Sermo in nativitatem Christi
- Authority group
- Athanasius of Alexandria (catalogue association; authorship remains anonymous)
- Edition reference
- Sermo in nativitatem Christi [Sp.], MPG 28: 960–972.
- CTS identifier
urn:cts:greekLit:tlg2035.tlg089.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Creative Commons Public Domain Mark 1.0
28
961
διεταράχθη ἐπὶ τῷ λόγῳ αὐτοῦ, καὶ διελογίζετο πο-
ταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος. Καὶ εἶπεν αὐτῇ ὁ ἄγ-
γελος· Μὴ φοβοῦ, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τοῦ
Θεοῦ. Καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ, καὶ τέξῃ υἱὸν,
καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Οὗτος ἔσται
μέγας καὶ Υἱὸς Ὑψίστου κληθήσεται, καὶ δώσει αὐ-
τῷ Κύριος ὁ Θεὸς τὸν θρόνον Δαυῒδ τοῦ πατρὸς αὐ-
τοῦ. Καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰ-
ῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Εἶπε
δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον· Πῶς ἔσται μοι τοῦτο,
ἐπεὶ ἄνδρα οὐ γινώσκω; Καὶ ἀποκριθεὶς ὁ ἄγγελος
εἶπεν αὐτῇ· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ
δύναμις Ὑψίστου ἐπισκιάσει σοι.« ... Καὶ δυσχεραίνε-
ται. Εἰσῆλθεν ἄσαρκος, ἐκυοφορήθη ἐννεαμηνιαῖον
χρόνον ἐν τῇ μήτρᾳ τῆς Παρθένου. Εἰσῆλθεν ὡς ἠθέ-
λησεν, ἐκυοφορήθη ὡς ηὐδόκησε. Προῆλθεν ὡς ἐβου-
964
λήθη. Εἰσῆλθεν ἄσαρκος, ἐγένετο ἄνθρωπος, ἡνωμένης
τῆς θεότητος τῇ οἰκονομίᾳ. Καὶ οὐ λέγομεν δύο υἱοὺς,
ἀλλ' ἕνα καὶ τὸν αὐτὸν νοοῦμεν τὸν τοῦ Θεοῦ Λόγον
καὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Ἐγένετο ἄν-
θρωπος καὶ ἦν, ὢν τῇ φύσει. Ἐγένετο ὃ οὐκ ἦν, καὶ
ἔμεινεν ὃ ἦν. »Ἐν ἀρχῇ« γὰρ »ἦν ὁ Λόγος, καὶ ὁ Λόγος
ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος.« Σὰρξ ἐγένε-
το, οὐκ ἀποθέμενος ὃ ἦν. »Καὶ ἐσκήνωσεν ἐν ἡμῖν.«
Τὸ, »Ἐσκήνωσεν ἐν ἡμῖν,« τοῦτ' ἔστι συνανεστράφη
ἡμῖν, κατὰ τὸν ἅγιον Ἱερεμίαν, μᾶλλον δὲ τὸν τούτου
ὑπουργὸν Βάρουχ· »Οὗτος ὁ Θεὸς ἡμῶν οὐ λογισθή-
σεται ἕτερος πρὸς αὐτὸν, ὃς ἐξεῦρε πᾶσαν ὁδὸν ἐπι-
στήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ,
καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ. Μετὰ ταῦτα
ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστρά-
φη.«
28
964
Ἄκουε οὖν καὶ τοῦ Εὐαγγελίου τῆς φωνῆς· με-
γάλην γὰρ ἡμῖν ἔμφασιν φέρει ἡ τοῦ ἀγγέλου φωνὴ
πρὸς τὴν ἁγίαν Παρθένον ῥηθεῖσα. »Ἰδοὺ, φησὶ,
συλλήψῃ ἐν γαστρὶ, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ
ὄνομα αὐτοῦ Ἐμμανουὴλ, τουτέστι μεθερμηνευόμε-
νον, Μεθ' ἡμῶν ὁ Θεός.« Πρὸ τοῦ συλληφθῆναι ἐν
μήτρᾳ Θεὸς ἐκλήθη τὸ παιδίον τὸ Μεθ' ἡμῶν Θεός.
Συνᾴδει οὖν τῷ τοῦ προφήτου λόγῳ τὸ, »τοῖς ἀνθρώ-
ποις συνανεστράφη,« καὶ τὸ, »ἐσκήνωσεν ἐν ἡμῖν.«
Πρὸ τῆς οὖν συλλήψεως Θεὸς κέκληται τὸ παιδίον.
