The Greek Library Author

Anonymous

In nativitatem praecursoris

Authority group
Athanasius of Alexandria (catalogue association; authorship remains anonymous)
Edition reference
In nativitatem praecursoris [Sp.], MPG 28: 905–913.
CTS identifier
urn:cts:greekLit:tlg2035.tlg086.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

28

909

ἐταράχθη, καὶ φόβος ἐπέπεσεν ἐπ' αὐτόν. Εἶπε δὲ

αὐτῷ ὁ ἄγγελος· Μὴ φοβοῦ, Ζαχαρία, διότι εἰσηκού-

σθη ἡ δέησίς σου, καὶ ἰδοὺ Ἐλισάβετ ἡ συγγενής σου,

γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάν-

νην. Καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις, καὶ παντὶ

τῷ λαῷ σου.« Ταῦτα τοῦ ἀγγέλου διαγορεύοντος, ὁ

Ζαχαρίας ἐν τούτῳ, δειλίᾳ καὶ φόβῳ Θεοῦ συλληφθεὶς,

ἀνταπεκρίθη πρὸς τὸν ἄγγελον φάσκων· Ἔξω φόβου

κελεύεις με ὑπουργεῖν, καὶ λέγεις μοι· Μὴ φοβοῦ,

Ζαχαρία· καὶ πῶς οἷόν τε τοῦτο; Ὃ οὐκ εἶδόν ποτε,

νῦν ἐν πρώτοις τεθέαμαι, πῦρ φθεγγόμενον, ἀσώμα-

τον ἄνθρωπον, ζωγραφητὸν πρόσωπον, ἀσύνθετον

ὄψιν, νεφελοσύστατον σχῆμα, ἀερόβατον δρομέα πτε-

ροβόλον, θυσιοπάρεδρον λόγον ἐκβάλλεις, καὶ φόβον δει-

κνύεις· τὰ ῥήματά σου πύρινα, καὶ τὰ ἐπαγγέλματά σου

δύσπιστα. Ἐλισάβετ κυοφορήσει, κἀγὼ πατὴρ ἀναδει-

χθήσομαι; Ὅτε θανάτου γειτονία, τότε παιδὸς φυτουρ-

γία; Ὅτε πάππος τὴν ἡλικίαν, τότε πατὴρ τὴν προσδο-

κίαν; λόγος πρὸς γόνον οὐδείς· ἐσβέσθη τὰ γεννητικὰ

μόρια, ἐκαθεύδησε λοιπὸν ἡ φύσις, ἀδιύπνιστος πρὸς

ὄρεξιν μένει, λήθην ἑαυτῆς εἰργάσατο. Κἀγὼ τῷ γή-

ρατι τῇ γῇ προσνένευκα, καὶ Ἐλισάβετ πρὸς ἑτοιμα-

σίαν βακτηρίαν μεμίσθωται. Ἅπαξ ἡ ξηρὰ ῥάβδος

τοῦ Ἀαρὼν ἤνθησεν, οὐχὶ δὲ πολλάκις. Κατὰ τί γνώ-

σομαι τοῦτο; Ὁ δὲ ἄγγελος πρὸς αὐτόν· Τί ἀδολε-

σχεῖς, Ζαχαρία; καὶ ἱερατεύεις, καὶ διστάζεις; Μὴ

