The Greek Library Author

Anonymous

Epistulae ad Castorem

Authority group
Athanasius of Alexandria (catalogue association; authorship remains anonymous)
Edition reference
Epistulae ad Castorem [Sp.], MPG 28: 849–905.
CTS identifier
urn:cts:greekLit:tlg2035.tlg085.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

28

856

θελημάτων αὐτοῦ. Οὐκ ἄλλως γὰρ λέγουσιν οἱ πατέρες

δύνασθαί τινα τὰς ἡδονὰς χαλινοῦν, ἢ ὀργῆς περιγί-

νεσθαι, ἢ λύπης, ἢ ταπείνωσιν ἀληθῆ κτήσασθαι, ἢ

ἁπλῶς μετὰ ἀδελφότητος ἐν κοινοβίῳ καλῶς τελειω-

θῆναι, εἰ μὴ πρότερον διὰ τῆς ὑπακοῆς νεκρώσῃ τὰ

ἑαυτοῦ θελήματα. Ταύταις δὲ ταῖς διατυπώσεσι καὶ

διδασκαλίαις τὸν μαθητευόμενον προβιβάσαντες ὡσ-

ανεὶ στοιχείοις τισὶ, καὶ συλλαβαῖς, ἀκολούθως πάλιν

διδάσκουσι μὴ κρύπτειν τοὺς ἰδίους λογισμούς· ἀλλὰ

παραχρῆμα ἡνίκα ἐπέρχονται, τούτους τῷ οἰκείῳ Πα-

τρὶ ἀποκαλύπτειν, καὶ μηδὲν περὶ τῆς τούτων δια-

κρίσεως τῇ ἰδίᾳ καρδίᾳ πιστεύειν· ἀλλ' ἐκεῖνο γι-

νώσκειν ἀγαθὸν ἢ κακὸν εἶναι; ὅπερ ταῖς ἑαυτοῦ δια-

κρίσεσι δοκιμάσας ὁ Πατὴρ ἀποδείξει. Οὕτω γὰρ δυνή-

σεται ἐν μηδενὶ ὑπὸ τοῦ ἐχθροῦ ὁ πρὸς ἀρετὴν τυ-

πούμενος ἀπατᾶσθαι, ὡς ἄπειρος, καὶ μήπω γνῶσιν

κεκτημένος μεθοδείας· διανὲς τῆς τοῦ διαβόλου

τέχνης λέγουσιν εἶναι οἱ Πατέρες, τοῦ ἀναπείθειν

αὐτὸν τοὺς μαθητευομένους ἀπὸ τῶν Πατέρων κρύ-

πτειν τοὺς ἰδίους λογισμοὺς ἰδίᾳ ὑπεροψίᾳ, ὡς δῆθεν

ἱκανοὺς ὄντας ἑαυτοῖς τὰ συμφέροντα συμβουλεύσα-

σθαι, ἢ ἰδίᾳ κενοδοξίᾳ αἰσχυνομένους δημοσιεῦσαι

τὰς ἑαυτῶν ἐνθυμήσεις.

Τοσαύτη δὲ φυλάττεται παρ' αὐτοῖς ὑποταγὴ,

ὡς μὴ τολμῆσαί τινα ἐκτὸς τοῦ ἀββᾶ μηδὲ τοῦ κελ-

λίου ὅπου κάθηται προβαίνειν· οὕτω δὲ τὰ παρ' αὐ-

τοῦ προστασσόμενα ἐπιτελεῖν σπουδάζουσιν, ὡς παρὰ

Θεοῦ ταῦτα δεχόμενοι. Καθήμενοι δὲ ἐν τοῖς ἰδίοις

κελλίοις, τῷ ἔργῳ τε καὶ τῇ μελέτῃ, καὶ τῇ προσευχῇ

προσκείμενοι, καὶ μετὰ σπουδῆς προσέχοντες, ἐπει-

δὰν ἀκούσωσι τοῦ κρούοντος τὴν θύραν τοῦ κελλίου

ἢ εἰς τὴν κοινὴν προσευχὴν, ἢ πρός τι ἔργον τούτους

προσκαλουμένου, παραχρῆμα πάντα ὁμοῦ ἀφέντες,

πρὸς τὸ ἐπιταγὲν ὁρμῶσι, πάσῃ σπουδῇ τὴν τῆς ὑπ-

ακοῆς ἀρετὴν ζηλοῦντες· ἣν οὐ μόνον τοῦ ἔργου τῶν

χειρῶν, ἀναγνώσεώς τε καὶ τῆς ἐν κελλίῳ ἡσυχίας,

ἀλλὰ καὶ πασῶν ἀρετῶν προτιμῶσι, καὶ ταύτης

ἅπαντα δεύτερα τίθενται.

Ἐκεῖνο δὲ μεταξὺ τῶν ἄλλων περιττόν ἐστι καὶ

λέγειν, ὡς οὐδεὶς αὐτῶν ἄλλο τι κέκτηται πλὴν κο-

λοβίου, καὶ ἡμιφορίου, καὶ σανδαλίων, καὶ μηλωτῆς,

καὶ ψιάθου· αἰσχύνην ἡγούμενοι τὸ λέγεσθαι παρ'

αὐτοῖς, βιβλίον ἐμὸν, γραφεῖον ἐμὸν, ἢ ἄλλο τι ἐμόν.

Τοσοῦτον δὲ ἕκαστος αὐτῶν καθ' ἡμέραν ἐξ ἔργου

τε καὶ ἱδρῶτος ἰδίου προσφέρει πορισμὸν τῷ μονα-

στηρίῳ, ὡς μὴ μόνον ταῖς ἑαυτῶν χρείαις ἐξαρκεῖν,

ἀλλὰ καὶ τῇ διακονίᾳ τῶν ξένων καὶ πτωχῶν ὑπουρ-

γεῖν. Οὕτως δὲ κάμνοντες οὐ φυσιοῦνται, οὐχ ὑπερ-

ηφανεύονται, οὔτε τις αὐτῶν ἐκ τοῦ οἰκείου ἔργου καὶ

ἱδρῶτος ἀπαιτεῖ περισσότερον τῆς διδομένης παρὰ

τοῦ ἀββᾶ χρείας· οὐ κτῆμα οἱασδήποτε ὕλης ἑαυτῷ

857

περιποιεῖται, πάροικον ἑαυτὸν καὶ ξένον ἔχων ὅλου

τοῦ κόσμου, καὶ δοῦλον ἑαυτὸν μᾶλλον καὶ ὑπηρέτην

τῶν ἀδελφῶν λογιζόμενος, ἤπερ δεσπότην οἱουδήποτε

γηΐνου πράγματος. Εἰ δέ τις κλάσῃ σκεῦος οἱονδή-

ποτε, ἢ ἀπολέσῃ, ἐξομολογεῖται τῷ ἀββᾷ τῆς ἰδίας

ῥᾳθυμίας τὸ πταῖσμα, καὶ οὕτω μετὰ ταπεινοφρο-

σύνης μετανοῶν λαμβάνει συγχώρησιν. Ὅστις δὲ

πρός τι ἔργον μετακληθεὶς, ἢ πρὸς σύναξιν, κατα-

φρονήσας βραδύτερον ἀπαντήσῃ, ἢ σκληρότερον, ἢ

προπετέστερον ἀποκριθῇ, ἢ ἀμελέστερον, ἢ ὑπογογ-

γύζων τὸ προσταχθὲν ποιήσῃ, ἢ τὴν ἀνάγνωσιν τοῦ

ἔργου καὶ τῆς ὑπακοῆς προτιμήσας, τὰ προσταχθέντα

αὐτῷ ἔργα βραδύτερον ἐκτελέσῃ, ἢ ἀπολυθεὶς τῆς

συνάξεως μὴ ταχέως πρὸς τὸ ἔργον αὐτοῦ ἀναδράμῃ,

ἢ μετά τινος ἐκτὸς ἀναγκαίας χρείας ὁμιλήσῃ, ἢ ἄλ-

λου μετὰ παῤῥησίας κατάσχῃ τὴν χεῖρα, ἢ συγγε-

νειῶν συντύχῃ χωρὶς τοῦ ἀββᾶ αὐτοῦ ἐπιτροπῆς καὶ

εὐλογίας, ἢ ἐπιστολὴν παρά τινος δέξηται, ἤ τινι

ἀντιγράψαι ἄνευ τοῦ ἀββᾶ ἐπιχειρήσῃ, ἤ τι τῶν

ὁμοίων τούτοις πλημμελήσῃ, τοιούτῳ ἐπιτιμίῳ ὑπο-

βάλλεται· Συνηγμένων τῶν ἀδελφῶν ἐν τῇ συνάξει,

ῥίψας ἑαυτὸν ἐπὶ τὴν γῆν, καὶ ἐξομολογούμενος,

συγχώρησιν αἰτεῖ τοῦ ἰδίου σφάλματος. Τὰ δὲ παχύ-

τερα τούτων πταίσματα εἴ τις εὑρεθῇ πράττων, ἅτινά

ἐστι καταφρόνησις, ἀντιλογία μετὰ ὑπερηφανίας, ἢ

ἐκ τοῦ μοναστηρίου πρόοδος ἐκτὸς ἐπιτροπῆς τοῦ

ἀββᾶ, ἢ πρὸς γυναῖκα συντυχία, ἢ ὀργὴ, ἢ μάχη, ἢ

ἔχθρα, ἢ μνησικακία, ἢ φιλαργυρία, ἥτις ἐστὶ λέπρα

ψυχῆς, ἢ κτῆσις οἱουδήποτε πράγματος ἐκτὸς τῶν

διδομένων παρὰ τοῦ ἀββᾶ, ἢ τροφῆς ἄνευ εὐλογίας

κλεψιμαίῳ τρόπῳ γινομένης, καὶ τὰ τούτων παρα-

πλήσια, οὐ τῷ προειρημένῳ ἐπιτιμίῳ ὑποβάλλεται,

ἀλλὰ σφοδροτέρῳ, καὶ μείζονι. Καὶ εἰ μὴ διορθωθῇ,

ἐκβάλλεται τοῦ μοναστηρίου

Τὸ δὲ ἀνάγνωσιν ἐπιτελεῖσθαι ἔν τισι κοινοβίοις

κατὰ τὸν καιρὸν τῆς ἑστιάσεως, οὐκ ἀπὸ τοῦ κανόνος

τῶν Αἰγυπτίων, ἀλλὰ ἀπὸ τῶν Καππαδόκων, οἵτινες,

οὐ πνευματικῆς ἕνεκεν τοσοῦτον γυμνασίας, ὅσον

ἡσυχίας χάριν τῆς παρὰ τὰς ὁμιλίας, τὸ τοσοῦτον

διετυπώσαντο. Παρὰ δὲ τοῖς Αἰγυπτίοις, καὶ μάλιστα

τοῖς Ταβεννησιώταις, τοσαύτη σιωπὴ ὑπὸ πάντων

παρέχεται, ἡνίκα εἰς τοσοῦτον πλῆθος πολυαρίθμητον

τῶν ἀδελφῶν κατὰ τὸν καιρὸν τῆς συνάξεως τῆς

τραπέζης αὐτῶν, ὅσην σχεδὸν ἐν ἄλλοις μὴ εὑρίσκε-

σθαι, οὕτως ὡς μὴ τολμᾷν βρῆξαί τινα παρεκτὸς

τοῦ ἀρχηγοῦ τῆς τραπέζης, ὅστις, εἴ τινος χρεία γέ-

νηται, κρούσματι μᾶλλον ἢ φωνῇ τοῦτο σημαίνει.