Πῶς οὖν οὐ Θεοτόκος ἡ ἁγία Παρθένος Μαρία; Ἐπει-
δὴ οὖν οὔτε ὅλως ἀνθρώπου ἔχει τὴν ἑρμηνείαν αὐτὸ
ὄνομα, Θεὸς τὸ παιδίον τὸ τεχθὲν τὸ μὴ λῦσαν τῆς
Παρθένου τὴν κατὰ φύσιν παρθενίαν· ἀλλ' οὕτως ἐκ
τῆς Θεοτόκου τεχθεὶς, Θεὸς καὶ ἄνθρωπος· Θεὸς μὲν
κατὰ φύσιν, ἄνθρωπος δὲ δι' οἰκείαν εὐδοκίαν. Γενό-
μενος δὲ ἄνθρωπος, ἔστι καὶ Θεὸς, ἡνωμένων μέντοι
τῶν δύο φύσεων. Ἀλλ' ἴσως ἐρεῖ ὁ ἐξ ἐναντίας· Εἰ
Θεοτόκος ἡ Παρθένος, ἀρχὴν δίδως τῷ Θεῷ Λόγῳ ἐκ
τῆς Παρθένου. Οὐ λέγω αὐτὸν ἀρχὴν εἰληφέναι ἐκ
τῆς ἁγίας Παρθένου· ἄπαγε! Πρὸ γὰρ τῶν αἰώνων
ὑπῆρχεν· αὐτὸς γὰρ καὶ τοὺς αἰῶνας ἐποίησεν, αὐ-
τὸς καὶ πάσης κτίσεώς ἐστι δημιουργὸς, καθώς φησιν
ὁ Εὐαγγελιστής· »Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χω-
ρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν.« Οὗτος, δι' οὗ
τὰ πάντα ἐγένετο ἐννεαμηνιαῖον καιρὸν ἐν γαστρὶ
ἐγένετο, καὶ τῶν κόλπων τῶν πατρικῶν οὐκ ἀπηλλο-
τριώθη. Ἐν τῇ μήτρᾳ τῆς Παρθένου ὢν, ὑπὸ τοῦ δή-
μου τῶν ἄνω δυνάμεων ἐδοξολογεῖτο καὶ προσεκυ-
νεῖτο. Ἐν γαστρὶ τῆς Παρθένου ὢν, τὸν οὐρανὸν καὶ
τὴν γῆν ἐπλήρου, ὁ τὸν οὐρανὸν καὶ τὴν γῆν φέρων
οὐ δυνάμει, ἀλλὰ νεύματι. Οὗτος ὑπὸ μήτρας ἐφέρετο
μὲν ὡς ἄνθρωπος, εἰργάζετο δὲ ὡς Θεός· οὐ περι-
φερόμενος ἐν τῇ μήτρᾳ τῆς Παρθένου, ἀλλὰ πάντα
περικρατῶν καὶ διέπων ὡς Θεὸς κατὰ τὴν κλῆσιν τοῦ
ὀνόματος, »Θεὸς μεθ' ἡμῶν,« ὁ ἐκ Παρθένου τεχθείς.
Εἰ δὲ λέγεις παιδίον ψιλὸν τὸ τεχθὲν, καὶ οὐ Θεὸς,
ἄκουε τοῦ μεγάλου κήρυκος Ἡσαΐου βοῶντος καὶ λέ-
γοντος πρὸς τὴν ἀχάριστον συναγωγὴν, μᾶλλον δὲ
ἐξαγωγὴν τῶν Ἰουδαίων· ὅτι »Παιδίον ἐγεννήθη,
υἱὸς καὶ ἐδόθη ἡμῖν· οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ,
965
καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, Μεγάλης βουλῆς ἄγ-
γελος, θαυμαστὸς, σύμβουλος, Θεὸς ἰσχυρὸς, ἐξουσια-
στὴς, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος.
Ἀμήν.« Παιδίον κατὰ φύσιν πότε ἐγένετο Θεὸς
ἐξουσιαστὴς, ὡς τὸ παιδίον τοῦτο, ἐπικληθὲν »Μεθ'
ἡμῶν ὁ Θεός;
Εἰ δὲ Θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς, καὶ ἄρχων εἰρή-
νης, καὶ πατὴρ τοῦ μέλλοντος αἰῶνος τὸ παιδίον τὸ ἐκ
τῆς Παρθένου τεχθὲν, πῶς οὐ Θεοτόκος ἡ Παρθένος,
ἀλλὰ Θεοδόχος, εἰ καὶ συνέλαβε, καὶ ἔτεκε, καὶ Θεὸς
τὸ τεχθέν; Καὶ πάλιν αὐτῷ λέγω, ὡς ἠθέλησεν εἰσ-
ῆλθεν, ὡς ηὐδόκησεν ἐκυοφορήθη, ὡς ἠβουλήθη
προῆλθεν ὁ τεχθείς. Τί ἐρευνᾷς αὐτοῦ τὴν θέλησιν;
Τί ἐξακριβάζῃ αὐτοῦ τὴν εὐδοκίαν; Τί ἐξιχνιάζῃ αὐ-
τοῦ τὴν βούλησιν; Ἄκουε παρὰ Παύλου, μᾶλλον δὲ
καταγινώσκου ὑπ' αὐτοῦ· «Τῷ γὰρ βουλήματι αὐτοῦ
τίς ἀνθέστηκε;» Μενοῦν γε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ
ἐρευνῶν καὶ ἐξιχνιάζων αὐτοῦ τὴν γέννησιν, τοῦ προ-
φήτου λέγοντος· «Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;» Ὁ
προφήτης φεύγει τὴν γενεὰν αὐτοῦ διηγήσασθαι, καὶ σὺ
τὴν φύσιν περιεργάζῃ καὶ πολυπραγμονεῖς; Ὁ δὲ
εὐαγγελιστὴς Λουκᾶς τὴν κάτω γέννησιν αὐτοῦ δι-
ηγούμενος οὕτω λέγει· «Ποιμένες ἦσαν ἐν τῇ χώρᾳ
τῇ αὐτῇ ἀγραυλοῦντες, καὶ φυλάσσοντες φυλακὰς ἐπὶ
τὴν ποίμνην αὐτῶν· καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη
αὐτοῖς, καὶ δόξα Κυρίου περιέλαμψεν αὐτοὺς, καὶ
ἐφοβήθησαν φόβον μέγαν. Καὶ εἶπεν αὐτοῖς ὁ ἄγγε-
λος· Μὴ φοβεῖσθε· ἰδοὺ γὰρ εὐαγγελίζομαι ὑμῖν χα-
ρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ· ὅτι ἐτέχθη
ὑμῖν σήμερον Σωτὴρ, ὅς ἐστι Χριστὸς Κύριος ἐν πό-
λει Δαυΐδ.» Ὁ ἄγγελος Χριστὸν καὶ Κύριον λέγει,
εὐαγγελιζόμενος τοὺς ποιμένας, τὸν τεχθέντα ἐκ τῆς
Παρθένου. Εἰ οὖν Κύριος ὁ τεχθεὶς, πῶς οὐ Κυριοτό-
κος ἡ Παρθένος; Ἐγὼ δὲ λέγω καὶ Χριστοτόκον, καὶ
Κυριοτόκον, καὶ Σωτηριοτόκον, καὶ Θεοτόκον τὴν
ἁγίαν Παρθένον κατὰ τὴν φωνὴν τοῦ ἀγγέλου τοῦ εὐ-
αγγελισαμένου τοὺς ποιμένας καὶ τὴν Παρθένον. Εἰ
ἄγγελοι Σωτῆρα, καὶ Χριστὸν, καὶ Κύριον, καὶ Θεὸν
κηρύττουσιν, ἡμεῖς τί ἀποκρουόμεθα αὐτῶν τὴν μαρ-
τυρίαν; εἰσῆλθεν ἐν τῇ Παρθένῳ ἄσαρκος, ἐκυοφορή-
θη σωματικῶς καὶ καθὼς ηὐδόκησεν. Ἐξῆλθε διὰ τῆς
μητρικῆς φύσεως οἰκονομικῶς, οὐ μέντοι μετὰ τὸ
τεχθῆναι ἡνώθη ὁ Θεὸς Λόγος τῇ οἰκονομίᾳ. Προῆλ-
θεν ἀτρέπτως τῇ φύσει γενόμενος ὃ οὐκ ἦν, μείνας ὃ
ἦν. Οὐκ ἀλλοιωθεὶς τῇ οὐσίᾳ, ἑαυτὸν ἐκένωσε, τουτ-
έστι καθὼς ἠβουλήθη· οὐχ ὑφ' ἑτέρου κενωθεὶς,
μορφὴν δούλου ἔλαβεν· οὐ κενωθεὶς τῆς θεότητος,
κατὰ τὸν μακάριον Παῦλον τὸν λέγοντα· «Ὃς, ἐν
μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶ-
ναι ἴσα Θεῷ, ἀλλὰ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου
λαβών.» Ἐκένωσεν ἑαυτὸν, γενόμενος ὃ οὐκ ἦν· καὶ
πάλιν αὐτὸ λέγω, μείνας ὃ ἦν, Θεὸς γὰρ ἦν ὁ Λό-
γος οὗτος· ὡς παιδίον γενόμενος, ὡς υἱὸς δοξάζεται.
Εἰσῆλθεν ἀσώματος, ἐνεδύσατο σῶμα καθὼς ἠθέλησε,
καὶ κατεπόθη τὸ θνητὸν ὑπὸ τῆς ζωῆς.
968
Εἰπὲ οὖν Θεοτόκον τὴν Παρθένον, καὶ μὴ λέγε
Θεοδόχον· μᾶλλον δὲ λέγε Θεοδόχον καὶ Θεοτόκον. Εἰ
Θεοδόχος ἐστὶ καὶ Θεοτόκος· σάρκα οὐκ ἂν ἔλαβεν ἐξ
αὐτῆς ὁ Θεὸς Λόγος; ἀλλὰ ἐκεῖ βιάζεταί με ὁ Εὐαγγε-
λιστὴς βοῶν μεγάλῃ τῇ φωνῇ· «Ὁ Λόγος σὰρξ ἐγέ-
νετο.» Ἐν δὲ τῷ ἄλλῳ εὐαγγελιστῇ οὕτω λέγει·
«Ἠρώτα ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ, λέγων· Τίνα
με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν Υἱὸν τοῦ ἀνθρώ-
που; Ἀποκριθέντες δὲ οἱ ἀπόστολοι εἶπαν· Οἱ μὲν
Ἠλίαν, οἱ δὲ Ἱερεμίαν, ἢ ἕνα τῶν προφητῶν. Εἶπε
δὲ ὁ Ἰησοῦς· Ὑμεῖς δὲ τίνα με λέγετε; Ἀποκριθεὶς
