Dialogi duo contra Macedonianos
- Authority group
- Athanasius of Alexandria (catalogue association; authorship remains anonymous)
- Edition reference
- Dialogi duo contra Macedonianos [Sp.], MPG 28: 1292–1337.
- CTS identifier
urn:cts:greekLit:tlg2035.tlg099.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Creative Commons Public Domain Mark 1.0
28
1292
φύσεως ὄνομα, τὴν πρὸς Υἱὸν σχέσιν εἰσάγει. Πρὸς
τούτοις, προσποιησάμενος Ὀρθοδόξου πρόσωπον,
ἑαυτὸν ἠρώτα· Οὐ προσκυνητὸν οὖν; καὶ ἔπειτα πά-
λιν αὐτὸς ἑαυτῷ· Ἀπολείπεται τῆς τοιαύτης ἀξίας
τὸ Πνεῦμα τὸ ἅγιον. Πῶς γὰρ προσκυνητέον τὸ μήτε
Πατὴρ, μήτε Υἱός;
Ἡμεῖς δὲ πρὸς αὐτόν· Εἰ μὲν διὰ τοῦτο προσ-
κυνεῖς τὸν Πατέρα, ἐπειδὴ Πατήρ ἐστι, καὶ τὸν
Υἱὸν, ἐπειδὴ Υἱός ἐστι· προσκυνεῖς καὶ πάντα πα-
τέρα, καὶ πάντα υἱόν· εἰ δὲ οὐ διὰ τοῦτο προσκυνη-
τὸς ὁ Πατὴρ, ἐπειδὴ Πατὴρ, οὐδὲ διὰ τοῦτο προσκυνη-
τὸς ὁ Υἱὸς, ἐπειδὴ Υἱὸς, ἀλλὰ δι' αὐτὴν τὴν φύσιν·
ταύτην ζητητέον. Καὶ εἰ μὲν εὑρεθείη καὶ τὸ Πνεῦμα
τῆς αὐτοῦ φύσεως, προσκύνει· εἰ δὲ μὴ εὑρεθείη,
χωρίς. Ζητεῖται γὰρ οὐχὶ, εἰ Πατήρ ἐστι τὸ Πνεῦμα,
οὐδ' εἰ Υἱός· ἀλλ' εἰ τῆς αὐτῆς φύσεώς ἐστι Πατρὶ
καὶ Υἱῷ. Πρὸς τοῦτο πάλιν ἑαυτῷ ἀντιτίθησιν, ὡς
παρὰ Ὀρθοδόξου εἰρημένον· Οὐ γέγραπται, ὅτι
«Πνεῦμα ὁ Θεός;» Εἶτά φησιν αὐτός· Πνεῦμά
ἐστιν ὁ Θεὸς, καὶ οὐχὶ τὸ Πνεῦμα Θεός. Πᾶν γὰρ
εἴ τι Θεὸς, τοῦτο καὶ Πνεῦμα· οὐκ εἴ τι Πνεῦμα,
τοῦτο δὴ καὶ Θεός. Ἡμεῖς δὲ πρὸς αὐτόν· Εἰ ᾔδεις
τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τὴν τῶν Γραφῶν κατεῖχες
μνήμην, οὐκ ἂν ἀπεφήνω τοῦτο. Οὐ πᾶν γὰρ εἴ τι
Θεὸς, τοῦτο καὶ τὸ Πνεῦμα. Καὶ γὰρ ὁ Μωσῆς θεὸς
ἐκλήθη· «Ἰδοὺ γὰρ τίθημί σε θεὸν τοῦ Φαραώ·»
ἀλλὰ καὶ Ἀαρὼν τοῦ αὐτοῦ ἀδελφοῦ· «Ἔσῃ γὰρ
αὐτῷ, φησὶν, εἰς θεὸν, καὶ Ἀαρὼν ὁ ἀδελφός σου
ἔσται σοι εἰς προφήτην.» Καὶ ὁ Υἱὸς ἐν τοῖς Εὐαγγε-
λίοις λέγει περὶ τῶν ἁγίων· «Εἰ οὖν ἐκείνους εἶπε
θεοὺς, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο, καὶ οὐ
1293
δύναται ἡ Γραφὴ λυθῆναι·» καὶ, «Θεὸς θεῶν Κύ-
ριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν·» καὶ ἐν ἑτέροις·
«Ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών·» καὶ,
«Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, καὶ ἐν μέσῳ δὲ
θεοὺς διακρινεῖ·» καὶ, «Θεοὺς οὐ κακολογήσεις,»
γέγραπται. Κατὰ γοῦν τὴν σὴν σοφίαν, εἰ πᾶν εἴ τι
Θεὸς, τοῦτο καὶ Πνεῦμα, πάντες οἱ προειρημένοι ἄν-
θρωποι καὶ θεοὶ, Πνεύματά εἰσιν. Εἰ δὲ θεὸς Μωσῆς,
καὶ ἕκαστος τῶν προειρημένων, καὶ οὐ Πνεύματα, οὐκ
ἄρα πᾶν εἴ τι Θεὸς, τοῦτο καὶ Πνεῦμα· οὐδὲ πᾶν εἴ
τι Πνεῦμα, τοῦτο καὶ Θεός. Καὶ γὰρ τὰ δαιμόνια
ὑμῶν τῶν αἱρετικῶν πνεύματά εἰσι, καὶ οὐκ εἰσὶ
θεοί.
Ἔτι πρόσωπον εἰσαγαγὼν Ὀρθοδόξου, Δῶμεν,
φησὶν, ὡς οὐ θεολογεῖται τὸ Πνεῦμα, ὅμως κυριολο-
γεῖται· γέγραπται γάρ· «Ὁ δὲ Κύριος τὸ Πνεῦμά
ἐστιν.» Ἔτι φησίν· Εἰπὲ αὐτὸς τὸ ἐπαγόμενον·
«Οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία.» Περὶ
τοῦ Κυρίου λέγει, φησὶν, ὅτι ὁ Κύριος τὸ Πνεῦμά
ἐστιν. Ἡμεῖς δὲ πρὸς αὐτόν· Ἀληθῶς τὸ, «Φάσκον-
τες εἶναι σοφοὶ ἐμωράνθησαν,» περὶ ὑμῶν εἴρηται.
Τοῦ γὰρ ἐπαγομένου φανερῶς δεικνύντος, ὅτι τὸ
Πνεῦμά ἐστιν, οὗ εἴρηται, «Ὁ δὲ Κύριος τὸ Πνεῦ-
μά ἐστιν,» ἠπάτησας αὐτὸς ἑαυτὸν, ἵνα ἐκ τοῦ στόμα-
τός σου ἔλεγχος προέλθῃ, καὶ ἀκούσῃς, ὅτι «Ἐκ τοῦ
στόματός σου κρινῶ σε, πονηρὲ δοῦλε.» Τὸ γὰρ
ἐπαγόμενόν ἐστιν· «Οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ
ἐλευθερία.» Τὸ δὲ ὂν Πνεῦμα Κυρίου, Κυρίου ἐστὶ
Πνεῦμα, ὅπερ εἴρηται Κύριος. Ὡς γὰρ Υἱὸς Κύριος
ὢν, Κύριός ἐστιν· οὕτως τὸ Πνεῦμα, Κύριος ὂν, Κύ-
ριός ἐστιν.
Καὶ πάλιν ἑαυτῷ πρόσωπον ποιησάμενος, ἑαυ-
τὸν ἠρώτα· Οὐδὲ προσκυνητόν ἐστιν; ἔπειτα αὐτὸς
ἑαυτῷ· Οὐκ ἔστιν· οὐδὲ γὰρ γέγραπται. Εἶτα πάλιν
λαβὼν Ὀρθοδόξου πρόσωπον, λέγει· Εἰ ἀνθρώποις
προσεκύνησαν ἄνθρωποι, φέρε εἰπεῖν, ὡς Ναθὰν ὁ
προφήτης τῷ Δαβίδ· γέγραπται γάρ· «Εἰσῆλθε
κατὰ πρόσωπον τοῦ βασιλέως Ναθὰν ὁ προφήτης,
καὶ προσεκύνησεν αὐτὸν ἐπὶ τὴν γῆν·» διὰ τί μὴ καὶ
τῷ Πνεύματι προσκυνήσομεν πρὸ πάντων ἀνθρώπων;
Καὶ αὐτὸς ἑαυτῷ πάλιν ἐπάγει· «Κυρίῳ τῷ Θεῷ
σου προσκυνήσεις·» μὴ καὶ τῷ Πνεύματι; Τὸ
Πνεῦμα Κύριος οὐκ ἔστιν· ἀλλ' οὔτε Θεός· πῶς
οὖν ἔσται προσκυνητὸν, μὴ ὂν ἐν τῷ τῆς προσκυνή-
σεως ὅρῳ; «Οὐδεὶς γὰρ δύναται εἰπεῖν Κύριον
Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ.» Δεῖ γὰρ ἀληθῶς
τὸν προσαγόμενον Θεῷ, δι' ἑτέρου τῷ ἁγίῳ Πνεύματι
προσάγεσθαι. Εἰ προσκυνήσω λοιπὸν τῷ ἁγίῳ Πνεύ-
ματι, διὰ τίνος ἢ ἐν τίνι προσκυνήσω προσαχθεὶς
αὐτῷ; Τί οὖν ὑμεῖς πρὸς ταῦτα; Δικάσεταί σε ἐν
ἡμέρᾳ κρίσεως Ναθὰν ὁ προφήτης, ὡς οὐ παρὰ τὸν
νόμον πεποιηκὼς καὶ προσκυνήσας τῷ Δαβίδ. Προσ-
ήγαγες γὰρ τὸ ῥητὸν, ὡς ὀφείλων καταδικάσαι αὐτὸν
1296
παρανομήσαντα. Εἰ γὰρ ἐκεῖνος τῷ Δαβὶδ προσεκύ-
νησε (γέγραπται δέ· «Κυρίῳ τῷ Θεῷ σου προσκυ-
νήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις»), παρὰ τὸν νό-
μον πεποίηκε κατὰ τὴν σὴν κατηγορίαν. Ἡμεῖς δὲ
οὐ κατηγοροῦμεν τοῦ προφήτου· μὴ γένοιτο! ἀλλὰ
διὰ τοῦτο μάλιστα λέγομεν προσκυνητὸν τὸ ἅγιον
Πνεῦμα. Οὐκ ἂν γὰρ τῷ Δαβὶδ προσεκύνησεν ὁ προ-
φήτης, εἰ ψιλὸν ἄνθρωπον ἐγίνωσκεν· ἀλλὰ Χριστὸν
Κυρίου διδαχθεὶς αὐτὸν εἶναι, ἐν ἐλαίῳ ἁγίῳ χρι-
σθέντα, προσεκύνει αὐτὸν διὰ τὴν ἐν τῷ ἐλαίῳ τοῦ
Πνεύματος ἐνέργειαν
Πῶς δὲ, «ὡσεὶ ἀσπίδος κωφῆς καὶ βυούσης τὰ
ὦτα αὐτῆς, ἥτις οὐκ εἰσακούσεται φωνῆς ἐπᾴδοντος,»
τὸ, «Κυρίῳ τῷ Θεῷ σου προσκυνήσεις,» ἀκούσας,