Καὶ τὰ κουκούλια ἕως κάτω τῶν βλεφάρων φοροῦσιν

οὗτοι, ἵνα μὴ, ῥεμβοὺς τοὺς ὀφθαλμοὺς ἔχοντες,

περιεργότερον ἀλλήλοις ἐνορῶσι· τῇ δὲ τραπέζῃ μό-

νον, καὶ τῇ τοῦ τρέφοντος Θεοῦ εὐχαριστίᾳ ἐνατενί-

ζουσι. Μεγάλη δέ ἐστι φυλακὴ παρ' αὐτοῖς, ὅπως

μηδεὶς αὐτῶν ἔξωθεν τῆς τραπέζης τροφῆς μετα-

λάβῃ.

Ἵνα δὲ μή τι δόξωμεν τῶν κοινοβιακῶν κανόνων

παραλελοιπέναι, ἐπιμνησθῆναι δεῖ καὶ τῶν ἐν ἄλλοις

860

κλίμασι παραδεδομένων διατυπώσεων. Κατὰ πᾶσαν

τοίνυν τὴν Μεσοποταμίαν καὶ Παλαιστίνην, καὶ Καπ-

παδοκίαν, καὶ πᾶσαν τὴν Ἀνατολὴν ἐν τῷ καιρῷ τῆς

συνάξεως, τρίτης, καὶ ἕκτης, καὶ ἐνάτης ὥρας, εἴ

τις, πρινὴ ὁ πρῶτος ψαλμὸς τελειωθῇ, μὴ ἀπαντήσῃ,

τοῦ λοιποῦ εἰς τὸ εὐκτήριον εἰσελθεῖν οὐ τολμᾷ,

οὔτε καταμίξαι ἑαυτὸν τοῖς ψάλλουσιν· ἀλλὰ τῶν

ἀδελφῶν τὴν ἀπόλυσιν πρὸ θυρῶν ἐκδέχεται ἱστά-

μενος. Ἐξερχομένων δὲ πάντων, βαλὼν ἐπὶ τὴν γῆν

μετάνοιαν, ἐξαιτεῖται τῆς οἰκείας ῥᾳθυμίας συγχώ-

ρησιν. Ἐν δὲ ταῖς νυκτεριναῖς συνάξεσι δευτέρου

ψαλμοῦ, παρέχεται συγγνώμη τοῖς βραδύνουσι παρὰ

τούτοις· καὶ ἑβδομάδας οἱ ἀδελφοὶ ἐκ διαδοχῆς ποιοῦ-

σιν ἔν τε τῷ μαγειρείῳ καὶ τοῖς ἄλλοις καθήκουσιν,

ἅμα καὶ ἑαυτοὺς διαναπαύοντες, καὶ νόμον ἀγάπης,

διὰ τὸ δουλεύειν ἀλλήλοις, ἀναπληροῦντες. Τοσαύτη

δὲ ταπεινοφροσύνη καὶ σπουδὴ ἐν τῇ διακονίᾳ ἐπιτε-

λεῖται παρ' αὐτοῖς, ὅση οὐκ ἂν δεσπόταις παρὰ δού-

λων παρασχεθείη. Συμπληρωθείσης δὲ τῆς ἑβδομά-

δος, τῇ ἀναστασίμῳ ἡμέρᾳ μετὰ τοὺς ἑωθινοὺς

ὕμνους ἄλλοις πάλιν τοῖς εἰσερχομένοις ὑπηρετῆσαι

τὰ πρὸς τὴν χρῆσιν σκεύη σεσημειωμένα παραδιδόα-

σιν· ἅτινα δεχόμενοι, τοσαύτην μέριμναν καὶ φρον-

τίδα εἰς τὴν τούτων παραφυλακὴν ἐνδείκνυνται, μή

τι ἐξ αὐτῶν κλασθῇ ἢ ἀπόληται, ὅσην εἰκὸς τὸν πε-

πιστευμένον σκεύη ἱερὰ καὶ τῷ Θεῷ ἀνατεθειμένα.

Ὑφέξειν γὰρ λόγον ἑτοιμάζονται οὐ μόνον ἐν τῷ

παρόντι τῷ οἰκονόμῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι τῷ

Θεῷ, εἰ τύχοι ἐξ ἀμελείας ἢ ῥᾳθυμίας ἀπολέσθαι τι

ἐξ αὐτῶν. Πρὸς πλείονα δὲ πίστιν τῶν εἰρημένων,

ὅπερ αὐταῖς ὄψεσιν ἐθεασάμην προσθήσω τῷ διηγή-

ματι. Ἐν τῇ ἑβδομάδι τινὸς ἀδελφοῦ παριὼν ὁ οἰκο-

νόμος ὀλίγους κόκκους φακῆς κατὰ γῆν ἐῤῥιμμένους

ἐθεάσατο, καὶ οὐ κατεφρόνησεν ὡς οἰκτροῦ καὶ οὐ-

δαμινοῦ πράγματος· ἀλλὰ πολλὰ ἐγκαλέσας τῷ τὴν

ἑβδομάδα πεπιστευμένῳ ἀδελφῷ, δέδωκεν αὐτῷ ἐπι-

τιμίαν, ὡς ἀμελοῦντι τῶν τῷ Θεῷ ἀνατιθεμένων,

καὶ καταπατοῦντι τὴν ἰδίαν συνείδησιν. Τοσαύτῃ γὰρ

πίστει καὶ σπουδῇ πάντων ἐπιμελοῦνται, καὶ πάντα

διοικοῦσιν, ὡς καὶ αὐτὰ, ἅπερ ἡμῖν εὐτελῆ καὶ κατα-

φρονήσεως ἄξια φαίνονται, μετὰ πολλῆς προσοχῆς

φυλάττειν, οἷον ἀγγεῖον κακῶς κείμενον μεταστῆσαι,

σκεῦος ἐῤῥιμμένον συνάξαι, πιστεύοντες καὶ ὑπὲρ τού-

των μισθὸν ἔχειν παρ' αὐτῷ τῷ Δεσπότῃ Θεῷ. Τού-

τους δὲ τοὺς κανόνας τῶν ἑβδομάδων κατὰ πᾶσαν

τὴν Ἀνατολὴν εὑρήκαμεν γίνεσθαι. Παρὰ δὲ τοῖς Αἰ-

γυπτίοις οὐχ οὕτω τῶν ἑβδομάδων ἡ ἐναλλαγὴ ἐπι-

τελεῖται, ἀλλὰ ἑνὶ δοκιμωτάτῳ τῶν ἀδελφῶν ἡ τοῦ

μαγειρείου φροντὶς ἐπιτρέπεται, ἐφ' ὅσον ἡ ἀρετὴ

τούτου ἐπιδίδωσι, καὶ ἡ ἰσχὺς τοῦ σώματος ὑπουργεῖ

ἐν τῇ διακονίᾳ, καὶ μήτε γῆρας αὐτῷ μήτε ἀσθένεια

ἐμποδίζει. Καὶ ἐπειδὴ ὁ λόγος ἡμῖν περὶ ὑποταγῆς

καὶ ταπεινώσεως εἴρηται, δι' ὧν πρὸς τὸ ἀκρότατον τῆς ἀρετῆς ἀνελθεῖν δυνάμεθα, ἀναγκαῖον ὑπολαμ-

βάνω ὀλίγα ἐκ πολλῶν τῶν ἐν τοῖς κοινοβίοις διαλαμψάντων ἀγώνων [ἁγίων] Πατέρων κατορθώματα

παραδείγματος χάριν προσθεῖναι τῷ διηγήματι.

861

ποθῶν ἀποτάξασθαι τῷ κόσμῳ, παραγενόμενος ἐν

κοινοβίῳ, ἐπιπολὺ πρὸ τῶν θυρῶν τοῦ μοναστηρίου

ἐκαρτέρησεν, ἕως ὅτε τῇ πολλῇ αὐτοῦ ὑπομονῇ μετὰ

μικροῦ υἱοῦ παρὰ τὸν συνήθη κανόνα τοῦ κοινοβίου

ἐδέχθη. Καὶ ὅτε μετὰ πολλοὺς κόπους εἰσῆλθεν, οὐ

μόνον διαφόροις ἔργοις παρεδόθησαν, ἀλλὰ καὶ κατὰ

τὴν τοῦ κελλίου συνοίκησιν διεχωρίσθησαν, ὅπως τῇ

ἀπ' ἀλλήλων διαζεύξει κατὰ μικρὸν τῆς πρὸς ἀλλή-

λους φυσικῆς προσπαθείας ἀπαλλαγῶσιν· ἧς χάριτι

Χριστοῦ διὰ τῆς πολλῆς γυμνασίας ὁ πατὴρ ἠλευθε-

ρώθη. Καί ποτε πρὸς βάσανον καὶ δοκιμὴν τῆς αὐτοῦ

ἀρετῆς προσεποιήσατο ὁ ἀββᾶς μετ' ὀργῆς ἀγανα-

κτεῖν πρὸς τὸν παῖδα, καὶ προστάσσει τῷ εἰρημένῳ

πατρὶ αὐτοῦ λαβεῖν αὐτὸν καὶ ῥίψαι εἰς τὸν ποταμόν.

