Vita sanctae Syncleticae
- Authority group
- Athanasius of Alexandria (catalogue association; authorship remains anonymous)
- Edition reference
- Vita sanctae Syncleticae [Sp.], MPG 28: 1488–1557.
- CTS identifier
urn:cts:greekLit:tlg2035.tlg104.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Creative Commons Public Domain Mark 1.0
28
1489
λεαζομένους, τοῦτο δὲ καὶ ὑπὸ τῆς τῶν γονέων κο-
σμιότητος, καὶ πρὸς ἐπὶ τούτοις ὑπ' αὐτῆς τῆς κόρης
τοῦ κάλλους ἐξαπτομένους. Καὶ γοῦν οἱ γονεῖς ἀσμέ-
νως προετρέποντο τὴν νέαν εἰς γάμον, αὐτὸ τοῦτο
ἐπείγοντες, ὡς ἐξ αὐτῆς τὴν τοῦ γένους διαδοχὴν αὐ-
τοῖς φυλαχθῆναι. Ἡ δὲ σώφρων καὶ γενναία τῷ φρο-
νήματι, οὐδόλως συνετίθετο ταῖς τοιαύταις τῶν γο-
νέων συμβουλίαις· ἀλλὰ γάμον ἀκούουσα κοσμικὸν,
γάμον θεῖον ἐφαντάζετο· καὶ πολλοὺς μνηστῆρας
παρορῶσα, εἰς μόνον τὸν οὐράνιον νυμφίον εἶχε τὸ
νεῦμα.
Καὶ ἦν ἰδεῖν τῆς μακαρίας Θέκλης γνησίαν μα-
θήτριαν, τοῖς αὐτοῖς αὐτὴν ἑπομένην διδάγμασι. Καὶ
γὰρ τῶν δύο εἷς μνηστὴρ ἦν ὁ Χριστὸς, καὶ αὐτὸς ἦν
τῶν ἀμφοτέρων νυμφαγωγὸς Παῦλος· οἶμαι δὲ καὶ
τὸν θάλαμον αὐταῖς μὴ ἐναλλάττειν· εἷς γὰρ αὐταῖς
παστὸς ἡ Ἐκκλησία, καὶ ὁ αὐτὸς Δαβὶδ μελῳδεῖ ἐπ'
ἀμφοτέρων τὰ σεμνὰ καὶ θεῖα ᾄσματα. Καὶ γὰρ ἐν
κυμβάλοις εὐήχοις τέρπει τὰς Θεῷ ἀνατεθείσας ψυ-
χὰς, καὶ ἐν τυμπάνοις καὶ ἐν δεκαχόρδοις ψαλτηρίοις
τὴν τελειοτάτην ᾠδὴν ἀναπέμπει. Μαριὰμ δὲ τοῖς
ἱεροῖς τούτοις γάμοις τὰς χορευτρίας εἰσάγει, λέ-
γουσα· Ἄ|σωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδό-
ξασται Καὶ τὰ ὄψα δὲ τοῦ θείου δείπνου κοινὰ τοῖς
ἑστιωμένοις· Γεύσασθε γὰρ, καὶ ἴδετε, ὅτι χρη-
στὸς ὁ Κύριος. Καὶ ἡ τῶν νυμφικῶν δὲ αὐταῖς πε-
ριβλημάτων μία τις ὑφή· Ὅσοι γὰρ εἰς Χριστὸν
ἐβαπτίσθησαν, Χριστὸν ἐνεδύσαντο. Ὁμότροπος
οὖν αὐταῖς ἦν ἡ πρὸς Κύριον ἀγάπη· τῶν γὰρ αὐτῶν
ἠξιοῦντο δωρεῶν· ἀλλὰ καὶ τοῖς αὐτοῖς ἀγῶσιν ἡμιλ-
λῶντο. Τὰ μὲν γὰρ τῆς μακαρίας Θέκλης οὐδενὶ ἠγνόη-
ται μαρτύρια, ὡς διὰ πυρὸς καὶ θηρίων ἀτιθάσσων
1492
αὐτὴν ἐνηθληκέναι· καὶ ταύτης τοὺς ἐναρέτους πό-
νους τε καὶ ἱδρῶτας οἶμαι τοὺς πολλοὺς μὴ λανθά-
νειν. Εἰ γὰρ εἷς Σωτὴρ ἦν αὐταῖς ὁ ποθούμενος, ἀναγ-
καίως καὶ εἷς αὐταῖς ὁ ἀντιτασσόμενος. Καὶ τῇ μὲν
Θέκλῃ πραϋτέρους ὑπολαμβάνω τοὺς πόνους· καθ-
ῄρητο γὰρ ἡ τοῦ ἐχθροῦ κακία, διὰ τῶν ἐκτὸς αὐτῇ
προσομιλοῦντος· ἐνταῦθα δὲ δριμυτέραν ἑαυτοῦ τὴν
κακίαν ἐπιδείκνυται, ἐκ τῶν ἔνδον διὰ τῶν ἐναντίων
καὶ ὀλεθρίων ἑαυτοῦ λογισμῶν κινούμενος.