τοῦ ἑξῆς οὐκ ἐπήκουσας, τοῦ, «Καὶ αὐτῷ μόνῳ λα-
τρεύσεις;» Τοῦτο δὲ ποιεῖς, ἵνα μὴ ἀκούσῃς τὸ,
«Μόνῳ λατρεύσεις.» Τίνι; τῷ Πατρὶ, ἢ τῷ Υἱῷ; Καὶ
πῶς μόνῳ ἐρεῖς; Ἐὰν ᾖς Χριστιανὸς, ὅτι διὰ τὸ
ταυτὸν τῆς φύσεως. Ἐὰν δειχθῇ οὖν καὶ τὸ Πνεῦμα
τῆς αὐτῆς φύσεως, τὸ, «Κυρίῳ τῷ Θεῷ σου προσ-
κυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις,» Πατέρα καὶ
Υἱὸν, καὶ ἅγιον Πνεῦμα λέγει, διὰ τὸ ταυτὸν τῆς
φύσεως. Εἰ δὲ μὴ, ἀναγκασθήσῃ ἐπὶ ἑνὸς προσώπου
δεχόμενος, τῷ «Κυρίῳ τῷ Θεῷ σου προσκυνήσεις,
καὶ αὐτῷ μόνῳ λατρεύσεις,» ἢ τὸν Υἱὸν παρακού-
σασθαι, ἢ τὸν Πατέρα παραγράψασθαι. Ἐὰν οὖν δει-
χθῇ τῆς αὐτῆς εἶναι φύσεως καὶ θεότητος τῷ Υἱῷ
καὶ τῷ Πατρὶ, καὶ τὸ Πνεῦμα τὸ ἐξ αὐτοῦ τοῦ Πα-
τρὸς διὰ τοῦ Υἱοῦ ἐκχυθὲν, καὶ προσκυνητὸν καὶ
λατρευτὸν ἀποδειχθήσεται. Πειρασόμεθα δὲ σὺν εὐ-
μενείᾳ αὐτοῦ τοῦ Πνεύματος δεῖξαι ταυτὴν τὴν
φύσιν ἐκ τῶν θείων λογίων. Καὶ τὸ, «Οὐδεὶς γὰρ δύ-
ναται εἰπεῖν Κύριον Ἰησοῦν εἰ μὴ ἐν Πνεύματι ἁγίῳ,»
οὐ κατὰ τῆς τοῦ Πνεύματός ἐστι προσκυνήσεως. Ὡς
γὰρ αὐτὸν τὸν Θεὸν Πατέρα ἐν Πνεύματι καὶ ἀλη-
θείᾳ προσκυνοῦντες, οὐκ ἀποστεροῦμεν τῆς ἀλη-
θείας τὴν προσκύνησιν, ἀλλ' ἴσμεν, ὅτι αὐτός ἐστιν
ὁ Υἱὸς ἡ ἀλήθεια, καὶ ἐν Πνεύματι καὶ ἀληθείᾳ
προσκυνοῦντες τὸν Θεὸν, προσκυνοῦμεν τὴν ἀλήθειαν·
οὕτω δὴ καὶ τὸ Πνεῦμα προσκυνοῦμεν, ὡς τὴν ἀλή-
θειαν. Εἰ δὲ, ἐπειδὴ ἐν Πνεύματι προσκυνοῦμεν, οὐ
προσκυνεῖς τὸ Πνεῦμα, καὶ ἐπειδὴ ἐν ἀληθείᾳ προσ-
κυνοῦμεν, οὐ προσκυνεῖς τὴν ἀλήθειαν, καὶ νομίζεις
δὲ ἐλαττοῦσθαι τὴν τοῦ Πνεύματος ἀξίαν, ἐπειδὴ ἐν
αὐτῷ τὸν Υἱὸν Κύριον ὁμολογοῦμεν· ἐλαττώσεις ἄρα
καὶ τὴν τοῦ Πατρὸς ἀξίαν, ἐπειδὴ «οὐδεὶς ἔρχεται
πρὸς τὸν Υἱὸν, ἐὰν μὴ ὁ Πατὴρ ὁ οὐράνιος ἑλκύσῃ
αὐτὸν πρὸς αὐτόν.» Τοῦτο γὰρ ἐν τῷ Εὐαγγελίῳ γέ-
γραπται· καὶ ὁ Ἀπόστολος βοᾷ· «Πιστὸς ὁ Θεὸς,
δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ.» Καὶ
αὐτὸς ὁ Πατὴρ ἐν τοῖς προφήταις, πρὸς αὐτὸν τὸν
Υἱὸν λέγει· «Ἰδοὺ προσήλυτοι διελεύσονταί σοι
δι' ἐμοῦ.» Εἰ δὲ καὶ διὰ τοῦ Πατρὸς πρὸς τὸν Υἱὸν
καλούμεθα, οὐκ ἐλαττοῦσθαι ἄρα τούτου ἕνεκεν
τῆς ἀξίας τὸ Πνεῦμα. Προσαγόμεθα τῷ Πνεύματι. Ἀνά-
γνωθι τὰς Γραφὰς καὶ μάθε, ὅτι, ὥσπερ διὰ τοῦ
Πατρὸς πρὸς τὸν Υἱὸν, καὶ διὰ τοῦ Υἱοῦ πρὸς τὸν
1297
Πατέρα. Ἀντιστρέφει γὰρ, καθὼς προαποδέδοται.
Ὡς οὖν διὰ τοῦ Πατρὸς πρὸς τὸν Υἱὸν, οὕτως διὰ
τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ πρὸς τὸ Πνεῦμα. Οὐ
γὰρ πρότερον ἐνοικήσαντος τοῖς ἀποστόλοις τοῦ
Πατρὸς, ἐγνώσθη ὁ Υἱός· ἀλλὰ πρότερον αὐτῶν γνόν-
των τὸν Υἱὸν, καὶ μαθητευθέντων, καὶ ἀποσταλέν-
των δύο δύο, ὡς γέγραπται, καὶ γραφέντων αὐτῶν
τῶν ὀνομάτων ἐν τοῖς οὐρανοῖς, καὶ καταξιωθέντων
τῆς θείας θεοπτείας ἐν τῇ ὀπτασίᾳ τῆς ἀναστά-
σεως, τότε δέδοται αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον ἀπὸ
τοῦ Θεοῦ, ὁδηγοῦντος αὐτοὺς πρὸς τὴν τοῦ Πνεύμα-
τος χάριν. Καὶ ὥσπερ λέγοντες Κύριον Ἰησοῦν, ἐκ
τῆς ὁδηγίας αὐτοῦ τοῦ Πνεύματος τοῦτο γνόντες
εἰρήκαμεν· οὕτως ὁδηγούμενοι παρὰ τοῦ Υἱοῦ εἰς τὴν τοῦ Πνεύματος γνῶσιν, ἐβαπτίσθημεν εἰς Πατέρα,
καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα· δηλονότι ἀποκαλύψαντος τοῦ Υἱοῦ τὴν εἰς τὸ Πνεῦμα μυσταγωγίαν.
Πῶς δὲ οὐ θέλεις προσκυνεῖσθαι τὸ Πνεῦμα τὸ
ἅγιον, εἰς ὃ ἐβαπτίσθης; Τί γὰρ ἄρα μεῖζόν ἐστι,
προσκύνησις ἢ βάπτισμα; Πῶς δὲ οὐχ ὁμολογούμε-
νόν ἐστιν, ὅτι τῆς προσκυνήσεως τὸ βάπτισμα μεῖ-
ζον, ὅπου γε καὶ κατηχούμενοι προσκυνοῦσι Πατέρα
καὶ Υἱὸν, οὐκ ἔχουσι δὲ τελειότητα, ἐὰν μὴ βαπτι-
σθῶσιν εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ
τοῦ ἁγίου Πνεύματος; Εἰ δὲ μή εἰσι τέλειοι Χριστια-
νοὶ οἱ κατηχούμενοι πρὶν ἢ βαπτισθῶσι, βαπτισθέν-
τες δὲ τελειοῦνται· τὸ βάπτισμα ἄρα μεῖζόν ἐστι
τῆς προσκυνήσεως, ὃ τὴν τελειότητα παρέχει. Καὶ
τοῦτό ἐστιν «ἡ λογικὴ καὶ ζῶσα λατρεία ἡμῶν,» ἣν
ὁ Ἀπόστολος λέγει· «Παραστήσατε τὰ σώματα ὑμῶν
θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογι-
κὴν λατρείαν ὑμῶν.» Παρεστήσαμεν δὲ τὰ αὐτὰ
λογικὴν λατρείαν, συνταφέντες τῷ Χριστῷ ἐν τῷ
βαπτίσματι. Τὸ ἄρα, «Κυρίῳ τῷ Θεῷ σου προσκυ-
νήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις,» τὴν τοῦ βαπτί-
σματος εἰσάγει διδασκαλίαν. Πρὸς τούτοις ἑαυτῷ
ἐπήγαγεν, ὡς ἡμῶν εἰρηκότων· Εἰ μήτε Κύριός
ἐστι, μήτε Θεὸς, μήτε προσκυνητὸς, πῶς συναρι-
θμεῖται τῇ Τριάδι, Καὶ τότε τὸ ἑαυτοῦ τίθησι· Τῷ
ὀνόματι συναριθμεῖται, φησὶ, τῷ τοῦ Πνεύματος,
μὴ τῷ τοῦ Πατρὸς, ἢ Θεοῦ, ἢ Υἱοῦ συναριθμεῖται
ὀνόματι. Οὕτως κάλει, μήτε πλεῖον οὗ ἔχει· ἀρκεῖ-
ται γὰρ τῷ οἰκείῳ ἀξιώματι. Κἄν τε γὰρ θέλῃς
πλεῖον οὗ ἔχει προσθεῖναι, οὐκ ἐφίεται· οὐ γὰρ ἐξ
ὧν σὺ δοξάζεις προσλαμβάνεται τῷ ὅρῳ τοῦ πρὸ
πάσης κτίσεως τιμήσαντος. Ἡμεῖς δὲ πρὸς αὐτόν·
Συναρίθμησον καὶ πάντας ἀγγέλους τῷ Πατρὶ καὶ
τῷ Υἱῷ, ἀκούσας παρ' αὐτοῦ τοῦ Θεοῦ· «Ἐγὼ εἶπα·
Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες.» Καὶ τὸ
Πνεῦμα τὸ ἅγιον καὶ ἀγαθὸν οὐ καταξιοῖς τῆς τοῦ
ὀνόματος συναριθμήσεως· τοὺς δὲ ἀνθρώπους ἀναγ-
κασθήσῃ, ἐξ ὧν δέδωκας, συναριθμῆσαι τῷ Θεῷ;
Ἡμεῖς δὲ οὐ τῷ ὀνόματι συναριθμοῦμεν (οὐδὲν γὰρ
τοῦτο μέγα), ἀλλ' αὐτῇ τῇ φύσει, ὡς ὕστερον ἀποδεί-
ξομεν, πρότερον ἐλέγξαντες τὴν ἐν τῷ σχεδαρίῳ σου
ματαίαν ἀδολεσχίαν. Ἀληθῶς δὲ, καθὼς καὶ ἄκων
ὡμολόγησας, κἂν θέλῃς αὐτῷ τι προσθεῖναι, λέγω
δὴ τῷ ἁγίῳ Πνεύματι, οὐκ ἐφίεται· κἂν θελήσῃς ὑφ-
ελεῖν, σεαυτὸν ἀδικεῖς· ἀρκεῖται γὰρ τῷ οἰκείῳ
1300
ἀξιώματι, εἴπερ ἔστιν ἐπὶ Πνεύματος ἀξίωμα λέγειν.