δὲ ὁ Πέτρος εἶπε· Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ
ζῶντος.» Καὶ οὐκ εἶπε· Σὺ εἶ ὁ γενόμενος χάριτι
Υἱὸς Θεοῦ, ἀλλὰ, «Σὺ ὁ Χριστὸς,» τρανῇ τῇ φωνῇ,
«ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.» Καὶ Μάρκος δὲ ὁ
εὐαγγελιστὴς πάλιν τῇ αὐτῇ κέχρηται φωνῇ, συνῳδὰ
φθεγγόμενος τῷ μακαρίῳ Πέτρῳ· «Ἀρχὴ τοῦ Εὐαγ-
γελίου Ἰησοῦ Χριστοῦ τοῦ Υἱοῦ τοῦ Θεοῦ.» Ἐν δὲ
τῷ κατὰ Ματθαῖον Εὐαγγελίῳ, εἰς τὴν ἀνάστασιν τοῦ
Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, φησὶν ὁ ἑκατόνταρ-
χος καὶ οἱ μετ' αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν, ἰδόντες
τὸν σεισμὸν καὶ τὰ γενόμενα σημεῖα, ἐφοβήθησαν
σφόδρα λέγοντες, «Ἀληθῶς Θεοῦ Υἱὸς ἦν οὗτος·»
ὁ δὲ ἄγγελος τοῖς ποιμέσιν· «Ἰδοὺ εὐαγγελίζομαι
ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ, ὅτι
ἐτέχθη ὑμῖν σήμερον Σωτὴρ, ὅς ἐστι Χριστὸς Κύριος,
ἐν πόλει Δαβίδ.» Εἰ οὖν τὸ τεχθὲν Κύριος, καὶ Κυ-
ριοτόκος ἡ Παρθένος· ὅπου δὲ Κύριος, ἐκεῖ καὶ Θεός·
οὐ κεχώρισται Κύριος Θεοῦ ἢ Θεὸς Κυρίου, ὡς λέγει
ἐν τῇ Παλαιᾷ· «Καὶ ἔβρεξε Κύριος πῦρ παρὰ Κυ-
ρίου·» καὶ πάλιν· «Ἀγαπήσεις Κύριον τὸν Θεόν
σου·» καὶ πάλιν· «Ἄκουε, Ἰσραὴλ, Κύριος ὁ Θεός
σου Κύριος εἷς ἐστι·» καὶ πάλιν ὁ Ψαλμῳδός· «Κύ-
ριος ὁ Θεὸς τῶν δυνάμεων, εἰσάκουσον τῆς προσευχῆς
μου·» ὁ αὐτὸς πάλιν· «Θεὸς Κύριος, καὶ ἐπέφανεν
ἡμῖν·» καὶ πάλιν ὁ αὐτός· «Κύριος ὁ Θεὸς τῶν δυνά-
μεων, τίς ὅμοιός σοι;» Καὶ Παῦλος ἐν τῇ πρὸς Τίτον
Ἐπιστολῇ οὕτως γράφει· «Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ
ἡ σωτήριος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς· ἵνα,
ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυ-
μίας, σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ
νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπι-
φάνειαν τῆς δόξης· τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος
ἡμῶν Ἰησοῦ Χριστοῦ.» Οὗτος ὁ τεχθεὶς ἐκ τῆς ἁγίας
Παρθένου, ὅς ἐστι Χριστὸς Κύριος. Τοῦτον τὸν Χρι-
στὸν καὶ Κύριον μακάριος Παῦλος μέγαν Θεὸν αὐτὸν
κηρύττει λέγων· «Τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος
ἡμῶν Ἰησοῦ Χριστοῦ.» Πάλιν ἐν τῇ πρὸς Ῥωμαίους
οὗτος γράφει· «Ηὐχόμην γὰρ αὐτὸς ἐγὼ ἀνάθεμα
εἶναι ἀπὸ τοῦ Χριστοῦ, ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν
συγγενῶν μου κατὰ σάρκα, οἵτινές εἰσιν Ἰσραηλῖται,
ὧν ἡ υἱοθεσία, καὶ ἡ δόξα, καὶ ἡ διαθήκη, καὶ ἡ νο-
μοθεσία, καὶ ἡ λατρεία, καὶ αἱ ἐπαγγελίαι· ὧν οἱ
πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν
ἐπὶ πάντων Θεός.» Καὶ πάλιν ὁ αὐτὸς Παῦλος· «Πᾶς
πόρνος, καὶ πλεονέκτης, καὶ μέθυσος, καὶ ἀκάθαρτος,
969
καὶ εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασι-
