίας αὐτῆς τοῦ Πατρὸς, καὶ διὰ τοῦτο

ὁμοουσίῳ καὶ ἴσῳ τῷ Πατρὶ, χωρὶς τῆς πατρότητος,

ἀρχὴν δὲ καὶ αἰτίαν τὸν Πατέρα ἔχοντι γεννητῶς·

καὶ ἐν Πνεύματι ἁγίῳ ζωοποιῷ προσκυνουμένῳ,

ἐκπορευομένῳ ἐκ τοῦ Πατρὸς, τουτέστιν ἐκ τῆς

οὐσίας τοῦ Πατρός. Οὐ γεννητῶς καθάπερ ὁ Υἱὸς,

ἵνα μὴ δύο Υἱοὶ ἐν τῇ Τριάδι· ἀλλ' ἐκπορευομένῳ καθ-

άπερ εἴρηται, ἐκ μόνου τοῦ Πατρὸς, καὶ ἀπὸ στόμα-

τος· πεφηνότι δὲ δι' Υἱοῦ, καὶ λαλήσαντι ἐν τοῖς

ἁγίοις προφήταις καὶ ἀποστόλοις. Πλὴν, ὡς εἶπον,

τῆς οὐσίας αὐτοῦ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ὑπάρχοντι, καὶ τὸ ὁμοούσιον ἔχοντι πρὸς Πατέρα καὶ

Υἱόν. Ἀκοινώνητον δὲ καὶ αὐτό ἐστιν, ὥσπερ καὶ ὁ Πατὴρ καὶ ὁ Υἱὸς πρὸς πᾶσαν τὴν κτίσιν κατὰ τὸν

τῆς οὐσίας λόγον.

Ὁρᾷς πῶς ἐκ μόνου τοῦ Πατρὸς τὸ Πνεῦμα τὸ

ἅγιον κατὰ τὸν ἅγιον Κύριλλον, ἢ μᾶλλον κατὰ πᾶ-

σαν τὴν θείαν Γραφήν. Καὶ μή μοι τὸ ἀπὸ τοῦδε

828

λεγέτω τις τὰ ψυχρὰ ἐκεῖνα ῥήματα, ἢ λογύδρια, ὅτι

Ἀθανάσιος καὶ Κύριλλος οἱ ἀοίδιμοι, πρὸς δὲ καὶ ὁ

Νυσσαέων Γρηγόριος, τῆς προσθήκης γεγόνασιν

αἴτιοι. Ὁ μὲν γὰρ Ἀθανάσιος οὕτως φησί· Τὸ Πνεῦμα

ἐκ τοῦ Πατρὸς οἱ ἀντίθετοι λέγουσι, καὶ παρὰ τοῦ

Λόγου, τοῦ ἐκ Πατρὸς, ἐκπορευόμενον· ὁ δὲ Νύσσης,

εἰπὼν τὸν Υἱὸν εἶναι προσεχῶς ἐκ τοῦ πρώτου, τουτ-

έστι τοῦ Πατρὸς, ἑξῆς λέγει· Τὸ Πνεῦμα διὰ τοῦ

προσεχῶς ἐκ τοῦ πρώτου· ὁ δέ γε σοφώτατος Κύ-

ριλλος προφανῶς, φησὶν, εἴρηκεν ἐξ ἀμφοῖν Πατρὸς

καὶ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον. Ταῦτα τῶν τῆς

σαθρᾶς προσθήκης τερατουργῶν τὰ προβλήματα.

Ἔγωγε δ' «ἅπαν νόημα,» καίπερ ὢν ἀμαθὴς,

«αἰχμαλωτίζων εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ,» ὧδέ

πως ταῦτα διασαφῶ. Οὕτως τὸ Πνεῦμα ἐκ τοῦ Πα-

τρός φησιν Ἀθανάσιος, καὶ παρὰ τοῦ Λόγου, τοῦ ἐκ

Πατρὸς, ἐκπορευόμενον, ὥσπερ καὶ ἐξ αὐτοῦ τοῦ

συναϊδίου Πατρὸς, καθὰ καὶ ὁ Υἱὸς οὕτως ἀπο-

στέλλεται, καὶ δίδοται παρὰ τοῦ Πνεύμα-

τος τοῖς πιστοῖς, ὡς καὶ ἐξ αὐτοῦ τοῦ Πατρός·

καὶ τὴν μαρτυρίαν ἀπ' αὐτοῦ λάμβανε τοῦ Λό-

γου καὶ Υἱοῦ, «Πνεῦμα Κυρίου,» λέγοντος, «ἐπ'

ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με. Εὐαγγελίσασθαι πτωχοῖς

ἀπέσταλκέ με.» Ἄρα τὸ Πνεῦμα καὶ ἔχρισε τὸν Υἱὸν,

καὶ ἀπέσταλκεν· ἀλλὰ καὶ ὁ Πατὴρ ἐξ ἀμφοῖν Υἱοῦ

καὶ Πνεύματος ἀποστέλλεται. Ὅπως δὲ τοῦτο, αὐτοῦ

τοῦ Πατρὸς οὕτω διὰ Ἡσαΐου τοῦ προφήτου λέγον-

τος ἄκουσον· «Ἄκουέ μου, Ἰακὼβ καὶ Ἰσραὴλ, ὃν

ἐγὼ καλῶ· Ἐγὼ Θεὸς πρῶτος, ἐγὼ καὶ μετὰ ταῦτα·

καὶ πλὴν ἐμοῦ θεὸς οὐκ ἔστιν. Ἐγὼ χειρί μου ἐθεμε-

λίωσα τὴν γῆν, καὶ τὸ Πνεῦμά μου ἐστερέωσε τὸν

οὐρανόν. Ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην. Καὶ

νῦν Κύριος ἀπέσταλκέ με.» Ἄρα ὁ Πατήρ ἐστιν ἐν-

ταῦθα ὁ λέγων τό· «Ἀπέσταλκέ με.» Ὁρᾷς τὴν

ἰσοτιμίαν τῶν τριῶν προσώπων τῆς ὑπερτάτης θεό-

τητος; Ὅτε τὸ Πνεῦμα τὸ ἅγιον ἀποστέλλεται ἐξ

ἀμφοῖν, ὡς ὁμοούσιον ἀποστέλλεται Πατρὸς καὶ Υἱοῦ.