οὐκ ἦν Ἀβραὰμ ἑκατονταετὴς, καὶ Σάῤῥα πρὸς νέ-

κρωσιν μήτρας ἀσχολουμένη; Μὴ ἔστειλεν ὁ τούτων

καρπός; Εἰ μὴ εἶχες ὑποδείγματα, καλῶς ἐδίστασας·

εἰ δὲ ἐξ ἐκείνων κατάγῃ, τί τὰ ἐκείνων οὐ διανοῇ,

Ὁ ἐθνικὸς Ἀβραὰμ ἐπίστευσε, καὶ ὁ ἱερατικὸς ἀμ-

φιβάλλεις; ἐκεῖνος ἐκτὸς θυμιάματος ἐμυρίσθη, καὶ

σὺ ἐν τῷ θυσιαστηρίῳ ἐκαπνίσθης; ἐκεῖνος τὸν κλη-

ρονόμον δεχόμενος ἠγαλλιᾶτο, καὶ σὺ τὸν πρόδρομον

Ἰωάννην εἰς οὐδὲν λογίζῃ; Αὐτός σε τῆς καταδίκης

ἐξελεῖται, αὐτός σε τῆς κατάρας ἐλυτρώσατο· αὐτός

σου τὴν γλωττιαίαν κλεῖδα βαστάζει· αὐτὸς πρὸς

Κύριον πολλοὺς ἐπιστρέψει· αὐτὸς ἐν δυνάμει Ἡλίου

τοῦ προφήτου προπορεύσεται, οὐ πύρινον σκεῦος ἁρ-

ματηλατῶν, ἀλλὰ τὸ Ἰορδάνειον λουτρὸν εὐτρεπίζων

διὰ τὸν πολὺν ῥύπον τῶν ἁμαρτιῶν. Διό σοι καὶ

εἰπεῖν προσετάχθην· »Εἰσηκούσθη ἡ δέησίς σου·«

ὅτι ἔφθασεν ὁ καιρὸς ὁ πάλαι προφητευθεὶς καὶ νῦν

πληρωθείς· »Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμά-

σατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους

αὐτοῦ.« Οὐκ ἄγγελος, οὐ πρέσβυς, ἀλλ' αὐτὸς ὁ

Κύριος ἥξει καὶ σώσει ἡμᾶς. Διὰ τοῦτο, Ζαχαρία,

912

σὺ μὲν φιμώθητι, ἐν καιρῷ τῆς ἀντιλογίας τὸ πρόσ-

τιμον τῆς τιμωρίας δεχόμενος· ἐγὼ δὲ τόπον ἐκ τό-

που μετέρχομαι, καὶ πρὸς τὴν Παρθένον μέλλω πο-

ρεύεσθαι, ἀπὸ τῆς στρατιωτικῆς ὁμιλίας ἐπὶ τὴν ἀποστολικὴν διακονίαν χωρῶν. Ταῦτά μοι διὰ βρα-

χέων, ὦ φίλε, εἰς τὴν παραληφθεῖσαν τῆς τοῦ Ζαχαρίου ἀπιστίας προωδοιπόρηται.

Τίνα δὲ καὶ τὰ ἀρτίως παραναγνωσθέντα, και-

ρὸς λοιπὸν ἐπιζητῆσαι. Ποῖα ταῦτα; Τὰ ὑπὸ τοῦ

Γαβριὴλ μηνυθέντα, καὶ ὑπὸ τῆς Παρθένου πιστευθέν-

τα, καὶ ὑπὸ τοῦ Πνεύματος προβιβασθέντα, καὶ ὑπὸ

τοῦ Κυρίου θησαυρισθέντα, καὶ ὑπὸ τοῦ Πατρὸς

σφραγισθέντα, καὶ ὑπὸ τῶν εὐσεβῶν φυλαχθέντα.

Ἤκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ Λουκᾶ λέγοντος·

»Ἐν τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβρι-

ὴλ εἰς πόλιν τῆς Γαλιλαίας, ᾗ ὄνομα Ναζαρὲτ, πρὸς

παρθένον μεμνηστευμένην ἀνδρὶ, ᾧ ὄνομα Ἰωσήφ.«

Ὢ μνῆστρα ἄλλῳ μνηστευθέντα, καὶ ἄλλῳ κατεγ-

γυηθέντα! ὢ μνῆστρα χαρᾶς ἐμφανιστικὰ, καὶ ταρα-

χῆς διαιρετικά! Ἤκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ

Λουκᾶ λέγοντος· Εἰσελθὼν δὲ εἰς τὸν οἶκον ὁ ἄγγε-

λος, ἠσπάσατο τὴν Παρθένον καὶ εἶπε· »Χαῖρε,

κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ· εὐλογημένη σὺ

ἐν γυναιξίν. Ἡ δὲ, ἰδοῦσα, διεταράχθη ἐπὶ τῷ λόγῳ

αὐτοῦ, καὶ διελογίζετο ἐν ἑαυτῇ, ποταπὸς εἴη ὁ

ἀσπασμὸς οὗτος.« Εἶδες τὴν χαρὰν τοῦ ἀγγέλου τα-

ραχὴν ἐγείρουσαν; Οὐ μόνον δὲ ταραχὴν, ἀλλὰ καὶ

διαλογισμοὺς, ἀλλὰ καὶ ἀμφιβολίαν, ἀλλὰ καὶ τὰ πα-

ραπλήσια τούτων. Τὸ γὰρ ἄθροον τῆς ἀγγελικῆς εἰσ-

όδου, καὶ τὸ ξένον τῆς ὄψεως, καὶ τὸ ἀσύνηθες τῆς

συντυχίας, καὶ τὸ ὑπέρογκον τῆς ἐπαγγελίας, καὶ

τὸ ἀπροσδόκητον τῆς ἀκοῆς, εἰς δειλίαν ἐνέβαλε τὴν

Παρθένον, τῇ ἐπινοίᾳ τῆς σωφροσύνης πᾶσαν φαύλην

ἐπίνοιαν ἐκποδὼν ποιησαμένην. Διὸ καὶ ἐταρά-

χθη, καὶ ταραχθεῖσα ἀτάραχος ἔμεινε. Τί ἐστι, Καὶ

ταραχθεῖσα ἀτάραχος ἔμεινεν; Ἄκουε συνετῶς. Ἡνίκα

Γαβριὴλ ὁ ἄγγελος, ἀποστολικὴν διακονίαν πλη-

ρῶν, ἀψόφῳ ποδὶ ἐπὶ τὸν παρθενικὸν ἐχώρει κοι-

τῶνα· μόνη γὰρ παρῆν ἡ Παρθένος, ἐν τῷ οἴκῳ τοῦ

μνηστευσαμένου διάγουσα· ἴστε πάντες σαφῶς καὶ

πῶς ἐρυθριᾷ παρὰ τὰς ἀρχὰς τοῦ συναλλάγματος ἡ

Παρθένος κάτω τὰς ὄψεις φέρουσα, ἠρέμα λαλοῦσα,

μὴ ἀνανεύουσα, πάσης σωφροσύνης ἐπιμελουμένη.

Ἐν τούτοις ἰδὼν αὐτὴν ὁ ἄγγελός φησι πρὸς αὐτήν·

»Μὴ φοβοῦ, Μαριὰμ,« εἰ καὶ ἠγωνίασας, καὶ ὥσπερ

παρθένος τῆς σωφροσύνης ἐφρόντισας, μὴ καταδρα-

μὼν ὁ μνηστήρ σου καταψηφίσηταί σου τῆς εὐλαβείας.