λείᾳ Κυρίου καὶ Θεοῦ.»
Ὥστε ἀποδέδεικται τὸν Κύριον καὶ Θεὸν εἶναι,
καὶ Θεὸν τὸν Κύριον. Εἰ δὲ καὶ τούτων οὐκ ἀνάσχῃ,
πείσωσί σε οἱ δαίμονες οἱ ἐν τῇ χώρᾳ τῶν Γεργεσηνῶν
κράζοντες· «Ἔα, τί ἡμῖν καὶ σοὶ, Υἱὲ τοῦ Θεοῦ;
ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς.» Πειθέτω-
σάν σε οἱ δαίμονες. Εἰ τὴν μαρτυρίαν Πέτρου παρα-
γράφῃ, καὶ εἰς τὴν τοῦ Εὐαγγελίου φωνὴν ἀποστρέφῃ·
τὴν κατὰ Μάρκον αἰδέσθητι. Φοβήθητι τὸν ἄγγελον
τὸν εἰρηκότα, Σωτῆρα καὶ Χριστὸν καὶ Κύριον τὸν
τεχθέντα ἐκ τῆς Παρθένου. Ἐπὶ τούτοις ἀπιστεῖς;
Χαλίνωσον τὴν ὁρμὴν τῆς βλασφημίας σου, καὶ ὁμο-
λόγησον τὴν τοῦ ἀγγέλου φωνὴν τὴν ἐν τῷ Εὐαγγε-
λίῳ λεχθεῖσαν, Ἐμμανουὴλ, τουτέστι Μεθ' ἡμῶν
ὁ Θεός. Πρὸ τῆς συλλήψεως Θεὸς καλεῖται· καὶ ἐν
τῷ συλληφθῆναι αὐτὸν οἰκονομικῶς οὐ κατὰ φύσιν ἐν
τῇ γαστρὶ τῆς Παρθένου ἀρνῇ αὐτὸν Θεὸν εἶναι; Εἰ
δὲ ὁμολογῇς αὐτὸν Θεὸν εἶναι ἐν τῇ γαστρὶ τῆς Παρ-
θένου, ὅπερ καὶ ἔστιν, καὶ ἡνῶσθαι αὐτὸν τὸν Θεὸν
Λόγον τῇ ἐνσάρκῳ οἰκονομίᾳ, τί φεύγεις Θεοτόκον
λέγειν τὴν Παρθένον; Εἰ Θεοτόκος οὐκ ἔστι, οὐδὲ
Παρθένος μετὰ τόκον. Ἐγὼ δὲ λέγω, ἐν τῇ συλλήψει
τῆς παρθενικῆς μήτρας ὢν, ἐν τοῖς τοῦ Πατρὸς κόλ-
ποις ἐκάθητο μὴ περιγραφόμενος. Ἁπλῆ γὰρ καὶ
ἀσύνθετος ἡ φύσις ἡ θεία μὴ περιγραφομένη. Ἄτρε-
πτος ἡ φύσις, καὶ ἀναλλοίωτος ἡ οὐσία. Καὶ τοῦτον
τὸν ἐν τοῖς κόλποις τοῦ Πατρὸς ὄντα, τοῦτον ἔτεκε
νῦν τῇ οἰκονομίᾳ ἡ Παρθένος. Ὡς ἠθέλησεν εἰσῆλθεν·
ὡς ηὐδόκησε, συνελήφθη ἐν τῇ γαστρὶ τῆς Παρθένου·
ὡς ἐβουλήθη, προῆλθε τεχθείς. Σὺ τί περιεργάζῃ αὐτοῦ
τὴν γέννησιν; Ἢ ὡς Θεὸν φοβήθητι, ἢ ὡς δεσπότην
αἰδέσθητι, ἢ ὡς κτιστὴν καὶ δημιουργὸν εὐλαβήθητι,
ἢ ὡς Κύριον τρόμησον, ἢ ὡς κριτὴν φρίξον. Ἐντρέ-
ψουσί σε οἱ δαίμονες οἱ τοὺς χοίρους ἀπελάσαντες,
καὶ τὴν ἀγέλην τῷ βυθίῳ θανάτῳ ἀποπνίξαντες.
Ἐκεῖνοι ἐπιγνόντες τὸν δεσπότην λέγουσι· «Τί ἡμῖν
καὶ σοὶ, Υἱὲ τοῦ Θεοῦ; ἦλθες πρὸ καιροῦ βασανίσαι
ἡμᾶς.» Ἐκεῖνοι τὸν κίνδυνον καὶ τὴν ἀπειλὴν τῆς
βασάνου φεύγουσι, καὶ σὺ καθ' ἑαυτοῦ τὴν κρίσιν
τῆς βασάνου ἐφέλκῃ. Ἐκεῖνοι ἔγνωσαν τὸν ἐκ Μαρίας
τεχθέντα Κύριον καὶ κριτὴν τοῦ παντὸς κόσμου, καὶ
ἰδόντες αὐτὸν πρὸ τῆς κρίσεως ἐτρόμησαν· καὶ σὺ
ταύτην τὴν κρίσιν πρὸ ὀφθαλμῶν ἔχων καταφρονεῖς,
καὶ οὐκ ἐκπλήττῃ; Καὶ πάλιν ταῦτα λέγω, καὶ λέγων
οὐ παύσομαι, καθαρὰν ἐκλευκαίνων ὑμῖν τοῦ λόγου
τὴν ὑπόθεσιν· ὥστε ἐν γνώσει ἀσφαλείας ἀσάλευτον
ἔχειν τὴν πίστιν καὶ τὴν κρηπῖδα τῆς πίστεως τὴν
ὁμολογίαν βεβαίαν κατέχειν.
Πάλιν ἐπὶ τὸ προκείμενον βαδιοῦμεν, ὀρθὴν καὶ
ἀκλινῆ τὴν ὁδὸν τῆς πίστεως ἀναδεικνύντες. Ἐμοὶ
μὲν γὰρ τὸ λέγειν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές.