Ὅτε δὲ ὁ Υἱὸς ἐκ τοῦ Πατρὸς, ὡς ὁμοούσιος καὶ τοῦ

Πνεύματος. Ὅτε δὲ ὁ Πατὴρ ἐκ τοῦ Υἱοῦ καὶ τοῦ

Πνεύματος, ὡς ὁμοούσιος. Εἰπὼν τοίνυν ὁ μέγας

Ἀθανάσιος, τὸ ἐκπορευόμενον τοῦ Πατρὸς Πνεῦμα,

ἐδήλωσεν ὅθεν ἔχει τὸ Πνεῦμα τὴν ὕπαρξιν, ἐκ μό-

νου δηλονότι τοῦ Πατρός. Εἰπὼν δὲ πάλιν οὕτω τὸ

Πνεῦμα ἐκ τοῦ Πατρὸς, ὡς παρὰ τοῦ Λόγου τοῦ ἐκ

Πατρὸς, τὴν ἰσοτιμίαν ἐδήλωσε Πατρὸς καὶ Υἱοῦ,

καταισχύναι ἐν τούτῳ τὸν ἀθεώτατον Ἄρειον, ὃς

κτίσμα ἔλεγε, καὶ οὐ Θεὸν τὸν Υἱόν· οἱονεὶ ταῦτα

λέγων πρὸς αὐτόν· Ὦ ἀθεώτατε Ἄρειε, οὕτω τὸ

ἐκπορευόμενον Πνεῦμα τοῦ Πατρὸς, παρὰ τοῦ ὑπὸ

σοῦ βλασφημουμένου Υἱοῦ ἐκλάμπει καὶ δίδοται

τοῖς πιστοῖς κατὰ τὴν αὐτοῦ ἐνέργειαν καὶ δωρεὰν,

ὥσπερ καὶ ἐξ αὐτοῦ τοῦ συναϊδίου Πατρός. Ὅτι δὲ

τοῦτο τοιοῦτον ἔχει τὸν τρόπον, ὅρα τί γράφει πρὸς

τὸν ἐπίσκοπον τὸν Σεραπίωνα, ὁ τῆς ἀθανασίας

ἀξιώνυμος οὗτος Πατήρ. Τὰ αὐτὰ γὰρ λέγων, καὶ

829

φιλοσοφῶν περὶ τῶν αὐτῶν, οὕτω κἀκεῖσέ φησιν·

Ὥσπερ γέννημα μονογενές ἐστιν ὁ Υἱὸς τοῦ Πατρὸς,

οὕτω καὶ τὸ Πνεῦμα παρὰ τοῦ Υἱοῦ διδόμενον καὶ

πεμπόμενον, καὶ αὐτὸ ἓν καὶ οὐ πολλὰ, οὐδ' ἐκ

πολλῶν ἓν, ἀλλὰ μόνον αὐτὸ Πνεῦμα. Ἑνὸς γὰρ

ὄντος τοῦ Υἱοῦ τοῦ ζῶντος Λόγου, μίαν εἶναι δεῖ

τελείαν καὶ πλήρη τὴν ἁγιαστικὴν καὶ φωτιστικὴν

ζωὴν, οὖσαν ἐνέργειαν καὶ δωρεὰν αὐτοῦ, ἥτις γε

ἐκ Πατρὸς λέγεται ἐκπορεύεσθαι, ἐπειδὴ παρὰ τοῦ

Λόγου τοῦ ἐκ Πατρὸς ὁμολογουμένου ἐκλάμπει καὶ

ἀποστέλλεται καὶ δίδοται. Ὥσπερ γέννημα μονογε-

νὲς, φησὶν, ὁ Υἱὸς τοῦ Πατρὸς, οὕτω καὶ πρόβλημα

τοῦ αὐτοῦ Πατρὸς ἓν τὸ Πνεῦμα καὶ οὐ πολλὰ,

οὐδ' ἐκ πολλῶν δηλονότι τὴν ὕπαρξιν ἐσχηκός. Ἀλλ'

ὡς μόνον αὐτὸ Πνεῦμα καὶ πρόβλημα, οὕτως καὶ

ἐκ μόνου τοῦτο καὶ ἐξ ἑνὸς τοῦ Πατρός. Ἑνὸς γὰρ

ὄντος τοῦ Υἱοῦ τοῦ ζῶντος Λόγου, ὡς ἐξ ἑνὸς τοῦ

Πατρὸς, καὶ μίαν εἶναι δεῖ τελείαν καὶ πλήρη τὴν

ἁγιαστικὴν καὶ φωτιστικὴν ζωὴν, ἥτις ἦν τὸ Πνεῦ-

μα τὸ ἅγιον, τὸ τὴν ἰδίαν ἑαυτοῦ δωρεὰν ἐνεργοῦν,

καὶ διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται. Ἥτις

γε δωρεὰ διὰ τοῦτο ἐκ τοῦ Πατρὸς λέγεται ἐκπορεύ-

εσθαι, τουτέστιν ἐκχεῖσθαι καὶ ἀποστέλλεσθαι, ἐπει-

δὴ παρὰ τοῦ Λόγου τοῦ ἐκ Πατρὸς ὁμολογουμένου

ἐκλάμπει καὶ ἀποστέλλεται καὶ δίδοται. Φιλοσοφή-

σας πρῶτον ὁ ἅγιος περὶ τῆς προαιωνίου τοῦ Πνεύ-

ματος ἐκπορεύσεως ἀμυδρῶς, μόνον αὐτὸ ἀποδείξας

πρόβλημα, ὡς ἐξ ἑνὸς τοῦ προβολέως τε καὶ Πα-

τρὸς, διὰ τῶν ἑξῆς ἡμῖν ἀποδείκνυσι μάλα σαφῶς

καὶ τὴν ὑπὸ χρόνον πρόχυσιν, ὡς ἐξ ἀμφοῖν ὑπάρ-

χουσαν Πατρὸς καὶ Υἱοῦ. Ὅπερ δὲ δύναται ἐκεῖ τὸ,

Οὕτω τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς, ὡς παρὰ τοῦ Λό-

γου τοῦ ἐκ Πατρὸς, οὕτως ἐνταῦθα καὶ τό· Ἥτις

γε ἐκ τοῦ Πατρὸς λέγεται ἐκπορεύεσθαι, ἐπειδὴ παρὰ τοῦ Λόγου τοῦ ἐκ Πατρὸς ὁμολογουμένου ἐκλάμπει

καὶ ἀποστέλλεται καὶ δίδοται.

