tlg2035.tlg100
- Authority group
- Athanasius of Alexandria (catalogue association; authorship remains anonymous)
- Edition reference
- Syntagma ad quendam politicum [Sp.], MPG 28: 1396–1408.
- CTS identifier
urn:cts:greekLit:tlg2035.tlg100.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Creative Commons Public Domain Mark 1.0
28
1397
{Διάγνωσις τοῦ τριμεροῦς τῆς ψυχῆς.}
Ὅτι πᾶσα ψυχὴ λογικὴ τρία μέρη κέκτηται· λογι-
σμὸν, θυμὸν, καὶ ἐπιθυμίαν. Ἐάν ἐστιν ἐν τῷ θυμῷ
ἀγάπη καὶ φιλανθρωπία, καὶ ἐν τῇ ἐπιθυμίᾳ καθαρό-
της καὶ σωφροσύνη, ὁ λογισμός ἐστι πεφωτισμένος·
ἐὰν δέ ἐστιν ἐν τῷ θυμῷ μισανθρωπία, καὶ ἐν τῇ ἐπι-
θυμίᾳ ἀκολασία, ὁ λογισμός ἐστιν ἐσκοτισμένος. Ὁ μὲν
οὖν λογισμὸς τότε ὑγιαίνει, καὶ σωφρονεῖ, ὅταν τὰ πάθη
ἔχῃ ὑποτεταγμένα, καὶ τοὺς λόγους τῶν κτισμάτων
τοῦ Θεοῦ πνευματικῶς θεωρῇ, καὶ πρὸς τὴν ἁγίαν
καὶ μακαρίαν Τριάδα διάγῃ. Ὁ δὲ πάλιν τότε κινεῖται
κατὰ φύσιν, ὅταν πάντας ἀνθρώπους ἀγαπᾷ, καὶ πρὸς
οὐδένα αὐτῶν λύπην ἢ μνησικακίαν κέκτηται. Ἡ δὲ
ἐπιθυμία, ὅταν ὑπὸ ἐγκρατείας, καὶ ταπεινοφροσύνης,
καὶ ἀκτημοσύνης νεκρώσῃ τὰ πάθη, τουτέστι, μὴ ᾖ
δούλη σαρκὸς ἐσχημάτισται, καὶ δόξης παρεχομένης
ἔφεσιν, καὶ τραπῇ πρὸς τὸν θεῖον καὶ ἀθάνατον ἔρω-
τα. Καὶ γὰρ ἡ ἐπιθυμία πρὸς τρία τὴν κίνησιν ἔχει,
ἢ πρὸς ἡδονὴν σαρκὸς, ἢ πρὸς δόξαν κενὴν, ἢ πρὸς
ἀπάτην χρημάτων· καὶ διὰ τὴν παράλογον ταύτην
ἔφεσιν καταφρονεῖ τοῦ Θεοῦ, καὶ τῶν θείων, καὶ τῆς
οἰκείας εὐγενείας ἐπιλανθάνεται, καὶ πρὸς τὸν πλη-
σίον ἐκθηριοῦται, καὶ τὸν λογισμὸν σκοτίζει, καὶ οὐ
συγκωρεῖ ἀναβλέψαι πρὸς τὴν ἀλήθειαν. Ὧν ὁ ἀνώ-
τερον κτησάμενος φρόνημα ἀπ' ἐντεῦθεν ἀπολαύει
τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ζῇ μακαρίαν ζωὴν,
προσδοκῶν τὴν ἀποκειμένην μακαριότητα τοῖς ἀγα-
πῶσι τὸν Κύριον.
{Διαίρεσις καὶ ἀποδιαίρεσις λεπτομερὴς τῆς
ψυχῆς.}
Ἡ ψυχὴ διαιρεῖται εἰς τὸ λογιστικὸν, τὸ θυμικὸν
καὶ τὸ ἐπιθυμητικόν. Τοῦ λογιστικοῦ τὰ ἁμαρτήματά
εἰσι ταῦτα· ἡ ἀπιστία, ἡ αἵρεσις, ἡ ἀφροσύνη, ἡ ἀδια-
κρισία, ἡ βλασφημία, αἱ συγκαταθέσεις τῶν ἁμαρ-
τημάτων τῶν ἐκ τοῦ παθητικοῦ μέρους. Ἴασις δὲ
τούτων καὶ θεραπεία ἡ ἀδίστακτος πίστις πρὸς τὸν
Θεὸν καὶ τὰ ἀληθινὰ δόγματα, ἡ συνεχὴς μελέτη τῶν
λογίων τοῦ Πνεύματος, ἡ καθαρὰ προσευχὴ, καὶ ἡ
ἀδιάλειπτος πρὸς Θεὸν εὐχαριστία. Τοῦ θυμικοῦ τὰ
ἁμαρτήματα ἡ ἀσπλαγχνία, τὸ μῖσος, τὸ ἀσυμπαθὲς,
τὸ μνησίκακον, ὁ φθόνος, ὁ φόνος, καὶ ἡ συνεχὴς
περὶ τὰ τοιαῦτα μελέτη. Ἴασις τούτων καὶ θεραπεία
ἡ φιλανθρωπία, ἡ ἀγάπη, ἡ φιλαδελφία, ἡ συμπά-
θεια, ἡ ἀνεξικακία, ἡ χρηστότης. Τοῦ ἐπιθυμητικοῦ
τὰ ἁμαρτήματα ἡ γαστριμαργία, ἡ πορνεία, ἡ ἀκα-
θαρσία, ἡ ἀσέλγεια, ἡ φιλοχρηματία, ἡ τῆς δόξης ἐπι-
θυμία. Ἴασις τούτων καὶ θεραπεία, ἡ ἐγκράτεια, ἡ
νηστεία, ἡ κακοπάθεια, ἡ ἀκτημοσύνη, ὁ τῶν χρη-
μάτων πρὸς πένητας σκορπισμὸς, ἡ τῶν ἀθανάτων
ἐκείνων ἔφεσις, ἡ τῆς βασιλείας τοῦ Θεοῦ ὄρεξις, καὶ
ἡ τῆς υἱοθεσίας ἐπιθυμία.