Οὗτος ὁ Θεὸς εἰσῆλθε διὰ τῆς ἀκοῆς τῆς Παρθένου ὡς
ἠθέλησεν, ἐκυοφορήθη ὡς ηὐδόκησε, προῆλθε τεχθεὶς
ὡς ἠβουλήθη· εἰσῆλθεν ἀσώματος ὡς ἠθέλησεν· ἐκυο-
φορήθη ὁ ἀχώρητος ἐν χωρητικῷ σκεύει, ἐν τῇ μήτρᾳ
τῆς Παρθένου οἰκονομικῶς, ὡς ηὐδόκησε. Προῆλθε
972
τεχθεὶς Θεὸς καὶ ἄνθρωπος, ὡς ἐβουλήθη. Ἐγένετο ὃ
οὐκ ἦν, ἔχων ἀναλλοιώτου οὐσίας ὃ ἦν. Θεὸς γὰρ ἦν
ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν· καίτοι γε
τοῦ Ἀποστόλου λέγοντος· «Ἐξαπέστειλεν ὁ Θεὸς τὸν
Υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός.» Τοῦτον τὸν
Υἱὸν ἐξαπέστειλεν ὁ Θεὸς γενόμενον ἐκ γυναικὸς, τὸν
ἐκ τῆς ἀχράντου φύσεως γεννηθέντα, τὸν ἐκ τῆς
ἀφράστου οὐσίας προελθόντα, τὸν τῶν πατρικῶν
κόλπων οὐκ ἀπαλλοτριωθέντα, τὸν τοῦ βασιλικοῦ
θρόνου μὴ χωρισθέντα, ἀλλὰ ἰδίως τῷ Πατρὶ συν-
θρονεύοντα καὶ συγκαθεζόμενον, οὐκ ἐν χάριτι, ἀλλ'
ἐν θεϊκῇ φύσει καὶ πατρικῇ οὐσίᾳ. Πῶς γὰρ κεχώ-
ρισται, φράσον μοι, αὐτοῦ λέγοντος, «Ἐγὼ ἐν τῷ
Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·» καὶ πάλιν· «Ὁ Πατήρ
μου ὁ ἐν ἐμοὶ μένων, αὐτὸς ποιεῖ τὰ ἔργα;» Αὐτὸν
τὸν τεχθέντα ἐκ τῆς ἁγίας Παρθένου, τοῦτον πρὸ τῆς
συλλήψεως ὁ ἄγγελος Ἐμμανουὴλ κέκληκε, τουτέστι,
«Μεθ' ἡμῶν ὁ Θεὸς,» ὃν εἶπεν Ἡσαΐας ὁ προφήτης,
τὸ παιδίον τοῦτο τὸ ἐκ τῆς Παρθένου προελθὸν, Θεὸν
ἰσχυρὸν, ἐξουσιαστὴν, ἄρχοντα εἰρήνης, πατέρα τοῦ
μέλλοντος αἰῶνος. Ποῖον παιδίον κατὰ φύσιν τεχθὲν
Θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς ἐγένετο; Ποῖον παιδίον τε-
χθὲν ἀστέρα εἵλκυσε μηνύοντα τοῦ ζητουμένου βρέ-
φους, μᾶλλον δὲ Δεσπότου, τὸ στενωπὸν καταγώγιον;
Ποῖον παιδίον μάγους ἐξ ἀνατολῶν προσεκαλέσατο
προσκυνῆσαι αὐτῷ; Ποῖον παιδίον κατὰ φύσιν τεχθὲν
δῶρά ποτε προσηνέχθη παρὰ μάγων; Καὶ τὰ δῶρα
εἴδωμεν, εἰ ὡς ἀσθενεῖ ἀνθρώπῳ προσηνέχθη, καὶ οὐχὶ
Θεῷ, βασιλεῖ καὶ ἀνθρώπῳ· χρυσὸν μὲν ὡς βασιλεῖ,
λίβανον δὲ ὡς Θεῷ, καὶ σμύρναν ὡς ἀνθρώπῳ εἰς ἐν-
ταφιασμόν. Χρυσὸν μὲν ὡς βασιλεῖ· «Ὁ Θεὸς, τὸ κρῖ-
μά σου τῷ βασιλεῖ δὸς, καὶ τὴν δικαιοσύνην σου τῷ
υἱῷ τοῦ βασιλέως.» Ταύτην τὴν φωνὴν εἶπεν ὁ Δαβίδ.
Μετὰ ταῦτα ὁ ἄγγελος εἰς τὸν ἀσπασμὸν τῆς Μα-
ρίας· «Καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον
Δαβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον
Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ
ἔσται τέλος.» Ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
960
{ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΑΘΑΝΑΣΙΟΥ
ΛΟΓΟΣ ΕΙΣ ΤΗΝ ΥΠΑΝΤΗΝ ΤΟΥ ΚΥΡΙΟΥ, ΚΑΙ ΘΕΟΥ, ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥΧΡΙΣΤΟΥ.} Τὰ τῆς παρούσης ἱερᾶς πανηγύρεως ἡ εὐαγγε-λικὴ σάλπιγξ περιηχείτω· καὶ τοὺς τῷ παρθενικῷτῷδε νυμφῶνι ἐξ εἰλικρινοῦς διανοίας παραστάνταςἡμᾶς ὁ μυστικὸς νυμφοστόλος Λουκᾶς πρὸς τὴν τῶνἐν αὐτῷ καλῶν κατανόησιν τῷ λόγῳ χειραγωγείτω.Οὐδὲ γὰρ ὅσιον, αὐτοῦ χοροστατοῦντος τὰ κατ' αὐ-τὴν, ἕτερόν τινα λόγον ἔξωθεν παρεισάγεσθαι,μηδεμίαν μὲν εὐπρέπειαν, οὐκ ὀλίγον δὲ ταύτῃ τὸ αἶ-σχος περιποιούμενον. Ὡς γὰρ, ἡλίου καθαρῶς ἐπι-λάμποντος, ματαία τις ἡ τοῦ λύχνου φαῦσις καὶἄχρηστος· οὕτως ἔνθα Λουκᾶς, ἢ ἄλλος τις τῶνεὐαγγελιστῶν ἀπηχήσειε, πᾶς λόγος ἀργὸς, καὶπροσκορὴς, καὶ ἀνόνητος. Λεγέτω δὴ οὗτος τῆς ἑορ-τῆς τὰ γνωρίσματα, καὶ δεικνύτω ταύτην μᾶλ-λον τοῖς φιλεόρτοις ἡμῖν ἢ τοῖς φιλοπολέμοις τὰς πα-ρατάξεις αἱ σάλπιγγες. Λέξει δὲ πάντως καὶ δείξειμάλα τρανῶς, ἀκοὴν ἡμῶν ὑποτιθέντων εὐγνώμονα.Καὶ δὴ προσεκτέον, καὶ πάσῃ φυλακῇ τηρητέον, ἵναμὴ, κατήγορον τὸν συνήγορον καὶ κριτὴν τὸν παν-ηγυριστὴν παραφρόνως ἀπεργασάμενοι, μεταμελετῶ-μεν ἐπ' ἐσχάτων, πλὴν ἀνωφελῆ καὶ ἀνόνητα. «Ἀνήγαγον» οἱ γονεῖς τὸ παιδίον Ἰησοῦν «εἰςἹεροσόλυμα παραστῆσαι τῷ Κυρίῳ, καθὼς γέγρα-πται ἐν νόμῳ Κυρίου.» Τίς ἂν ἐφίκοιτο λόγος τῶνλεγομένων; Ποῖος νοῦς ἐν περινοίᾳ τοῦ θαύματοςπεριγένηται; Ποία ἀκοὴ τὸ μεγαλεῖον χωρήσει τοῦδιηγήματος; Ὢ τῶν φοβερῶν ἀκουσμάτων! Ὁ προ-αιώνιος πρόσφατος· ὑπὸ χρόνον ὁ ἄχρονος· ἐν περι-λήψει ὁ ἀπερίληπτος· ὁ ἀΐδιος νήπιος· τὸ μέγιστον,ὁ Υἱὸς τοῦ Θεοῦ Υἱὸς ἀνθρώπου καὶ γίνεται καὶ πι-στεύεται. Τί τὸ ξένον, τί τὸ παράδοξον; Τίς ἡτοσαύτη τοῦ Λόγου περὶ ἡμᾶς συγκατάβασις;Ἀνήγαγον οἱ γονεῖς τὸ παιδίον. Τί λέγεις, ὦ τῶνἱερῶν εὐαγγελιστῶν ἐξοχώτατε καὶ σοφώτατε; Τί λέ-γεις, ὦ τῆς οὐρανίας ἐκφαντορίας ἐξηγητὰ καὶ δι-δάσκαλε; Τί λέγεις, ὦ μυστικὲ λογογράφε τῶν νοη-μάτων τοῦ Πνεύματος; Περὶ Θεοῦ διαλέγῃ, καὶ τοπι-κῆς μεταβάσεως μέμνησαι; Υἱὸν Θεοῦ τὸν ἐκ Παρθέ-νου τεχθέντα βούλει διατρανῶσαι τοῖς πέρασι, καὶσαρκικοὺς εἰς μέσον παράγεις γονεῖς; Καὶ ἔστιν ὅλωςΘεοῦ γονεὺς ἐπὶ τῆς γῆς; Ἢ ἔχει γονεῖς Θεός; Ἢνηπιάζει Θεός; Ἢ βαστάζεται ὑπὸ γονέων Θεός; Τίςὁ λόγος, τί τὸ μυστήριον; Ἀνήγαγον οἱ γονεῖς τὸπαιδίον. Τίσιν ἄρα παλάμαις· ἀγκάλαις δὲ ποίαιςτοῦτον βαστάζοντες; Τὰ χερουβὶμ τρέμει, τὰ σερα-φὶμ ἀποστρέφεται, ἄγγελοι φρίττουσιν, ἀρχάγγελοικαταπλήττονται, καὶ πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶνφόβῳ τὰς ὄψεις κατακαλύπτουσι· καὶ σὺ βρο-τοὺς εἰσάγεις ἐνύλους βαστάζοντας τοῦτον, καὶ κι-νοῦντας καὶ περιάγοντας. Τί τὸ θαῦμα; Τί τὸπρᾶγμα; Τί τὸ ἀπόῤῥητον; Ἀνήγαγον οἱ γονεῖς τὸπαιδίον· ταῦτα γὰρ ἔλεγες, τὰ περὶ τὴν γέννησινἡμῖν ἱστορῶν· τούτου γὰρ χάριν καὶ τοὺς ἀγγέλουςεἰσήγαγες τοῖς ποιμέσι τὸν τόκον ὁμοῦ καὶ τὸν τόπονἐν ᾧ οὗτος ὑποδεικνύντας καὶ διαγγέλλοντας· τήν τεοὐρανίαν ἐκείνην πληθὺν, μεγαλοφώνως βοῶσαν, καὶλέγουσαν· «Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰ-ρήνη·» καὶ τὴν τεκοῦσαν πάντα μετ' ἐπιμελείαςδιατηροῦσαν, καὶ ταῖς τῆς παρθενίας σφραγῖσι συμ-βάλλουσαν; Ναὶ, φησὶ, καὶ μὴ πρὸς τὸ θαῦμα μόνον,
28
961
ἀλλὰ καὶ πρὸς τὴν οἰκονομίαν ἀπόβλεπε. Οὐ γὰρ