Οὐκ ἐγοήτευσεν αὐτῆς τὸ ὄμμα ποικίλης ἐσθῆ-
τος ὑφὴ, οὐδὲ λίθων πολυτελῶν διάφορα χρώματα·
οὐκ ἠπάτησεν αὐτῆς τὴν ἀκοὴν κύμβαλον, οὐδ' αὐλὸς
διαλῦσαι δεδύνηται τὸν τῆς ψυχῆς αὐτῆς τόνον. Οὐκ
ἐμάλαξεν αὐτὴν γονέων δάκρυα, οὐδὲ ἑτέρα τις συγ-
γενῶν παραίνεσις· ἀλλ' ὥσπερ ἀδάμαντα τὸν λογι-
σμὸν ἔχουσα, οὐ παρετράπη τὸν νοῦν· καὶ ὥσπερ
θυρίδας τὰς πάσας αἰσθήσεις αὐτῆς ἀποκλείουσα,
τῷ ἑαυτῆς νυμφίῳ καταμόνας προσωμίλει, τὸ γρα-
φικὸν ἐκεῖνο λέγουσα· Ὡς ἐγὼ τῷ ἀδελφιδῷ μου,
καὶ ὁ ἀδελφιδός μου ἐμοί. Καὶ εἰ μὲν καπνώδεις
καὶ σκοτειναὶ ὁμιλίαι παρῆσαν, ταύτας ἀπέφευγε,
τοῖς ἔνδον ταμείοις τῆς ψυχῆς ἑαυτὴν συνάγουσα·
ὅπου δὲ φωτειναὶ καὶ ἐπωφελεῖς παραινέσεις ἐτύγχα-
νον, πᾶσαν ἑαυτῆς τὴν διάνοιαν ἔτεινε πρὸς ὑποδο-
χὴν τῶν λεγομένων.
Οὐκ ἠμέλει δὲ καὶ τοῦ κατὰ τὸ σῶμα σωτη-
ρίου φαρμάκου· τήν τε γὰρ νηστείαν οὕτως εἶχε φί-
λην, ὡς μηδένα αὐτῇ τῶν παρόντων ἴσον τυγχάνειν.
Φυλακὴν γὰρ καὶ θεμέλιον ταύτην ἡγεῖτο τῶν ἄλλων.
Καὶ εἴ ποτε ἀνάγκης γενομένης παρὰ τὸν συνήθη
καιρὸν ἐτράφη, τὸ ἐναντίον ὑφίστατο τοῖς ἐσθίουσιν·
ὠχρία γὰρ αὐτῆς τὸ πρόσωπον, καὶ συνέπιπτεν ὁ τοῦ
σώματος ὄγκος· τοῦ γὰρ κινοῦντος ἀηδισθέντος, συν-
αλλοιοῦται καὶ τὸ κινούμενον. Ὅπως γὰρ ἂν ἡ ἀρχὴ
διατεθῇ, ὡς ἐπίπαν ἀκολουθεῖ ταύτῃ καὶ τὰ ἐκ ταύ-
της ἠρτημένα. Οἷς μὲν γὰρ ἡ τροφὴ καὶ ἡδονὴν γίνε-
ται καὶ προσφέρεται, εὐθαλὴς ὁ τοῦ σώματος ὄγκος
ἐστίν· οἷς δὲ τὸ ἐναντίον συμβαίνει, ἄτροφος καὶ
λεπτὴ ἡ σὰρξ τυγχάνει. Μαρτυροῦσι δέ μου τῷ λόγῳ
οἱ ἄῤῥωστοι. Ἡ γοῦν μακαρία αὕτη, νοσηλεύειν πει-
ρωμένη τὸ σῶμα, τῇ ψυχῇ τὸ εὐανθὲς ἔφερε· κατὰ
γὰρ τὸν Ἀπόστολον λέγοντα ἔπραττεν· Ὅσῳ γὰρ ὁ
ἔξωθεν ἡμῶν ἄνθρωπος φθείρεται, φησὶν, τοσοῦ-
τον ὁ ἔνδον ἀνακαινοῦται. Οὕτω μὲν οὖν ἐνήθλει
λανθάνουσα τοὺς πολλούς.
