Doctrina ad monachos
- Authority group
- Athanasius of Alexandria (catalogue association; authorship remains anonymous)
- Edition reference
- Doctrina ad monachos [Sp.], MPG 28: 1421–1425.
- CTS identifier
urn:cts:greekLit:tlg2035.tlg102.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Creative Commons Public Domain Mark 1.0
28
1421
Παῦλος, ὅτι «ὁ δοῦλος τῆς ἁμαρτίας, ἐλεύθερός
ἐστιν ἀπὸ τῆς δικαιοσύνης.» Καὶ πάλιν ὁ Κύριος·
«Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν,» καὶ τὰ
ἑξῆς· δι' ὧν ἐδίδαξε, καὶ ἔδειξεν ὁριστίζων, καὶ εἰ-
πὼν, ὅτι οὔτε οἱ περὶ τὴν ὄντως ἀναγκαίαν τοῦ ζῇν
μέριμναν ἐνεχόμενοι, δουλεύειν δύνανται, οὐχὶ τόδε
μαθητεύειν, ὅ τι ἔμαθεν Ἀπόστολος πλατύτερον θεω-
ρήσας· εἶπε γάρ· «Τίς μετοχὴ δικαιοσύνης καὶ ἀνο-
μίας, καὶ τίς κοινωνία φωτὶ πρὸς σκότος, τίς δὲ συμ-
φώνησις Χριστοῦ πρὸς Βελίαδ; ἢ τίς μερὶς πιστῷ
μετὰ ἀπίστου, τίς δὲ συγκατάθεσις ναῷ μετὰ εἰδώ-
λου;» Καὶ πάλιν ὁριστίζει· «Ἡ σὰρξ ἐπιθυμεῖ κατὰ
τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός·
ταῦτα δὲ ἀντίκεινται ἀλλήλοις, ἵνα μὴ ἃ ἂν θέλητε
ταῦτα ποιῆτε.» Ῥυσθῆναι δεῖ πρότερον τοῦ καταδυ-
ναστοῦ τοῦ διαβόλου ἐνάγοντος ἐπὶ τὴν ἁμαρτίαν τὸν
ὑπ' αὐτῆς κρατούμενον. Ἔφαμεν βούλεσθαι δὲ ἄρα
καὶ πότε ἀπαρνησάμενον πάντα τὰ παρόντα καὶ ἑαυ-
τὸν, τῆς δὲ προσπαθείας τοῦ ζῇν ἀναχωρήσαντα
μαθητευθῆναι τῷ Κυρίῳ, καθὸ αὐτὸς εἴρηκεν· «Εἴ
τις ἐλεύσεται πρὸς μὲ, ἀπαρνησάσθω αὐτὸν, καὶ ἀρά-
τω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι,» ὅπερ ἐστὶ
μαθητής μου ἐνταῦθα. Οὐ μόνον δὲ τῶν ὑπαρχόντων,
καὶ τῶν πρὸς τὸ ζῇν ἀναγκαίων καταφρονεῖν προσ-
1424
τασσόμεθα, ἀλλὰ καὶ τῶν πρὸς ἀλλήλους νενομισμέ-
νων καὶ κατὰ φύσιν καὶ νόμον δικαίων καθηκόντων
ὑπερφρονεῖν παιδευόμεθα, τοῦ Κυρίου λέγοντος· «Ὁ
ἀγαπῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου
ἄξιος.» Ὁμοίως καὶ τὸ λοιπὸν ἐγγυτάτω οἰκεῖ,
δῆλον δὲ ὅτι πολὺ ποῤῥωτέρω καὶ ξένων τῆς πίστεως.