{Διάγνωσις τῶν λογισμῶν, δι' ὧν πᾶσα ἁμαρτία
τελεῖται.}
Ὀκτώ εἰσι πάντες οἱ περιεκτικοὶ λογισμοί. Πρῶτος
ὁ τῆς γαστριμαργίας· δεύτερος ὁ τῆς πορνείας τρί-
τος ὁ τῆς φιλαργυρίας· τέταρτος ὁ τῆς ὀργῆς· πέμ-
πτος ὁ τῆς λύπης· ἕκτος ὁ τῆς ἀκηδίας· ἕβδομος ὁ τῆς
κενοδοξίας· ὄγδοος ὁ τῆς ὑπερηφανίας. Τούτους πάν-
τας τοὺς λογισμοὺς παρενοχλεῖν μὲν ἡμῖν ἢ μὴ παρεν-
1400
οχλεῖν τῶν οὐκ ἐφ' ἡμῖν ἐστιν· ἐμμένειν δὲ, ἢ πάθη
κινεῖν, ἢ μὴ κινεῖν, ὁμοίως τῶν ἐφ' ἡμῖν. Ἄλλο δέ
ἐστι προσβολὴ, καὶ ἄλλο συνδυασμὸς, καὶ ἄλλο πάθος,
καὶ ἄλλο πάλη, καὶ ἄλλο συγκατάθεσις, καὶ ἄλλο ἐνέρ-
γεια. Καὶ προσβολὴ μὲν ἔστιν ἡ ἁπλῶς γινομένη τοῦ
ἐχθροῦ ὑπόμνησις· οἷον, Ποίησον τόδε, ἢ τόδε· ὡς ἐπὶ
τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν· «Εἰπὲ ἵνα οἱ λίθοι οὗτοι
ἄρτοι γένωνται.» Τοῦτο, ὡς εἴρηται, οὐκ ἐφ' ἡμῖν.
Συνδυασμὸς δέ ἐστιν ἡ παραδοχὴ τοῦ ὑποβαλλομένου
λογισμοῦ παρὰ τοῦ ἐχθροῦ· οἷον μετ' αὐτοῦ μελέτη
καὶ ὁμιλία ὑπὲρ τῇ προαιρέσει ἡμῶν. Πάθος δέ ἐστιν
ἡ ἀπὸ τοῦ συνδυασμοῦ ἕξις γινομένη παρὰ τοῦ ἐχθροῦ
ὑποβαλλομένου πάθους· καὶ οἷον ἡ συνοχὴ, μελέτη,
καὶ φαντασία. Πάλη δέ ἐστιν ἡ ἀντίστασις, ἢ πρὸς
ἀναίρεσιν τοῦ λογισμοῦ τοῦ πάθους, ἢ πρὸς συγκατά-
θεσιν, καθώς φησιν ὁ Ἀπόστολος· «Ἡ σὰρξ ἐπιθυ-
μεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς
σαρκός. Ταῦτα δὲ ἀντίκεινται ἀλλήλοις.» Συγκατά-
θεσις δὲ ἡ κατάνευσις πρὸς τὸ πάθος τοῦ λογισμοῦ.
Ἐνέργεια δὲ ἡ αὐτὴ πρᾶξις. Ἀναιρεῖται δὲ ὑπὸ μὲν
τῆς ἐγκρατείας ἡ γαστριμαργία, ὑπὸ δὲ τοῦ θείου
πόθου καὶ τῆς τῶν μελλόντων ἐφέσεως ἡ πορνεία·
ὑπὸ δὲ τῆς συμπαθείας τῆς πρὸς τοὺς πένητας ἡ φιλ-
αργυρία· ὑπὸ δὲ τῆς ἀγαθότητος καὶ τῆς πρὸς πάν-
τας ἀγάπης ἡ ὀργή· ὑπὸ δὲ τῆς πνευματικῆς χαρᾶς
ἡ κοσμικὴ λύπη· ὑπὸ δὲ τῆς ὑπομονῆς, καὶ καρτερίας,
καὶ τῆς πρὸς Θεὸν εὐχαριστίας, ἡ ἀκηδία· ὑπὸ δὲ τῆς
κρυπτῆς τῶν ἀρετῶν ἐργασίας, καὶ τῆς συνεχοῦς
προσευχῆς ἡ κενοδοξία· ὑπὸ δὲ τοῦ μὴ κρίνειν τινὰ,
ἢ ἐξουθενεῖν, ὡς ὁ μεγάλαυχος Φαρισαῖος, ἀλλ' ἡγεῖ-
σθαι ἑαυτὸν ἔσχατον πάντων, ἡ ὑπερηφανία. Τούτων
οὖν τῶν εἰρημένων παθῶν ὁ νοῦς ἐλευθερωθεὶς, καὶ
πρὸς Θεὸν ἀνυψωθεὶς, ἀπεντεῦθεν ζῇ τὴν μακαρίαν
ζωὴν, τὸν ἀῤῥαβῶνα δεχόμενος τοῦ Πνεύματος· καὶ
τῶν ἐντεῦθεν ἀποδημήσας μετὰ ἀπαθείας καὶ γνώσεως ἀληθοῦς, παρίσταται τῷ φωτὶ τῆς ἁγίας καὶ
μακαρίας Τριάδος εἰς αἰῶνας ἀπεράντους μετὰ τῶν ἁγίων ἀγγέλων καταλαμπόμενος.
{Διάθεσις τῶν παθῶν.}
Τῶν παθῶν τὰ μὲν ἔστι σωματικὰ, τὰ δὲ ψυχικά.