Τότε ἐκεῖνος, ὡς ἂν ὑπὸ Θεοῦ προσταχθεὶς βαστάσαι

αὐτοῦ τὸν παῖδα, δρομαῖος ἐπὶ τὴν ὄχθην τοῦ ποταμοῦ

παραγίνεται, καὶ σπεύδων πληρῶσαι τὸ πρόσταγμα

πίστει διαπύρῳ καὶ θερμότητι τῆς ὑπακοῆς, ἐκωλύθη

ὑπὸ τῶν ἀδελφῶν, ἐπιφθασάντων καὶ ἀφαρπασάντων

τὸν παῖδα. Τοσοῦτον οὖν παρὰ Θεῷ ἡ πίστις τούτου

καὶ ἡ ὑπακοὴ προσεδέχθη, ὡς ἀποκαλυφθῆναι τῷ ἀββᾷ

ἐκ τοῦ Θεοῦ, ὅτι τὸ ἔργον τοῦ Ἀβραὰμ οὗτος ἐποίησε.

Μετ' ὀλίγον δὲ χρόνον ὁ εἰρημένος ἀββᾶς τοῦ κοινο-

βίου τελευτῶν, τοῦτον διάδοχον αὐτοῦ κατέλιπεν.

Ἄλλον ἔγνωμεν ἀδελφὸν ἀποταξάμενον, ὃς καὶ

κατὰ τὸν κόσμον μέγας ὑπῆρχε (καὶ γὰρ ὁ Πατὴρ

αὐτοῦ κόμης ἐστρατεύετο καὶ πλούσιος ἐτύγχανε), καὶ

ἐν ἀναγνώσμασι σπουδαίοις οὐ μετρίως ἦν γεγυμνα-

σμένος. Οὗτος οὖν καταλείψας τὴν κοσμικὴν περι-

φάνειαν, πρὸς τὸν μονήρη βίον ὥρμησε, καὶ δὴ πρὸς

δοκιμὴν τῆς αὐτοῦ πίστεως καὶ ταπεινώσεως προσ-

τάσσεται ὑπὸ τοῦ ἀββᾶ δέκα σπυρίδας βαστάσαι, καὶ

ἐν τῇ πόλει τῇ ἰδίᾳ πωλῆσαι, καὶ μὴ πάσας ὁμοῦ

ἀλλὰ κατὰ μίαν αὐτὰς πωλεῖν· ὅπερ ἐκεῖνος μετὰ

πάσης ὑπομονῆς καὶ ταπεινώσεως ἐπλήρωσεν, ἐπι-

θεὶς τὰς σπυρίδας τοῖς ὤμοις, καὶ αὐτὰς κατὰ μίαν

πωλήσας, μὴ λογισάμενος τὴν εὐτέλειαν τοῦ πρά-

γματος, καὶ τοῦ γένους τὴν λαμπρότητα, καὶ τῆς

πράσεως τὴν δοκοῦσαν ἀτιμίαν. Ἐσπούδαζε γὰρ μιμητὴν ἑαυτὸν καταστῆσαι τῆς τοῦ Χριστοῦ ταπει-

νώσεως.

Καὶ ἄλλον δέ τινα τῶν Πατέρων ἐθεασάμεθα

ἀββᾶν Πινοφᾶν, ἄνδρα πάσῃ ἀρετῇ κεκοσμημένον,

ὅστις ἦν πρωτόβιος καὶ ἀββᾶς μεγάλου κοινοβίου,

ὅ ἐστιν ἐν Αἰγύπτῳ ἐγγὺς τῆς Πανεφὼ πόλεως·

οὗτος, ὁρῶν ἑαυτὸν καὶ διὰ τὴν προσοῦσαν πολιτείαν,

καὶ διὰ τὸ γῆρας, καὶ διὰ τὴν ἡγεμονίαν, ὑπὸ πάν-

των δοξαζόμενον καὶ τιμώμενον, καὶ μὴ δυνάμενον

ἐγγυμνάζεσθαι τοῖς τῆς ταπεινοφροσύνης ἐπιτηδεύ-

μασιν, οἷσπερ ἐξ ἀρχῆς, διὰ τῆς αὐτῷ περιποθήτου

ὑποταγῆς ἐν ᾗ ἐκλήθη, λάθρα φυγὼν ἀπὸ τοῦ ἰδίου

κοινοβίου, ἀνεχώρησε μόνος εἰς τὰ ἔσχατα τῆς Θη-

βαΐδος· καὶ ἐπάρας τὸ σχῆμα τοῦ μοναχοῦ καὶ ἐνδυ-

σάμενος κοσμικὰ ἱμάτια ἀπῆλθεν εἰς τὸ κοινόβιον

τῶν Ταβεννησιωτῶν, νομίσας ἐν τούτῳ λανθάνειν τίς

ἂν εἴη διὰ τὸ πλῆθος τῶν ἀδελφῶν, καὶ διὰ τὸ

ἀπέχειν πολὺ τοῦ κλίματος, ἐν ᾧ τὸ τούτου κοινόβιον.

864

Καὶ ἐπὶ πολλὰς ἡμέρας παρακαλῶν ἐδέχθη παρὰ τοῦ

ἀρχιμανδρίτου, ὃς παραδίδωσιν αὐτῷ ὡς γέροντι,

καὶ εἰς μηδὲν ἄλλο χρησιμεύοντι, τὴν τοῦ κήπου

φροντίδα καὶ ἐπιμέλειαν, μετὰ καὶ ἄλλου ἀδελφοῦ,

ᾧτινι ὑποτασσόμενος τὴν περιπόθητον αὐτῷ ταπεί-

νωσιν καὶ ὑπακοὴν ἐξετέλει. Οὐ ταύτῃ δὲ μόνον

ἠρκεῖτο τῇ διακονίᾳ, ἀλλὰ καὶ ὅσα τῶν ἔργων δυσχερῆ

ἄλλοις ἐδόκουν, αὐτὰ προθύμως ἐποίει. Διατελέσας

οὕτω λανθάνων τριετῆ χρόνον, τῶν αὐτοῦ μαθητῶν

ἐπιζητούντων αὐτὸν κατὰ πᾶσαν τὴν Αἴγυπτον, μόλις

ἐγνώσθη ὑπό τινος ἀδελφοῦ, ὅστις ἦν παραγενόμενος

ἐκεῖσε· ὃς θεασάμενος, καὶ ἐπιγνοὺς τὸν χαρακτῆρα

τοῦ προσώπου, καὶ ἔτι ἀμφιβάλλων, ἐπειρᾶτο καὶ

φωνῆς τούτου ἀκούειν· οὐ γὰρ εἶχε τὸ ἀσφαλὲς ἐκ

μόνης τῆς ὄψεως, θεωρῶν τὸν τοιοῦτον ἄνδρα γεγη-

ρακότα, καὶ δίκελλαν κρατοῦντα, καὶ γῆν ἐργαζό-

μενον, καὶ κόπρον τοῖς οἰκείοις ὤμοις βαστάζοντα,

καὶ ταῖς ῥίζαις τῶν λαχάνων ἐπιβάλλοντα. Ὅτε τοί-

νυν, τὸν τῆς φωνῆς ἦχον ἐπιμελῶς ἐξιχνεύων, ἠδυ-

νήθη καταλαβεῖν ὅστις ἐστὶ, ῥίψας ἑαυτὸν πρὸ τῶν

ποδῶν αὐτοῦ, μεγίστην ἔκπληξιν τοῖς ὁρῶσι παρεῖχεν,

ὅτι οὕτω πεποίηκεν ἀνθρώπῳ, ὃς παρ' αὐτοῖς ὡς

ἀρχάριος, καὶ οὐ πρὸ πολλοῦ τὸν κόσμον καταλείψας.

ἔσχατος ἐνομίζετο. Ἔτι δὲ μάλιστα ἐξεπλάγησαν, ὅτε

τὸ ὄνομα τούτου ἔμαθον, ὃς πρὸ τούτου μέγας παρ'

αὐτοῖς ἠκούετο· καὶ συγγνώμην ᾔτουν, διότι τοῦτον

ἀγνοήσαντες μετὰ τῶν ἐσχάτων ἀρχαρίων ἔταξαν.

Παρακαλέσαντες δὲ αὐτὸν πολλὰ, εἰς τὸ ἴδιον κοινό-

βιον ἐξέπεμψαν ἄκοντα καὶ ὀδυρόμενον, ἅτε δὴ μὴ

συγχωρούμενον ἐκτελέσαι τὴν αὐτῷ φίλην ταπεί-

νωσιν καὶ ὑποταγήν. Ποιήσας οὖν ὀλίγον χρόνον ἐν

τῷ αὐτοῦ μοναστηρίῳ, πάλιν πυρωθεὶς τῷ πόθῳ

τῆς ταπεινώσεως καὶ ὑποταγῆς, ἐπιτηρήσας καιρὸν

νυκτὸς, ἔφυγεν οὐκ ἔτι ξένην χώραν· ἀνελθὼν γὰρ εἰς

πλοῖον ἦλθεν εἰς τὰ μέρη Παλαιστίνης, ἐλπίζων ἐκεῖσε

εἰς τέλος διαλαθεῖν. Παραγενόμενος τοίνυν ἐν Παλαι-

στίνῃ ὥρμησεν εἰς τὸ μοναστήριον τὸ πλησίον τοῦ σπη-

λαίου ἔνθα ὁ Δεσπότης Χριστὸς ἐτέχθη· ἐν ᾧ μοναστηρίῳ

ἔτυχε τὸ τηνικαῦτα διατρίβων. Καὶ ἐκεῖσε δὲ παρα-

γενόμενος, οὐκ ἠδυνήθη λαθεῖν κατὰ τὴν δεσποτικὴν

φωνὴν, τὴν φάσκουσαν· «Οὐ δύναται πόλις κρυβῆναι

ἐπάνω ὄρους κειμένη.» Ἐλθόντες γὰρ ἀδελφοὶ ἀπὸ

τῶν μερῶν τῆς Αἰγύπτου εἰς προσκύνησιν τῶν ἁγίων

τόπων, καὶ ἐπιγνόντες αὐτὸν, πάλιν ἀπήγαγον εἰς τὸ

ἴδιον κοινόβιον, πολλαῖς δεήσεσι καὶ ὀδυρμοῖς πεί-

σαντες αὐτόν. Τούτῳ τοίνυν τῷ ἁγίῳ ἀνδρὶ συνῴκησα

ἐγὼ χρόνον ὀλίγον ἐν Αἰγύπτῳ· ἅπερ δὲ ἤκουσα αὐτοῦ νουθετοῦντος ἕνα ἀδελφὸν, ὃν παρουσίᾳ μου

ἐδέξατο, διηγησάμενος πληρώσω τὸν λόγον.