Διὸ παρακαλῶν μεγάλως ἀοργετουμένοις ἐν καρτε-
ρίᾳ τοὺς τῆς ἀσκήσεως πόνους, ἐν μηδενὶ δεδιότας
τὰς καθ' ἡμῶν τοῦ ἐχθροῦ μεθόδους. Παράγει τοῦτο
σχῆμα τοῦ κόσμου τούτου. Καὶ ταῦτα ἡ ἀπάτη, καὶ
θλίψις τοῦ βίου τούτου πρόσκαιρός ἐστι καὶ ὀλιγο-
χρόνιος, ἡ δὲ τῷ Θεῷ δουλεύειν, ζωὴ αἰώνιος, ἀΐδιος
καὶ ἀθάνατος, ποῦ ἀναμένομεν οἱ τῷ Χριστῷ δουλεύ-
οντες· δι' ἣν καὶ ἀπεταξάμεθα τῷ κόσμῳ, καὶ πά-
σαις ταῖς ἐπιθυμίαις αὐτοῦ. Καὶ οὐκ ὀφείλομεν μνη-
μονεύειν ἐκεῖνα, ἅπερ διὰ τὴν ἐντολὴν ταύτην κατ-
ελείψαμεν, ἵνα μὴ πάλιν τὰ πρόσκαιρα ποθήσαντες,
τὴν αἰώνιον ζωὴν ἀποβαλώμεθα. Ἀψευδὴς γὰρ ὁ εἰ-
πὼν ὅτι «πᾶς ὃς ἀφῆκεν οἰκίαν,» καὶ τὰ λοιπὰ,
«ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κλη-
ρονομήσει.» Οὐ γὰρ, ὥς τινες ταῦτα ἑρμηνεύειν δοκοῦ-
σιν, ὅτι περὶ τῶν ἐν τῷ καιρῷ τῶν διωγμῶν ὑπὲρ
τοῦ ὀνόματος αὐτοῦ μαρτυρησάντων εἶπεν ὁ Κύριος.
Οὐ γὰρ ἔφη ὅτι, Μόνον οἱ ἐν τῷ καιρῷ τῶν διωγμῶν
ὑπὲρ τοῦ ὀνόματός μου τὰ ἑαυτῶν σώματα παρα-
δώσοντες, ζωὴν αἰώνιον κληρονομήσονται· ἀλλὰ πάν-
τες οἳ διὰ τὸ ὄνομά μου καὶ κόσμῳ, καὶ πάσαις ταῖς
ἐπιθυμίαις αὐτοῦ ἀποταξώμεθα, καὶ πᾶσι τοῖς ὑπάρ-
χουσιν αὐτοῦ ἀποταξώμεθα, ζωὴν αἰώνιον, μετὰ πάν-
των δηλαδὴ τῶν ὑπὲρ τοῦ ὀνόματός μου μαρτυρη-
σάντων, κληρονομήσουσι. Πάντας τοὺς πτωχοὺς τῷ
πνεύματι, καὶ τοὺς καθαροὺς τῇ καρδίᾳ, καὶ τοὺς
πραεῖς, καὶ τοὺς φοβουμένους τὸ ὄνομα αὐτοῦ μακα-
ρίζεσθαι Σωτὴρ ἔλεγεν, «Ὅτι ὑμῶν ἐστιν ἡ βασιλεία
τῶν οὐρανῶν.» Οἱ μὲν γὰρ μάρτυρες πολλάκις, καὶ
ἐπὶ μιᾷ καιροῦ ῥοπῇ ἀγωνισάμενοι ἐτελειώθησαν·
ἡ δὲ τῶν μοναχῶν πολιτεία ἄθλοις καθ' ἑκάστην δι'
αὐτὸν μαρτυρεῖ, οὐκ ἀπὸ αἵματος, καὶ σαρκὸς παρα-
τασσόμεθα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς ἐξουσίας πρω-
τοκοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος, πρὸς τὰ
πνευματικὰ τῆς πονηρίας ἕως ἐσχάτης ἀναπνοῆς τὴν πάλην ἔχουσα, καὶ ἀθλεῖ, καὶ εἰσφανοῦται τῇ παν-
οπλίᾳ ...