Καὶ σωματικὰ μὲν λέγομεν γαστριμαργίαν, πορνείαν,
μέθην, ἀσέλγειαν· ψυχικὰ δὲ μῖσος πρὸς τὸν πλησίον,
φθόνος, ἔρις, κενοδοξία, ὑπερηφανία. Ταῦτα δὲ ἐνερ-
γοῦσιν εἰς τὴν ἡμετέραν ψυχὴν, ἀπούσης ἀγάπης καὶ
ἐγκρατείας· παρούσης δὲ ἀγάπης καὶ ἐγκρατείας,
ταῦτα πάντα ἐξαφανίζονται, τὰ μὲν ὑπὸ ἀγάπης
πνευματικῆς, τὰ δὲ ὑπὸ νηστείας καὶ ἐγκρατείας.
Τότε γὰρ ὁ νοῦς καὶ τὸ οἰκεῖον φῶς ἀπολαμβάνει καὶ
τὸν Θεὸν ἀπαρεμποδίστως ὁρᾷ.
{Περὶ τῆς τοῦ Θεοῦ προνοίας.}
Πάντα ἐκ τοῦ Θεοῦ, καὶ τὰ ἀγαθὰ, καὶ τὰ λυπηρὰ
καὶ τὰ ἀνάξια· ἀλλὰ τὰ μὲν εὐδοκίᾳ, τὰ δὲ οἰκονομίᾳ,
τὰ δὲ παραχωρήσει. Καὶ τὰ κατ' εὐδοκίαν, ὅτε κατ'
ἀρετὴν πολιτευώμεθα· βούλεται γὰρ ἡμᾶς ὁ Θεὸς
ἀναμαρτήτους διάγειν, καὶ μετὰ τῆς εὐσεβείας, καὶ
ἀρετῆς πολιτεύεσθαι. Κατ' οἰκονομίαν δὲ, ὅταν σφαλ-
λόμενοι καὶ ἁμαρτάνοντες παιδευώμεθα. Κατὰ πα-
ραχώρησιν δὲ, ὅταν παιδευόμενοι μὴ ἐπιστρέφωμεν·
1401
εὐδόκησε γὰρ ὁ Θεὸς τὸν ἄνθρωπον σωθῆναι, καθὼς
καὶ οἱ ἄγγελοι ἐβόων λέγοντες· «Δόξα ἐν ὑψίστοις
Θεῷ, καὶ εἰρήνη ἐπὶ γῆς ἐν ἀνθρώποις εὐδοκίας.»
Οἰκονομικῶς δὲ πάλιν παιδεύει ἡμᾶς ἁμαρτάνοντας,
«ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν,» ὥς φησιν ὁ
Ἀπόστολος· «Κρινόμενοι δὲ ὑπὸ τοῦ Κυρίου παιδευό-
μεθα. Οὐκ ἔστι κακία ἐν πόλει, ἣν ὁ Κύριος οὐκ
ἐποίησε·» τουτέστι λοιμοὺς, λιμοὺς, νόσους, καὶ
σφαγὰς πολέμων. Ταῦτα γὰρ πάντα τῆς ἁμαρτίας
ἐστὶν ἀναιρετικά. Παραχωρεῖ δὲ καὶ τελείως ἐγκα-
ταλιμπάνει τοὺς μὴ θέλοντας ἢ ἀναμαρτήτως δι-
άγειν, ἢ παιδευομένους μὴ ἐπιστρέφειν, ἀλλ' ἔτι τῇ
κακίᾳ ἐμμένειν, καθὼς γέγραπται, ὅτι «Τετύφλωκεν
ὁ Θεὸς αὐτῶν τοὺς ὀφθαλμοὺς, καὶ πεπώρωκεν αὐτῶν
τὴν καρδίαν·» καί· «Παρέδωκεν αὐτοὺς εἰς ἀδόκιμον
νοῦν ποιεῖν τὰ μὴ καθήκοντα·» τουτέστιν, εἴασε διὰ
τὸ αὐτεξούσιον· καί «Σκληρύνων σκληρυνῶ τὴν καρ-
δίαν Φαραώ·» τουτέστι, παραχωρήσω σκληρυνθῆναι
διὰ τὴν ἀπάθειαν αὐτοῦ.
{Περὶ τῆς αὐτεξουσιότητος ἡμῶν.}
Ὁ Θεὸς τὸν ἄνθρωπον αὐτεξούσιον ἔπλασε, λόγῳ
καὶ σοφίᾳ τιμηθέντα, πρὸ ὀφθαλμῶν αὐτοῦ θεὶς τὴν
ζωὴν καὶ τὸν θάνατον· ἵνα, εἰ μὲν θελήσει τῇ αὐτεξ-
ουσιότητι τῆς ζωῆς παραθήσῃ, ζήσῃ εἰς τὸν αἰῶνα·
εἰ δὲ ἀπὸ κακῆς προαιρέσεως παραθήσει τὴν ὁδὸν
τοῦ θανάτου, αἰωνίως κολάζηται. Τὰ γὰρ τῆς φύσεως
ἀμετάβλητα οὔτε τιμωριῶν οὔτε τιμῆς ἄξια. Οὐδεὶς
γὰρ ἐνεκλήθη ποτὲ τὸ εἶναι λευκὸς, ἢ μέλας, ἢ τὸ
εἶναι μακρὸς, ἢ μικρός· οὐ γὰρ τῆς ἡμετέρας εἰσὶ
προαιρέσεως. Τῶν γὰρ τῆς προαιρέσεως καὶ αἱ
κολάσεις εἰσὶ καὶ αἱ τιμαί. Ἀμφοτέρων οὖν χρεία,
καὶ τῆς ἡμετέρας βουλῆς καὶ θελήσεως, καὶ τῆς τοῦ
Θεοῦ συνεργείας καὶ ἀντιλήψεως· ἑτέρου γὰρ λεί-
ποντος, ἀργεῖ καὶ τὸ ἕτερον. Προέγνω γὰρ ὁ Θεὸς,
καὶ προώρισε, καὶ ἐκάλεσεν, ἀλλὰ τοὺς κατὰ πρό-
θεσιν κλητοὺς ὄντας, καθώς φησιν ὁ Ἀπόστολος,
τουτέστι κατὰ θέλησιν καὶ βούλησιν· τοὺς γὰρ μὴ
βουληθέντας εἴασε τῷ αὐτῶν πορεύεσθαι θελήματι.