Τοῦτο γίνωσκε, Παρθένε, ὡς οὐδεμία σοι κοινωνία

ἔσται πρὸς τὸν μνηστῆρά σου Ἰωσήφ. Ἕτερόν σε

πρᾶγμα περιμένει, θεῖον, δεσποτικὸν, ἄφραστον,

ἀνερμήνευτον, λόγῳ παραστῆναι μὴ δυνάμενον. Δε-

σποτικὸς εὑρεθήσῃ σηκὸς, ἀπειρόγαμος ἀναδειχθήσῃ

μήτηρ, τὸν οὐρανοῦ καὶ γῆς δεσπότην μέλλεις ὑποδέ-

χεσθαι, ἀδιάφθορον τόκον κυοφοροῦσα. »Μὴ φοβοῦ, Μα-

ριὰμ,« στήριξόν σου τὸν λογισμὸν, νεύρωσόν σου τὴν

ψυχὴν, ἕδρασόν σου τὴν καρδίαν. Μὴ μιμήσῃ τὸν Ζα-

χαρίαν, μὴ ἀμφιβάλῃς, ὡς ἐκεῖνος, σὺ τῶν γυναικῶν

τὸ καύχημα· σὺ τοῦ Ἰσραηλιτικοῦ λαοῦ τὸ ἀγαλλίαμα·

σὺ τῶν ἐθνῶν τὸ ἐγκαλλώπισμα· σὺ τῆς χαρᾶς τὸ ῥί-

913

ζωμα· σὺ τῆς εὐλογίας τὸ φυτούργημα. Σὺ εὗρες

χάριν παρὰ τῷ Θεῷ παρὰ πάσας τὰς παρθένους. Καὶ,

»ἰδοὺ συλλήψῃ Υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰη-

σοῦν. Οὗτος ἔσται μέγας, καὶ Υἱὸς Ὑψίστου κληθή-

σεται.« Τούτων σοι τῶν ἀγαθῶν ἥκω μηνυτὴς ὑπάρ-

χων, εἰ καὶ ἔξω φύσεως τὰ λεγόμενα· ἀλλ' ὅμως

παρὰ τῷ φυσιουργῷ πάσης τῆς κτίσεως οὐδὲν σκολιὸν

ἢ στραγγαλιῶδες, ἀλλὰ πάντα εὐθέα καὶ πρὸς εὐχέ-

ρειαν βλέποντα. Ἐν ταύταις ταῖς ἐπαγγελίαις ἡ Παρ-

θένος σαγηνευθεῖσα, καὶ πάσης φαύλης ἐπινοίας

ἀπαλλαγεῖσα, οὐκέτι ὡς ἀπαῤῥησίαστος ἐσιώπα, λέ-

γουσα πρὸς τὸν ἄγγελον· »Πῶς ἔσται μοι τοῦτο, ὅτι

ἄνδρα οὐ γινώσκω;« Τί μου καὶ τὴν καρδίαν θροεῖς,

καὶ τὴν ἀκοὴν ξενοφωνεῖς; Τί τὸ μὴ ἀκουσθὲν ἀπὸ

τοῦ αἰῶνος διαγγέλλεις; ἔγκυος εὑρεθήσομαι, καὶ ἀν-

δρὸς πεῖραν οὐ λήψομαι; »Πῶς ἔσται μοι τοῦτο;«

Μήτηρ ὀνομασθήσομαι, καὶ μητρικῶν ὠδίνων ἔξω

γενήσομαι; »Πῶς ἔσται μοι τοῦτο;« Μαζὸν ἐπι-

δώσω, καὶ σπάργανα συσφίγξω, καὶ παῖδα γαλακτο-

τροφήσω, καὶ τί τὸ ἐν ἐμοὶ οὐ γνώσομαι; »Πῶς ἔσται

μοι τοῦτο;« λέγε μοι τὴν εὔλογον αἰτίαν, ἵνα γνώσω

τὴν ἀμφίβολον κυοφορίαν. Ξένον τῆς Εὔας ἡ γέννησις,

ἀλλ' ὅμως ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη· καὶ ἔσχε

τὸ αἴτιον ὅθεν ἐγνωρίσθη τὸ φύραμα, ὅτι ἐξ αὐτοῦ ἡ

αὐτῷ ληφθεῖσα, καὶ ὁ ἴδιος τῷ ἰδίῳ ἀνεπληρώθη τό-

πος Ξενοπρεπεστέρα δὲ τῆς Εὔας ἡ τοῦ Ἀδὰμ γέν-

νησις· ἀλλ' ὅμως καὶ αὐτὴ φανεροποιηθεῖσα, γραφῇ

παρεδόθη, καὶ πῶς παραχρῆμα γέγονε σαφῶς ἐγνω-

ρίσθη, ὅτι ἀπὸ τῆς γῆς χοῦν λαβὼν ὁ δημιουργὸς,

θεόμορφον ζῶον κατεσκεύασε τὸν πρωτόπλαστον.

Ὡς ἐκεῖνα γνώριμα, καὶ τοῦτο σαφήνισον· ἐπειδὴ τὸ

προλεχθέν μοι παρὰ σοῦ ὑπερηκόντισε τὰ λεχθέντα·

»Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;«

Ὁ δὲ Γαβριὴλ πρὸς τὴν Παρθένον· Πῶς ἔσται σοι

τοῦτο; Παρ' ἐμοῦ τὸν τρόπον ζητεῖς, Παρθένε, μα-

θεῖν; Μὴ δύναται δοῦλος σκοπὸν εἰδέναι δεσπότου;

Πῶς ἔσται σοι τοῦτο; Μηνυτὴς ἀπεστάλην, οὐχ ἑρ-

μηνευτής. »Τίς ἔγνω νοῦν Κυρίου; ἢ τίς σύμβουλος

αὐτοῦ ἐγένετο;« Ἃ ἀκούω λαλῶ, οὐδὲν ἴδιον πλάττω.

Πῶς ἔσται σοι τοῦτο; Τὸ πῶς ἐπὶ Θεοῦ μὴ ζήτει.