Τοῦτο δὲ καὶ ἐπὶ τοῦ Πατρὸς καὶ ἐπὶ τοῦ Υἱοῦ. Οὔτε
γὰρ προσθεῖναί τι δύνῃ τῷ Πατρὶ καὶ τῷ Υἱῷ, οὔτε
ὑφελεῖν τι, κἂν θέλῃς ὑφελεῖν· σεαυτὸν γὰρ ἀδικεῖς·
ἐπεὶ πάντα τέλεια ἐπὶ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου
Πνεύματος, καὶ οὐδὲν ἀτελὲς, ἵνα καὶ προσλάβηται
ἔξωθεν. Ὅρῳ γὰρ τοῦ πρὸ πάσης κτίσεως τετίμηται,
ὡς αὐτὸς γέγραφας, διὰ τούτου παραστῆσαι θέλων
μὴ εἶναι αὐτὸ αὐτοῦ Πνεῦμα τῇ ἀληθείᾳ, ἀλλὰ τῇ
χάριτι, καθάπερ καὶ τὰ ἄλλα πάντα λειτουργικὰ,
καὶ οὐ φύσει εἰσὶν αὐτοῦ πνεύματα.
Πρὸς τούτοις πάλιν ἑαυτῷ ἐπήγαγεν, ὡς παρ'
ἡμῶν αὐτῷ εἰρημένον· Οὐκ ἔστιν οὖν ὁμότιμον τῷ
Πατρὶ καὶ τῷ Υἱῷ τὸ Πνεῦμα τὸ ἅγιον; Καὶ πάλιν
ἑαυτῷ ἀποφαίνεται· Οὐκ ἔστιν· ἐπειδὴ οὐδὲ γέγρα-
πται. Περὶ μὲν γὰρ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ γέγρα-
πται· «Ἵνα τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν
Πατέρα.» Μὴ εἶπε, καὶ τὸ Πνεῦμα. Πρὸς ταῦτα ἡμεῖς
πρὸς αὐτόν· Μακάρια τὰ ὦτα τὰ μὴ ἀκούσαντα ὑμῶν,
καὶ ψυχαὶ αἱ φυλαχθεῖσαι ἄτρωτοι ἀπὸ τῶν ὑμετέρων
λόγων. Καὶ πῶς, οὐ λογιζόμενος ὁμότιμον εἶναι τὸ
Πνεῦμα τῷ Πατρὶ καὶ τῷ Υἱῷ, ὁμοτίμως εἰς αὐτὸ
βαπτίζῃ; Ἢ οὐ δοκεῖ σοι τιμᾶσθαι τὸν Πατέρα καὶ
τὸν Υἱὸν τῇ τοῦ βαπτίσματος ὁμολογίᾳ; Καὶ εἰ μὴ
τοῦτό ἐστιν ἡ τιμὴ, τί καὶ βαπτιζόμεθα; Τί καὶ
κινδυνεύομεν πᾶσαν ὥραν ἐπὶ τῷ φυλάξαι τὸ βάπτι-
σμα ἄσπιλον, ἀγωνιζόμενοι πρὸς τὰς μεθόδους τοῦ
διαβόλου; Πῶς δὲ οὐ δοκεῖ σοι πάσης θυσίας ἀνωτέρα
εἶναι ἡ τῶν σωμάτων ἡμῶν παράστασις, τοῦ Ἀπο-
στόλου λέγοντος· «Ὅπως παραστήσητε τὰ σώματα
ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ·»
Πᾶσα δὲ θυσία εἰς τιμὴν Θεοῦ γίνεται. Ταύτην δὲ
Πατρὶ, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι προσηγάγομεν
κἀν τῷ βαπτίσματι, οὐκ ἐν διαφόρῳ τόπῳ, οὐδὲ ἐν
ἄλλῳ τρόπῳ τιμήσαντες Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον
Πνεῦμα.
Καὶ ἔτι ἑαυτὸν ἐρωτᾷ, ὡς παρ' ἡμῶν ἐπερωτώ-
μενος· Τί οὖν; λέγεις τὸ Πνεῦμα κτίσμα; Οὐκοῦν
ἔσται τῶν κτισμάτων ἕν. Εἶτα αὐτὸς ἑαυτῷ· Εἰ γέ-
γραπται, λέγω· εἰ δὲ οὐ γέγραπται, οὐ λέγω. Καὶ
πάλιν ἑαυτῷ ἀνθυποφέρει, ὡς παρ' ἡμῶν ἐπενεχθὲν
αὐτῷ, καί φησι· Γέγραπται, ὅτι «Ἐν αὐτῷ ἐκτίσθη
τὰ πάντα.» Καὶ αὐτὸς ἑαυτῷ· Ἀλλ' οὐ κοινοποιεῖται
τοῖς, πᾶσι μοναδικὸν ὂν τὸ ἅγιον Πνεῦμα. Οὐ γὰρ ἡ
κοινότης τῶν λέξεων κοινοποιεῖται τὰς φύσεις· ἐπεὶ
ἄρα ὁμοτιμία ἐν τοῖς κτίσμασιν. Ἡμεῖς δὲ πάλιν
πρὸς ταῦτα· Εἰ φόβον Θεοῦ εἶχεν ἡ καρδία σου, οὐ
γέγραφε πονηρίαν, ἀλλ' ἐξ εὐθείας ἔλεγες, ὃ ἐφρόνεις.
Φοβῇ δὲ εἰπεῖν, οὐ τὸν Θεὸν φοβούμενος, ἀλλὰ τὸν
ὄχλον, ὡς οἱ Φαρισαῖοι τὸ βάπτισμα Ἰωάννου φοβη-
θέντες εἰπεῖν, πόθεν ἦν. Καὶ φοβούμενος οὐ σιωπᾷς,
ἀλλὰ βοᾷς· βοᾷς δὲ τοῖς εἰδόσι, τί ἐστιν, «ἰὸς ἀσπί-
δων ὑπὸ τὰ χείλη αὐτῶν.» Καὶ γὰρ διελογίσαντο οἱ
Φαρισαῖοι· «Ἐὰν εἴπωμεν, Ἐξ οὐρανοῦ, ἐρεῖ· Διὰ τί
οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; καὶ ἐὰν εἴπωμεν, Ἐξ ἀν-
θρώπων, φοβούμεθα τὸν ὄχλον.» Τοῦτο καὶ αὐτὸς δια-
λογίζῃ· Ἐὰν εἴπωμεν, Οὐκ ἔστι κτίσμα, ἐροῦσι·
1301
Διὰ τί οὖν οὐ προσκυνεῖς αὐτῷ; Ἐὰν εἴπω, Κτίσμα,
φοβοῦμαι καὶ τὸν ὄχλον. Ὁ γὰρ λαὸς ἅπας λιθοβο-
λήσει ἡμᾶς, ἀποταξάμενος τῇ κτίσει, καὶ συνταξάμε-
νος Πατρὶ, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι. Τί οὖν
ποιεῖς; Κτίσμα λέγων κρύπτεις τὸν δόλον, καὶ αὐτὸ
κατασκευάζεις εἰρηκώς· Ἀλλ' οὐ κοινοποιεῖται τοῖς
πᾶσι, μοναδικὸν ὃν, τὸ ἅγιον Πνεῦμα. Οὐ γὰρ ἡ κοι-
νότης τῶν λέξεων κοινοποιεῖται τὰς φύσεις. Ἐπεὶ
ἄρα ἔσται ὁμοτιμία ἐν τοῖς κτίσμασιν· ὅ ἐστι· Κτίσμα
μέν ἐστιν, οὐκ ἔστι δὲ ὁμότιμον τοῖς κτίσμασιν. Ὡς
εἰ ἔλεγέ τις· Ὁ ἥλιος μοναδικόν ἐστιν ἄστρον, καὶ
οὐκ ἔστιν ὁμότιμον τοῖς ἀστράσι. Πᾶν ἄστρον ἐστὶν
ἡμεροφανὲς, κἂν μὴ κοινοποιῆται τοῖς ἄλλοις ἄστροις.