Ὅτε δὲ οἱ γονεῖς αὐτῆς τέλος ἔσχον τοῦ βίου,
ἐπὶ πλεῖον θεοφορηθεῖσα τῷ θείῳ φρονήματι,
λαμβάνει καὶ τὴν ἀδελφὴν μεθ' ἑαυτῆς· ἦν γὰρ στε-
ρηθεῖσα τῶν ὄψεων· καὶ τῶν μὲν πατρῴων οἴκων χω-
ρίζεται· εἰς δέ τινος συγγενοῦς αὐτῆς ἡρωεῖον ἀπ-
ῳκισμένον τῆς πόλεως κατάγεται· καὶ διαπωλήσασα
πᾶσαν τὴν καταλειφθεῖσαν αὐτῇ οὐσίαν, καὶ διανεί-
μασα τοῖς πένησι, προσκαλεσαμένη τινὰ τῶν πρε-
σβυτέρων, ἀπέτεμεν ἑαυτῆς τοὺς πλοκάμους. Τότε
1493
τὴν πᾶσαν κόσμησιν ἀπέθετο· ἔθος γὰρ ταῖς γυναιξὶ
κόσμον καλεῖν τὴν τρίχα. Σύμβολον δὲ ἦν τὸ γινόμε-
νον τοῦ ἀπέριττον καὶ καθαρὰν τὴν ψυχὴν αὐτῆς
γεγενῆσθαι. Τότε μὲν οὖν πρῶτον ἠξιώθη τῆς παρ-
θενικῆς προσηγορίας.
Πᾶσαν δὲ τὴν οὐσίαν αὐτῆς τοῖς πτωχοῖς δια-
νείμασα, ἔλεγε· Μεγάλου μὲν ἠξίωμαι ὀνόματος· Τί
δὲ ἀνταποδώσω ἐπάξιον τῷ δωρησαμένῳ, οὐκ ἔχω.
Εἰ γὰρ ἐπὶ τῶν ἐκτὸς πραγμάτων, ἕνεκεν ἀξιώματος
φθαρτοῦ, πᾶσαν ἑαυτῶν τὴν οὐσίαν ἀποβάλλουσι· πόσῳ
μᾶλλον ἐμὲ, τοσαύτης ἀξιωθεῖσαν χάριτος, οὐκ ἄρα
ἔδει μετὰ τῶν νομιζομένων ὑπαρχόντων προδοῦναι
καὶ τὸ σῶμα; Τί δὲ λέγω κτήματα ἢ σῶμα δοῦ-
ναι, πάντων αὐτοῦ ὑπαρχόντων; Τοῦ γὰρ Κυρίου
ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. Διὰ τούτων μὲν τῶν
λόγων τὴν ταπεινοφροσύνην ἐγκομβωσαμένη, ἡσύ-
χαζεν.