... τοῦ Θεοῦ περιφραττομένη, καὶ πάντα ἰσχύει διὰ
τὸν ἐνδυναμοῦντα, καὶ ἐλεοῦντα Χριστόν. Ἡμῖν γὰρ
ἐν παραβολῇ τὸν ἑαυτοῦ πλοῦτον θέλων χαρίσασθαι
ὁ Κύριος ἔλεγεν· «Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν
οὐρανῶν ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας,» καὶ
τὰ ἑξῆς. Ταύτην τὴν ἐντολὴν βεβαιῶν οὕτως εὐαγ-
γελιστὴς ἔφη· «Μὴ ἀγαπᾶτε τὸν κόσμον μηδὲ τὰ ἐν
κόσμῳ. Ὁ γὰρ τὸν κόσμον ἀγαπῶν, οὐκ ἀγαπᾷ τὸν
ἀγαπήσαντα αὐτὸν Κύριον.» Ὁ δὲ τοῦτον τὸν κό-
σμον καὶ τὰ ἐν αὐτῷ σκάνδαλα μισήσας, καὶ τὸ θέ-
λημα τοῦ Θεοῦ ἀγαπήσας εὐμένει εἰς τὸν αἰῶνα. Χω-
ρίσαι γὰρ βουλόμενος ἡμᾶς ὁ Δεσπότης τῆς ἐν κόσμῳ
διατριβῆς ἔλεγεν· «Οὐδεὶς βαλὼν τὴν χεῖρα αὐτοῦ
ἐπ' ἄροτρον, καὶ στραφεὶς εἰς τὰ ὀπίσω, εὔθετός
1425
ἐστιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» Ὁ δὲ Ἀπό-
στολός φησι· «Στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ
βίου πραγματείαις.» Καὶ πάλιν ὁ Κύριος· «Ὁ ἐν τῷ
ἀγρῷ, μὴ ἐπιστραφῇ εἰς τὰ ὀπίσω,» τουτέστι μὴ
πάλιν μνημονεύειν ἢ ποθεῖν ἐορκεῖν ἀναστροφὴν, ἣν
διὰ τὸν Θεὸν καὶ τὴν ἐντολὴν αὐτοῦ μισήσας, κατ-
έλιπε. Μὴ οὖν φοβεῖσθε τοὺς ἐκ τοῦ διαβόλου ἡμῖν
ἐπαγομένους πειρασμοὺς, κἂν ποικίλοι ὦσι, γέγρα-
πται γάρ· «Υἱέ μου, εἰ προσέχῃς δουλεύειν τῷ Κυ-
ρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμούς.» Καὶ
περὶ τῆς καρδίας τῆς ὑπομονῆς τὴν τοῦ Θεοῦ βοή-
θειαν ἀναμένων· μείζων γάρ ἐστι τοῦ πολεμοῦντός
σε διαβόλου, καθὼς πολλάκις λέγεται· Μείζων ἐστὶν ὁ
ἐν ἡμῖν, ἢ ὁ ἐν τῷ κόσμῳ· καὶ ὁ Ψαλμῳδός· «Οὐ φοβη-
θήσομαι κακὰ, ὅτι σὺ μετὰ ἐμοῦ εἶ.» Καί· «Κύριος φω-
τισμός μου, καὶ Σωτήρ μου, τίνα φοβηθήσομαι;» Καὶ,
«Ἐὰν παρατάξηται ἐπ' ἐμὲ παρεμβολὴ, οὐ φοβηθήσε-
ται ἡ καρδία μου.» Καὶ, «Κύριος ἐμοὶ βοηθὸς, κἀ-
γὼ ἐπόψομαι τοὺς ἐχθρούς μου.» Μὴ δεῖ τοίνυν τὸν
δουλεύοντα τῷ Κυρίῳ ἀπιστεῖν, ὡς οὐχ ὑπερασπίζε-
ται τοῦτον ὁ Κύριος πάντοτε· αὐτὸς γὰρ εἴρηκεν·
«Οὐ μή σε ἀναλείπω, οὐδὲ μή σε ἐγκαταλείπω.»