Καὶ τί ἐστιν ἀσεβέστερον τοῦ εἰπεῖν κτίσμα τὸ Πνεῦ-
μα τὸ ἅγιον, λέγοντος τοῦ Υἱοῦ, ὅτι «Οὐκ ἐστὲ
ὑμεῖς οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς τὸ
λαλοῦν ἐν ὑμῖν.» Αὐτοῦ λέγοντος τὸ Πνεῦμα τοῦ
Πατρὸς εἶναι, σὺ πῶς κτίσμα αὐτὸ λέγεις; Πῶς δὲ
οὐκ ἀκούεις τοῦ Πατρὸς λέγοντος· «Ἐν ταῖς ἐσχά-
ταις ἡμέραις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶ-
σαν σάρκα·» καὶ ἔτι· «Ἰδοὺ ὁ Παῖς μου ὁ ἐκλεκτὸς,
εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου· θήσω τὸ Πνεῦμά μου
ἐπ' αὐτόν;» Καὶ πρὸς τούτοις ὁ Πέτρος λέγει·
«Ὑμεῖς ἐπίστασθε τὸ γενόμενον ῥῆμα καθ' ὅλης τῆς
Ἰουδαίας· ἀρξάμενον γὰρ ἀπὸ Γαλιλαίας μετὰ τὸ
βάπτισμα, ὃ ἐκήρυξεν Ἰωάννης, Ἰησοῦν τὸν ἀπὸ Να-
ζαρὲτ, ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι ἁγίῳ καὶ
δυνάμει.» Ἆρα τῷ ἑαυτοῦ κτίσματι χρίεται ὁ Υἱός;
Καὶ πῶς οὐκ ἀνόητον εἰπεῖν τοῦτο; Καὶ αὐτὸς δὲ ὁ
Υἱὸς λέγει· «Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ ἕνεκεν ἔχρι-
σέ με. Εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με.» Καὶ
ὁ Πέτρος δὲ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων λέγει
οὕτως· «Τῇ δεξιᾷ οὖν τοῦ Θεοῦ ὑψωθεὶς, τὴν δὲ
ἐπαγγελίαν τοῦ ἁγίου Πνεύματος λαβὼν παρὰ τοῦ
Πατρὸς, ἐξέχεε τοῦτο, ὃ ὑμεῖς βλέπετε καὶ ἀκούετε.»
Ἆρα ὃ αὐτὸς ἔκτισε, λαμβάνει παρὰ τοῦ Πατρός;
καὶ οὐκ ἔσχεν ἐξουσίαν τοῦ ἑαυτοῦ κτίσματος; Ἀλλ'
ἐρεῖς· Μεῖζον οὖν ἐστι τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Υἱοῦ;
Ἀποκρινόμεθά σοι τοίνυν· Μὴ γένοιτο! Οὐδεὶς ἡμῶν
τοῦτο λέγει. Ἀλλ' ἔδει αὐτὸν, δούλου μορφὴν λαβόντα,
χρίεσθαι, οὐκ ἔτι ἐλαίῳ τῷ κατὰ τὸ παλαιὸν κατα-
σκευαζομένῳ προστάγματι Θεοῦ, ἀλλ' ἐλαίῳ ἀγαλ-
λιάσεως παρὰ τοὺς μετόχους. «Διὰ, γὰρ, τοῦτο,
φησὶν ὁ Δαβὶδ, ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον
ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.»—«Διὰ τοῦτο,»
ποῖον; ὅτι, Θεὸς ὢν καὶ Υἱὸς, μορφὴν δούλου ἔλαβεν.
Ἐπειδὴ δὲ προεπηγγειλάμεθα δεικνύναι τὸ Πνεῦ-
μα τὸ ἅγιον τῆς αὐτῆς φύσεως ὂν Πατρὶ καὶ Υἱῷ,
ἀκολούθως διάλογον ἐκ δύο προσώπων ἐνστησάμενοι,
τοῦτο δεῖξαι σπουδάσωμεν, σὺν εὐμενείᾳ αὐτοῦ τοῦ
Πνεύματος. Συντυχόντες τινὶ τῶν τὰ αὐτὰ τῷ γράψαντι
τὸ σχεδάριον φρονούντων, ἔφημεν οὕτως· Μόνος
ἔχειν τὴν ἀθανασίαν εἴρηται ὁ Θεὸς παρὰ τῷ Ἀπο-
στόλῳ· «Ὁ μόνος γὰρ, φησὶν, ἔχει ἀθανασίαν, φῶς
1304
οἰκῶν ἀπρόσιτον.» Μακεδ. Ναί. Ὀρθ. Ἔχουσι δὲ
καὶ οἱ ἄγγελοι, καὶ ἀρχαὶ, καὶ ἐξουσίαι, θρόνοι καὶ
κυριότητες; Μακεδ. Ναί. Ὀρθ. Πῶς οὖν μόνος ὁ Θεὸς
ἔχει τὴν ἀθανασίαν; Μακεδ. Ὅτι ὁ Θεὸς αὐτός ἐστιν
ἡ ἀθανασία· οἱ δὲ ἄγγελοι μετοχῇ εἰσιν ἀθανασίας
ἀθάνατοι, καὶ οἱ ἀρχάγγελοι, καὶ πάντα τὰ ἐπουρά-
νια. Ὀρθ. Καὶ ὁ Υἱὸς τοῦ Θεοῦ ἔχει ἀθανασίαν, ἢ οὔ;
Μακεδ. Καὶ πάνυ. Ὀρθ. Οὕτως ὡς ὁ Πατὴρ, ἢ ὡς
τὰ ἐπουράνια; Μακεδ. Ὡς ὁ Πατήρ. Ὀρθ. Πῶς οὖν
μόνος ὁ Πατὴρ ἔχει τὴν ἀθανασίαν; Μακεδ. Ὅτι ἀ-
παράλλακτός ἐστι κατ' οὐσίαν ὁ Υἱὸς τῷ Πατρί. Ὀρθ.
Μόνος οὖν Θεὸς ὁ Υἱὸς, ὡς καὶ ὁ Πατὴρ, λέγεται διὰ
τὸ ἀπαράλλακτον τῆς οὐσίας; Μακεδ. Οὕτως ἔχειν
τὴν ἀθανασίαν τὸν Υἱὸν ὁμοίως τῷ Πατρὶ λέγω. Ὀρθ.
Ἔχει τε καὶ τὸ Πνεῦμα τὸ ἅγιον καὶ τὴν ἀθανασίαν;
Μακεδ. Ἔχει. Ὀρθ. Οὕτως ἔχει ὡς ὁ Πατὴρ καὶ ὁ
Υἱὸς, ἢ ὡς ἄγγελοι, καὶ ἀρχαὶ, καὶ ἐξουσίαι, μετοχῇ
καὶ χάριτι; Μακεδ. Ὡς ὁ Πατὴρ, καὶ ὁ Υἱός. Ὀρθ.
Τῆς αὐτῆς ἄρα φύσεώς ἐστι Πατρὶ καὶ Υἱῷ τὸ ἅγιον
Πνεῦμα; Μακεδ. Μὴ γένοιτο! Ὀρθ. Οὐκ ἔτι οὖν
μόνος ὁ Θεὸς ἔχει τὴν ἀθανασίαν. Εὑρέθη γὰρ καὶ
ἄλλη φύσις οὕτως αὐτὴν ἔχουσα, ὡς αὐτὸς ὁ Θεός.
Μακεδ. Πάλιν οὖν τὰ τρία ἓν λέγω. Ὀρθ. Ταῖς
ὑποστάσεσιν οὐχ ἓν, ἀλλὰ τρία. Μακεδ. Πῶς οὖν
λέγω μίαν φύσιν; Ὀρθ. Ὅτι ὁμοίως ὁ Πατὴρ, καὶ
ὁ Υἱὸς, καὶ τὸ Πνεῦμα, τὴν τοῦ Πατρὸς ἀθανασίαν ἔχει.
Καὶ ὥσπερ Παῦλος, καὶ Πέτρος, καὶ Τιμόθεος, φύσεως
μιᾶς εἰσι, καὶ τρεῖς ὑποστάσεις· οὕτως Πατέρα, καὶ
Υἱὸν, καὶ ἅγιον Πνεῦμα, τρεῖς ὑποστάσεις λέγω, καὶ
μίαν φύσιν. Μακεδ. Ἀλλὰ τῶν ἀνθρώπων προϋπάρχου-
σιν ἄλλοι ἄνθρωποι· ἄρα καὶ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου
Πνεύματος προϋπάρχει ἄλλη φύσις. Ὀρθ. Μὴ γένοιτο!
Μακεδ. Πῶς οὖν λέγεις· Οὕτως, ὡς ἐπὶ ἀνθρώπων;
Ὀρθ. Τῶν μὲν ἀνθρώπων, Παύλου, καὶ Πέτρου, καὶ
Τιμοθέου, προϋπάρχουσιν ἄνθρωποι, καὶ τῶν πρὸ
αὐτῶν ἄλλοι· τοῦ δὲ Ἀδὰμ οὐ προϋπάρχει ἄλλος,
ἀλλ' αὐτὸς ὁ Θεός. Πατρὸς δὲ καὶ Υἱοῦ, καὶ ἁγίου
Πνεύματος οὐδὲν προϋπάρχει· ἀλλ' ἐκ τοῦ Πατρὸς ὁ
Υἱὸς γεγέννηται, καὶ τὸ Πνεῦμα ἐκπορεύεται. Μακεδ.
Οὐκ ἔστιν οὖν τοῦ Υἱοῦ τὸ Πνεῦμα; Ὀρθ. Πάντα
μὲν τὰ τοῦ Πατρὸς, εἰσὶ καὶ τοῦ Υἱοῦ. Καὶ γὰρ ὁ
Ἀπόστολος λέγει καὶ τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ
εἶναι τὸ Πνεῦμα, οὕτως λέγων· «Ὑμεῖς δὲ οὐκ ἐστὲ
ἐν σαρκὶ, ἀλλ' ἐν πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ
ἐν ὑμῖν. Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος
οὐκ ἔστιν αὐτοῦ. Εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα
νεκρὸν δι' ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιο-
σύνην. Εἰ δὲ τὸ Πνεῦμα τοῦ ἐγείροντος Χριστὸν
Ἰησοῦν ἐκ τῶν νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ζωοποιήσει
καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ
Πνεύματος ἐν ὑμῖν.» Καὶ αὐτὸς δὲ ὁ Υἱὸς εἶπε, τοῦ
Πατρὸς αὐτοῦ εἶναι τὸ Πνεῦμα. Μακεδ. Πῶς; Ὀρθ.
«Οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ
Πατρὸς τὸ λαλοῦν ἐν ὑμῖν.» Καὶ αὐτὸς δὲ ὁ Πατὴρ
ἑαυτοῦ λέγει τὸ Πνεῦμα διὰ τοῦ προφήτου λέγοντος·
1305
«Ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκχεῶ ἀπὸ τοῦ Πνεύμα-
τός μου ἐπὶ πᾶσαν σάρκα.» Μακεδ. Ὁ Υἱός ἐστιν
ὁ λέγων.
Ὀρθ. Ἀνάγνωθι τὸν Ἀπόστολον, ἵνα ἀκούσῃς
αὐτοῦ. Λέγει γὰρ οὕτως, γράφων τῷ ἑαυτοῦ μαθητῇ·
«Ὅτε δὲ ἐπεφάνη ἡ χάρις τοῦ Σωτῆρος ἡμῶν Θεοῦ,
οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ, ὧν ἐποιήσαμεν
ἡμεῖς, ἀλλὰ κατὰ τὸ αὐτοῦ ἔλεος ἔσωσεν ἡμᾶς, διὰ
λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως Πνεύματος
ἁγίου, οὗ ἐξέχεεν ἐφ' ἡμᾶς πλουσίως, διὰ Ἰησοῦ Χρι-
στοῦ τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν.» Μακεδ.