Ἦν μὲν οὖν καὶ ἐν ταῖς πατρικαῖς αὐλαῖς
ἱκανῶς προγυμνασθεῖσα τοῖς πόνοις· καὶ ἐν αὐτῇ δὲ
τῇ ἀκμῇ τοῦ σταδίου ἀχθεῖσα, προέκοπτε ταῖς ἀρε-
ταῖς. Ὅσοι μὲν οὖν ἀγυμνάστως καὶ ἀσκέπτως προσ-
ῆλθον τῷ θείῳ τούτῳ μυστηρίῳ, ἀπέτυχον τοῦ ζη-
τουμένου, μὴ προθεωρήσαντες τὰ καθ' ἕκαστον·
ὥσπερ δὲ οἱ ὁδοιπορεῖν μέλλοντες τῶν ἐφοδίων πρῶ-
τον φροντίζουσιν, οὕτως καὶ αὕτη, ὥσπερ ἐφοδίοις
ἑαυτὴν, τοῖς πάλαι πόνοις εὐτρεπίσασα, ἀδεῶς τὴν
ἐπὶ τὰ ἄνω πορείαν ἐποιήσατο· τὰ γὰρ εἰς τὸν
ἀπαρτισμὸν τῆς οἰκίας προαποθεμένη, ὀχυρώτατον
τὸν ἑαυτῆς ἐξετέλει πύργον. Καὶ τὸ μὲν καθ' ἱστο-
ρίαν τῶν οἰκημάτων ποίημα ἐκ τῶν ἔξωθεν ὑλῶν
κατασκευάζεται· αὕτη δὲ τὸ ἐναντίον πεποίηκεν· οὐ
γὰρ τὰς ἔξωθεν ὕλας συνήγαγεν, ἀλλὰ μᾶλλον τὰς
ἔσωθεν ἐκένωσε. Τὰ γὰρ χρήματα ἑαυτῆς διαδοῦσα
τοῖς πένησι, καὶ καταλιποῦσα ὀργὴν καὶ μνησικακίαν,
ἀπωσαμένη δὲ καὶ φθόνον καὶ φιλοδοξίαν, ᾠκοδόμησε
τὴν οἰκίαν ἑαυτῆς ἐπὶ τὴν πέτραν, ἧς περιφανὴς ὁ
πύργος καὶ ἀχείμαστος ἡ οἰκία.
Καὶ τί πολλὰ λέγω; ὑπερέβαινε γὰρ διὰ τῶν
ἀρχῶν καὶ τὰς ἐν ἕξει τοῦ μονήρους βίου τυγχανού-
σας. Ὥσπερ γὰρ τὰ εὐφυέστατα τῶν παιδίων, ἔτι ἐν
ταῖς συλλαβαῖς ὄντα, ἁμιλλῶνται τοῖς ἐν ἡλικίᾳ καὶ
πλείω χρόνον ἔχουσι παρὰ τοῖς διδασκάλοις· οὕτω
καὶ αὕτη, ζέουσα τῷ πνεύματι, παρέτρεχε τὰς λοι-
πάς.
Τὸν μὲν οὖν ἔμπρακτον αὐτῆς καὶ ἀσκητικὸν
βίον λέγειν ἀδυνατοῦμεν, ἐπείπερ οὐδὲ συνεχώρει
τινὰ τούτου θεατὴν γενέσθαι. Οὐδὲ γὰρ κήρυκας τῶν
αὐτῆς ἀνδραγαθημάτων ἤθελεν εἶναι τοὺς παρόντας.
Οὐχ οὕτως γὰρ τὸ εὖ πράττειν ἐφρόντιζεν, ὅσον τῆς
τούτου φυλακῆς τε καὶ κρυβῆς. Τοῦτο δὲ ἐποίει οὐ
φθόνῳ συνεχομένη, ἀλλὰ θείᾳ χάριτι συγκροτουμένη.
Τὸ γὰρ Κυριακὸν ἐκεῖνο κατὰ νοῦν ἔφερε ῥῆμα, τὸ
λέγον, ὡς Εἴ τι ἐὰν ποιῇ ἡ δεξιά σου, μὴ γνώτω
ἡ ἀριστερά σου. Οὕτως μὲν λανθάνουσα ἐξετέλει τὰ
πρέποντα τῷ ἐπαγγέλματι.
Ἀπὸ δὲ τῆς πρώτης ἡλικίας, καὶ ἕως τῆς
ἀκμαστικῆς, οὐ μόνον παντὸς ἀνδρὸς συντυχίαν ἀπ-
1496
έφευγεν, ἀλλὰ καὶ τὰς ὁμοφύλους τὰ πολλὰ παρῃτεῖτο,
δύο τούτων ἕνεκα, ἢ τοῦ μὴ δοξασθῆναι τῇ ὑπερβολῇ
τῆς ἀσκήσεως, ἢ τοῦ μὴ ὑποσυρῆναι τῆς ἀρετῆς διὰ
τὴν σωματικὴν χρείαν.