Ἔγνως, φησὶν, ἀδελφὲ, πόσας ἡμέρας πρὸ τῶν

θυρῶν τῆς μονῆς διατελέσας σήμερον ἐδέχθης· ἐὰν

τοίνυν μάθῃς τῆς δυσχερείας τὴν αἰτίαν, δυνήσεταί

σοι ἐν τῇ ὁδῷ ταύτῃ, ᾗ ἐπιθυμεῖς ἐπιβῆναι, συμβα-

λέσθαι, καὶ δοῦλον Χριστοῦ σε ἀπεργάσασθαι πιστόν.

Ὡς γὰρ τοῖς πιστῶς δουλεύουσι τῷ Δεσπότῃ δόξα,

τιμὴ πρὸς τὸ μέλλον ἐπήγγελται, οὕτως τιμωρίαι

865

βαρύταται τοῖς χλιαρῶς καὶ ῥᾳθύμως προσερχομέ-

νοις ταύτῃ τῇ ἐπαγγελίᾳ. Βέλτιον γάρ ἐστι κατὰ τὴν

Γραφὴν μὴ εὔξασθαι, ἢ εὔξασθαι, καὶ μὴ ἀποδοῦναι.

Καὶ πάλιν εἴρηται· «Ἐπικατάρατος ὁ ποιῶν τὸ

ἔργον τοῦ Κυρίου ἀμελῶς·» τούτου χάριν ἀπεστρα-

φόμεθά τε καὶ ἀνεβαλλόμεθα τοῦ δέξασθαι, οὐχ ὅτι

τὴν σωτηρίαν σοῦ καὶ πάντων τῶν εἰς Χριστὸν

πιστευόντων οὐκ ἐπιθυμοῦμεν, ἀλλ' ἵνα μὴ, προπε-

τῶς καὶ ὡς ἔτυχεν ὑποδεχόμενοι, ἡμεῖς μὲν παρὰ

Θεῷ κουφότητος, καὶ εὐχόμενοι, δίκην ὑφέξωμεν, σὲ

δὲ ὑπεύθυνον βαρυτέρας τιμωρίας καταστήσωμεν, εἰ

πρὸς τὸ παρὸν εὐχερῶς, καὶ μὴ μαθόντα τὸ βάρος

καὶ τὴν ἀκρίβειαν τοῦ ἐπαγγέλματος, καὶ μετὰ

ταῦτα χαῦνος, καὶ ῥᾴθυμος ἀποδειχθῇς. Διά τοι τοῦτο,

καθὼς εἴρηται, τὴν αἰτίαν τῆς ἀποταγῆς ὀφείλεις

γνῶναι, τί σε δεῖ ποιεῖν. Ἡ ἀποταγὴ τοίνυν οὐδὲν

ἄλλο καθέστηκεν εἰ μὴ σταυροῦ καὶ θανάτου ἐπαγ-

γελία. Γίνωσκε τοίνυν ἀπὸ τῆς σήμερον ἡμέρας

τεθνηκέναι σε, καὶ σταυροῦσθαι τῷ κόσμῳ, καὶ τὸν

κόσμον σοι, κατὰ τὸν Ἀπόστολον· καὶ καταμάνθανε

τίς ἡ δύναμις τῆς σταυρώσεως· ἐπειδὴ οὐκέτι λοιπὸν

σὺ ζῇς, ἀλλ' ἐκεῖνος ἐν σοὶ ζῇ ὁ ὑπὲρ σοῦ σταυρω-

θείς. Τούτῳ τοίνυν τῷ τύπῳ καὶ τῷ σχήματι, ᾧ ὁ

Δεσπότης ὑπὲρ ἡμῶν ἐκρεμάσθη, καὶ ἡμᾶς ἐπ-

άναγκές ἐστιν ἐν τῷ κοινοβίῳ διάγειν, καθὼς εὔχεται

καὶ ὁ μακάριος Δαβὶδ ἐκ τοῦ φόβου τοῦ Θεοῦ παρα-

καλῶν καθηλωθῆναι τὰς σάρκας αὐτοῦ. Ὡς γὰρ ὁ τὸ

σῶμα προσηλωμένον ἔχων τῷ ξύλῳ ἀκίνητός ἐστι

πρὸς πᾶσαν ἐνέργειαν οἵαν θέλει, οὕτως ὁ τῷ θείῳ

φόβῳ καθηλωμένον τὸν λογισμὸν, ἀκίνητος ὑπάρχει

πρὸς πᾶν θέλημα σαρκικόν. Καὶ ὥσπερ ὁ σταυρῷ

προσηλωμένος οὐκ ἔτι τὰ παρόντα λογίζεται, οὐδὲ

τοῖς ἰδίοις θελήμασι συνδιατίθεται, οὐκ ἐπιθυμίᾳ

ταράττεται, οὐ φροντίδι τοῦ κτᾶσθαι κατατείνεται,

οὐχ ὑπερηφανίᾳ φυσιοῦται, οὐ φιλονεικίᾳ, οὐ φθόνῳ

ἐξάπτεται, οὐ περὶ τῶν παρουσῶν ἀτιμιῶν ἀλγεῖ, οὐ

τὰς παρελθούσας ὕβρεις ἀναμιμνήσκεται· μικρὸν

γὰρ ὕστερον τὴν ἐκ τοῦ βίου ἔξοδον ἐκδέχεται διὰ

τοῦ σταυροῦ· οὕτως ὁ ἀποταξάμενος γνησίως τῷ

κόσμῳ, καὶ τῷ θείῳ φόβῳ ὡς ἐν σταυρῷ καθηλωμέ-

νος, τὴν ἐκ τοῦ βίου τούτου ἔξοδον καθ' ἑκάστην

προσδεχόμενος, ἀκινήτους καὶ ἀνενεργήτους ἔχει

πάσας τὰς ἐπιθυμίας καὶ τὰς σαρκικὰς διαθέσεις.

Φυλάττου τοιγαροῦν μήποτε τούτων ἀναλαβεῖν

ἐπιθυμήσῃς, ὧν ἀποτασσόμενος ἀποβέβληκας. Κατὰ

γὰρ τὴν ἀπόφασιν τοῦ Δεσπότου, «Ὁ βαλὼν τὴν

χεῖρα ἐπ' ἄροτρον, καὶ στραφεὶς εἰς τὰ ὀπίσω, οὐκ

εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν·» καὶ

ὁ πρὸς τὰ ταπεινά τε καὶ γήϊνα τοῦ κόσμου τούτου

πράγματα ἀπὸ τῆς ὑψηλῆς πολιτείας καταβαίνων

πάλιν παρ' ἐντολὴν τοῦ Χριστοῦ πράττει, τοῦ δώμα-

τος καταβαίνων, καὶ ἆραί τι τῶν τοῦ οἴκου ἐπιχει-

ρῶν. Φυλάττου τοίνυν μὴ, τῆς τῶν κατὰ σάρκα γο-

νέων ἀρχαίας διαθέσεως ἀναμνησθεὶς, καὶ πρὸς τὰς

φροντίδας τοῦ αἰῶνος τούτου ἐπιστραφεὶς, ἀνεύθετος

εὑρεθῇς κατὰ τὴν τοῦ Κυρίου φωνὴν ἐν τῇ βασιλείᾳ

868

τῶν οὐρανῶν. Φυλάττου μήποτε τὴν ὑπερηφανίαν,

ἣν ἀρχόμενος τῇ θέρμῃ τῆς ταπεινώσεως κατεπάτη-

σας, ἀνεγείρῃς καθ' ἑαυτοῦ, ὅταν τὸ ψαλτήριον μά-

θῃς, ἤ τι τῆς Γραφῆς, ἢ καὶ κατὰ τὴν τοῦ Ἀποστό-

λου φωνὴν, ἃ κατέλυσας πάλιν οἰκοδομῶν, παραβά-

την σεαυτὸν ἀποδείξῃς· ἀλλὰ μᾶλλον ὡς ἐνήρξω, καὶ

ὡμολόγησας τὴν ταπείνωσιν ἐνώπιον Θεοῦ καὶ ἀγγέ-

λων, ἕως τέλους διατήρησον. Ὁμοίως τὴν ὑπομονὴν,

ἣν ἐπεδείξω ἐν τῷ μοναστηρίῳ, ἐπὶ πολλὰς ἡμέρας

πρὸ τῶν θυρῶν διακαρτερῶν, καὶ μετὰ δακρύων ἱκε-

τεύων, σπούδασον ἐπαυξῆσαι. Ἄθλιον γὰρ ὄντως

ὀφείλοντά σε καθ' ἑκάστην προστιθέναι τῇ πρώτῃ

θέρμῃ, καὶ εἰς τὸ τέλειον ἀναβαίνειν προκόπτοντα

ὑφαιρεῖν ἀπ' αὐτῆς, καὶ πρὸς τὰ κάτω ὑπαναλύειν.