Οὐ γὰρ βιάζεται, οὐδὲ λυμαίνεται τὸ αὐτεξούσιον
ἡμῶν· τῆς γὰρ ἐπ' ἄμφω ῥοπῆς, πρὸς ἀρετήν φημι
καὶ κακίαν, τὸ αὐτεξούσιον ἐλάβομεν. Οὐδὲν τῶν παρὰ
τοῦ Θεοῦ δοθέντων ἡμῖν εἰς χρῆσιν, κακόν· πάντα
γὰρ ὅσα ἐκ τοῦ Θεοῦ καλὰ, καὶ λίαν καλά· ἡ παρά-
χρησις μόνον κακόν· τοῦ γὰρ ἡμετέρου ἐστὶν αὐτεξ-
ουσίου. Διὸ οὐ τὰ βρώματα κακὸν, ἀλλ' ἡ γαστρι-
μαργία· οὐδὲ παιδοποιία, ἀλλ' ἡ πορνεία· οὐδὲ μετά-
ληψις τοῦ οἴνου, ἀλλ' ἡ μέθη· οὐδὲ τὰ χρήματα,
ἀλλ' ἡ φιλαργυρία· οὐδὲ ἡ δόξα, ἀλλὰ ἡ κενοδοξία. Χρὴ
οὖν πάντα ποιεῖν, ὥστε τὴν παράχρησιν φεύγειν, καὶ
χρήσασθαι τοῖς παρὰ Θεοῦ δοθεῖσι δικαίως· οὕτω
γὰρ ποιοῦντες, καὶ τῆς κακίας ἀνώτεροι γενησόμεθα,
καὶ τῆς ἀρετῆς ἐντὸς εὑρεθῶμεν.
{Συνήθεια σαφὴς καὶ σύντομος, καὶ διάγνωσις
τῆς πίστεως ἡμῶν τῆς ἐν τῇ Τριάδι ἁγίᾳ.}
Ὀφείλομεν πιστεύειν ὡς ἐβαπτίσθημεν· ἐβαπτί-
σθημεν δὲ εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ,
1404
καὶ τοῦ ἁγίου Πνεύματος· εἰς μίαν οὐσίαν δηλονότι,
καὶ θεότητα, καὶ μίαν βασιλείαν, καὶ ἀρχὴν, καὶ
ἰσχύν· καὶ τρεῖς ὑποστάσεις, εἴτουν πρόσωπα, καὶ
χαρακτῆρας, εἰ δὲ βούλει καλεῖν, καὶ ἰδιότητας. Ἄλλο
γὰρ ὑποστάσεις, καὶ ἄλλο οὐσία. Οὐσίαν γὰρ κα-
λοῦμεν τὸ κοινὸν τῶν τριῶν ὑποστάσεων· μιᾶς γὰρ
φύσεως καὶ οὐσίας τὰ τρία πρόσωπα. Ὑπόστασιν δὲ
καλοῦμεν φύσιν μετὰ χαρακτηριστικῶν ἰδιωμάτων·
ἄλλος γὰρ ὁ Πατὴρ, καὶ ἄλλος ὁ Υἱὸς, καὶ ἄλλος τὸ
Πνεῦμα τὸ ἅγιον· ὅπερ τέμνει τὰς ἰδιότητας μόνον,
ἤγουν ὑποστάσεις, οὐ μὴν καὶ φύσιν. Οὐκ ἄλλο δὲ
καὶ ἄλλο, ὅπερ τέμνει τὰς φύσεις· ἀλλὰ τῆς αὐτῆς
φύσεως, καὶ τῆς αὐτῆς οὐσίας. Ἅμα γὰρ Πατὴρ καὶ
Υἱὸς, καὶ ἅγιον Πνεῦμα· ἀλλ' ὁ μὲν Πατὴρ καὶ
ἀγέννητος, ὁ δὲ Υἱὸς καὶ γέννημα τοῦ Πατρὸς, ὡς ἐξ
ἡλίου φῶς, καὶ ἐκ νοῦ λόγος· τὸ δὲ Πνεῦμα ἅγιον καὶ
ἐκπόρευμα τοῦ Πατρός. Ἴδιον οὖν τοῦ Πατρὸς ἡ
ἀγεννησία, καὶ τὸ καλεῖσθαι Πατήρ· ἴδιον τοῦ Υἱοῦ,
τὸ καλεῖσθαι Υἱὸν, καὶ γεννᾶσθαι ἐκ τοῦ Πατρός·
ἴδιον οὖν τοῦ Πνεύματος τὸ καλεῖσθαι Πνεῦμα ἅγιον,
καὶ ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι. Τῶν δὲ τριῶν προσ-
ώπων, εἴτουν ὑποστάσεων, μία φύσις, μία θέλησις,
μία ἐνέργεια, μία ἀγαθότης, μία δύναμις, μία βού-
λησις. Διὰ τοῦτο καὶ ἕνα Θεὸν ὁμολογοῦμεν. Οὐ γὰρ
κεχωρισμένοι εἰσὶν ἀπ' ἀλλήλων, ὥσπερ καὶ οἱ ἄν-
θρωποι, οὐδὲ τὰς γνώμας διάφοροι· ἀλλ' ἅμα Πατὴρ,
Υἱὸς, καὶ Πνεῦμα ἅγιον ἐν ἀλλήλοις ἀσυγχύτως καὶ
ἀδιαιρέτως περιχωροῦσιν. Ἕκαστον δὲ πρόσωπον, ὡς
εἴρηται, φυλάττει τὸ ἴδιον· τὸ μὲν τὴν πατρότητα,
τὸ δὲ τὴν υἱότητα, τὸ δὲ τὴν ἐκπόρευσιν. Εἰ οὖν
ἔροιτό σέ τις· Τί ἐστι Πατήρ; ἀποκρίθητι αὐτῷ·
Ὅπερ ἐστὶν Υἱὸς, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, μένων
Πατήρ. Εἰ δὲ λέγοι· Τί ἐστιν Υἱός; ἀποκρίθητι·
Ὅπερ ἐστὶν ὁ Πατὴρ καὶ τὸ Πνεῦμα, μένων Υἱός.