Οὕτως μὲν οὖν τὰς πρώτας τῆς ψυχῆς ἐπιβο-
λὰς παρετήρει, μὴ συγχωροῦσα αὐταῖς συγκαθέλκε-
σθαι ταῖς σωματικαῖς ἐπιθυμίαις· ὥσπερ δὲ δένδρον
καθυλομανοῦν περιετέμνετο τῶν ἀκάρπων κλάδων τὰ
βλαστήματα· τὰς μὲν γὰρ ἀκανθώδεις τῆς διανοίας
ἐκφύσεις ἀφῃρεῖτο διά τε τῆς νηστείας καὶ τῆς προσ-
ευχῆς. Καὶ εἰ βραχύ τι ἕκαστον τούτων προέκοπτε,
ποικίλας αὐτοῖς τὰς τιμωρίας προσέφερε, διὰ παντο-
δαπῶν πόνων τὸ σῶμα κακουχοῦσα. Οὐ μόνον γὰρ
τῇ τοῦ ἄρτου λιμαγχονίᾳ ἠρκεῖτο, ἀλλά γε καὶ τῇ
τοῦ ὕδατος ὀλιγοδεΐᾳ.
Ὁπηνίκα μὲν πόλεμος τοῦ ἐχθροῦ πρὸς αὐτὴν
συνεκροτεῖτο, προηγουμένως μὲν τὸν ἑαυτῆς Δεσπό-
την δι' εὐχῆς ἐκάλει πρὸς συμμαχίαν· οὐ γὰρ ἠρ-
κεῖτο τὴν ὁρμὴν τοῦ λέοντος σβέσαι ψιλῇ ἀσκήσει.
Καὶ παρὰ μὲν τῆς ἱκεσίας παρῆν ὁ Κύριος, καὶ ἀπ-
εδίδρασκεν ὁ πολέμιος· πολλάκις δὲ καὶ ἐχρόνιζε πρὸς
τὴν μάχην ὁ ἐχθρὸς, καὶ ὁ Κύριος οὐκ ἠμύνετο τὸν
παλαμναῖον, αὐτῷ τούτῳ τῆς ἐναρέτου ψυχῆς εἰσαύ-
ξων τὴν γυμνασίαν. Αὕτη δὲ ὥσπερ προσθήκῃ τῶν
δώρων, ἐπὶ πλεῖον ἐκρατύνετο εἰς τὴν κατὰ τοῦ ἐχθροῦ
νίκην. Οὐ μόνον γὰρ ἠρκεῖτο ταῖς ὀλιγοδεΐαις τῶν
τροφῶν ἑαυτὴν νεκροῦσα, ἀλλά γε καὶ τῶν καθ' ἡδο-
νὴν διαιτημάτων ἐπειρᾶτο εἴργειν ἑαυτήν. Ἄρτον
μὲν γὰρ πιτυρίαν ἤσθιεν· ὕδωρ δὲ πολλάκις οὐδ-
όλως ἐλάμβανε· καὶ ἐχαμεύνει δὲ ἕως τινός. Ἕως
μὲν οὖν συνεκροτεῖτο ὁ πόλεμος, τοιούτοις ὅπλοις
ἐκέχρητο· εὐχὴν μὲν ἐνδυομένη ἀντὶ ὅπλου καὶ θυ-
ρεοῦ ἐνδυομένη· ἡ δὲ περικεφαλαία αὐτῆς ἦν ἐκ πί-
στεως καὶ ἐλπίδος καὶ ἀγάπης συγκραθεῖσα. Ἡ γὰρ
πίστις προηγεῖτο πάντων, ὅλους αὐτῆς τοὺς ἁρμοὺς
συσφίγγουσα. Παρῆν δὲ καὶ ἡ ἐλεημοσύνη, εἰ καὶ μὴ
ἡ κατ' ἐνέργειαν, ἀλλ' οὖν γε ἡ κατὰ πρόθεσιν.
Διὰ τούτων οὖν ἧτταν ὑπομένοντος τοῦ ἐχθροῦ,
καὶ αὐτὴ ἐπεκούφιζε τῆς δριμυτάτης ἀσκήσεως.
Τοῦτο δὲ ἐποίει πρὸς τὸ μὴ ἀθρόως διαλυθῆναι τὰ
τοῦ σώματος μέλη· ἥττης γὰρ ἦν τοῦτο τεκμήριον.