Κατ' αὐτὸν δὲ τὸν τρόπον καὶ ὁ Νύσσης

Γρηγόριος τὸ Πνεῦμα διὰ τοῦ προσεχῶς ἐκ τοῦ

πρώτου φησί· μετὰ τοῦ Υἱοῦ δηλονότι συνημμένως

καὶ ἅμα, καὶ οὐ μετὰ τὸν Υἱὸν ὑστερίζων κατὰ

τὴν ὕπαρξιν. Εἰπὼν δὲ τὸν Υἱὸν προσεχῶς ἐκ

τοῦ πρώτου, μὴ νόμιζε μὴ καὶ αὐτὸς εἶναι τὸ

Πνεῦμα προσεχῶς ἐκ τοῦ πρώτου. Ὥσπερ γὰρ

ὁ Υἱὸς προσεχῶς καὶ ἔγγιστα ἐκ τοῦ πρώτου,

τουτέστι τοῦ Πατρὸς, οὕτω καὶ τὸ Πνεῦμα προσ-

εχῶς ἐκ τοῦ πρώτου, κατὰ τὴν προαιώνιον ὕπαρ-

ξιν. Πρῶτος δὲ ὁ Πατὴρ οὐ κατὰ χρόνον, οὐδὲ

κατὰ τάξιν, μὴ γένοιτο! ἀλλὰ καθὸ αἴτιος τοῦ

Υἱοῦ καὶ τοῦ Πνεύματος, ὥσπερ καὶ μείζων καὶ

ἄναρχος, ὡς ἀναίτιος, ὡς ῥίζα τῶν ἐξ αὐτοῦ καὶ

πηγή. Ὥσπερ γὰρ οὗτος μόνος ἄναρχος πρὸς τὸ

Πνεῦμα καὶ τὸν Υἱὸν, οὕτω καὶ τούτων ὁ αὐτὸς

μόνος αἴτιος· τὸ δὲ Πνεῦμα πρὸς τὸν Πατέρα,

οὐκ ἄναρχον, οὐδ' ἀναίτιον, ὥσπερ δὴ καὶ αὐτὸς

ὁ Υἱὸς κατὰ τὴν ἐν χρόνῳ ἀρχήν. Οὐ μόνον τὸ

Πνεῦμα, ἀλλὰ καὶ ὁ Υἱὸς ἄναρχος ὥσπερ καὶ ὁ

Πατήρ. Πρῶτος αἴτιος καὶ μόνος ὁ Πατὴρ τοῦ

Υἱοῦ καὶ τοῦ Πνεύματος. Ἀλλὰ μὴ ζήτει καὶ

δεύτερον ὁ ὀρθόδοξος, μηδέ γε τρίτον· ἵνα μὴ,

τὴν αὐτὴν καὶ μίαν οὐσίαν κατατέμνων κακοσχόλως,

832

καὶ διαιρῶν, καταδικασθῇς ὡς κακόδοξος. Πρῶ-

τος τοιγαροῦν ὁ Πατὴρ καθὸ μείζων, μείζων δὲ

καθὸ ἄναρχος· ἄναρχος δὲ καθὸ ἀρχὴ τῶν ὁμο-

φυῶν ὑποστάσεων. Τὸ Πνεῦμα, καὶ ὁ Υἱὸς προσ-

εχῶς ἐκ τοῦ μείζονος, τουτέστι τοῦ Πατρός.

Ἅμα γὰρ ὁ Υἱὸς κυρίως καὶ ἀληθῶς, καὶ τὸ

Πνεῦμα ἐκ τοῦ Πατρός. Οὐχ ὁ μὲν πρότερον, τὸ

δὲ μετ' αὐτόν· ἀλλ' ἅμα ἡ γέννησις τοῦ Υἱοῦ,

ἅμα καὶ τοῦ Πνεύματος ἡ ἐκπόρευσις ἐκλάμπε-

ται, καὶ ἀποστέλλεται τὸ Πνεῦμα καὶ δίδοται διὰ

τοῦ Υἱοῦ, ὡς μακάριός φησιν Ἀθανάσιος, καθ-

άπερ καὶ ὁ Υἱὸς διὰ τοῦ Πνεύματος, ὥσπερ εἴ-

ρηται. Ὡσαύτως καὶ τὸ τοῦ μακαρίου Κυρίλ-

λου, λέγω δὴ τὸ, ἐξ ἀμφοῖν, κατ' αὐτὴν ἐκλη-

πτέον τὴν ἔννοιαν· τὸ Πνεῦμα τὸ ἐκπορευόμενον

ἐκ τοῦ Πατρὸς ἐξ ἀμφοῖν ἐκλάμπεται, ἀποστέλ-

λεται καὶ δίδοται, Πατρὸς καὶ Υἱοῦ. Καὶ μετ'