Καὶ γοῦν αὐτὸν ἔθου καταφυγήν σου, «οὐ προσελεύ-
σεται πρὸς σὲ κακὰ, καὶ μάστιξ οὐκ ἐγγίσει τῷ σκη-
νώματί σου·» καὶ τὰ ἑξῆς. Διὸ παρακαλῶ ὑμᾶς, ὦ
ἀδελφοὶ, μὴ ἐνδῶμεν ὅλως τῷ πονηρῷ, μηδὲ θανατώ-
σωμεν ἑαυτοὺς, διὰ οἱασδηποτοῦν ἡδονῆς, ἀλλὰ με-
μνημένοι τὰ ἀποκείμενα ἡμῖν ἐν οὐρανοῖς ἀγαθὰ,
πάντων τούτων ὑπερίδωμεν. Μὴ οὖν φανῶμεν τῶν
πρὸ ἡμῶν αὐχήσαντες παίγνιον. Ἕκαστον γὰρ ἐν τῇ
κλήσει, ᾗ ἐκλήθη μένειν ἐν Χριστῷ παραγγέλλει ὁ
Ἀπόστολος· ἵνα τὸν τῆς ὑπομονῆς στέφανον παρὰ τοῦ
μισθαποδότου Χριστοῦ ἀπολάβωμεν, ὃν ἐπηγγείλατο
τῷ ἀγαπῶντι αὐτόν. Γέγραπται γάρ· «Τὴν ἐπιθυ-
μίαν σου διὰ τῆς ὑπομονῆς νίκησον, καὶ ἔσῃ τέλειος
ἐν Χριστῷ·» καί· «Τῷ νικῶντι δώσω φαγεῖν ἐκ τοῦ
ξύλου τῆς ζωῆς τοῦ ἐν μέσῳ τοῦ παραδείσου.»
Λέγει Κύριος καὶ πάλιν· Ὅστις διὰ τοῦ ξύλου τοῦ
σταυροῦ πάντα τὰ τῆς σαρκὸς νικήσει πάθη, τούτῳ
δώσω στολὴν λευκήν. Εἰ γὰρ φοβοῦμεν τὸν Κύριον,
τὰ ἀνεκδιήγητα ἀγαθὰ, καὶ οἱ τῆς δόξης στέφανοι
ἡτοιμάσθησαν. Οὐ γὰρ ἐπιτάγματι τῶν ἁγίων ὁ πρὸς
τὰς μεθοδείας τοῦ ἐχθροῦ πόλεμος, καὶ ἡ κατ' αὐτοῦ
νίκη, διὰ τῆς τοῦ Κυρίου βοηθείας δέδοται, ἀλλὰ τρι-
σὶν ὡς ἐν τῇ τοῦ σπέρματος παραβολῇ, αὐτὸς Κύριος
ἔφη· Ἐδίδου γὰρ, φησὶν, ὁ μὲν τριάκοντα, ὁ δὲ ἑξή-
κοντα ὁ δὲ ἕκατον. Τούτων δὲ τῶν ταγμάτων τὰς ὑπο-
θέσεις, εἰ τὰς Γραφὰς ἐρευνήσεις, πολύτροπον ἂν εὑ-
ρήσεις· μάρτυρες μὲν οὖν εἰσιν, ὡς ὁ ἐμὸς λόγος, οἳ τὸν
ἕκατον ποιοῦνται καρπὸν, παρθένοι αἳ τὸν ἑξήκοντα·
καὶ οἱ λοιποὶ οἳ κατὰ τὰς ἐντολὰς τοῦ Κυρίου, σπου-
δάζοντες ἀμέμπτους ἐν πάσῃ ἀναστροφῇ ἑαυτοὺς φυ-
λάσσειν, τῷ Κυρίῳ ἀρεσκούσῃ, τριάκοντα. Τῶν σῶν
μαθητῶν γένοιτο ἡμᾶς ἐνταγῆναι, Χριστὲ Ἰησοῦ, καὶ
τῶν ἁγίων σου ἀγαθῶν ἀπολαύειν, νῦν καὶ εἰς τοὺς
ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.
1421
{ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝΑΘΑΝΑΣΙΟΥ
ΠΕΡΙ ΣΩΜΑΤΟΣ ΚΑΙ ΨΥΧΗΣ.} Σῶμα τῷ ἔχοντι τὴν σύνθεσιν ἐκ τῶν στοιχείων
28
1421
δέχεται, καὶ διάλυσιν, καὶ ἀφανίζεται. Διὰ τοῦτο τὰ
σώματα, καὶ ἀνθρώπων, καὶ ζώων, εὔφθαρτά τε καὶεὔθνητα τυγχάνουσιν, ἐκ τεσσάρων στοιχείων συν-ιστάμενα, λέγω δὴ, γῆς, ἡλίου, ὕδατος, καὶ ἀέρος,καὶ αὐτὰ οὐκ ἀγήρατα, οὐκ ἀμάραντα ὡς τὰ σώματαμένει, ἀλλὰ θνήσκει καθὰ καὶ τὰ σώματα, ποιηθέντωνπάντων σωμάτων ἐκ γῆς. Τὰ δὲ ἁπλᾶ καὶ ἀσύνθετατῶν πραγμάτων εὐδιάμονα, καὶ ἕως τῆς συντελείαςἀκατάλυτα μένει· οἷον ὁ ἥλιος, ψυχὴ ἀνθρώπου, φῶς,φωστῆρες, ἀὴρ, ὕδατα, πῦρ, πνεῦμα, καὶ πάντα τὰἁπλᾶ, καὶ ἐν ἰδίᾳ. Περὶ δὲ ψυχῆς λέγομεν οὕτως· ὅτιεἰσὶ πέντε πάθη ἐν αὐτῇ, ἅτινα ψυχικὰ πάθη κα-λοῦνται. Εἰσὶ δὲ ταῦτα· ὀργὴ, λύπη, φόβος, φροντὶς,καὶ φθόνος. Ὁ οὖν φρόνιμον ἔχων τὸν λογισμὸν,δύναται πάντα κρατεῖν. Ἡ δὲ ψυχὴ ὑπάρχει καθ'ἑαυτῆς, ὡς πῦρ καιόμενον. Ὥσπερ τὸ πῦρ τὰ βαλλό-μενα εἰς τὸν λέβητα ἕψει, οὕτω καὶ ἡ πυρώδηςψυχὴ τὰ παραπεμπόμενα σῖτα τῇ κοιλίᾳ λεπτύνει,καὶ δαπανᾷ. Κἂν δὲ ψυχὴ λέγεται, οὐ λέγεται διὰ τὸοὕτως εἶναι ψυχρὰν τὴν οὐσίαν, ὥς τινες τῶν ἁπλου-στέρων διενόησαν· ἀλλὰ διὰ τὸ ἐκ πολλῆς θερμό-τητος ἀναξηραίνειν αὐτὴν τὰ ὑγρὰ, ὡς ἔστι πληρο-φορηθῆναι, καὶ ἐκ τῆς ἐνεργείας τοῦ ἡλίου· ὢν γὰρπυρώδης, καὶ θερμώδης πηλὸν ξηραίνει, καὶ πάν-υγραν ἀνιμᾶται. Ὅτι δὲ ἡ ψυχὴ θερμή ἐστι κατὰφύσιν, πείθου τοιγαροῦν ἐκ τῶν ἀποθνησκόντων· ᾗγὰρ ὥρᾳ ἡ ψυχὴ χωρίσθη ἀπὸ τοῦ σώματος, πάντα
28
1421
τὰ μέλη εὑρίσκονται κρυσταλλώδη, καὶ οὐδὲν ἧττον
πάθοις χειμερίου. Ἕως γὰρ ἔχει ἡ ψυχὴ τὴν τροφὴνεἰς ἀφθονίαν, τὸ σῶμα θάλλει, καὶ ἀνδαίνεται· ὁπόταν
28