Ὡσαύτως καὶ ἐπὶ τοῦ Πνεύματος τοῦ ἁγίου· τοῦτο
γάρ ἐστιν ὃ ὁ Πατὴρ καὶ ὁ Υἱὸς, μένων Πνεῦμα. Ἡ
ἰδιότης ἀκοινώνητος, καθώς φησιν ὁ μέγας ἐν θεολό-
γοις καὶ θεῖος Γρηγόριος. Πῶς γὰρ, φησὶν, ἰδιότης
μείνῃ, κινουμένη, καὶ μεταπίπτουσα; Ἔστιν οὖν ἡ
θεότης, εἰ δεῖ συντόμως εἰπεῖν, ἀμέριστος ἐν μεμε-
ρισμένοις, τὸ μὲν τῇ φύσει, τὸ δὲ ταῖς ὑποστάσεσιν·
οἷον ἐν ἡλίοις τρισὶν ἐχομένοις ἀλλήλων, μία τοῦ
φωτὸς σύγκρασις. Ὅταν τοιγαροῦν πρὸς τὴν θεότητα
τὴν ἐν μιᾷ φύσει βλέψωμεν, καὶ τὴν πρώτην αἰτίαν,
καὶ τὴν μοναρχίαν, ἓν ἡμῖν τὸ φανταζόμενον· ὅταν
δὲ πρὸς τὰς ἰδιότητας καὶ τὰ πρόσωπα ἐν οἷς ἡ θεό-
της, τρία τὰ προσκυνούμενα. Παραδείγματα δὲ προσ-
κείσθω ἀμυδράν τινα εἰκόνα δηλοῦντα τοῦ τοσούτου
πράγματος, τῆς θείας φημὶ φύσεως, κατὰ τὸν Θεό-
λογον Γρηγόριον· ὀφθαλμοῦ νόει μοι βλέψιν, καὶ
ἀρχὴν ὕδατος, καὶ πηγὴν, καὶ ποταμόν· ταῦτα γὰρ
οὔτε χρόνῳ διέστηκεν, οὔτε ἀλλήλων ἀπέῤῥηκται τῇ
πρὸς ἄλληλα συναφείᾳ, κἂν δοκῇ ταῖς ἰδιότησι τέμνε-
σθαι· ἐνθυμοῦ καὶ ἥλιον, καὶ φῶς, καὶ ἀκτῖνα· νοῦν,
καὶ λόγον, καὶ πνεῦμα τῷ λόγῳ συνεξιόν. Πλὴν κατὰ
τὸν εἰπόντα· Πίστις ἡγείσθω, καὶ μὴ ἀπόδειξις, καὶ
χρὴ πάντα ἄνθρωπον διὰ καθαρᾶς καὶ θεολαμποῦς
πράξεως, ὁδηγῷ τῷ Πνεύματι χρώμενον, ἵνα φωτὶ
καταλαμβάνηται φῶς, πιστεύειν τε εἰς Πατέρα, καὶ
1405
Υἱὸν, καὶ ἅγιον Πνεῦμα, τὴν μίαν θεότητά τε καὶ
δύναμιν ἐν τρισὶ γνωριζομένην καὶ προσκυνουμένην
ταῖς ὑποστάσεσιν.
{Ὅπως δεῖ πιστεύειν περὶ τῆς τοῦ Κυρίου ἐναν-
θρωπήσεως.}
Ὅτι αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος ὁ ἀπερίγραπτος, ὁ
ἀσώματος, ὁ μονογενὴς τοῦ Πατρὸς Υἱὸς, τὸ ἐκ τοῦ
φωτὸς φῶς, ἡ πηγὴ τῆς ζωῆς, καὶ τῆς ἀθανασίας,
τὸ ἀπαύγασμα τῆς δόξης, ὁ χαρακτὴρ τῆς ὑποστά-
σεως, τῇ βουλήσει τοῦ προανάρχου καὶ συναϊδίου
αὐτοῦ Πατρὸς, καὶ τῇ συνεργείᾳ τοῦ ἁγίου Πνεύμα-
τος, ἐκ τῶν παρθενικῶν αἱμάτων τῆς Θεοτόκου, καὶ
ἀειπαρθένου Μαρίας, ἐν τῇ οἰκείᾳ αὐτοῦ ὑποστάσει
ἔπηξεν ἑαυτῷ σάρκα ἐμψυχωμένην, καὶ λογικὴν,
καὶ ταύτην τῷ ἐννεαμηνιαίῳ χρόνῳ διεπλασμένην ἐξ
αὐτῆς· ἐγεννήθη Θεὸς ἀνθρωπόμορφος, τουτέστι Θεὸς
καὶ ἄνθρωπος ἐν μιᾷ ὑποστάσει δύο φύσεις ἐπιφερό-
μενος, ἀδιαιρέτως, καὶ ἀσυγχύτως, καὶ δύο θελήσεις,
καὶ ἐνεργείας, θεϊκὰς ὁμοῦ καὶ ἀνθρωπικάς· ἤθελε
γὰρ ὡς Θεὸς καὶ ἐνήργει, καὶ ἤθελεν ὡς ἄνθρωπος
καὶ ἐνήργει· ἀλλὰ φυσικὴν θέλησιν, καὶ ἐνέργειαν,
οὐ μὴ ἁμαρτητικήν. Ἀναμαρτήτως γὰρ προσελήφθη
ἡ φύσις ἡ ἀνθρωπική· καὶ ἐξ αὐτῆς τῆς ἑνώσεως