Οὐ γὰρ ὁ ἀρχόμενος τοῦ καλοῦ μακάριος, ἀλλ' ὅστις

ἕως τέλους ἐν τούτῳ διαμείνῃ. Ὁ γὰρ ἐπὶ γῆς συρό-

μενος ὄφις τὴν ἡμετέραν ἀεὶ τηρεῖ πτέρναν, τουτέστι

τῇ ἡμετέρᾳ ἐξόδῳ ἐπιβουλεύει, καὶ ἕως τέλους τῆς

ζωῆς ἡμῶν ὑποσκελίζειν ἡμᾶς ἐπιχειρεῖ. Καὶ τούτου

χάριν τὸ ἐνάρξασθαι καλῶς οὐδὲν ὠφελήσει, οὐδὲ ἡ

ἀρχὴ τῆς ἐν ὑποταγῇ θερμότητος, εἰ μὴ καὶ τὸ τέλος

ὡσαύτως γένηται. Καὶ ἡ τοῦ Χριστοῦ δὲ ταπείνω-

σις, ἣν νῦν ἐνώπιον αὐτοῦ ἐπηγγείλω, οὐκ ἄλλως βε-

βαιωθήσεται, εἰ μὴ ἕως τέλους ταύτην ὑποδείξῃς. Διὸ,

ἵνα δυνηθῇς ταύτην τελείως κτήσασθαι, καὶ συντρί-

ψαι τὴν κεφαλὴν τοῦ δράκοντος, σπούδαζε, ὅταν ἐπέρ-

χωνταί σοι λογισμοὶ, εὐθέως ἐξ ἀρχῆς τούτους ἀπαγ-

γέλλειν. Οὕτως γὰρ δημοσιεύων τὰς ἀρχὰς τῶν ὀλε-

θρίων τοῦ δράκοντος λογισμῶν, καὶ μὴ αἰσχυνόμενος

ἐκφαίνειν τῷ σῷ Πατρὶ, συντρίψεις τὴν τούτου κεφα-

λήν. Διὸ δὴ κατὰ τὴν Γραφὴν, εἰ προσέλθῃς δουλεύειν

τῷ Θεῷ, ἑτοίμασον σεαυτὸν μὴ πρὸς ἀμεριμνίας, μὴ

πρὸς ἀνέσεις, ἀλλὰ πρὸς πειρασμοὺς, πρὸς θλίψεις.

«Διὰ» γὰρ «πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν

εἰς τὴν βασιλείαν τῶν οὐρανῶν·» καὶ, «Στενὴ ἡ

πύλη, καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν

ζωὴν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν.» Πρόσχες

τοίνυν τοῖς ὀλίγοις καλοῖς, καὶ ἐκ παραδείγματος

αὐτῶν κανόνιζε τὸν ἑαυτοῦ βίον· μὴ προσχῇς τοῖς

ῥᾳθύμοις καὶ καταφρονηταῖς, κἂν πολλοὶ ὦσι· «Πολ-

λοὶ γὰρ,» φησὶ, «κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοὶ,» καὶ

μικρὸν τὸ ποίμνιον ᾧ ηὐδόκησεν ὁ Πατὴρ δοῦναι τὴν

βασιλείαν. Μὴ μικρὸν γὰρ εἶναι νομίσῃς ἁμάρτημα

ἐπαγγέλλεσθαι τελειότητα, καὶ τοῖς ἀμελεστέροις καὶ

ῥᾳθύμοις ἀκολουθεῖν. Ἵνα τοίνυν δυνηθῇς ἐπιβῆναι

τῇ τελειότητι, ταύτῃ κέχρησο τῇ τάξει, καὶ τούτοις

ἀνάβαινε τοῖς βαθμοῖς.

Πρῶτος βαθμὸς ἀρετῆς καὶ ἀρχὴ τῆς ἡμετέρας

σωτηρίας ὁ φόβος ἐστὶ τοῦ Θεοῦ· διὰ τούτου καὶ τῶν

ἁμαρτημάτων ἀποκάθαρσις, καὶ τῶν ἀρετῶν φυλακὴ,

καὶ ὁδὸς ἐπὶ τὴν τελειότητα γίνεται. Ὅταν γὰρ ὁ τοῦ

Θεοῦ φόβος εἰσέλθῃ εἰς τὴν ψυχὴν, καταφρονεῖν πάν-

των πείθει τῶν τοῦ κόσμου πραγμάτων, καὶ λήθην

τῶν κατὰ σάρκα συγγενῶν γεννᾷ, καὶ αὐτοῦ ὅλου τοῦ

869

κόσμου. Ἐκ δὲ τούτων ταπείνωσις κεφάλαιον τῶν

ἀρετῶν, καὶ πλήρωμα πάντων τῶν καλῶν κατορθοῦ-

ται· καταφρονήσει γὰρ καὶ στερήσει πάντων τῶν

πραγμάτων ἡ ταπείνωσις προσγίνεται. Ἡ ταπείνω-

σις δὲ τούτοις τοῖς γνωρίσμασι δοκιμάζεται. Πρῶτον

εἰ νεκρωθέντα τις εἶχεν ἑαυτῷ τὰ ἴδια θελήματα· δεύ-

τερον δὲ εἰ μὴ μόνον τῶν οἰκείων πράξεων, ἀλλὰ καὶ

τῶν ἐνθυμήσεων μηδὲν τὸν ἴδιον κρύπτει Πατέρα·

τρίτον, εἰ μὴ τῇ ἰδίᾳ συνέσει, ἀλλὰ πάντα τοῦ Πα-

τρὸς διακρίσει πιστεύει, διψῶν ἀεὶ καὶ ἐπιποθῶν,

καὶ ἡδέως ἀκούων τῆς τούτου νουθεσίας· τέταρτον,

εἰ πᾶσιν ἀνεπαισχύντως δουλεύσει τοῖς τοῦ Πατρὸς

προστάγμασι· πέμπτον, εἰ μὴ μόνον αὐτὸς οὐ τολμᾷ

ὑβρίσαι τινὰ, ἀλλὰ καὶ τὰς ὑπὸ ἄλλων αὐτῷ ἐπαγο-

μένας ὕβρεις μετὰ χαρᾶς ἔσται προσδεχόμενος· ἕκτον,

εἰ μηδὲν ἐπιχειρήσει καινότερον πρᾶξαι, ὅπερ ὁ κα-

νὼν ὁ κοινὸς οὐκέτι προτρέπει, οὐδὲ τῶν Πατέρων τὰ

παραδείγματα· ἕβδομον, εἰ πάσῃ εὐτελείᾳ ἀρκούμε-

νος, καὶ ἐπ' αὐτοῖς τοῖς δεδομένοις εὐχαριστῶν, καὶ

τούτων ἀνάξιον ἡγεῖται ἑαυτόν· ὄγδοον, εἰ ἑαυτὸν πάν-

τοτε κατώτερον πάντων, καὶ μὴ ᾖ προπετὴς ἐν λό-

γοις· δέκατον, εἰ μὴ ἔστιν εὐχερὴς ἐν λόγοις, καὶ

πρόχειρος ἐν γλώσσῃ. Τούτοις γὰρ καὶ τοῖς ὁμοίοις

τούτων σημείοις ἡ ταπείνωσις γνωρίζεται. Ταῦτα,

ὅταν ἐν ἀληθείᾳ κατορθωθῇ, ταχέως πρὸς τὸ ὕψος

τῆς ἀγάπης ἀνάγει, ἐν ᾗ φόβος οὐκ ἔστι κολάσεως,

καὶ δι' ἧς τὰ πάντα οὐκέτι μετὰ ἀνάγκης, καὶ κόπου

φυλάττεται, ἀλλὰ πόθῳ διαπύρῳ καὶ ἐπιθυμίᾳ τοῦ

καλοῦ. Πρὸς ἥνπερ ἀρετὴν ἵνα ἰσχύσῃς εὐχερέστερον

φθάσαι, ὑποδείγματά σοι πρὸς μίμησιν ἔστωσαν οἱ

λόγοι τῶν συμβαινόντων, καὶ εὐλάβειαν κεκτημένων

ἀδελφῶν· μὴ οἱ πλείους, καὶ ἀμελέστερόν τε καὶ

ῥᾳθυμότερον ζῶντες. Καὶ γὰρ ἐκ τοῦ μιμεῖσθαι καὶ ζηλοῦν τοὺς ἁγίους μεγίστη ὠφέλεια προσγίνεται

τοῖς βουλομένοις πρὸς τελειότητα φθάσαι.

Εἰ τοίνυν θέλεις δυνηθῆναι πᾶσι τούτοις ἐξ-

ακολουθῆσαι, καὶ ὑπὸ τούτων εἰς τὸν πνευματικὸν

ἀγῶνα τοῦ κοινοβίου ἄχρι τέλους διακαρτερῆσαι,

ταῦτα ἃ εἶπεν ὁ Δαυῒδ ἀναγκαῖά σοι πρὸς φυλακὴν

ἐν τῇ συνοδίᾳ τῶν ἀδελφῶν ἔστωσαν· «Ἐγὼ δὲ ὡσεὶ

κωφὸς οὐκ ἤκουον, καὶ ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων,

καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς.» Ὅσα

τοίνυν βλέπεις ἀλλότρια οἰκοδομῆς καὶ ὠφελείας, ὡς

τυφλὸς γενοῦ, καὶ ὅσα ἀκούεις, ὡς κωφὸς καὶ ἄλα-

λος, καὶ οὐκ ἔχων ἐν τῷ στόματι ἐλεγμούς. Καὶ μὴ

μιμήσῃ τούτους, ὅσοι ἄπιστοι, καὶ ἀνήκοοι, καὶ προ-

πετεῖς, καὶ συρφετοὶ, καὶ ὑβρισταὶ τυγχάνουσιν,

ἀλλ' ὡς κωφὸς καὶ μὴ ἀκούων, ταῦτα παραπέμπου.

Ἐάν σοί τις ἐλέγχους, ἢ ὀνείδη, ἢ ὕβρεις ἐπιπέμψῃ,

ἀκίνητος ἔσο ὡς πεφιμωμένος καὶ ἄλαλος, ἀεὶ τοῦτον

τὸν στίχον ἐπιλέγων τοῦ ψαλμοῦ· «Εἶπα, Φυλάξω

τὰς ὁδούς μου, τοῦ μὴ ἁμαρτάνειν με ἐν γλώσσῃ

μου. Ἐθέμην τῷ στόματί μου φυλακὴν, ἐν τῷ συ-

στῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου, ἐκωφώθην, καὶ

ἐταπεινώθην.» Ἔτι μὴν πρὸς τούτοις καὶ τέταρτον

τοῦτο πρὸ πάντων μελέτα, καὶ φυλάσσου, ὅπερ καὶ

872

ταῦτα τὰ ἀνωτέρω εἰρημένα τρία κοσμῆσαι δύναται.