Τῶν γὰρ ὅπλων συμπεσόντων, ποία ἐλπίς ἐστι τῷ
στρατιώτῃ εἰς πόλεμον; Τινὲς γοῦν, ἀμέτρως καὶ
ἀνεξετάστως τῇ ἀσιτίᾳ ἑαυτοὺς καταδαπανήσαντες,
καιρίαν ἑαυτοῖς τὴν πληγὴν ἐπήγαγον· ὥσπερ δὲ ἐν
παραιτήσει τοῦ ἀντιπάλου γενόμενοι, ἑαυτοὺς κατ-
έφθειραν. Αὕτη δὲ οὐχ οὕτως ἔπραττεν, ἀλλὰ πάντα
μετὰ διακρίσεως ἐποίει· καὶ τῷ μὲν ἐχθρῷ σφοδρῶς
διά τε τῶν εὐχῶν καὶ τῆς ἀσκήσεως ἀπεμάχετο·
πρὸς δὲ τὴν γαλήνην τῆς οἰκείας νηὸς ἐπεμελεῖτο
τοῦ σώματος. Καὶ γὰρ οἱ ναυτιλλόμενοι, χειμῶνος
καὶ κλύδωνος καταλαβόντος, ἄσιτοι διαμένουσι, πᾶ-
σαν τὴν παρ' ἑαυτῶν τέχνην τῷ πρὸ ὀφθαλμῶν κιν-
δύνῳ ἀντιτιθέντες· ὁπηνίκα δὲ τύχωσι τοῦ ζῇν, τότε
τῆς δευτέρας σωτηρίας ποιοῦνται τὴν φροντίδα· καὶ
οὐχ ἅπας αὐτῶν ὁ χρόνος πρὸς τὸν σάλον τῆς θαλάσ-
σης καταναλίσκεται· ὥσπερ δὲ ἀνάπαυλαν δέχονται
τῶν πόνων τὴν βραχυτάτην γαλήνην· καὶ οὐδ' οὕτως
ἀμερίμνως διάγουσιν, οὔτε μὴν ὕπνῳ βαθεῖ καθέλ-
1497
κονται, πεῖραν ἐσχηκότες τῶν ἀπελθόντων, καὶ ἔν-
νοιαν λαμβάνοντες τῶν μελλόντων. Εἰ γὰρ καὶ ὁ χει-
μὼν ἐκόπασεν, ἀλλ' ἡ θάλασσα οὐ μεμείωται· καὶ εἰ
παρῆλθε τὸ δεύτερον, ἀλλ' ὅμως τὸ πρῶτον [τρίτον] μέ-
νει· εἰ καὶ τὸ γενόμενον κεχώρισται, ἀλλὰ τὸ ποιοῦν
πάρεστιν. Οὕτως οὖν καὶ ἐπὶ τοῦ παρόντος, εἰ καὶ τὸ
πνεῦμα τῆς ἐπιθυμίας ἀπήλασται, ἀλλ' ὅμως ὁ ἐξου-
σιάζων τούτου οὐ μακρὰν τυγχάνει. Ὅθεν δεῖ ἀδια-
λείπτως προσεύχεσθαι διὰ τὸ ἀβέβαιον τῆς θαλάσσης
καὶ τὴν ἁλμυρὰν τοῦ ἐχθροῦ κακίαν. Ἡ οὖν μακαρία,
ἀκριβῶς εἰδυῖα τὸ παρὸν ἐν τῷ βίῳ κλυδώνιον, καὶ
προβλέπουσα τὰς τῶν πνευμάτων ζάλας, ἐπιμελῶς
ἦν οἰακίζουσα τὸ ἴδιον σκάφος τῇ εἰς Θεὸν εὐσεβείᾳ·
καὶ γὰρ ἀχείμαστον αὐτὸ τῷ σωτηρίῳ λιμένι προσ-
ώρμισεν, ἄγκυραν ἀσφαλεστάτην τὴν εἰς Θεὸν πίστιν
θεμένη.