τῷ θελήματι ἡνώθησαν. Ὅπερ ἐβούλετο τὸ θεῖον
θέλημα, τοῦτο καὶ τὸ τῆς προσλήψεως. Ἀλλὰ θέλημα
λέγομεν καὶ ἐνέργειαν τὰ φυσικά· οἷον, ἤθελε φα-
γεῖν, ἤθελε πιεῖν, ἤθελε περιπατῆσαι· καὶ ταῦτα
ἐνήργει, καὶ ἤθελεν. Ἀλλὰ ταῦτα ἐποίει τῆς θείας
φύσεως παραχωρούσης, οὐ μὴν κατηναγκασμένως,
ὥσπερ ἡμεῖς· ἀλλὰ καὶ τὸ κοπιᾷν, καὶ τὸ ἀγωνιᾷν,
καὶ τὸ αἰτεῖν τὸν Πατέρα παρελθεῖν τὸ ποτήριον, καὶ
τοῦτο τοῦ φυσικοῦ θελήματος. Ἀλλὰ καὶ μετὰ τὴν
ἀνάστασιν καὶ τὴν ἐκ δεξιῶν τοῦ Πατρὸς καθέδραν
δύο φύσεις ὁμολογοῦμεν ἐπὶ Χριστοῦ, θελητικὰς, καὶ
ἐνεργητικάς. Ὅπου γὰρ φύσις λογικὴ, ἐκεῖ καὶ θέ-
λησις καὶ ἐνέργεια. Φυσικὰς δὲ δύο θελήσεις, γνώμην
δὲ μίαν· οἰκονομούσης γὰρ τῆς θεότητος, ἑπομένης
δὲ τῆς ἀνθρωπότητος, καὶ παραχωρούσης αὐτῇ ἐνερ-
γεῖν τὰ ἀμφότερα.
{Περὶ διαφορᾶς ἀρετῶν.}
Ἐλάβομεν ἐντολὰς παρὰ τοῦ Χριστοῦ καὶ Θεοῦ
ἡμῶν, τὰς ἀπεντεῦθεν θεουργούσας, καὶ ποιούσας ἡμᾶς
ἀναμαρτήτους διάγειν, καὶ ὡς ἀγγέλους ἀναστρέφε-
σθαι μετὰ τῶν ἀνθρώπων· οἷον τὴν μετάνοιαν, τὴν
ταπεινοφροσύνην καὶ τὸ διηνεκὲς πένθος, τὴν πρὸς
αὐτὸν ἀγάπην τὴν ἐξ ὅλης καρδίας ἐγγινομένην, καὶ
τὴν πρὸς τὸν πλησίον διάθεσιν, τὴν καθαρὰν προσευ-
χὴν, καὶ τὴν ἑαυτῶν ἀπάρνησιν, καὶ τὸ δι' ὅλου πρὸ
ὀφθαλμῶν ἔχειν τὸν ὑπὲρ αὐτοῦ θάνατον, καὶ ἐν τῷ
φωτὶ αὐτοῦ ἀδιαλείπτως πορεύεσθαι, καὶ τὸ ἔχειν
ἑαυτὸν ὑπὸ πάσης κτίσεως, καὶ δέεσθαι αὐτοῦ διηνε-
κῶς. Ταύτας γὰρ τὰς θείας ἐντολὰς ὁ μετὰ πίστεως
ἐργαζόμενος, Θεοῦ υἱὸς γίνεται, καὶ υἱὸς φωτὸς καὶ
κληρονόμος Θεοῦ, καὶ συγκληρονόμος Χριστοῦ, καὶ
σύμμορφος τῆς εἰκόνος αὐτοῦ καὶ σύμφυτος, καὶ συν-
τόμως καὶ ἁπλῶς εἰπεῖν, θέσει κατὰ χάριν Θεός. Εἰσὶ
δὲ ἕτεραι ἐντολαὶ τοῦ Χριστοῦ, αἱ ἄφεσιν μὲν προ-
ξενοῦσαι, οὐ μὴν δὲ καὶ τελειότητος ἀξιοῦσαι· οἷον
1408
τὸ ὁμολογεῖν καὶ ἐξαγορεύειν τὰ οἰκεῖα ἁμαρτήματα,
τὸ μὴ κρίνειν, τὸ μὴ πολυπραγμονεῖν τὰ ἀλλότρια,
τὸ ἐλεεῖν ἐκ τῶν ὑπαρχόντων, τὸ φέρειν γενναίως καὶ
μετ' εὐχαριστίας τὰ ἐπερχόμενα λυπηρὰ, τὸ ὁμολο-
γεῖν δωρεὰν καὶ χάριτι σώζεσθαι. Εἰ μὲν οὖν τὰς πρώ-
τας καὶ θεουργούσας ἐντολάς τις ἐργάζεται, ἀπεν-
τεῦθεν λαμβάνει τὸν ἀῤῥαβῶνα τοῦ ἁγίου Πνεύματος· εἰ
δὲ μὴ, κἂν τὰς δευτέρας μετ' ἐπιμελείας ἐργαζέσθω,
ὅπως τύχῃ τῆς τῶν πλημμεληθέντων αὐτῷ συγχωρή-
σεως. Εἰ δ' ἀμφοτέρων ἐκπέσῃ, ἀχρεῖος οὗτος ἀνὴρ,
καὶ ἄθλιος, καὶ ταλαίπωρος· καὶ προσδοκάτω τὴν ἀπο-
κειμένην κόλασιν τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.