ὀλίγα· Δύο γεννήσεις ὡς ἄνωθεν ἔφθην εἰπὼν

ἐπὶ τοῦ Λόγου μεμάθηκα· μίαν μὲν τὴν ἐκ Πα-

τρὸς καὶ ὑπὲρ χρόνον, μίαν δὲ τὴν ἐκ τῆς Παρ-

θένου καὶ ὑπὸ χρόνον. Ὡσαύτως καὶ δύο προ-

χύσεις ἐμυήθην ἐπὶ τοῦ Πνεύματος· μίαν μὲν

τὴν ἐκπορευτικὴν καὶ ὑπὲρ χρόνον, καὶ μίαν τὴν

μεταδοτικὴν ἀγαθότητος. Ἀλλὰ τῆς πρώτης γεν-

νήσεως τοῦ Υἱοῦ, καὶ τῆς πρώτης τοῦ Πνεύ-

ματος ἐκπορεύσεως, ὁ Πατὴρ μόνος αἴτιος. Τῆς

δὲ ἄλλης γεννήσεως τῆς ὑπὸ χρόνον, καὶ τῆς ἄλλης

προχύσεως τῆς μεταδοτικῆς, οὐ μόνος αἴτιος ὁ Πα-

τὴρ, ἀλλὰ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Ἐξ

ἀμφοῖν τοιγαροῦν τὸ Πνεῦμα, Πατρὸς καὶ Υἱοῦ, πρὸς

ἐπινέμησιν προχεῖται· οὐ κατὰ τὴν ὕπαρξιν, μὴ γέ-

νοιτο! ἐπεὶ δύο τὰ αἴτια παρεισάγονται, τοῦ ἑνὸς συμφυοῦς καὶ ὁμοτίμου κατὰ πολὺ διαφέροντα.