τὸ μωρὸν καὶ ἄφρονα ἑαυτὸν, κατὰ τὸ Ἀποστόλου

παράγγελμα, ἐν τούτῳ τῷ αἰῶνι ποιῆσαι, ἵνα γένῃ

σοφὸς, δηλονότι μηδὲν διακρίνων ἢ διστάζων ἐν οἷς

ἂν προσταχθῇς, ἁπλότητος καὶ πίστεως τὴν ὑπακοὴν

ποιῶν. Ἐκεῖνο μόνον ἅγιον τῶν ἁγίων λογιζόμενος,

καὶ σοφὸν, καὶ συμφέρον πιστεύων, τὸ ὑπὸ τοῦ σοῦ

Πατρὸς προσταχθέν σοι. Τοιαύτῃ γὰρ διαθέσει ἀσφα-

λισάμενος τὴν σὴν καρδίαν, δυνήσῃ ἕως τέλους ὑπο-

μεῖναι τὸν Χριστοῦ ζυγὸν τῆς ὑποταγῆς, καὶ οὐδέν

σε τῶν τοῦ διαβόλου πειρατηρίων καὶ τεχνασμάτων

δυνήσεται σαλεῦσαι ἐκ τῆς ἐπιστήμης τοῦ βίου. Καὶ

τὴν ὑπομονὴν δὲ, καὶ τὴν ταπείνωσιν, καὶ τὴν μα-

κροθυμίαν τὴν σὴν, μὴ ἐκ τῆς τῶν ἄλλων ἀρετῆς προσ-

δόκα κατορθοῦσθαι· οἶον ἐὰν ὑπ' οὐδενὸς παροξύνῃ, ἢ

οὐκ ἐξουδενώσῃ, ἢ οὐκ ἀτιμάζῃ, ὅπερ οὔτε τῆς σῆς ἀρε-

τῆς ἐστι δεῖγμα, οὔτε ἐν τῇ ἐξουσίᾳ κεῖται· ἀλλ' ὅταν

λοιδορούμενος, ἢ ἀτιμαζόμενος, ἢ ἐξουδενούμενος

πράως φέρῃς· τοῦτο γὰρ ἐν τῇ σῇ προαιρέσει κεῖται.

Ἵνα τοίνυν αὐτὰ πάντα, ἅπερ πλατύτερον εἰρήκαμεν,

συναθροίσαντες, τί ποτε σύντομον εἴπωμεν πρὸς τὸ

εὐκόλως τὴν σὴν διάνοιαν τούτων μνημονεύειν, ἄκουε

πάλιν, πῶς κατὰ τάξιν δυνήσῃ ἐπιβῆναι τῆς τελειό-

τητος. Ἀρχὴ τῆς ἡμετέρας σωτηρίας ὁ φόβος ἐστὶ

τοῦ Θεοῦ· ἐκ τούτου γεννᾶται ἀγαθὴ ὑπακοὴ, ἐξ ἧς

τίκτεται ἡ ὑποταγὴ, καὶ ἡ καταφρόνησις τῶν τοῦ

κόσμου πραγμάτων· ἐκ δὲ ταύτης τῆς ταπεινώσεως

γεννᾶται τῶν ἰδίων θελημάτων ἡ νέκρωσις· ἐκ δὲ

τῆς τῶν θελημάτων νεκρώσεως αἱ τῶν ἡδονῶν ῥίζαι

μαραίνονται· ἐκ δὲ τούτων πάντα τὰ ἐλαττώματα τῆς

ψυχῆς ἀποβάλλονται· τῇ δὲ ἀποβολῇ τούτων, αἱ ἀρε-

ταὶ αὔξουσι, καὶ καρποφοροῦσι· τῇ δὲ αὐξήσει τῶν

ἀρετῶν ἡ καθαρότης τῆς καρδίας προσγίνεται· ταῖς

δὲ καθαρότησι τῆς καρδίας ἡ ἀποστολικὴ τελειότης ἐπακολουθεῖ χάριτι καὶ συνεργείᾳ τοῦ Κυρίου ἡμῶν

Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

{ΤΟΥ ΑΥΤΟΥ ΜΕΓΑΛΟΥ ΑΘΑΝΑΣΙΟΥ ΠΡΟΣ

ΤΟΝ ΑΥΤΟΝ ΚΑΣΤΟΡΑ ΠΕΡΙ ΤΩΝ ΟΚΤΩ

ΤΗΣ ΚΑΚΙΑΣ ΛΟΓΙΣΜΩΝ.}

Πρώην τὸν περὶ διατυπώσεως λόγον τῶν κοινο-

βίων συντάξαντες, πάλιν ἐπὶ τοῦ παρόντος, ταῖς ὑμε-

τέραις εὐχαῖς θαῤῥήσαντες, ἐπεχειρήσαμεν γράψαι

περὶ τῶν ὀκτὼ τῆς κακίας λογισμῶν· γαστριμαργίας

φημὶ καὶ πορνείας, φιλαργυρίας καὶ ὀργῆς, λύπης

καὶ ἀκηδίας, κενοδοξίας καὶ ὑπερηφανίας. Προηγου-

μένως τοίνυν περὶ ἐγκρατείας γαστρὸς ἡμῖν λεχθή-

σεται, τῆς ἀντικειμένης τῇ γαστριμαργίᾳ· τοῦ τε

τρόπου τῶν νηστειῶν, καὶ τῆς ποιότητος καὶ ποσό-

τητος τῶν βρωμάτων. Καὶ ταῦτα οὐκ ἀφ' ἑαυτῶν

ἐροῦμεν, ἀλλ' ἅπερ παρειλήφαμεν παρὰ τῶν ἁγίων

ἡμῶν Πατέρων. Ἐκεῖνοι τοίνυν οὐχ ἕνα κανόνα νη-

στείας, οὐδὲ ἕνα τρόπον τῆς τῶν βρωμάτων μεταλή-

ψεως, οὐδὲ τὸ αὐτὸ μέτρον πᾶσι μεταδιδόασι, διὰ τὸ

μηδὲ πάντας τὴν αὐτὴν ἰσχὺν ἔχειν, ἢ διὰ ἡλικίαν,

ἢ δι' ἀσθένειαν, ἢ διὰ ἕξιν ἀστειοτέρου σώματος. Ἕνα

δὲ σκοπὸν πᾶσι παραδεδώκασι, φεύγειν τὴν πλησμο-

873

νὴν, καὶ ἀποστρέφεσθαι τὴν χορτασίαν τῆς γαστρός·

τὴν δὲ καθημερινὴν νηστείαν ἐδοκίμασαν ὠφελιμω-

τέραν εἶναι, καὶ συμβαλλομένην εἶναι πρὸς καθαρό-

τητα, πλέον τῆς ἐν τρισὶν ἢ τέταρσιν, ἢ καὶ ἕως

ἑβδομάδος ἑλκομένης νηστείας. Καὶ γάρ φασι τὸν

ἀμέτρως ἐπεκτεινόμενον τῇ νηστείᾳ ὑπὲρ μέτρον πολ-

λάκις τῇ τροφῇ κεχρῆσθαι, ὡς ἐκ τούτου ποτὲ μὲν

τῇ ὑπερβολῇ τῆς ἀσιτίας ἀτονεῖν τὸ σῶμα, καὶ πρὸς

τὰς πνευματικὰς λειτουργίας ὀκνηρότερον γίνεσθαι·

ποτὲ δὲ, τῷ πλήθει τῶν τροφῶν βαρυνόμενον, ἀκη-

δίαν καὶ χαύνωσιν ἐμποιεῖν τῇ ψυχῇ. Καὶ πάλιν οὐ

πᾶσιν ἁρμόδιον εἶναι τὴν τῶν λαχάνων μετάληψιν,

οὐδὲ πᾶσι τὴν τῶν ὀσπρίων, οὐδὲ πάντας δύνασθαι

τῇ τοῦ ξηροῦ ἄρτου κεχρῆσθαι τροφῇ· καὶ πάλιν τὸν

μέν φησι δύο λίτρας ἐσθίοντα ἄρτου ἀκμὴν πεινᾷν,

ἄλλον δὲ ἐσθίοντα λίτραν, ἢ ἓξ οὐγγίας χορτάζεσθαι.

Πᾶσιν οὖν, ὡς εἴρηται, ἕνα σκοπὸν ἐγκρατείας παρα-

δεδώκασι, τὸ μὴ ἀπατᾶσθαι χορτασίᾳ κοιλίας, μηδὲ

ἐξέλκεσθαι τῇ τοῦ λάρυγγος ἡδονῇ. Οὐδὲ γὰρ ἡ δια-

φορὰ τῆς ποιότητος μόνον, ἀλλὰ καὶ ἡ ποσότης τοῦ

πλήθους τῶν βρωμάτων τὰ πεπυρωμένα βέλη τῆς

ἁμαρτίας εἴωθεν ἀνάπτειν· οἵας γὰρ δήποτε τροφῆς

πληρουμένη γαστὴρ, ἀσωτίας σπέρματα τίκτει. Καὶ

πάλιν οὐ μόνον κραιπάλη οἴνου, ἀλλὰ καὶ πλησμονὴ

ὕδατος, καὶ πασῶν τροφῶν ὑπερβολὴ κεκαρωμένην

καὶ νυστάζουσαν ταύτην ἀποτελοῦσι. Τοῖς Σοδομίταις

οὐκ οἴνου καὶ διαφόρων βρωμάτων κραιπάλη, κατα-

στροφῆς γέγονεν αἰτία, ἀλλ' ἄρτου πλησμονὴ, κατὰ

τὸν προφήτην. Ἡ ἀσθένεια τοῦ σώματος πρὸς τὴν

καθαρότητα τῆς καρδίας οὐκ ἀντίκειται. Ταῦτα οὖν

παρασχόμενος τῷ σώματι ἃ ἡ ἀσθένεια ἀπαιτεῖ, οὐχ

ἅπερ ἡ ἡδονὴ θέλει. Ἡ τῶν βρωμάτων χρῆσις ὅσον

ὑπουργῆσαι πρὸς τὸ ζῇν παραλαμβάνεται, οὐχ ὅσον

δουλεῦσαι ταῖς ὁρμαῖς τῆς ἐπιθυμίας. Ἡ σύμμετρος

καὶ μετὰ λόγου τῶν τροφῶν μετάληψις τῆς ὑγείας

φροντίζει τοῦ σώματος, οὐ τὴν ἁγιωσύνην ἀφαιρεῖται.

Ὅρος ἐγκρατείας καὶ κανὼν παραδεδομένος ὑπὸ τῶν

ἁγίων Πατέρων ἀκριβὴς οὗτός ἐστι, τὸ ἔτι τῆς ὀρέ-

ξεως ἐγκειμένης, τῆς τροφῆς ἀπέχεσθαι τὸν ἐσθίοντα.