{Διάκρισις τῆς τῶν πραγμάτων φύσεως}
Τῶν πραγμάτων τὰ μέν εἰσι κυρίως καλὰ, τὰ δὲ
κυρίως κακὰ, τὰ δὲ μέσα· καὶ κυρίως μὲν καλὰ, φρό-
νησις, ἀνδρεία, σωφροσύνη, δικαιοσύνη· κυρίως δὲ
κακὰ, ἀφροσύνη, δειλία, ἀκολασία, ἀδικία· μέσα δὲ,
πλοῦτος, πενία, δόξα, ἀδοξία, ὑγίεια, νόσος, πολυμα-
θία, ἀμαθία. Μέσα δὲ λέγονται διὰ τὸ καθ' ἑαυτὰ
μήτε κυρίως καλὰ εἶναι, μήτε κυρίως κακά· ἀλλὰ
παρὰ τῇ χρήσει τῶν χρωμένων ἢ τοῦτο ἢ ἐκεῖνο γι-
νόμενα· οἷον ὁ πλοῦτος καλὸς μὲν εἰς ἐλεημοσύνην δι-
δόμενος, κακὸς δὲ πρὸς ἡδονὰς δαπανώμενος. Ὡσαύ-
τως καὶ ἡ πενία καλὴ μὲν καρτερίαν, καὶ εὐχαριστίαν,
καὶ ἐλευθερίαν ἡμᾶς διδάσκουσα· κακὴ δὲ βλασφη-
μίαν, καὶ ἀνελευθερίαν ἐκ τοῦ μὴ καρτερεῖν ἡμᾶς
ἀποτίκτουσα. Καλὴ δὲ καὶ ἡ δόξα, ὅταν ταπεινοφρο-
σύνην ἡμᾶς ἐκδιδάσκῃ, καὶ τῆς μελλούσης δόξης ἔφ-
εσιν· κακὴ δὲ, ὅταν δουλοπρέπειαν, καὶ διὰ φόβον ἀν-
θρώπινον πάντα ποιεῖν ἀναπείθῃ. Ὡσαύτως καλὴ μὲν
καὶ ὑγίεια, ὅταν εἰς εὐαρέστησιν τοῦ Θεοῦ καὶ ἐργα-
σίαν τῶν αὐτοῦ ἐντολῶν χρώμεθα· κακὴ δὲ, ὅταν πρὸς
ἀκολασίαν καὶ ἀδικίαν. Ὁμοίως καὶ ἡ νόσος, ὅταν
εὐχαριστῶμεν καὶ συνεργῷ ταύτῃ χρώμεθα, καλή·
κακὴ δὲ, ὅταν πρὸς ἀχαριστίαν, καὶ βλασφημίαν, καὶ
ὀργὴν ἡμᾶς συνελαύνῃ. Καλὴ καὶ ἡ πολυμαθία, ὅταν
πρὸς διδασκαλίαν καὶ βοήθειαν τοῖς ἀδικουμένοις
ταύτῃ χρώμεθα· κακὴ δὲ, ὅταν πρὸς κενοδοξίαν, καὶ
συνηγορίαν τῆς ἀδικίας. Καλὴ καὶ ἀμαθία, ὅταν πα-
ρασκευάζῃ ἡμᾶς ὑποτάσσεσθαι τοῖς εἰδόσι, καὶ παρ'
αὐτῶν πορίζεσθαι τὴν ὠφέλειαν· κακὴ δὲ, ὅταν
πείθῃ ἡμᾶς τῇ οἰκείᾳ στοιχεῖν ἀμαθίᾳ, καὶ μὴ τοῖς
κρείττοσιν ἕπεσθαι. Ὡσαύτως καὶ τὰ λοιπὰ πάντα,
οἷον εὐγένεια καὶ δυσγένεια, εὐμορφία καὶ ἀμορφία,
καλλιφωνία καὶ κακοφωνία, ἰσχὺς καὶ ἀδυναμία, τα-
χύτης καὶ βραδύτης, τέχνη καὶ ἀτεχνία, καὶ πρὸς
διακονίας ἐπιτηδειότης καὶ ἀνεπιτηδειότης. Ταῦτα
πάντα, ὡς εἴρηται, τῶν μέσων εἰσί· καὶ ὁ καλῶς
τούτοις χρώμενος οὐδὲν παρὰ τούτων βλαβήσεται, ὡς
ὁ μακάριος Ἰώβ. Εἰς ἀμφότερα γὰρ ἐξετασθεὶς, εὐ-
δόκιμος ἀνεφάνη καὶ ἀκαταγώνιστος, καὶ διὰ πάντα
εὐηρέστησε τῷ Θεῷ. Ὥστε οὐ δεῖ τὰ πράγματα αἰ-
τιᾶσθαι· οὐδὲν γὰρ τῶν παρὰ Θεοῦ δοθέντων κακὸν,
ἀλλὰ παρὰ τὴν ἐσφαλμένην ἡμῶν καὶ ἐθελόδουλον
προαίρεσιν, καὶ τὴν ἐθελοβλέπουσαν περὶ ταῦτα τῆς
ψυχῆς ἡμῶν διάκρισιν, ἥτις αὐτεξουσίως πρὸς τὴν πα-
ράχρησιν τούτων ἐξολισθαίνει ἐξ οἰκείας φιληδονίας,
καὶ τῆς τοῦ Θεοῦ καὶ τῆς αὐτοῦ βασιλείας κακαφρο-
νῶν.