Ἡμεῖς οὐ δυνάμεθα εἰπεῖν μίαν φύσιν Πατρὸς, καὶ
Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Ὀρθ. Ὁμολογεῖς καὶ
αὐτὸς τὸν Πατέρα εἶναι ἅγιον, περὶ οὗ εἴρηται·
«Ἅγιος ὁ ἐν ἁγίοις ἀναπαυόμενος.» Μακεδ. Ναί.
Ὀρθ. Οὕτως λέγεις ἁγίους τοὺς ἀγγέλους, ὡς τὸν
Πατέρα; Μακεδ. Οἱ ἄγγελοι μετοχῇ ἁγιασμοῦ εἰσιν
ἅγιοι· ὁ δὲ Πατὴρ φύσει ἐστὶν ἅγιος. Ὀρθ. Οὕτως,
ὡς οἱ ἄγγελοι μετοχῇ εἰσιν ἅγιοι, ἅγιος ὁ Υἱὸς, ἢ ὡς ὁ
Πατήρ; Μακεδ. Ὡς ὁ Πατήρ· κατὰ πάντα γὰρ αὐτὸν
ὅμοιον λέγω. Ὀρθ. Τὸ Πνεῦμα τὸ ἅγιον οὕτως λέγεις
ἅγιον, ὡς τοὺς ἀγγέλους, ἢ ὡς τὸν Πατέρα καὶ τὸν
Υἱόν; Μακεδ. Ὡς τὸν Πατέρα καὶ τὸν Υἱόν. Ὀρθ.
Τῆς αὐτῆς ἄρα φύσεώς ἐστι Πατρὶ καὶ Υἱῷ; Μακεδ.
Καὶ εἰ ἀληθῶς, ὡς λέγετε, μία φύσις ἐστί· καθέζε-
ται δὲ ὁ Υἱὸς ἐκ δεξιῶν τοῦ Πατρός· ποῦ καθέζεται
τὸ Πνεῦμα; Ὀρθ. Σὺν αὐτῷ τῷ Χριστῷ. Εἰ γὰρ ἡμεῖς,
ὡς λέγει Παῦλος, συγκαθεζόμεθα, δῆλον ὅτι καὶ
τὸ Πνεῦμα· διὰ γὰρ αὐτὸ καὶ ἡμεῖς. Μακεδ. Ποῦ γέ-
γραπται, ὅτι καὶ ἡμεῖς συγκαθεζόμεθα; Ὀρθ. Ἐν
τῇ πρὸς Ἐφεσίους Ἐπιστολῇ γέγραπται· «Καὶ ὄν-
τας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασι, συνεζωοποίησε
τῷ Χριστῷ, καὶ συνήγειρε, καὶ συνεκάθισεν ἐν τοῖς
οὐρανοῖς.» Ἀδύνατον δὲ συγκαθίσαι τινὰ τῷ Χριστῷ μὴ
γενόμενον ναὸν τοῦ Πνεύματος. Εἰ δὲ ὁ ναὸς συγκαθέ-
ζεται, τί ἂν εἴποις περὶ τοῦ ἐνοικοῦντος Πνεύματος;
Μακεδ. Ἀποστολικὸν τὸ Πνεῦμά ἐστιν· ἀποστέλλεται
γάρ. Ὀρθ. Ὁ γὰρ Υἱὸς οὐκ ἀποστέλλεται; Μακεδ.
Ναί. Ὀρθ. Μὴ ἀπὸ τόπου εἰς τόπον ἀπεστάλη; Μακεδ.
Οὔ· πανταχοῦ γὰρ λέγω εἶναι τὸν Υἱὸν καὶ τὸν Πα-
τέρα. Ὀρθ. Τὸ δὲ Πνεῦμα τὸ ἅγιον οὐ πανταχοῦ λέ-
γεις; Μακεδ. Ναί. Ὀρθ. Εἰ πανταχοῦ ἐστιν ὁ Πα-
τὴρ, καὶ πανταχοῦ ἐστιν ὁ Υἱὸς, καὶ πανταχοῦ τὸ
Πνεῦμα· τῆς αὐτῆς φύσεώς ἐστι τῷ Πατρὶ καὶ τῷ
Υἱῷ τὸ Πνεῦμα. Μακεδ. Ἐπειδὴ καὶ ὁ διάβολος παν-
ταχοῦ ἐστι, τῆς αὐτῆς φύσεώς ἐστι Πατρὶ καὶ Υἱῷ;
Ὀρθ. Οὐκ ἔστι πανταχοῦ ὁ διάβολος· οὔτε γὰρ ἐν
τῷ οὐρανῷ ἐστιν, οὔτε ἐν πάσῃ τῇ γῇ· ἀλλ' ὥσπερ
τις τύραννος ἐν τόπῳ τινὶ ὢν, διὰ τῶν προσταγμάτων
ἑαυτοῦ ἀποστέλλων ὑπηκόους, πανταχοῦ κρατεῖν λέ-
γεται, ἔνθα εἰσὶν αἱ ὑπηρετούμεναι αὐτῷ δυνάμεις·
καὶ τῇ μὲν ὑποστάσει ἐν ἑνὶ τόπῳ ἐστί· τῇ δὲ ἐνερ-
γείᾳ τοῦ θελήματος πανταχοῦ ὅπου δ' ἂν κρατῇ, εἶναι
λέγεται· οὕτως καὶ ὁ διάβολος τῇ μὲν ὑποστάσει περι-
1308
έρχεται ἀπὸ τόπου εἰς τόπον, τῇ δὲ ἐνεργείᾳ τοῦ
θελήματος πανταχοῦ γῆς, ἐνεργουμένου τοῦ θελήμα-
τος αὐτοῦ ἐν «τοῖς υἱοῖς τῆς ἀπειθείας, διὰ τῶν ἀρ-
χῶν καὶ τῶν ἐξουσιῶν, καὶ τῶν κοσμοκρατόρων τοῦ
σκότους.» Πατὴρ δὲ, καὶ Υἱὸς, καὶ ἅγιον Πνεῦμα,
οὐσίᾳ, καὶ δυνάμει, καὶ δόξῃ πανταχοῦ, καὶ ἐν πᾶσι,
καὶ διὰ πάντων εἰσίν. Εἰ δὲ τοῦτο, μία ἄρα οὐσία
Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Μακεδ.
Πατὴρ μὲν καὶ Υἱὸς οὐσίᾳ καὶ βουλῇ καὶ δυνάμει καὶ
δόξῃ πανταχοῦ καὶ ἐν πᾶσι· τὸ δὲ Πνεῦμα ἐκεῖ ἐστιν,
ἔνθα ἀποστέλλεται. Ὀρθ. Ὅτε οὖν κατῆλθεν ἐν τῷ
ὑπερῴῳ ἔνθα ἦσαν οἱ μαθηταὶ, καὶ ἐκάθισεν ἐφ' ἕνα
ἕκαστον αὐτῶν, οὐκ ἦν καὶ ἐν τῷ οὐρανῷ; Μακεδ.
Ὁ γὰρ Γαβριὴλ, ὅτε ἀπεστάλη πρὸς τὴν Μαρίαν,
οὐκ ἦν καὶ ἐν τῷ οὐρανῷ; Ὀρθ. Οὐσίᾳ, οὔ· διανοίᾳ,
ναί. Μακεδ. Οὕτω λέγω καὶ τὸ Πνεῦμα. Ὀρθ. Καὶ
πῶς ἀκούεις τοῦ λέγοντος, ὅτι «Πνεῦμα Κυρίου πε-
πλήρωκε τὴν οἰκουμένην· καὶ τὸ συνέχον πάντα γνῶ-
σιν ἔχει φωνῆς;» Τί δέ ἐστι τὸ τὴν τοῦ Θεοῦ γνῶσιν
ἔχον, ἀλλ' ἢ τὸ Πνεῦμα, περὶ οὗ εἴρηται· «Πνεῦμα
γνώσεως καὶ εὐσεβείας;» Μακεδ. Ἁγιαστικόν ἐστι
τὸ Πνεῦμα. Ὀρθ. Ὁ γὰρ Πατὴρ οὐχ ἁγιάζει; Ἢ οὐ
γέγραπται ἐν τοῖς Εὐαγγελίοις· «Πάτερ, ἁγίασον
αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου;» Καὶ διὰ τοῦ προφήτου
λέγει· «Ἐγὼ Κύριος ἁγιάζων αὐτούς.» Μακεδ·
Ναὶ, ἁγιάζει καὶ ὁ Πατὴρ καὶ ὁ Υἱός. Ὀρθ. Εἰ ἁγιά-
ζει ὁ Πατὴρ καὶ ἁγιάζει καὶ ὁ Υἱὸς, καὶ ἁγιάζει καὶ
τὸ Πνεῦμα· τῆς αὐτῆς ἄρα φύσεώς ἐστι Πατρὶ καὶ
Υἱῷ· ὧν γὰρ ἡ αὐτὴ ἐνέργεια, καὶ ἡ αὐτὴ φύσις.
Μακεδ. Ἡμεῖς ὁδηγητικὸν λέγομεν τὸ Πνεῦμα
τὸ ἅγιον. Ὁ δὲ ὁδηγῶν πρὸς ἄλλον ὁδηγεῖ. Ὀρθ. Οὐχ
ὁδηγεῖ οὖν ὁ Θεός; Μακεδ. Ποῦ γέγραπται; Ὀρθ.
Ὁ καθήμενος ἐπὶ τῶν χερουβὶμ τίς ἐστι; Μακεδ.
Ὁ Θεός. Ὀρθ. Ἄκουε οὖν τοῦ Δαβὶδ λέγοντος·
«Ὁ ποιμαίνων τὸν Ἰσραὴλ, πρόσχες· ὁ ὁδηγῶν ὡσεὶ
πρόβατον τὸν Ἰωσὴφ, ὁ καθήμενος ἐπὶ τῶν χερουβὶμ,
ἐμφάνηθι.» Ἀκούεις, ὅτι καὶ ποιμαίνει καὶ ὁδηγεῖ
ὁ Θεός; Μακεδ. Ναὶ, ποιμαίνει καὶ ὁδηγεῖ ὁ Θεός·
ἀλλὰ πρὸς ἑαυτὸν ὁδηγεῖ. Τὸ δὲ Πνεῦμα οὐ πρὸς ἑαυ-
τὸν, ἀλλὰ πρὸς πᾶσαν τὴν ἀλήθειαν ὁδηγεῖ. Ὀρθ.