{ΤΟΥ ΜΕΓΑΛΟΥ ΑΘΑΝΑΣΙΟΥΔΙΑΤΥΠΩΣΙΣ ΤΩΝ ΘΕΛΟΝΤΩΝ ΕΝ ΗΣΥΧΙᾼ ΔΙΑΓΕΙΝ.} Τοιοῦτος ὁ μοναχὸς, καὶ οὕτω χρὴ εἶναι τὸν μονα-χὸν, ἀπεχόμενον ἀπὸ γηΐνων πραγμάτων· οὐ μὴν δὲἀλλὰ καὶ Χριστοῦ στρατιώτην, ἄϋλον, ἀμέριμνον,πάσης πραγματευτικῆς ἐννοίας καὶ πράξεως ἐκτός.Ἐν τούτοις ἤτω ὁ μοναχὸς, μάλιστα ὁ πᾶσαν ὕληντοῦ κόσμου τούτου καταλιπών· καὶ ἐπὶ τὰ ὡραῖακάλλη τῆς ἡσυχίας ἡ ἄσκησις, ἡδὺς ὁ βίος, ἡ πρᾶξιςτερπνή. Βούλει τοιγαροῦν, ἀγαπητὲ, τὸν μονήρη βίονἀναλαβεῖν, καὶ ἐπὶ τὰ τῆς ἡσυχίας ἀποτρέχειν τρό-παια· ἄφες ἐκεῖ τὸν κόσμον καὶ τὰς τοῦ κόσμουφροντίδας, τάς τε ἐπὶ τούτων ἀρχάς τε καὶ ἐξουσίας,τουτέστι μόνος ἄϋλος ἔσο, ἀπαθὴς, πάσης ἐπιθυμίαςἐκτὸς, ἵνα, τῆς ἐκ τούτων περιστάσεως ἀλλότριοςγενόμενος, δυνηθῇς ἡσυχάζειν καλῶς. Εἰ μὴ γάρ τιςτούτων ἑαυτὸν ὑπεξάρῃ, οὐκ ἂν δυνηθῇ ταύτην κατ-ορθῶσαι τὴν πολιτείαν. Τροφῶν βραχέων ἀντέχουκαὶ εὐκαταφρονήτων, μὴ πολλῶν καὶ εὐπεριστάτων,ἢ μᾶλλον ἀπεριστάτων. Ἐὰν δὲ καὶ ὡς φιλοξενίαςχάριν περὶ τὰ πολυτελῆ λογισμὸς γένηται, ἄφεςτοῦτον ἐκεῖ, μὴ ὅλως πεισθῇς αὐτῷ· ἐνεδρεύειγάρ σε διὰ τούτου ὁ ὑπεναντίος, τοῦ ἀποστῆσαι τῆςἡσυχίας. Ὅρα μὴ ἐπιθυμήσῃς πλοῦτον ἔχειν πρὸς διά-δοσιν τῶν πενήτων· κρεῖσσον γὰρ λόγος ἀγαθὸς ὑπὲρδόμα· ἔστι γὰρ καὶ αὕτη ἀπάτη τοῦ πονηροῦ πρὸςκενοδοξίαν πολλάκις καὶ εἰς πολυπραγμοσύνης αἰτίανἐμβάλλουσα τὸν νοῦν. Περὶ δὲ ἱματίων, μὴ ἐπιθυμή-σῃς πολλὰ ἔχειν ἱμάτια· ἀλλὰ τὰ ἀρκοῦντα τῇ ἀνάγ-κῃ τοῦ σώματος μόνα προνοοῦ. Ἐὰν δέῃ τροφῶν ἢἱματίων, μὴ αἰσχυνθῇς τὰ παρ' ἑτέρων σοι προσφε-ρόμενα λαβεῖν· τοῦτο γάρ ἐστιν ὑπερηφανίας εἶδος.Ἐὰν δὲ καὶ αὐτὸς ἐν τούτοις περισσεύῃς, δίδου τῷὑστερουμένῳ· οὕτως ὁ Θεὸς τοὺς ἑαυτοῦ παῖδας οἰ-κονομεῖσθαι βούλεται. Ἔχων τοῦ ἐνεστῶτος καιροῦτὰ δέοντα, εἰς τὸν μέλλοντα μὴ μεριμνήσῃς καιρὸν,οἷον ἡμέρας μιᾶς, ἢ ἑβδομάδος, ἢ μὴν ἐνεστῶτοςκαιροῦ· αὐτὸς ὁ καιρὸς ἐπιχορηγήσει τὰ δέοντα.Ἀλλὰ μᾶλλον ζήτει μάλιστα τὴν βασιλείαν τῶν οὐ-ρανῶν. Τῆς ἑαυτοῦ ὠφελείας πάντοτε φρόντιζε, καὶτὸν τῆς ἡσυχίας περιποιοῦ τρόπον. Μὴ ἀγαπήσῃςοἰκῆσαι μετὰ ἀνθρώπων ὑλικῶν καὶ ἐμπερισπάστων·ἢ μόνος οἴκει, ἢ μετὰ ἀνθρώπων ἀΰλων καὶ ὁμοφρό-νων· ὁ γὰρ μετὰ ἀνθρώπων ὑλικῶν καὶ ἐμπερισπά-στων οἰκῶν, πάντως κοινωνήσει καὶ αὐτὸς τῇ τούτωνπεριστάσει, καὶ δουλεύσει ἀνθρωπίναις ἐπιταγαῖς,λαλιαῖς τε ματαίαις, καὶ τοῖς ἄλλοις ἅπασι δεινοῖς,ὀργῇ, λύπῃ, μανίᾳ τῶν ὑλῶν, φόβῳ τῶν σκανδάλων,γονικαῖς μερίμναις, συγγενικαῖς φιλίαις. Ἀλλὰ γὰρτῆς πρὸς τούτους συντυχίας παραιτοῦ, μήποτέ σεἀπολέσωσι τῆς ἐν τῷ κελλίῳ ἡσυχίας, καὶ περὶ τὰςἑαυτῶν περιστάσεις ἀγάγωσιν. Ἐὰν δὲ καὶ τὸ κελλίον ἐν ᾧ καθέζῃ εὐπερίστα-τον ᾖ, φεῦγε, καὶ αὐτοῦ μὴ φείσῃ, μὴ ἑλκυσθῇς εἰςἀγάπην αὐτοῦ. Πάντα ποίει, πάντα πράττε, ὅπωςδυνηθῇς ἡσυχάσαι, καὶ σχολάσαι, καὶ σπουδάσαι γε-νέσθαι ἐν τοῖς τοῦ Θεοῦ θελήμασι, καὶ ἐν τῇ πάλῃτῶν ἀοράτων. Εἰ μὴ δύνασαι ῥᾳδίως ἡσυχάσαι ἐν τοῖςσοῖς μέρεσι, δός σου ἐπὶ ξενιτείαν τὴν πρόθεσιν, καὶἐπὶ ταύτην κατάσπευδέ σου τὸν λογισμόν· γενοῦ καθά-περ τις πραγματευτὴς ἄριστος, τὰ πάντα πρὸςἡσυχίαν δοκιμάζων, καὶ τὰ πρὸς ταύτην ἥσυχα καὶχρήσιμα. Πλὴν λέγω σοι, ξενιτείαν ἀγάπα· ἀπαλ-λάττει γάρ σε τῶν κατὰ τὴν ἰδίαν χώραν περιστά-σεων, καὶ τῆς κατὰ τὴν ἡσυχίαν ὠφελείας μόνονἀπολαύειν ποιεῖ. Τὰς ἐν πόλει διατριβὰς φεῦγε, καὶἐν ἐρήμῳ καρτέρησον, εἰ δυνατὸν τὸ καθόλου. Εἰςπόλιν μὴ ἀπαντήσῃς· οὐδὲν γὰρ εὔχρηστον, οὐδὲνὠφέλιμον τῇ πολιτείᾳ σου ἐκεῖ θεάσῃ. Μὴ δειλιάσῃςἦχον αὐτῶν, ἢ πτοηθῇς· μηδὲ ἀποφύγῃς τὸ στάδιοντῆς σῆς ὠφελείας. Ἀφόβως ὑπόμεινον, καὶ ὄψει τοῦΘεοῦ τὰ μεγαλεῖα, τὴν ἄλλην ἅπασαν ἐπὶ σωτηρίανπληροφορίαν. Ἐὰν φίλους ἔχῃς, φεῦγε τούτων τὰς συνεχεῖςσυντυχίας· διὰ μακροῦ γὰρ αὐτοῖς συντυγχάνων εὐ-χάριστος ἔσῃ. Ἐὰν δὲ κατανοήσῃς διὰ τούτων αὐτῶνβλάβην σοι γινομένην, μηδόλως ἐγγίσῃς· φίλους γὰρἔχειν σε χρὴ τοὺς ὠφελίμους καὶ συλλαμβανομένουςτῇ σῇ πολιτείᾳ. Φεῦγε τῶν πονηρῶν ἀνδρῶν καὶ μα-χίμων τὴν συντυχίαν· μηδενὶ τούτων συνοικήσῃς·ἀλλὰ γὰρ καὶ τὰς φαύλας αὐτῶν προθέσεις παραι-τοῦ. Ἄνδρες εἰρηνικοὶ ἀδελφοὶ, καὶ πνευματικοὶ πα-τέρες ἅγιοι, ἔστωσαν φίλοι σοι. Μὴ μετὰ περισπω-μένων συναυλίζου, μηδὲ συμπόσιον ἔχῃς μετ' αὐτῶν·μήποτέ σε περὶ τὰς ἑαυτῶν ἀπάτας ἑλκύσωσι, καὶτῆς κατὰ τὴν ἡσυχίαν ἐπιστήμης ἀπαγάγωσιν. Ἐὰνδέ τις τῶν κατὰ τὴν ἀγάπην τοῦ Θεοῦ πορευομένων,ἐλθὼν πρὸς σὲ, ἐπὶ τὸ φαγεῖν προσκαλέσηταί σε, καὶθέλῃς ὑπάγειν, ὕπαγε μὲν, τάχιον δὲ ἐν τῷ κελλίῳσου ὑπόστρεφε. Εἰ δυνατὸν, ἐκτὸς τοῦ κελλίου σουμὴ κοιμηθῇς ἔξω· ἵνα διὰ παντός σοι παραμένῃ ἡτῆς ἡσυχίας χάρις, καὶ τῆς ἐν αὐτῇ προθέσεωςἀνεμπόδιστον ἕξεις τὴν λατρείαν. Μὴ γίνου ἐπιθυμη-τὴς βρωμάτων καλῶν· ἡ γὰρ σπαταλῶσα ψυχὴ,ζῶσα τέθνηκε. Μὴ χορτάσῃς τὴν κοιλίαν σου βρώ-ματα διάφορα, ἵνα μὴ πόθος σοι τούτων γένηται, καὶ