1421
δὲ ἀπορήσῃ σιτίων, αὐτὸ τὸ σῶμα ἀντὶ τροφῆς ἀντ-
έχει πρὸς τὴν θερμότητα τῆς ψυχῆς. Ὥσπερ οὔτεἀγγεῖον χαλκοῦν, ἤτοι λέβης ἐπὶ κλιβάνου, οὐ δύναταιἄνευ ὕδατος φέρειν τὴν σφοδρότητα τοῦ πυρὸς, ἐκφρύ-γεται γὰρ καὶ διαλύεται τέλειον· οὕτω καὶ ὁ λέβης τοῦσώματος, μὴ ἔχων τὴν τροφὴν, παρὰ τῆς πυρώδουςψυχῆς ὑπολικμούμενος ἀπολείπεται παντάπασιν. Ἂνθέλῃς δοκιμάσαι μαθεῖν παρά τινος, πῶς διάκειται ἡψυχὴ ἐν τῷ σώματι, ἐρώτησον αὐτόν· Εἰπέ μοι, ἐνὅλῳ τῷ σώματι κατοικεῖ ἡ ψυχὴ τοῦ ἀνθρώπου, ἢ ἐνἑνὶ τόπῳ; Καὶ ἐὰν εἴπῃ σοι ὅτι ἐν ὅλῳ τῷ σώματι,εἰπὲ αὐτῷ· Καὶ πῶς τέμνουσι τὴν χεῖρα, ἢ τὸν πόδατοῦ ἀνθρώπου, καὶ οὐ κόπτεται ἡ ψυχὴ, ἀλλὰ πάλινζῇ ὁ ἄνθρωπος καὶ οὐκ ἀποθνήσκει; Εἰ δὲ εἴπῃ σοι,ὅτι ἐν ἑνὶ τόπῳ, εἰπὲ αὐτῷ ὅτι, Καὶ πῶς εἰσι τὰ ἄλλαμέλη τοῦ ἀνθρώπου χωρὶς ψυχῆς; Πᾶν γὰρ τὸ μὴ ἔχονψυχὴν νεκρόν ἐστι, καὶ οὐκ οἶδα τί λέγεις. Ἐγὼ δὲ
28
1424
εἴπω σοι ἐν ποίῳ τόπῳ, καὶ ποίῳ τρόπῳ, καὶ ποῦ
ἀναπαύεται ἡ ψυχή· ἐν τρισὶ τόποις ἀναγκαίοις τοῦσώματός ἐστιν ἐνιδρυμένη· καὶ ὥσπερ ἡ ἀκτὶς τοῦἡλίου ἀεὶ ἕνα τόπον χωρεῖ, καὶ εἰσέρχεται τὸν οἶκον,φωτίζει δὲ πάντα τὸν οἶκον, οὕτω καὶ ἡ ψυχὴ ἐντρισὶ τόποις τοῦ σώματος κατοικοῦσα φωτίζει τὸνοἶκον ὅλον τοῦ σώματος. Κατοικεῖ δὲ ἐν τῇ καρδίᾳ,τῷ ὄπισθεν μέρει τῆς κεφαλῆς, ὅπερ κότυλον ὀνομά-ζουσι, καὶ ἐν ταῖς βασιλικαῖς φλέβαις. Ἐν τούτοιςτοῖς τρισὶ μέρεσι κατοικεῖ ἡ ψυχή. Διὰ τοῦτο ᾗ ὥρᾳκρουσθῇ ἡ κεφαλὴ, ἢ ἡ καρδία, ἢ ἡ βασιλικὴ φλὲψ
28
1424
ἐκρεύσῃ αἷμα πολὺ, καὶ εὐθὺς χωρίζεται τοῦ σώματος
ἡ ψυχὴ, καὶ νεκρὸν τὸ σῶμα εὑρίσκεται. Κατοικοῦσα
28
1424
δὲ ἡ ψυχὴ, ἐν τοῖς τρισὶ μέρεσι, μεταδίδωσιν ὅλῳ τῷ