Ὁ γὰρ Θεὸς οὐ πρὸς πᾶσαν ἀλήθειαν ὁδηγεῖ; Μακεδ.
Ἀλλ' αὐτός ἐστιν ἀληθῶς ἡ πᾶσα ἀλήθεια. Ὀρθ. Τὴν
αὐτὴν ἄρα ὁδηγεῖ ὁδηγίαν, ἣν ὁδηγεῖ τὸ Πνεῦμα. Ὧν
δὲ ἡ αὐτὴ ἐνέργεια, καὶ ἡ αὐτὴ φύσις. Οὐδὲ γὰρ
δύνῃ εἰπεῖν, ὅτι τὸ μὲν Πνεῦμα ἄλλως ὁδηγεῖ, ὁ δὲ
Θεὸς πρὸς πᾶσαν τὴν ἀλήθειαν· τοῦ Κυρίου Ἰησοῦ
εἰρηκότος, ὅτι αὐτὸ τὸ Πνεῦμα ὁδηγεῖ ἡμᾶς πρὸς
πᾶσαν τὴν ἀλήθειαν. Μακεδ. Ἀλλ' εἶπον, ὅτι ὁ Θεός
ἐστιν ἡ πᾶσα ἀλήθεια, καὶ αὐτὸς πρὸς ἑαυτὸν ὁδηγεῖ,
τὸ δὲ Πνεῦμα οὐ πρὸς ἑαυτὸ, ἀλλὰ πρὸς πᾶσαν ἀλή-
θειαν, ὅ ἐστι πρὸς τὸν Θεόν. Ὀρθ. Καὶ εἰ ὁ Θεὸς
πρὸς ἑαυτὸν ὁδηγεῖ, τίς ἡ χρεία τῆς τοῦ Πνεύματος
ὁδηγίας; Μακεδ. Πρῶτον ὁδηγεῖ τὸ Πνεῦμα, καὶ τότε
ὁ Θεός. Ὀρθ. Εἰ ὁ ὁδηγῶν πρὸς ἄλλον τινὰ ὁδηγεῖ,
1309
ὁδηγεῖ δὲ τὸ Πνεῦμα πρὸς τὸν Θεόν· καὶ ὁ Θεὸς, ὁδη-
γῶν, πρὸς ἄλλον τινὰ ὁδηγεῖ. Μακεδ. Εἶπον, ὅτι
πρὸς ἑαυτόν. Ὀρθ. Οὐκ ἄρα ὁ ὁδηγῶν, πρὸς ἄλλον
τινὰ ὁδηγεῖ, ἀλλὰ πρὸς ἑαυτόν. Εἰ δὲ τοῦτο, καὶ τὸ
Πνεῦμα ὁδηγοῦν, καὶ πρὸς ἑαυτὸ ὁδηγεῖ, καὶ πρὸς τὸν
Πατέρα, καὶ πρὸς τὸν Υἱόν. Ἡ γὰρ πᾶσα ἀλήθεια,
πρὸς ἣν ὁδηγούμεθα, ἡ εἰς Πατέρα καὶ Υἱὸν καὶ
ἅγιον Πνεῦμά ἐστιν ὁδηγία· κἂν ὁδηγῇ ὁ Πατὴρ,
πρὸς ἑαυτὸν ὁδηγεῖ· κἂν ὁδηγῇ τὸ Πνεῦμα, πρὸς
ἑαυτὸ ὁδηγεῖ. Μακεδ. Ἀλλ' εἶπον, ὅτι πρῶτον ὁδηγεῖ
τὸ Πνεῦμα, καὶ τότε ὁ Θεός. Ὀρθ. Ἀλλ' εἰ τὴν αὐ-
τὴν ὁδηγίαν ὁδηγεῖ τῷ Θεῷ τὸ Πνεῦμα τὸ ἅγιον, ὧν
ἡ αὐτὴ ἐνέργεια, ἡ αὐτὴ φύσις. Μακεδ. Ἀλλὰ τοῦτο
ζητεῖται, εἰ πρῶτον τὸ Πνεῦμα ὁδηγεῖ, καὶ τότε ὁ
Θεός. Ὀρθ. Εἶπον, ὅτι οὐδὲν ποιεῖ, κἂν πρῶτον τὸ
Πνεῦμα ποιῇ, κἂν πρῶτον ὁ Θεὸς, ὅπερ οὐκ ἔστι
κοινόν· μᾶλλον γὰρ εὑρεθήσεται ἐν τοῖς πλείοσιν
ὁ Θεὸς πρῶτος ὁδηγῶν τοῦ Πνεύματος κατὰ τὸν σὸν
λόγον. Ἡμεῖς γὰρ λέγομεν τὴν αὐτὴν καὶ κατὰ ταυ-
τὸν εἶναι ὁδηγίαν Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύ-
ματος. Ἐπεὶ δὲ σὺ μερίζεις τὸν καιρὸν καὶ τὴν
ὁδηγίαν, εἰπὲ παρὰ τίνος ὡδηγήθη πρώτου Ἀδὰμ,
μένων ἐν τῷ παραδείσῳ πρὸ τῆς παραβάσεως ἐργά-
ζεσθαι αὐτὸν καὶ φυλάττειν· παρὰ τοῦ Πατρὸς, ἢ
παρὰ τοῦ Υἱοῦ, ἢ παρὰ τοῦ ἁγίου Πνεύματος; Μακεδ.
Παρὰ τοῦ Πνεύματος. Ὀρθ. Καίτοιγε εἴρηται· «Καὶ
ἔθετο αὐτὸν ὁ Θεὸς ἐν τῷ παραδείσῳ ἐργάζεσθαι καὶ
φυλάττειν.» Οὐκοῦν καὶ ἄκων ὁμολογεῖς Θεὸν εἶναι
τὸ Πνεῦμα· ἐπειδὴ αὐτὸ πρῶτον ὁδηγεῖν λέγεις. Μακεδ.
Ὁ Θεὸς ἐν τῷ Πνεύματι ὁδηγεῖ. Ὀρθ. Καὶ πῶς γέ-
γραπται· «Ὁ ὁδηγήσας ὡς πρόβατα τὸν λαόν σου
ἐν χειρὶ Μωσέως καὶ ἐν βραχίονι Ἀαρών;» Μὴ ἡ
χεὶρ Μωσέως τὸ Πνεῦμα τὸ ἅγιόν ἐστι; Μακεδ. Εἰ μία
φύσις ἐστὶ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος,
δύναται καὶ γεννῆσαι καὶ κτίσαι τὸ Πνεῦμα. Ὀρθ.
Μίαν λέγεις φύσιν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύμα-
τος εἶναι, ἢ οὐδὲ τοῦτο λέγεις; Μακεδ. Μίαν οὐ λέγω·
ὁμοίαν δὲ λέγω. Ὀρθ. Ὁμοίαν λέγεις, ὡς χρυσοῦ
καὶ χαλκοῦ; Μακεδ. Μὴ γένοιτο! Ὀρθ. Ἀλλ' ὡς τί;
Μακεδ. Ὡς χρυσοῦ καὶ χρυσοῦ. Ὀρθ. Τοῦτο οὖν ἐστι
μία φύσις. Ὅλως δὲ οὕτως ὅμοιον λέγεις τὸν Υἱὸν τῷ
Πατρὶ, ὡς χρυσὸν χρυσῷ; Μακεδ. Ναί. Ὀρθ. Ἐὰν
οὖν θελήσῃ ὁ Υἱὸς, τῆς αὐτῆς ὢν φύσεως τῷ Πατρὶ,
δύναται γεννῆσαι Υἱόν; Μακεδ. Ναὶ, δύναται· ἀλλ'
ἵνα μὴ θεογονίαν διδαχθῶμεν, τοῦτο οὐ ποιεῖ. Ὀρθ.
Οὐδὲν ἄρα κωλύει τῆς αὐτῆς εἶναι φύσεως τὸ Πνεῦμα
τὸ ἅγιον τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ μήτε γεννᾷν,
μήτε κτίζειν, ἵνα μὴ θεογονίαν, ὡς ἔφης, μήτε πολυ-
θεΐαν διδαχθῶμεν. Ἃ μέντοιγε θέλει ὁ Πατὴρ, κτίζει
ὁ Υἱὸς, ἁγιάζει τὸ Πνεῦμα. Καὶ τοῦτό ἐστι τὸ, «Τῷ
Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύ-
ματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.»
Οὔτε ὁ Πατὴρ, βοηθείας δεόμενος, κτίζει διὰ τοῦ Υἱοῦ,
οὔτε ὁ Υἱὸς, βοηθείας χρῄζων, κτίζει διὰ τοῦ Πνεύ-
ματος· ἀλλ' ἵνα ἐκ τῶν γιγνομένων δειχθῇ Πατρὸς
καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος ἡ ταυτότης. Ὅτι δὲ
δύναται κτίσαι τὸ Πνεῦμα τὸ ἅγιον, ἐδείχθη ἐκ τοῦ
1312
Κυριακοῦ σώματος, τοῦ ἀγγέλου εἰρηκότος· «Τὸ γὰρ
ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν ἁγίου.» Μακεδ.
Καὶ ὁ Πατὴρ Πνεῦμα ἅγιόν ἐστι, καὶ ὁ Υἱός· καὶ
ὅταν λέγει, Ἐκ Πνεύματός ἐστιν ἁγίου, τοῦ Υἱοῦ λέ-
γει, οὐχὶ δὲ τοῦ Πνεύματος, περὶ οὗ ὁ λόγος.
Ὀρθ. Ἀνάγνωθι τὸν τόπον τοῦ Εὐαγγελίου,
ἵν' ἀκούσῃς τοῦ ἀγγέλου λέγοντος τῇ Μαρίᾳ· «Πνεῦμα
ἅγιον ἐπελεύσεται ἐπὶ σέ·» ποῖον; περὶ οὗ ὁ λόγος,
ἢ περὶ Υἱοῦ, ἢ καὶ περὶ ἄλλου τινὸς Πνεύματος ἁγίου;
Καὶ γὰρ οἱ ἅγιοι ἄγγελοι πνεύματά εἰσιν ἅγια. Μα-
κεδ. Πνεῦμα ἅγιον λέγει αὐτὸ τὸ Πνεῦμα, εἰς ὃ βα-
πτιζόμεθα. Ὀρθ. Ἐκ τούτου ἄρα τοῦ Πνεύματος τὸ
Κυριακὸν σῶμα λέγει ὁ Γαβριὴλ γεγεννῆσθαι. Οὐ γὰρ
ἄλλο αὐτῇ ἐπῆλθε, καὶ ἄλλο τὴν χάριν εἰργάσατο·
ἀλλὰ τὸ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματος ἁγίου ἐστὶ,
δηλονότι τοῦ ἐπελθόντος αὐτῇ. Μακεδ. Καὶ πῶς λέ-
γει· «Ἡ Σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον;» Ὀρθ.