Πῶς ἔσται σοι τοῦτο; Ὡς Ἡσαΐας προηγόρευσε

φάσκων· »Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἕξει·« τὸ

ἕξειν σε προηγόρευσεν, ἐγὼ δὲ λέγω σοι, ὅτι »τέξεις

υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν·« αὐτῷ

ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

905

{ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ

ΑΘΑΝΑΣΙΟΥ

Κηρυκτικὸν εἰς τὸν εὐαγγελισμὸν τῆς ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου.} Τοὺς θείους ἱεροκήρυκας οὐ πρὸς τὴν ἀσθένειαντῆς ἀκροάσεως δεῖ ἀποβλέπειν· ἀλλὰ πρὸς τὴν ἀπαι-τουμένην δύναμιν, καὶ ὑπόθεσιν, καὶ αἰτίαν, ἣν ἐπι-θεωροῦντας, προσῆκε καταστοχάζεσθαι τοῦ κηρύ-γματος. Διὸ καὶ νῦν ἐπὶ τὸ κήρυγμα τοῦ θείου Εὐαγ-γελίου τῆς Θεοτόκου καὶ Μητρὸς τοῦ Θεοῦ ἥκονταςἡμᾶς, καὶ τοῦτο μέλλοντας ἀνακηρύττειν πρὸς συν-έλευσιν τῆς ἑορτῆς, ἀνάγκη, καθ' ὑπόθεσιν καὶαἰτίαν τῆς ἀσάρκου καὶ ὑπερθέου Τριάδος, τὴν σάρ-

28

905

κωσιν τοῦ ἑνὸς τῆς ἁγίας Τριάδος ἀνατιθέναι. Ἐὰν

γὰρ μὴ προδιαστελῆται τὰ περὶ Τριάδος, τὰ περὶτοῦ ἑνὸς σαρκωθέντος πῶς ἐξέλθωμεν; Οὐκοῦν δέον.ἐκεῖθεν ἐπαναγαγόντας τὸν λόγον, μετέρχεσθαι εἰς

28

908

τὰ κατὰ τὴν σάρκωσιν, καὶ οὕτως τὰ κατὰ τὸν εὐαγ-

γελισμὸν ἐπακούειν. Καὶ πρότερον ἐπισημαινό-μενοι, ὑπαναμιμνήσκομεν, ὅτι μία τῶν δεσποτικῶνπρώτη τε καὶ πάνσεπτος ἑορτὴ, κατὰ τὴν τῶν πρα-γμάτων τάξιν καὶ σύνταξιν τῶν ὑποκειμένων ἐν τοῖςκατὰ Χριστὸν κηρύγμασιν, ὑπάρχουσα, τοῦ θείουεὐαγγελισμοῦ κλητὴ ἁγία ἡμέρα, περὶ τῆς ἐξ οὐρανοῦκαταβάσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ κατασκευάζει τὸ κή-ρυγμα. Καὶ γὰρ κατελθόντα αὐτὸν ἐκ τῶν οὐρανῶνπιστεύομεν, καθὼς καὶ ἀνελθόντα διομολογοῦμεν.Δέον τοίνυν, ἐπειλημμένους τοῦ θείου κηρύγματος,ἐκεῖθεν ἄρξασθαι, ὅθεν καὶ διαστέλλεσθαι δυνήσεταιτὰ λεγόμενα. Πιστεύομεν τοιγαροῦν εἰς Πατέρα, καὶ Υἱὸν, καὶἅγιον Πνεῦμα, Τριάδα ὑποστάσεων, ἀδιάσπαστον ἐχόν-των τὴν διαίρεσιν, καὶ τὴν ἕνωσιν ἀσύγχυτον. Οὐδὲγὰρ κατὰ τοπικὴν διάστασιν τὴν διαίρεσιν τῶν ἁγίωντριῶν θεαρχικῶν ὑποστάσεων πρεσβεύομεν, οὐδὲ συγ-χυτικὴν τὴν ἕνωσιν· ἀλλ' ἀδιάστατον τὴν διαίρεσιν,καὶ ἀσύγχυτον τὴν ἕνωσιν, ἓν ὄνομα τὸ, Θεὸς, ἔχον-τα κατὰ μίαν μονάδα συστάσεως. Ἐπεὶ καὶ ἕναΘεὸν ἐν Τριάδι προσώπων καθομολογοῦμεν, τὸ ἄναρ-χον καὶ ἄχρονον καθ' ἑκάστην τῶν ἁγίων τριῶν θεαρ-χικῶν ὑποστάσεων τάττοντες, κατὰ τὴν χαρακτηρι-στικὴν αὐτῶν ἰδιότητα· ἐν Πατρὶ τὸ ἀγέννητον, ἐν τῷΥἱῷ τὸ γεννητὸν, ἐν τῷ Πνεύματι τὸ ἐκπορευτόν·ἄναρχον καὶ ἄχρονον τὸν Πατέρα δοξάζοντες, ἄναρχονκαὶ ἄχρονον τὸν Υἱὸν καταγγέλλοντες, ἄναρχον καὶἄχρονον τὸ Πνεῦμα τὸ ἅγιον καθομολογοῦντες· οὐπρότερον τὸν Πατέρα, καὶ ὕστερον τὸν Υἱὸν, καὶ τὸΠνεῦμα, ἀλλ' ἅμα Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιονΠνεῦμα, κατὰ μίαν ἄναρχον καὶ ἄχρονον ὑπερούσιονμονάδα ὑπάρξεως σέβοντες, ἕνα Θεὸν ἐν τρισὶν ἰδιό-τησι πιστεύοντες καὶ ἀληθῶς δοξάζοντες, οὐχ ὡςἄλλον Θεὸν τὸν Πατέρα προϋπάρχοντα, καὶ ἄλλον Θεὸντὸν Υἱὸν ὕστερον ἐπεισαχθέντα, καὶ ἄλλον Θεὸν τὸΠνεῦμα τὸ ἅγιον ἐπινοηθέντα, κατὰ τοὺς αἱρετικοὺςβλασφημοῦντας· ἀλλ' ἕνα Θεὸν ἐν τρισὶν ὑποστάσεσιθεολογοῦντες, μίαν ἔχοντα τὴν οὐσίαν, καὶ τὴν δύνα-