1396
{ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ
ΠΑΤΡΙΑΡΧΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ
28
1396
Λόγος διακριτικὸς, καὶ εἰς τὰς ἐντολὰς τοῦ Θεοῦ τοῖς ἀποταξαμένοις καὶ σωθῆναι θελουμένοις}
Ἀγαπητοὶ, φροντίσωμεν τῆς σωτηρίας ἡμῶν,ὅτι ὁ καιρὸς συνεσταλμένος ἐστὶ λοιπόν· καὶ οὐ δύ-ναταί τις φροντίσαι τῆς ἑαυτοῦ ψυχῆς, ἕως οὗ φρον-τίζει τὰ τοῦ σώματος. Ὥσπερ γὰρ οὐ δύναταί τιςπροσέχειν ἐν ἑνὶ ὀφθαλμῷ εἰς τὸν οὐρανὸν, καὶ ἐνἑνὶ ἐπὶ τὴν γῆν· οὕτως οὐ δύναται ἄνθρωπος φροντίσαιτὰ τοῦ Θεοῦ καὶ τὰ τοῦ σώματος. Ὥσπερ οὐ δύναταιπηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς ἐξενεγκεῖν ὕδωρ γλυκὺ καὶ
28
1396
πικρὸν, οὕτως οὐ δύναται ἄνθρωπος καὶ Θεῷ ἀρέσκειν,
καὶ σαρκὸς ἐπιθυμίας ἐπιτελεῖν. Ὥσπερ οὐ δύναταιἄκανθα καρπὸν ἐλαίου προβάλλεσθαι, οὕτως οὐ δύνα-ται ἄνθρωπος καὶ τὰ οὐράνια ζητεῖν, καὶ τὰ ἐπίγειαποθεῖν, καθώς φησιν ὁ Κύριος· Οὐ δύνασθε καὶ Θεῷἀρέσκειν, καὶ σαρκὸς ἐπιθυμίας ἐπιτελεῖν. Ὅθεν καὶὁ ἀπόστολος Παῦλος ἀκούσας ταῦτα, καὶ ἐκκόψας αὐ-τοῦ πάντα τὰ τῆς σαρκὸς φρονήματα, φησί· «Δι' ὃνπάντα ζημιοῦμαι, ἵνα Χριστὸν κερδήσω,» καὶ αὐτῷσυμβασιλεύσω. «Ἔχοντες δὲ διατροφὰς καὶ σκεπά-σματα, τούτοις ἀρκεσθησώμεθα. Οἱ γὰρ βουλόμενοιπλουτεῖν ἐμπίπτουσιν εἰς πειρασμὸν, καὶ παγίδα δια-βόλου, καὶ ἐπιθυμίας ἀτόπους.» Σὺ δὲ, ὦ ἀδελφὲ, μὴ προσέχῃς τι τοῦ κόσμουτούτου, ἵνα δυνηθῇς σωθῆναι, ἀλλὰ ἄσκησον δικαιοσύ-νην, καὶ ἀλήθειαν, καὶ ἀγάπην, καὶ φόβον Κυρίου,καὶ πραότητα, ὑπακοὴν, καὶ ἐγκράτειαν, καὶ ἀμνησι-κακίαν. Μίσησον λόγους κοσμικοὺς, ἵνα καρδία σουὄψηται τὸν καλόν. Ἀγάπησον τὸ συνεχῶς προσεύ-χεσθαι, ἵνα φωτισθῇ σου ἡ καρδία. Διάδος ὑστερου-μένοις ὀφθαλμῷ πλουσίῳ, ἵνα μὴ καταισχυνθῇς ἔμ-προσθεν τοῦ βήματος τοῦ Χριστοῦ· μίσησον τὴν ἐπι-θυμίαν ἐν τοῖς βρώμασιν, ἵνα μὴ ὁ Ἀμαλὴκ τῶνπαθῶν κυκλώσῃ σε. Γοργεύου ἐν ταῖς προσευχαῖς,ἵνα μὴ καταφάγῃ σε τὸ θηρίον. Φεῦγε τὸν οἶνον, ἵναμὴ στερηθῇς τῆς εὐφροσύνης τοῦ Θεοῦ. Ἀγάπησοντοὺς πιστοὺς, ἵνα διὰ αὐτῶν ἐλεήσῃς. Πόθησον τοὺςἁγίους, ἵνα ὁ ζῆλος αὐτῶν ἑλκύσῃ σε πρὸς ἀρετήν. Μνη-
28
1397
μόνευε τῆς ἐξόδου τῆς ψυχῆς σου, καὶ οὐχ ἁμαρτήσεις
πολλὰ πρὸς Θεόν· ἀναμιμνήσκου ἀεὶ τὴν τῶν οὐρα-νῶν βασιλείαν, ἵνα ἡ ἐπιθυμία αὐτῆς ἑλκύσῃ σε πρὸςαὐτήν· διαλογίζου τὴν γέενναν τοῦ πυρὸς, καὶ τῶνβασάνων τῶν δεινῶν, ἵνα μισήσῃς τὰ ἔργα τὰ πονηρά.Ἑτοίμαζε οὖν σεαυτῷ καθ' ἡμέραν ὑπαντῆσαι Χρι-στῷ· μέλλει γὰρ ἀοράτως ἔρχεσθαι. Καθ' ἑκάστηνἡμέραν ἀνάκρινε σεαυτὸν ἐκ τῶν ἐντολῶν τοῦ Χρι-στοῦ, τί ὑστέρησας, καὶ ἀνοικοδόμει αὐτό. Ἴδωσιν οἱἀδελφοί σου τὰ ἔργα σου, καὶ ὁ ζῆλος ὁ κατὰ Θεὸν κα-ταφάγεται αὐτούς. Ἐρεύνησον σεαυτὸν καθ' ἑκάστην
28
1397
ἡμέραν, ποῖον πάθος ἐνέκρωσας, καὶ δὸς δόξαν τῷ
Θεῷ· αὐτοῦ γάρ ἐστι τὸ ἔλεος. Μὴ λογίζου ἑαυτὸν ὡςκατορθώσαντα τὸ ἀγαθὸν ἐνώπιον τοῦ Θεοῦ· φησὶγάρ· «Ὅταν πάντα ποιήσητε, τότε λέγετε, ὅτι Ἀχρεῖοιδοῦλοί ἐσμεν.» Μὴ ὑψηλοφρονήσῃς, ὅτι ἀπ' ἄρτι κα-λὸς εἶ· οὐ γὰρ δύνῃ πιστεῦσαι ἑαυτὸν τοῖς ἐχθροῖςσου.