Καὶ ὁ Ἀπόστολος δὲ εἰπών· «Τῆς σαρκὸς πρόνοιαν

μὴ ποιεῖσθε εἰς ἐπιθυμίαν,» οὐ τὴν ἀναγκαίαν τῆς

ζωῆς κυβέρνησιν ἐκώλυσεν, ἀλλὰ τὴν φιλήδονον ἐπι-

μέλειαν ἀπηγόρευσεν. Ἄλλως τε καὶ πρὸς καθαρό-

τητα τελείαν τῆς ψυχῆς μόνη ἡ ἀποχὴ τῶν βρωμά-

των οὐκ ἰσχύει, εἰ μὴ καὶ αἱ λοιπαὶ ἀρεταὶ συνδρά-

μωσι. Τοιγαροῦν ἡ ταπείνωσις διὰ τῆς ὑπακοῆς τοῦ

ἔργου καὶ τῆς τοῦ σώματος καταπονήσεως, μεγάλα

ἡμῖν συμβάλλεται. Ἡ ἀποχὴ τῆς φιλαργυρίας οὐ μό-

νον τὸ μὴ ἔχειν χρήματα, ἀλλὰ μηδὲ ἐπιθυμεῖν κε-

κτῆσθαι. Πρὸς καθαρότητα τὴν ψυχὴν ὁδηγεῖ τῆς

ὀργῆς ἡ ἀποχὴ, τῆς λύπης, τῆς κενοδοξίας, τῆς ὑπερ-

ηφανίας. Ταῦτα πάντα τὴν καθολικὴν τῆς ψυχῆς

καθαρότητα ἀπεργάζεται. Τὴν δὲ διὰ σωφροσύνης

μερικὴν τῆς ψυχῆς καθαρότητα ἐξαιρέτως ἐγκράτεια

876

καὶ νηστεία κατορθοῖ. Ἀδύνατον γὰρ τὸν τὴν γα-

στέρα κεκορεσμένον πολεμῆσαι κατὰ διάνοιαν τῷ

πνεύματι τῆς πορνείας. Τοιγαροῦν πρῶτος ἔστω ἡμῖν

ἀγὼν τὸ κρατεῖν γαστρὸς, καὶ δουλαγωγεῖν τὸ σῶμα,

οὐ μόνον διὰ νηστείας, ἀλλὰ καὶ δι' ἀγρυπνίας, καὶ

κόπου, καὶ ἀναγνώσεως, καὶ τοῦ συνάγειν τὴν καρδίαν εἰς τὸν φόβον τῆς γεέννης, καὶ εἰς τὸν πόθον τῆς

βασιλείας τῶν οὐρανῶν.

Δεύτερός ἐστιν ἡμῖν ἀγὼν κατὰ τοῦ πνεύματος

τῆς πορνείας καὶ τῆς ἐπιθυμίας τῆς σαρκὸς, ἥτις

ἐπιθυμία ἀπὸ πρώτης ἡλικίας ἄρχεται παρενοχλεῖν

τῷ ἀνθρώπῳ. Μέγας οὗτος ὁ ἀγὼν καὶ χαλεπὸς, καὶ

διπλῆν ἔχων τὴν πάλην· διότι οὗτος διπλοῦς καθέστη-

κεν, ἐν τῇ ψυχῇ καὶ ἐν τῷ σώματι συνιστάμενος. Καὶ

τούτου χάριν διπλῆν χρὴ κατ' αὐτοῦ καὶ τὴν πάλην

ἀναδέξασθαι. Οὔτε γὰρ ἱκανὴ ὑπάρχει μόνη ἡ σωμα-

τικὴ νηστεία πρὸς κτῆσιν τῆς τελείας σωφροσύνης,

καὶ ἀληθοῦς ἁγνείας, εἰ μὴ καὶ εὐχὴ πρὸς Θεὸν ἐκτε-

νὴς, καὶ κοινὴ τῶν θείων Γραφῶν μελέτη, καὶ κά-

ματος καὶ ἔργον χειρῶν, ἅπερ δύνανται τὰς ἀστάτους

ὁρμὰς τῆς ψυχῆς συστέλλειν, καὶ ἐκ τῶν αἰσχρῶν

φαντασιῶν ἀνακαλεῖσθαι αὐτήν· πρὸ δὲ πάντων συμ-

βάλλεται ταπείνωσις ψυχῆς, ἧς χωρὶς οὐδὲ πορνείας,

οὐδὲ τῶν ἄλλων παθῶν δυνήσεταί τις περιγενέσθαι.

Προηγουμένως τοίνυν χρὴ πάσῃ φυλακῇ τηρεῖν τὴν

καρδίαν ἀπὸ λογισμῶν ῥυπαρῶν. Ἐκ γὰρ ταύτης προ-

εξέρχονται, κατὰ τὴν τοῦ Κυρίου φωνὴν, διαλογισμοὶ

πονηροὶ, φόνοι, μοιχεῖαι, πορνεῖαι, καὶ τὰ λοιπά. Καὶ

γὰρ ἡ νηστεία οὐ μόνον πρὸς κακουχίαν τοῦ σώματος

ἡμῖν προστέτακται, ἀλλὰ καὶ πρὸς νῆψιν τοῦ νοὸς, ἵνα

μὴ, τῷ πλήθει τῶν βρωμάτων σκοτισθεὶς, ἀδυνατήσῃ

πρὸς τὴν τῶν λογισμῶν παραφυλακήν. Χρὴ τοίνυν

μὴ μόνον ἐν τῇ σωματικῇ νηστείᾳ τὴν πᾶσαν σπου-

δὴν ἐνδείκνυσθαι, ἀλλὰ καὶ ἐν τῇ προσοχῇ τῶν λογι-

σμῶν, καὶ ἐν τῇ πνευματικῇ μελέτῃ, ὧν χωρὶς ἀδύ-

νατον πρὸς τὸ ὕψος τῆς ἀληθοῦς ἁγνείας καὶ καθα-

ρότητος ἀνελθεῖν. Προσήκει τοίνυν ἡμᾶς καθαρίζειν

πρότερον, κατὰ τὴν τοῦ Κυρίου φωνὴν, τὸ ἔνδον τοῦ

ποτηρίου καὶ τῆς παροψίδος, ἵνα γένηται καὶ τὸ ἐκτὸς

καθαρόν. Διὰ δὴ τοῦτο, εἰ ἔστιν ἡμῖν σπουδὴ, κατὰ

τὸν Ἀπόστολον, νομίμως ἀθλῆσαι, καὶ στεφανωθῆναι,

νικήσαντας τὸ ἀκάθαρτον πνεῦμα τῆς πορνείας, μὴ

τῇ ἡμετέρᾳ δυνάμει ἢ ἀσκήσει θαῤῥήσωμεν, ἀλλὰ

τῇ βοηθείᾳ τοῦ δεσπότου Θεοῦ. Οὐ παύεται γὰρ ὁ

ἄνθρωπος πολεμούμενος ὑπὸ τοῦ δαίμονος τούτου,

ἕως οὗ ἐν ἀληθείᾳ πιστεύσῃ, ὅτι οὐκ ἰδίᾳ σπουδῇ ἢ

καμάτῳ, ἀλλὰ τῇ τοῦ Θεοῦ ῥοπῇ καὶ βοηθείᾳ ἀπαλλάττε-

ται ταύτης τῆς νόσου, καὶ εἰς τὸ ὕψος τῆς ἁγνείας ἀνέρ-

χεται. Καὶ γὰρ ὑπὲρ φύσιν ἐστὶ τὸ πρᾶγμα, καὶ τρό-

πον τινὰ ἔξω τοῦ σώματος γίνεται, ὁ τοὺς ἐρεθισμοὺς

τῆς σαρκὸς καὶ τὰς ἡδονὰς ταύτης καταπατήσας.