28

908

μιν, καὶ τὴν ἐνέργειαν, καὶ ὅσα ἄλλα περὶ τὴν οὐσίαν

θεωρεῖται θεολογούμενα καὶ ὑμνούμενα.

Καὶ ἵνα τύπον δῶμεν τῷ λόγῳ, καὶ ἄθροισμα ἢπλήρωμα, τὰ κατὰ θεολογίαν ἔχωμεν. Τί δὲ ταῦτάἐστιν ἢ περὶ τί ταῦτα, καθεξῆς ἀκούσωμεν· ὅτι τὸἄκτιστον, τὸ ἀσώματον, τὸ ἄχρονον, τὸ ἄναρχον, τὸἀΐδιον, τὸ ἀτελεύτητον, τὸ ἄπειρον, τὸ αἰώνιον, τὸἄγνωστον, τὸ ἀνερμήνευτον, τὸ ἀσχημάτιστον, τὸ ἀνεξ-ιχνίαστον, τὸ Θεὸν θεῶν λέγεσθαι αὐτὸν, τὸ Κύριονκυρίων, τὸ Βασιλέα βασιλευόντων, τὸ παντοκράτορα,τὸ ποιητὴν, τὸ δημιουργὸν, τὸ φῶς, τὸ ζωὴν, τὸ ἅγιον,τὸ ἀγαθὸν, τὸ ἀθάνατον, τὸ ἰσχυρὸν, τὸ παντοδύνα-μον, καὶ ὅσα ἄλλα κατά τε ὑπεροχὴν καὶ αἰτιολο-γίαν, οὐχ ἕκαστον οὐσία λέγεται, ἀλλὰ περὶ τὴν οὐ-

28

908

σίαν· ὡς ἐκ δύο καὶ πλειόνων ἐπὶ ἓν ἔχοντα τὴν

909

ἀναφορὰν κατὰ τὸ ἐπιμεριζόμενον ἐμάθομεν, ἃ καὶ

ἄθροισμα καὶ πλήρωμα θεότητος λέγεται κατὰ τὴνΓραφήν· οὐ κατὰ μίαν ὑπόστασιν μόνου ἀνάγοντα,ἀλλὰ καθ' ἑκάστην τῶν ἁγίων τριῶν ἐπίσης θεωρού-μενα καὶ θεολογούμενα. Διὸ καὶ αὐτὸς ὁ μονογενὴςΘεός φησι· »Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι·«καὶ πρὸς τὸν Πατέρα λέγων· »Τὰ ἐμὰ πάντα σά ἐστι,καὶ τὰ σὰ ἐμὰ, καὶ δεδόξασμαι ἐν αὐτοῖς.« Ἐν ἅπα-