σώματι τῆς οἰκείας φωτισμοὺς δυνάμεως.{ΒΙΟΣ ΚΑΙ ΠΟΛΙΤΕΙΑ ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΜΑΚΑ-ΡΙΑΣ ΚΑΙ ΔΙΔΑΣΚΑΛΟΥ ΣΥΓΚΛΗΤΙΚΗΣ.} Ἔδει πάντας ἀνθρώπους τῶν καλῶν μὴ ἀμυήτουςὑπάρχειν. Οὕτω γὰρ ἂν ἐγγεγυμνασμένοι τοῖς πράγμα-σιν εἰ εἶεν, τὸ ἀζήμιον εἶχον ἐν βίῳ· καὶ γοῦν τοὺς ἀκε-ραιοτέρους τὰ πολλὰ τῶν χρηστῶν διέλαθεν. Τοῦτο δὲπεπόνθασιν ἐκ τοῦ τὴν διάνοιαν αὐτοῖς ἀμβλυωτέρανκαθεστάναι ὑπὸ τῆς ἀμελείας. Πολλάκις γὰρ καὶ μαρ-γαρῖται πολύτιμοι εἰς πένητας παρῆλθον ἄνδρας. Οἱδὲ ἀδοκίμαστον τὴν περὶ τούτων τέχνην ἔχοντες, ὡςμικρῶν τινων καὶ οὐδαμινῶν κατεφρόνησαν. Ἡμεῖςγοῦν, νηπίαν καὶ ἀνάσκητον ψυχὴν ἔχοντες, τῷ παρ-όντι ἐντυγχάνοντες μαργαρίτῃ, οὐδὲν μέγα τοῦτονθεωροῦμεν, τῷ σχήματι μόνῳ ἐνατενίζοντες, τῆς δὲφύσεως αὐτοῦ, ὅσον πρὸς γνῶσιν, μακρὰν τυγχάνον-τες. Ὡς δὲ κατ' ὀλίγον ἐκ τῶν πέλας ἐδιδασκόμεθα τὸκάλλος αὐτοῦ, θεῖος ἔρως καὶ ἡμῖν ἐνεγεννᾶτο πρὸςτὸ ὀφθέν· καὶ γὰρ αὐτὰ τὰ πράγματα ἐζωπύρει ἡμῶνπρὸς τὸν πόθον τὴν διάνοιαν. Τί δὲ λέγω τοὺς παρόντας, ἢ καὶ ἑαυτὸν συγκα-ταριθμῶ τούτοις, ὥς τι εἰδότων ἡμῶν καὶ λεγόντων
28
1424
περὶ τῆς ἀοιδίμου καὶ μακαρίας Συγκλητικῆς; Οἶμαι
γὰρ πᾶσαν ἀνθρώπων φύσιν λείπεσθαι πρὸς διήγησιντῶν ἀγαθῶν αὐτῆς πράξεων. Εἰ δὲ καί τις ἐπιχειρήσειελέγειν τι περὶ αὐτῆς, πολὺ μὲν καὶ ἄπειρον ἀπολει-φθήσεται τῶν ζητουμένων, κἂν σοφὸς, κἂν ἐπιστή-μων τυγχάνῃ. Ὥσπερ γὰρ οἱ τῷ ἡλίῳ ἀτενίσαι βου-λόμενοι τὰς ὄψεις βλάπτονται, οὕτω καὶ οἱ κατοπτρί-ζεσθαι τῷ βίῳ ταύτης πειρώμενοι, ὑπὸ τοῦ μεγέθουςτῶν κατορθωμάτων ἰλιγγιάσαντες, ὑπενδόντες ἢ καὶἀτονήσαντες, σύγχυσιν ὑφίστανται τῇ διανοίᾳ. Ἡμεῖς δὲ κατὰ τὴν ἰδίαν δύναμιν ἰχνηλατοῦντεςτὰ κατ' αὐτὴν, καὶ ἐκ τῶν συνηλίκων δὲ αὐτῆς