Καὶ τούτου χάριν ἀδύνατόν ἐστιν ἄνθρωπον τοῖς πτε-

ροῖς, ἵν' οὕτως εἴπω, πρὸς τὸ ὕψος τοῦτο καὶ οὐρά-

νιον βραβεῖον τῆς ἁγιωσύνης ἀναπτῆναι, καὶ μιμητὴν

ἀγγέλων γενέσθαι· εἰ μὴ χάρις Θεοῦ τοῦτον ἀπὸ τῆς

γῆς καὶ τοῦ βορβόρου ἀναγάγοι. Οὐδεμιᾷ γὰρ ἀρετῇ

877

μᾶλλον οἱ σαρκὶ συνδεδεμένοι ἄνθρωποι τοῖς οὐρα-

νίοις ἀγγέλοις συνομοιοῦνται, ὡς τῇ σωφροσύνῃ· διὰ

ταύτης γὰρ, ἔτι ἐν τῇ γῇ διάγοντες, ἔχουσι, κατὰ τὸν

Ἀπόστολον, τὸ πολίτευμα ἐν οὐρανοῖς. Δεῖγμα δὲ τοῦ

τὴν ἀρετὴν ταύτην κεκτῆσθαι ἡμᾶς, τὸ μηδὲ μιᾶς εἰκόνι

αἰσχρᾶς φαντασίας ἐν τοῖς ὕπνοις τὴν ψυχὴν προστρέ-

χειν. Εἰ γὰρ καὶ μὴ λογίζεται ἁμαρτία ἡ τοιαύτη κίνη-

σις, ὅμως τεκμήριον ὑπάρχει τοῦ νοσεῖν τὴν ψυχὴν,

καὶ μήπω τοῦ πάθους ἀπηλλάχθαι. Καὶ τούτου χάριν

τὰς συμβαινούσας ἡμῖν ἐν τοῖς ὕπνοις αἰσχρὰς φαν-

τασίας ἔλεγχον εἶναι τῆς προλαβούσης ῥᾳθυμίας καὶ

τῆς ἐν ἡμῖν ἀσθενείας πιστεύειν ὀφείλομεν, ἐν τοῖς

ἀποκρύφοις τῆς ψυχῆς ἀποκεκρυμμένην νόσον φανε-

ροποιούσης τῆς γινομένης ῥύσεως ἐν τῇ τοῦ ὕπνου

ἀνέσει. Διὸ καὶ ὁ ἰατρὸς τῶν ψυχῶν ἐν τοῖς ἀποκρύ-

φοις τῆς ψυχῆς τὸ φάρμακον ἐναπέθετο, ἔνθα καὶ

τὰς αἰτίας τῆς νόσου ὑπάρχειν ἐγίνωσκε, φάσκων·

«Ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν

ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ·» οὐ το-

σοῦτον τοὺς πορνικοὺς καὶ περιέργους ὀφθαλμοὺς

διορθούμενος, ὅσον τὴν ἔνδον ἐνιδρυμένην ψυχὴν, ἥτις

τοῖς παρὰ Θεοῦ δοθεῖσιν ἐπ' ἀγαθῷ ὀφθαλμοῖς κακῶς

κέχρηται· τούτου χάριν καὶ ἡ σοφὴ παροιμία οὐ λέγει,

Πάσῃ φυλακῇ τήρει τοὺς ὀφθαλμοὺς, ἀλλὰ, «Πάσῃ

φυλακῇ τήρει σὴν καρδίαν·» ἐκείνῃ μάλιστα ἐπι-

θεῖσα τὴν ἰατρείαν τῆς φυλακῆς, τῇ κεχρημένῃ τοῖς

ὀφθαλμοῖς εἰς ἃ βούλεται. Τοιγαροῦν αὐτὴ ἔστω τῆς

καθάρσεως ἡμῶν πρώτη φυλακὴ, ἵνα, ὅτε τῇ ἡμε-

τέρᾳ διανοίᾳ μνήμη γυναικὸς γένηται ἀναδοθεῖσα διὰ

τῆς διαβολικῆς ἐνεργείας, εἰ τύχοι μητρὸς, ἢ ἀδελ-

φῆς, ἢ ἄλλων γυναικῶν εὐλαβῶν, ταχέως αὐτὴν ἐκ

τῆς ἡμετέρας καρδίας ἐκβάλωμεν· ἵνα μὴ, ἐπιπολὺ

διατριβόντων ἡμῶν ἐν αὐτῇ τῇ γνώμῃ ὁ τῶν κακῶν

ἀπατεὼν ἐκ τούτων τῶν προσώπων κατακυλίσῃ καὶ

κατακρημνίσῃ τὴν διάνοιαν εἰς αἰσχρὰς καὶ ἐπιβλα-

βεῖς ἐνθυμήσεις, καθὼς καὶ ἡ παρὰ Θεοῦ πρὸς τὸν

πρῶτον δοθεῖσα ἐντολὴ κελεύει, τηρεῖν τὴν κεφαλὴν

τοῦ ὄφεως, τουτέστι τοῦ βλαβεροῦ λογισμοῦ τὴν ἀρ-

χὴν, δι' οὗπερ ἕρπειν εἰς τὴν ἡμετέραν ψυχὴν ἐπι-

χειρεῖ· ἵνα μὴ τῇ τῆς κεφαλῆς παραδοχῇ, ἥτις ἐστὶν

ἡ προσβολὴ τοῦ λογισμοῦ, τὸ λοιπὸν τοῦ ὄφεως σῶμα,

τουτέστι τῆς ἡδονῆς τὴν κατάθεσιν, παραδεξώμεθα,

καὶ ἐκ τούτου λοιπὸν ἐπὶ τὴν ἀθέμιτον πρᾶξιν κατ-

ενέγκῃ τὴν διάνοιαν· ἀλλὰ προσήκει, κατὰ τὸ γεγραμ-

μένον, εἰς τὰς πρωΐας ἀποκτενεῖν πάντας τοὺς ἁμαρ-

τωλοὺς τῆς γῆς, τουτέστι τῷ φωτὶ τῆς γνώσεως δια-

κρίνειν, καὶ ἐξολοθρεύειν τοὺς ἁμαρτωλοὺς λογισμοὺς

ἐκ τῆς γῆς, ἥτις ἐστὶν ἡ καρδία, κατὰ τὴν τοῦ Κυ-

ρίου φωνήν· καὶ ὡς ἔτι νήπιοί εἰσιν οἱ υἱοὶ Βαβυ-

λῶνος, ἤγουν οἱ πονηροὶ λογισμοὶ, τούτους ἐδαφίζειν,

καὶ συντρίβειν πρὸς τὴν πέτραν, ἥτις ἐστὶν ὁ Χρι-

στός. Ἐὰν γὰρ διὰ τῆς ἡμετέρας συγκαταθέσεως

ἀνδρυνθῶσιν, οὐκ ἄνευ μεγάλου στεναγμοῦ καὶ κα-

μάτου κινηθήσονται. Πρὸς δὲ τοῖς εἰρημένοις ἀπὸ

τῆς θείας Γραφῆς καλὸν καὶ λόγον ἁγίων Πατέρων

880

ἐπιμνησθῆναι δή. Εἴρηται τοίνυν τῷ ἁγίῳ Βασιλείῳ

τῷ ἐπισκόπῳ Καισαρείας Καππαδοκίας· Καὶ γυ-

ναῖκα ἀγνοῶ, καὶ παρθένος οὐκ εἰμί· τοσοῦτον ἐγί-

νωσκε μὴ ἐν τῇ σωματικῇ μόνῃ ἀποχῇ τῆς γυναικὸς

τὸ δῶρον τῆς παρθενίας κατορθοῦσθαι, ὅσον τῇ τῆς

ψυχῆς ἁγιωσύνῃ καὶ καθαρότητι ἣ τῷ φόβῳ Θεοῦ

κατορθοῦσθαι πέφυκε. Λέγουσι δὲ καὶ τοῦτο οἱ Πατέ-

ρες, μὴ δύνασθαι ἡμᾶς τὴν ἀρετὴν τῆς ἁγνείας τε-

λείας κτήσασθαι, εἰ μὴ πρότερον ἀληθινὴν ταπεινο-

φροσύνην ἐν τῇ καρδίᾳ κτησώμεθα· οὔτε δὲ γνώ-

σεως ἀληθοῦς καταξιωθῆναι ἐφ' ὅσον ἐν τοῖς ἀπο-

κρύφοις τῆς ψυχῆς τὸ πάθος τῆς πορνείας ἐγκαθ-

έζεται. Ἵνα δὲ τὸ μέγα τοῦτο κατόρθωμα καὶ ἐκ τοῦ

Ἀποστόλου δείξωμεν, μιᾶς αὐτοῦ ἐπιμνησθέντες λέ-

ξεως, καταπαύσωμεν τὸν λόγον. «Εἰρήνην, φησὶ,

διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς

οὐδεὶς ὄψεται τὸν Κύριον.» Ὅτι γὰρ περὶ τούτου

λέγει, δῆλον ἐξ ὧν ἐπήγαγεν, εἰπών· «Μή τις πόρνος

ἢ βέβηλος ὡς Ἠσαῦ.» Ὅσον τοίνυν οὐράνιον, καὶ

ἀγγελικὸν ὑπάρχει τὸ κατόρθωμα τῆς ἁγνοσύνης,

τοσοῦτον βαρυτέραις παρὰ τῶν ἀντιπάλων ἐπιβουλαῖς

πολεμεῖται. Καὶ τούτου χάριν σπουδάζειν ὀφείλομεν

οὐ μόνον ἐγκράτειαν σώματος ἀσκεῖν, ἀλλὰ καὶ συν-

τριβὴν καρδίας, καὶ πυκνὰς προσευχὰς μετὰ στε-

ναγμῶν· ὥστε τὴν κάμινον τῆς ἡμετέρας σαρκὸς,

ἣν ὁ Βαβυλώνιος βασιλεὺς τοῖς τῆς ἐπιθυμίας ἐρεθισμοῖς καθ' ἑκάστην ἀνάπτει, τῇ δρόσῳ τῆς παρου-

σίας τοῦ ἁγίου Πνεύματος ἀποσβεσθῆναι. Πρὸς δὲ τούτοις μέγιστον ἡμῖν ὅπλον πρὸς τὸν πολέμιον τοῦ-

τον καθέστηκεν ἡ κατὰ Θεὸν ἀγρυπνία. Ὥσπερ γὰρ ἡ ἁγνεία, καὶ ἡ παραφυλακὴ τῆς ἡμέρας τὴν νυκτε-

ρινὴν παρασκευάζουσιν ἁγιοσύνην, οὕτως ἡ νυκτερινὴ κατὰ Θεὸν ἀγρυπνία τὴν ἡμερινὴν τῇ ...

Τρίτος ἐστὶν ἡμῖν ἀγὼν κατὰ τοῦ πνεύματος τῆς

φιλαργυρίας· ξένος οὗτος ὁ πόλεμος, καὶ ἔξωθεν τῆς

φύσεως γνωριζόμενος, ἐξ ἀπιστίας τῷ μοναχῷ τὴν

ἀφορμὴν εὑρίσκων. Καὶ γὰρ καὶ τῶν ἄλλων παθῶν,

θυμοῦ λέγω καὶ ἐπιθυμίας, οἱ ἐρεθισμοὶ ἐκ τοῦ σώ-

ματος δοκοῦσιν ἔχειν τὰς ἀφορμὰς, καὶ τρόπον τινὰ

ὡς ἔμφυτα, καὶ ἀπὸ γενέσεως ἔχοντα τὴν ἀρχήν· ὅθεν

καὶ διὰ μακροῦ χρόνου νικῶνται. Ἡ δὲ τῆς φιλαργυ-

ρίας νόσος ἔξωθεν ἐπερχομένη εὐχερέστερον ἐκκό-

πτεσθαι δύναται, εἰ ἐπιμελείας τύχοι καὶ προσοχῆς·

ἀμεληθεῖσα δὲ ὀλεθριωτέρα τῶν ἄλλων παθῶν καὶ

συναπόβλητος γίνεται· ῥίζα γὰρ πάντων τῶν κακῶν

ἐστι κατὰ τὸν Ἀπόστολον. Σκοπήσωμεν δὲ οὕτω.

Τοῦ σώματος αἱ φυσικαὶ κινήσεις οὐ μόνον ἐν τοῖς

παισὶ θεωροῦνται, ἐν οἷς οὔπω διάγνωσις ἀγαθοῦ τε

καὶ κακοῦ τυγχάνει, ἀλλὰ καὶ ἐν τοῖς βραχυτάτοις

καὶ γαλουχουμένοις νηπίοις, ἅτινα, μηδὲ ἴχνος ἔχοντα

σαρκικῆς ἡδονῆς, ὅμως ἐν τῇ σαρκὶ σημαίνουσι κί-

νησιν. Ὁμοίως καὶ τοῦ θυμοῦ…

πί…

The complete text is available when the reading interface loads.