Τοῦτο γάρ ἐστιν, ὃ λέγομεν ἡμεῖς, ὅτι Πάντα τὰ τοῦ
Πατρὸς ἔργα, εἰσὶ τοῦ Υἱοῦ, καὶ τὰ τοῦ Υἱοῦ λέγονται
εἶναι τοῦ Πνεύματος· ἐπειδὴ μία ἐστὶ δύναμις τοῦ
Πατρὸς καὶ τοῦ Υἱοῦ ἐν Πνεύματι ἁγίῳ ἐνεργουμένη.
Ἀμέλει Παῦλος λέγει· «Ἄλλους μὲν ἔθετο ὁ Θεὸς
ἐν τῇ Ἐκκλησίᾳ, πρῶτον ἀποστόλους, δεύτερον προ-
φήτας, τρίτον διδασκάλους·» καὶ πάλιν ὁ αὐτός·
«Πέμψας ἀπὸ τῆς Μιλήτου εἰς τὴν Ἔφεσον, μετ-
εστείλατο τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας,» καὶ
λέγει αὐτοῖς; «Προσέχετε ἑαυτοῖς, καὶ παντὶ τῷ ποι-
μνίῳ, ἐν ᾧ ὑμᾶς ἔθετο τὸ Πνεῦμα τὸ ἅγιον ἐπισκό-
πους, ποιμαίνειν τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ.»
Ὁρᾷς, ὅτι, οὓς ἔθετο ὁ Θεὸς, ἔθετο τὸ Πνεῦμα τὸ
ἅγιον, καὶ οὓς ἔθετο τὸ Πνεῦμα, ἔθετο ὁ Θεός· καὶ
οὐκ ἄλλους τὸ Πνεῦμα, καὶ ἄλλους ὁ Θεὸς, ἀλλ' αὐ-
τοὺς οὓς ἔθετο ὁ Θεὸς, ἔθετο τὸ Πνεῦμα; Εἰ δὲ οὓς
ἔθετο ὁ Θεὸς, ἔθετο τὸ Πνεῦμα, ἡ αὐτὴ ἄρα ἐνέργεια
τοῦ Θεοῦ καὶ τοῦ Πνεύματος. Ὧν δὲ ἡ αὐτὴ ἐνέργεια,
ἡ αὐτὴ καὶ φύσις. Μακεδ. Καίτοιγε ὁ Θεός ἐστιν ὁ
ἐνεργῶν τὰ πάντα ἐν πᾶσι. Γέγραπται γάρ· «Διαι-
ρέσεις χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ διαι-
ρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς Κύριος· καὶ διαι-
ρέσεις ἐνεργημάτων εἰσὶν, ὁ δὲ αὐτὸς Θεός ἐστιν, ὁ
ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν.» Ὀρθ. Εἰπὲ τὰ ἑξῆς,
ἵνα ἀκούσῃς· «Ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ
Πνεύματος πρὸς τὸ συμφέρον. Ὧ| μὲν γὰρ δίδοται διὰ
τοῦ Πνεύματος λόγος σοφίας· ἄλλῳ δὲ λόγος γνώ-
σεως κατὰ τὸ αὐτὸ Πνεῦμα· ἑτέρῳ δὲ πίστις ἐν τῷ
αὐτῷ Πνεύματι· ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ
αὐτῷ Πνεύματι· ἄλλῳ δὲ ἐνεργήματα· ἑτέρῳ δὲ προ-
φητεία· ἄλλῳ δὲ διακρίσεις πνευμάτων· ἑτέρῳ δὲ
γένη γλωσσῶν. Πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ
αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.»
Βούλεται δὲ ἃ βούλεται ὁ Πατὴρ καὶ ὁ Υἱός· καὶ διὰ
τοῦτο λέγομεν βουλὴν μίαν. Ὧν δὲ τὸ αὐτὸ βούλημα
καὶ ἡ αὐτὴ ἐνέργεια, ἡ αὐτὴ καὶ ἡ φύσις.
Μακεδ. Οὐκοῦν καὶ Θεός ἐστι τὸ Πνεῦμα; Ὀρθ.
1313
Τοῦτο καὶ αὐτὸς ἐξ αὐτῆς τῆς ἀκολουθίας ὡμολόγησας.
Ἐκεῖνο δὲ γίνωσκε, ὅτι τὸ Θεὸν εἶναι δεύτερόν ἐστι
τῆς φύσεως. Καὶ γὰρ ἡμεῖς, ἐὰν μιμηταὶ γενώμεθα
τοῦ Θεοῦ, κατὰ τὸν Παῦλον θεοὶ μὲν γινόμεθα· τῆς
δὲ αὐτῆς φύσεως γενέσθαι οὐ δυνάμεθα. Μακεδ. Καὶ
αὐτὸ οὖν τὸ Πνεῦμα κατὰ μίμησιν καὶ χάριν λέγεις
εἶναι Θεόν; Ὀρθ. Μὴ γένοιτό μοι ἐπίκτητόν τι εἰπεῖν
ἐπὶ τοῦ Πνεύματος! οὔτε γὰρ τὸ ἅγιον, οὔτε τὸ ἀθά-
νατον, οὔτε τὸ ἀγαθὸν, οὔτε ἄλλο τι τῶν περὶ τὸν
Θεὸν θεωρουμένων λέγω εἶναι ἐπίκτητον τῷ ἁγίῳ
Πνεύματι· ἀλλὰ φύσει ἅγιον, φύσει ἀγαθὸν, φύσει
ἄφθαρτον, φύσει ἀθάνατον, ὡς Πνεῦμα Θεοῦ καὶ ἐξ
αὐτοῦ πηγάζον, ἤτοι ἐκπορευόμενον. Μακεδ. Ἀεὶ
οὖν ἐκπορεύεται παρ' αὐτοῦ; Ὀρθ. Ἵνα μὴ νομίσῃς,
ὅτι ἤρξατο τοῦ ἐκπορεύεσθαι καὶ πέπαυται, διὰ τοῦτο
εἴρηται· Ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται· ἵνα μήτε
ἀρχὴν, μήτε τέλος ἐπιζητήσῃς τῆς ἐκπορεύσεως.
Τοῦτο καὶ περὶ τῆς γεννήσεως τοῦ Υἱοῦ σημαινόμε-
νον εὑρήσεις. Οὐ γὰρ εἶπε, Πρὸ δὲ πάντων ἐγέννησέ
με, ἀλλὰ Γεννᾷ με· ἵνα μήτε ἀρχὴν τῆς γεννήσεως,
μήτε τέλος ἐπιζητήσῃς. Μακεδ. Δύο οὖν εἰσιν Υἱοί;
Ὀρθ. Μὴ γένοιτο! Μακεδ. Εἰ ἀληθῶς καὶ ὁ Υἱὸς ἐκ
τοῦ Πατρὸς καὶ τὸ Πνεῦμα, δύο εἰσὶν ἀδελφοί. Ὀρθ.
Ἀλλ' ὁ μὲν Υἱὸς γεγέννηται, τὸ δὲ Πνεῦμα ἐκπορεύε-
ται. Μακεδ. Καὶ τίς ἡ διαφορὰ τῆς γεννήσεως καὶ
τῆς ἐκπορεύσεως; Ὀρθ. Τὴν διαφορὰν μὴ περιεργά-
ζου· οὐ γὰρ καταληπτὴ, ἀλλ' ἃ προσετάγη σοι, ταῦτα
διανοοῦ, καὶ περαιτέρω τούτων μὴ ἐξέταζε. Προσετάγη
δέ σοι τὸ πιστεύειν, ὅτι ὁ Υἱὸς γεννᾶται, καὶ τὸ
Πνεῦμα ἐκπορεύεται· τὰ δὲ ἄλλα πάντα, οὐρανὸς,
γῆ, θάλασσα, καὶ τὰ ἐν αὐτοῖς λογικὰ καὶ ἄλογα,
κτίσματά εἰσι, κατ' ἐντολὴν αὐτοῦ τοῦ Θεοῦ κτισθέν-
τα· «Αὐτὸς γὰρ εἶπε, καὶ ἐγεννήθησαν· αὐτὸς ἐν-
ετείλατο, καὶ ἐκτίσθησαν.» Μακεδ. Οὐδὲ ἐγὼ λέγω,
ὅτι τὸ Πνεῦμα κτίσμα ἐστίν· ἀλλ' οὖν οὐ Θεὸν αὐτὸ
λέγω. Ὀρθ. Ἓν ἔσο γινώσκων, ὅτι διὰ τοῦτο σὺ αὐτὸς
οὐκ εἶ Θεὸς τῇ φύσει, ἐπειδὴ κτίσμα Θεοῦ, ὡς εἰ μὴ
ἦς κτίσμα, Θεὸς ἂν ἦς τῇ φύσει.
Μακεδ. Ἀλλ' οὐδαμοῦ γέγραπται, ὅτι Θεός
ἐστι τὸ Πνεῦμα. Ὀρθ. Δῶμεν, ὅτι οὐ γέγραπται τὸ
«Θεός.» Σὺ δὲ τὴν φύσιν ὁμολόγει, καὶ τὰς θεϊκὰς
ἐνεργείας, καὶ ἀρκεῖ μοι πρὸς τὴν ὁμολογίαν τῆς θεό-
τητος. Μακεδ. Διὰ τί ὃ οὐ γέγραπται, σὺ λέγεις;
Ὀρθ. Γέγραπται μὲν, σὺ δὲ τὴν φύσιν ὁμολόγει· καὶ
εἰ μὴ γέγραπται, αὐτὴ ἡ φύσις τὸ ὄνομα ἑπόμενον
ἔχει· ὡς γὰρ ἐὰν ὁμολογηθῇ Πνεῦμα ἐνυπόστατον,
ἁγιαστικὸν, ἄκτιστον, Θεός ἐστι, κἂν μὴ θέλῃς. Μα-
κεδ. Ποῦ γέγραπται, ὅτι Θεὸς τὸ Πνεῦμά ἐστιν;
Ὀρθ. Ἔνθα γέγραπται τὸ ὅμοιον κατ' οὐσίαν. Μα-
κεδ. Ἀλλ' οἱ Πατέρες ἡμῶν τὸ ὁμοούσιον κατ' οὐ-
σίαν εἶπον περὶ τοῦ Υἱοῦ. Ὀρθ. Ἀπὸ τῆς ἐννοίας
τῆς Γραφῆς κινούμενοι, ἢ ἀπὸ ἰδίας αὐθεντίας εἰρή-
κασι τὸ μὴ γεγραμμένον; Μακεδ. Ἀπὸ τῆς ἐννοίας
τῆς Γραφῆς κινούμενοι. Ὀρθ Καὶ ἡ ἔννοια τῆς Γρα-
φῆς διδάσκει τὸ ἄκτιστον Πνεῦμα ἐκ Θεοῦ ὂν, καὶ
1316
ζωοποιὸν, καὶ ἁγιαστικὸν θεῖον εἶναι Πνεῦμα. Μακεδ.