τὰκατὰ τὸν πρῶτον βίον ἀκροθιγῶς ἀκούσαντες, καὶ ἐξαὐτῶν δὲ τῶν πραγμάτων ἀμυδρῶς καταυγασθέντες,ἐπὶ τὸ γράφειν ἥκομεν, ἑαυτοῖς τροφὰς σωτηριώδειςἀποθησαυρίζοντες. Τὸ μὲν γὰρ κατ' ἀξίαν αὐτῆς λέ-γειν οὐ μόνον ἡμῖν ἀδύνατον, ἀλλὰ καὶ τοῖς πολλοῖςδυσχερές. Ἡ τῆς οὐρανίου συγκλήτου ἐπώνυμος, χώρας τῆςΜακεδονίας τυγχάνει. Ἀκηκοότων γὰρ τῶν προγόνωναὐτῆς τὸ φιλόθεον καὶ φιλόχριστον τῶν Ἀλεξανδρέων,κατελάμβανον ἐκ Μακεδονίας τὴν τοῦ Μακεδόνος πό-λιν. Ἐπιβαντῶν δὲ αὐτῶν τῇ χώρᾳ, καὶ μείζω εὑρόν-τες τῆς φήμης τὰ πράγματα, φιλοφρόνως ᾤκουν αὐ-τήν. Οὐ πλήθει δὲ δήμων συνέχαιρον, οὔτε μὴν οἰκη-μάτων ἐθαύμαζον μέγεθος· πίστιν δὲ μονότροπονεὑρόντες σὺν εἰλικρινεῖ ἀγάπῃ, δευτέραν ἔθεντο τὴνοἰκείαν τῆς μετοικίας. Ἦν δὲ καὶ τῷ γένει περίβλεπτος ἡ μακαρίαΣυγκλητικὴ, καὶ τοῖς ἄλλοις δὲ τοῖς κατὰ τὸν κόσμοντερπνοῖς νομιζομένοις ἐκεκόσμητο. Παρῆν δὲ αὐτῇ
28
1425
καὶ ἀδελφὴ ὁμόφρων ἅμα, καὶ ἀδελφοὶ δύο, σεμνο-
τάτῳ καὶ αὐτοὶ ἀναχθέντες βίῳ· ὧν ὁ μὲν εἷς, ἐν τῇπαιδικῇ ἡλικίᾳ τυγχάνων, ἀπεγένετο· ὁ δὲ ἕτερος,ἐπιβὰς πέμπτῳ καὶ εἰκοστῷ ἔτει, παρὰ τῶν γονέωνεἰς γάμον παρεκαλεῖτο· καὶ πάντων πρὸς τὸ ζητού-μενον εὐτρεπισθέντων, καὶ τῶν ἐξ ἔθνους συμβολι-κῶν ἐκτελουμένων, ἀπέπτη ὁ νέος ὥσπερ ὄρνεον ἐκβρόχων, ἀνταλλαγὴν ποιησάμενος τῆς ἐπιγείου νύμ-φης, τὴν ἄμωμον καὶ ἐλευθέραν τῶν ἁγίων σύνοδον. Αὕτη δὲ ἔτι ἐν ταῖς πατρῴαις ἀγκάλαις τυγχά-νουσα, φιλοθεΐᾳ μὲν τὸ πρῶτον τὴν ψυχὴν ἠσκεῖτο·καὶ οὐχ οὕτω τὰς τοῦ σώματος ἐπιμελείας ἐποιεῖτο,ὡς τὰς τῆς φύσεως ὁρμὰς ἐπετήρει. Ἦν γὰρ καὶ κατὰ τὸ σῶμα περικαλλεστάτη, ὡςκαὶ πολλοὺς αὐτῇ μνηστῆρας προσιέναι κατὰ τὴνπρώτην ἡλικίαν· τοῦτο μὲν ὑπὸ τῆς περιουσίας δε-