Θεὸς οὕτως, ὡς ἔφυ, γυμνὸς βρεφουργεῖται, καὶ μη-τρικαῖς ὠλέναις ἐμπεριγράφεται, ἀλλὰ τὴν βρο-τείαν φύσιν ὑπειλημμένος, μᾶλλον δὲ αὐτόχρημα τῆςἁμαρτίας χωρὶς κατὰ ἀλήθειαν γενόμενος ἄνθρωπος.Πῶς καὶ τίνα τρόπον; Οὐκ ἔχω λέγειν, φησίν· ἄῤ-ῥητον γὰρ τοῦτο, καὶ παντελῶς ἀνερμήνευτον, οὐκἐμοὶ μόνον, ἀλλὰ καὶ αὐτῇ τῇ τεκούσῃ· καὶ οὐ ταύτῃμόνον, ἀνθρωπίνης γὰρ καὶ αὐτὴ φύσεως ἔλαχεν, εἰκαὶ τῆς ὑπὲρ ἄνθρωπον κατηξίωται χάριτος,ἀλλὰ καὶ αὐτῇ τῇ ἀΰλῳ φύσει, καὶ πρώτῃ μετὰ τὴνπρώτην Εἰ δὲ καὶ ἄϋλος φύσις, καὶ αὐτὴ ἡ τῷ μυ-στηρίῳ καθυπουργήσασα παντελῶς ἠγνόησε τὸ μυ-στήριον, πῶς τοῦτο παρ' ἐμοῦ μαθεῖν ἐπιζητεῖς, ἀν-θρώπου μηδ' αὐτὸ τὸ ἐν ποσὶν ἔστιν ὅτε γινώσκον-τος; Πῶς γέγονεν ἄνθρωπος; εἰπὲ σὺ περὶ σεαυτοῦπρῶτον, πῶς γέγονας ἄνθρωπος, καὶ τότε διερευνή-σεις καὶ περὶ τῆς θείας σαρκώσεως· μᾶλλον δὲ μηδὲτότε· οὐδὲ γὰρ ἐπειδήπερ ἡ σὴ γέννησις γνώριμος,ἤδη καὶ ἡ Θεοῦ· ἢ γὰρ ἂν ἦν κἀκείνη ἀνθρώπου, καὶοὐ Θεοῦ. Οὔκουν ἐξεταστέον τὸ, «πῶς·» ὅσῳ γὰρ σὺ τοῦΘεοῦ ταπεινότερος, τοσούτῳ καὶ τῆς σῆς γεννήσεωςἀποῤῥητοτέρα, καὶ ἔτι μᾶλλον, ἡ τοῦ Θεοῦ. «Ἀνήγα-γον» οἱ γονεῖς τὸ παιδίον Ἰησοῦν «εἰς Ἱεροσό-λυμα.» Τί ποτε ἄρα δράσοντες; Μήτιγε τὴν τοῦἸσραὴλ βασιλείαν παραληψόμενοι; ἢ ὅπλα χαλκεύ-σοντες, ἢ στρατὸν συγκινήσοντες, ἢ ἄλλο τι τῶν χα-
28
964
μαιπετῶν καὶ προσκαίρων συνεπικερδήσοντες τῷ
παιδί; Οὒ, φησίν· ἀλλὰ «παραστῆσαι τῷ Κυρίῳ, καθ-ὼς γέγραπται ἐν νόμῳ Κυρίου.» Τί φὴς, ἄνθρωπε;καὶ ἔστι τοῦ ἀληθῶς Θεοῦ Θεός· ἢ τοῦ κυρίωςΚυρίου Κύριος ἕτερος; Ἔστι, φησὶ, καὶ μὴ δείσῃς·οὐ γὰρ κατὰ φύσιν τοῦτο, κατὰ χάριν δὲ καὶ οἰκονο-μίαν τὴν ἀνωτάτω. Ὥσπερ γὰρ τῶν οὐ κυρίως υἱῶνΠατὴρ ὁ Θεὸς λέγεται· «Ἐγὼ γὰρ, φησὶν, εἶπα,Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες·» οὕτω καὶτοῦ κυρίως Υἱοῦ κατὰ φύσιν (ὁμοούσιος γὰρ ὁ Υἱὸςτῷ Πατρὶ), κατὰ χάριν δὲ καὶ οἰκονομίαν Θεὸς λέγε-ται· «Ἀναβαίνω γὰρ φησὶ, πρὸς τὸν Πατέραμου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν»Ὅτου χάριν «οὐδὲ ἀδελφοὺς ἡμᾶς ὁ Υἱὸς καλεῖνἐπαισχύνεται· Ἀπαγγελῶ γὰρ, φησὶ, τὸ ὄνομά σουτοῖς ἀδελφοῖς μου, ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε.» Καθὼς γέγραπται ἐν νόμῳ Κυρίου.« Ὢ τῆς οἰκονο-μίας! ὢ τῆς ἀνεξιχνιάστου περὶ ἡμᾶς τοῦ Λόγου οἰ-κονομίας καὶ ἀγαθότητος! Ὁ νομοθέτης ὑπὸ τὸν νό-μον· ὁ τῶν Μωσαϊκῶν προσταγμάτων δοτὴρ τοῖςπροσταττομένοις ὑποκύπτειν οὐκ ἀπαναίνεται. Ὁτῆς τοῦ νόμου κατάρας ἐλευθερώσας τὸν ἄνθρωπον,ὡς ἄνθρωπος τῷ νόμῳ δουλεύειν οὐκ ἀναβάλλεται. »Καθώς ἐστι γεγραμμένον ἐν νόμῳ Κυρίου.«
28
964
Τίς ὁ γράψας, τίς; Ὁ Κύριος. Οὐχ εἷς καὶ ὁ αὐτός
ἐστιν οὗτος, ὁ σὺν Πατρὶ καὶ Πνεύματι δοξαζόμενος;Ναὶ, φησίν· ἀλλὰ τῆς οἰκονομίας τοῦτο, καὶ τοῦ μὴνομισθῆναι τοῖς χριστομάχοις ἀντίθεος. »Μὴ νο-μίσητε γὰρ, φησὶν, ὅτι ἦλθον καταλῦσαι τὸν νό-