Καὶ ἡμεῖς θεῖον αὐτὸ λέγομεν, ἀλλ' οὐ Θεόν. Ὀρθ.
Τὸ δὲ θεῖον Πνεῦμα, ἄκτισκον ὂν, τί ἄλλο ἐστὶν ἢ
Θεός; Μακεδ. Ἄλλο ἐστὶ θεῖον, καὶ ἄλλο Θεός. Ὀρθ.
Ἐὰν λέγει ἡ Γραφὴ, «Πνεῦμα θεῖον τὸ ποιῆσάν με,»
οὐ τὸ Πνεῦμα τὸ ἅγιον λέγει; Μακεδ. Οὔ· ὁ γὰρ Θεός
ἐστιν ὁ ποιήσας τὸν ἄνθρωπον. Ὀρθ. Οὐχὶ δὲ τὸ
Πνεῦμα; Μακεδ. Ὁ Θεὸς οὖν θεῖόν ἐστι Πνεῦμα;
Ὀρθ. Ναί. Εἰ δὲ ὁ Θεὸς Πνεῦμα θεῖον εἴρηται ἐν τῇ
Γραφῇ, οὔτε δὲ ἄγγελος, οὔτε ἀρχάγγελος, οὔτε ἄλλη
τις δύναμις εἴρηται θεῖον ἐν τῇ Γραφῇ· μόνος δὲ ὁ
Θεὸς καὶ τὸ Πνεῦμα αὐτοῦ θεῖον εἴρηται· οὐκ ἄρα τὸ
θεῖον ἄλλο τί ἐστι παρὰ τὸ, Θεός. Καὶ Παῦλος δὲ ἐν
ταῖς Πράξεσιν οὕτως λέγει· «Γένος οὖν ὑπάρχοντες
τοῦ Θεοῦ, οὐκ ὀφείλομεν νομίζειν χρυσῷ ἢ ἀργύρῳ,
ἢ λίθῳ χαράγματος τέχνης καὶ ἐνθυμήσεως ἀνθρώ-
που τὸ θεῖον εἶναι ὅμοιον.» Ὁρᾷς, ὅτι ὁ Θεὸς θεῖον,
καὶ τὸ θεῖον Θεός; Καὶ ὁ Ἰὼβ δὲ θεῖον εἶπε τὸ Πνεῦμα,
οὕτως λέγων· «Ζῇ Κύριος, ὃς οὕτω με κέκρικε, καὶ
ὁ παντοκράτωρ, ὁ πικράνας μου τὴν ψυχήν. Εἰ μὴ
ἔτι τῆς πνοῆς μοι ἐνούσης, Πνεῦμα δὲ θεῖόν μοι ἐν ῥισὶ,
μὴ λαλῆσαι τὸ στόμα μου ἄδικα·»—«Ζῇ Κύριος»
λέγων, τὸν Υἱόν· καὶ «ὁ παντοκράτωρ,» τὸν Πατέρα·
«Πνεῦμα τὸ θεῖον,» τὸ Πνεῦμα τὸ ἅγιον.
Μακεδ. Τρία οὖν ἴσα λέγεις; Ὀρθ. Τῇ πατρό-
τητι, οὔ· τῇ υἱότητι, οὔ· τῇ φύσει, ναί. Μακεδ. Πῶς
οἷόν τε; Ὀρθ. Ὡς ἀποδέδεικται. Μακεδ. Πῶς ἀπο-
δέδεικται; Ὀρθ. Ὅτι τὸ Πνεῦμα ὁμοίως Πατρὶ καὶ
Υἱῷ οὐσίᾳ καὶ δυνάμει καὶ βουλῇ καὶ δόξῃ πανταχοῦ
ἐστιν, ὁμοίως ὁδηγεῖ πρὸς πᾶσαν ἀλήθειαν, ὁμοίως
ἁγιάζει, ὁμοίως τὰ πάντα ἐν πᾶσιν ἐνεργεῖ. Ὧν δὲ
ἡ αὐτὴ ἐνέργεια, ἡ αὐτὴ φύσις. Μακεδ. Πῶς οὖν
εἴρηται· «Οὐ λαλήσει ἀφ' ἑαυτοῦ, ἀλλ' ὅσα ἀκούσει,
λαλήσει;» Ὀρθ. Ὅτι καὶ ὁ Υἱὸς λέγει· «Ὁ πέμψας
με ὁ Πατὴρ ἐντολήν μοι δέδωκε, τί εἴπω καὶ τί λαλή-
σω.» Τοῦτο δὲ μάλιστα τὴν αὐτὴν δείκνυσι φύσιν
Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Μακεδ.
Πῶς; Ὀρθ. Ὅτι πᾶσα ἡ γενητὴ φύσις, ἡ οὖσα λογι-
κὴ, καὶ ἀφ' ἑαυτῆς λαλεῖ· ὡς ὅταν λέγῃ ὁ Ἀβραάμ·
«Μή τι, Κύριε, ἐὰν λαλήσω ἔτι ἅπαξ·» καὶ ὁ Μω-
σῆς· «Ἰσχνόφωνος καὶ βραδύγλωσσός εἰμι·» καὶ τὸ,
«Δέομαί σε, Κύριε, προχείρισαι ἄλλον·» καὶ ὡς
Ἱερεμίας· «Νεώτερός εἰμι, καὶ οὐ δύναμαι προφη-
τεύειν·» ὥστε λέγειν αὐτῷ τὸν Θεόν· «Μὴ λέγε, ὅτι
Νεώτερός εἰμι ἐγώ.» Καὶ ὁ Ἰωνᾶς, ἀφ' ἑαυτοῦ
βουλευσάμενος, ἀνέβη εἰς πλοῖον, τοῦ φυγεῖν εἰς
Ταρσεῖς ἀπὸ προσώπου Κυρίου. Τὸ δὲ Πνεῦμα οὐχ
οὕτως· οὐδὲ γὰρ ἔχει φύσιν τοῦ ἕτερον ἔχειν θέλημα,
ὅπερ οὐκ ἔστι τοῦ Θεοῦ· ἀλλὰ πάντα, ὅσα ἂν λαλῇ,
τοῦ Θεοῦ εἰσι λόγια. Καὶ διὰ τοῦτο εἴρηται· «Οὐ
λαλήσει ἀφ' ἑαυτοῦ.» Καὶ γὰρ καὶ περὶ τοῦ Υἱοῦ τὸ
αὐτὸ εἴρηται· ἐπειδὴ μή ἐστιν ἐν αὐτῷ ἄλλο τι θέ-
λημα, ὃ οὐκ ἔστι τοῦ Πατρός. Μακεδ. Οὐκ ἔχει οὖν
ἴδιον θέλημα τὸ Πνεῦμα; Ὀρθ. Ἀπεξενωμένον τοῦ
1317
Θεοῦ μὴ γένοιτο εἰπεῖν! Μακεδ. Ἀλλὰ πῶς οὐκ ἔχει
θέλημα ἴδιον; Ὀρθ. Τὸ τοῦ Θεοῦ θέλημα τοῦ Πνεύ-
ματός ἐστι θέλημα. Οὐ γὰρ ἀγνοεῖ τὸ τοῦ Θεοῦ θέλη-
μα· ἀλλ' ὃ θέλει ὁ Πατὴρ, τοῦτο θέλει καὶ τὸ Πνεῦμα·
πάντα γὰρ οἶδε τὰ τοῦ Θεοῦ, ὡς τὸ πνεῦμα τοῦ ἀν-
θρώπου τὰ τοῦ ἀνθρώπου. Μακεδ. Καίτοιγε καὶ ὁ
Υἱὸς λέγει· «Οὐκ ἦλθον ποιῆσαι τὸ ἐμὸν, ἀλλὰ τὸ
θέλημα τοῦ πέμψαντός με.» Ὀρθ. Τί δὲ ἦν τὸ θέλη-
μα τοῦ πέμψαντος αὐτὸν, ὃ ἦλθε ποιῆσαι; Μακεδ.
Ἡ σωτηρία τοῦ κόσμου. Ὀρθ. Τοῦτο καὶ ποιῶν οὐ
ποιεῖ τὸ ἑαυτοῦ θέλημα, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαν-
τος αὐτόν. Μακεδ. Αὐτὸς λέγει, ὅτι Οὐκ ἦλθον
ποιῆσαι τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ
πέμψαντός με. Ὀρθ. Ἀνάγκη οὖν πᾶσα ἐναντίον
εἶναι θέλημα ἐν αὐτῷ, ὃ ἐκώλυσεν, ἵνα τὸ τοῦ
πέμψαντος ποιήσῃ. Μακεδ. Μὴ γένοιτο! οὐ λέγω
ἐναντίον εἶναι θέλημα τοῦ Υἱοῦ τῷ θελήματι τοῦ Πα-
τρός. Ὀρθ. Οὐκοῦν τὸ αὐτὸ θέλημα Πατρὸς καὶ
Υἱοῦ. Καὶ γὰρ ὁ Υἱὸς θέλει σῶσαι διὰ σταυροῦ καὶ
θανάτου τὸ γένος ἡμῶν, καὶ ὁ Πατὴρ τοῦτο θέλει.
Ἐὰν δὲ λέγῃ, «Οὐκ ἦλθον ποιῆσαι τὸ θέλημα τὸ
ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με,» ὡς εἰς
Πατέρα τὰ ὅλα ἀνάγει· κἂν λέγῃ, «Ὁ πέμψας με
ὁ Πατὴρ ἐντολήν μοι δέδωκε, τί εἴπω, καὶ τί λαλή-
σω;» τιμῶν τὸν Πατέρα ὡς Πατέρα λέγει. Εἰ δὲ μὴ,
πῶς ὁ Υἱὸς, ἐν ᾧ ἀπόκεινται πάντες οἱ θησαυροὶ τῆς
σοφίας, οὐκ οἶδε τί λαλήσει; Μακεδ. Τοῦτο δέχομαι,
ὅτι ὁ Υἱὸς ὡς Υἱὸς ἓν θέλημα ἔχει τοῦ Πατρός. Τὸ
δὲ…
ἑαυτ…
The complete text is available when the reading interface loads.