28

909

σι γὰρ οἷς δοξάζεται ὁ Πατὴρ θεολογούμενος, ἐν

αὐτοῖς δοξάζεται καὶ ὁ Υἱὸς, καὶ τὸ Πνεῦμα τὸ ἅγιον.Καὶ ἐντεῦθεν τέλειος Θεὸς ὁ Πατὴρ λέγεται, καὶ τέ-λειος Θεὸς ὁ Υἱὸς, καὶ τέλειος Θεὸς τὸ Πνεῦμα τὸἅγιον. Ἐπείπερ μηδὲν ἐλλείπει τοῦ περὶ τὴν θεότηταπληρώματος ἕκαστον· ἀλλ' ἰσίαν ἔχει πάντων τῶν ἰδιω-μάτων, ὧν ἐπίσης καὶ τὸ πλήρωμα τῆς θεότητοςθεωρεῖται. Ἐκ παραγωγῆς γὰρ τοῦ ἴσου, ἰσία λέγεταιθηλυκῇ ἐκφορᾷ ἡ τῆς ἰσότητος τῶν πολλῶν συστατικὴπερίληψις. Ὧν γὰρ ἴση τίς ἐστιν οὐσία, διαφερόντωνἰδιωμάτων, ἰσία λέγεται, ὥσπερ καὶ ὁσία καὶ μία. Καὶἐπείπερ ἰσία λέγεται κατ' ἐτυμολογίαν, τροπῇ τοῦ ιεἰς ο, καὶ πλεονασμῷ τοῦ υ στοιχείου, οὐσία διερμη-νεύεται, ὡς οὖσά τις συστατικὴ ὕπαρξις, τῶν ἐκ πλειό-νων ἐπὶ μίαν μονάδα ἐχόντων τὸ ἄθροισμα. Καὶ οὕ-τως εἰς τὸν κατ' εἰκόνα Θεοῦ γενόμενον ἄνθρωπονἀποβλέποντες, κανονίζομεν, ὅτι ἡ σύστασις τῶνπερὶ αὐτοῦ ἰδιωμάτων, κατὰ τὴν αὐτοῦ ὕπαρξιν, οὐ-σία προσαγορεύεται, ὡς οὖσα περίληψις καὶ περιοχὴτῶν πλειόνων, ἐπὶ ἓν ἐχόντων τὸ ἑαυτῶν ἄθροισμα.Καὶ γὰρ τὸ κτιστὸν εἶναι τὸν ἄνθρωπον, τὸ νοερὸν,τὸ λογικὸν, τὸ ἔμψυχον, τὸ σωματικὸν, τὸ παθητικὸν,τὸ ῥευστὸν, τὸ χρονικὸν, τὸ θνητὸν, τὸ γεννητὸν, τὸφθαρτὸν, τὸ αὐξητικὸν, τὸ τρεπτὸν, τὸ ἀλλοιωτικὸν,τὸ λυπηρὸν, καὶ ὅσα ἄλλα τοιαῦτα κατὰ ἀναλογίαν καὶἐκλογισμὸν ἐπίσης ἐπὶ τὸν ἄνθρωπον λαμβανόμενακατὰ τὸ ἴσον, ἰσία λέγεται, καὶ τροπῇ καὶ πλεονασμῷτῶν στοιχείων, οὐσία προσαγορεύεται, κἀντεῦθεν πλή-ρωμα τῆς ἀνθρωπότητος ἑρμηνεύεται, τὸ συμπλη-ροῦν αὐτῆς τὸ ἄθροισμα, κατὰ τὸ μοναδικὸν αὐτῆςσύστημα. Ἐν οἷς σημειούμεθα, ὅτι οὐδὲν τούτων καθ' αὑ-τὸ οὐσία λέγεται τῶν κατὰ τὸν ἄνθρωπον ἰδιωμάτωνἀθροιζομένων. Οὐ μήν τι τούτων ὑπόστασις λέγεται·ἀλλὰ κοινῶς μὲν, οἷον ἀπολύτως ἐπὶ πάντων συναγό-μενα, οὐσία λέγεται τῶν κατὰ τὸν ἄνθρωπον ἰδιω-μάτων τὸ ἄθροισμα· ἰδίως δὲ καὶ ἐφ' ἑνὸς ὑπόστασις.Ὅταν μὲν οὖν κοινῶς ἐπὶ πολλῶν ταῦτα θεωρῆται,οὐσία προσαγορεύεται· ὅταν δὲ καὶ ἐπὶ ἕνα ἰδίως συν-άγηται, ὑπόστασις ἐξονομάζεται. Καὶ ὥσπερ πάλινεἰς τὸν κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ γενόμενον ἄν-θρωπον ἀποβλέποντες, ἅμα τοῦτον νοῦν καὶ λό-γον καὶ πνεῦμα καθορῶμεν, καὶ οὐδὲν τούτων πρό-