Ἀποστολικὸς μὲν οὖν αὐτῆς ὁ βίος, διὰ πί-
στεως καὶ ἀκτημοσύνης συσφιγγόμενος, ἔτι γε μὴν
ἀγάπῃ καὶ ταπεινοφροσύνῃ διαλάμπων. Αὕτη τοῦ
σωτηρίου λόγου τὴν πρᾶξιν ἐξετέλεσεν· Ἐπιβήσῃ
γὰρ ἐπὶ ἀσπίδα καὶ βασιλίσκον, καὶ ἐπὶ πᾶσαν
τὴν δύναμιν τοῦ ἐχθροῦ. Οἰκείως αὕτη ἤκουσε τό·
Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ· ἐπὶ ὀλίγων ἦς πι-
στὸς, ἐπὶ πολλῶν σε καταστήσω. Τὸ δὲ ῥητὸν,
εἰ καὶ ἐπὶ τῶν δωρεῶν ἀνάγεται, ἀλλ' ὅμως ἐνταῦθα
νοείσθω, ὡς Ὅτι ἐνίκησας τὸν ἔνυλον πόλεμον, καὶ
κατὰ τοῦ ἀΰλου δὲ τρόπαιον πήξεις, ἐμοῦ ὑπερασπί-
ζοντός σου. Γνώτωσαν τὸ μέγεθος τῆς πίστεως αἱ ὑπὸ
τοῦ θεράποντός μου Παύλου ῥηθεῖσαι ἀρχαὶ καὶ ἐξου-
σίαι· νικήσας γὰρ τὰς ἐναντίας δυνάμεις, προσομι-
λήσεις καὶ ταῖς κρείττοσιν.
Οὕτως μὲν οὖν καθ' ἑαυτὴν ἀναχωροῦσα, τῶν
ἀγαθῶν ἔργων τελεσιουργὸς ἐγίνετο. Τοῦ δὲ χρόνου
προϊόντος, καὶ τῶν ἀρετῶν αὐτῆς ἀνθουσῶν, ἡ εὐωδία
τῶν εὐκλεεστάτων αὐτῆς πόνων εἰς πολλοὺς διέβαι-
νεν· Οὐδὲν γὰρ, φησὶ, κρυπτὸν ὃ οὐ φανερωθήσε-
ται. Οἶδε γὰρ ὁ Θεὸς τοὺς αὐτὸν ἀγαπῶντας καὶ δι'
ἑαυτοῦ κηρύττειν πρὸς διόρθωσιν τῶν ἀκουόντων.
Τότε μὲν οὖν τῇ βουλήσει τοῦ κρείττονος ἤρξαντό τι-
νες παραβάλλειν, καὶ πρὸς οἰκοδομὴν οἰκείαν τὰς ἐν-
τεύξεις ποιεῖσθαι· καὶ γὰρ διὰ τῶν λόγων τὰ τοῦ
βίου αὐτῆς ἐμπορευόμεναι ἐπὶ πλέον προσήγγιζον,
ὠφελεῖσθαι βουλόμεναι. Κατὰ γὰρ τὴν συνήθη ἀκο-
λουθίαν ἐπυνθάνοντο αὐτῆς λέγουσαι· Πῶς δεῖ σωθῆ-
ναι; ἡ δὲ, στενάξασα βαρὺ, καὶ δακρύων πλῆθος
ἀφεῖσα, εἰς ἑαυτὴν ἐχώρει, καὶ ὥσπερ διὰ τῶν δα-
κρύων τὴν ἀπόκρισιν ποιησαμένη, δευτέραν σιωπὴν
ἤσκει. Αἱ δὲ, συνελθοῦσαι, ἐβιάζοντο λαλεῖν αὐτὴν τὰ
μεγαλεῖα τοῦ Θεοῦ· καὶ γὰρ ἐθαύμαζον ὑπὸ μόνης
τῆς θέας καταπληττόμεναι· καὶ αὖθις παρεκάλουν
αὐτὴν φθέγξασθαι. Ἐπὶ πολὺ δὲ τῆς μακαρίας ἐκβια-
ζομένης, μετὰ χρόνον ἱκανὸν, πολλῆς ἡσυχίας γενο-
μένης, ταπεινῇ τῇ φωνῇ τὸ γραφικὸν ἐκεῖνο ἔφη
ῥῆμα τό· Μὴ ἐκβιάζου πένητα· πτωχὸς γάρ ἐστιν.
Αἱ δὲ παροῦσαι ἀσμένως τὸ ῥῆμα δεξάμεναι, ὥσπερ
μέλιτος καὶ κηρίου ἀπογευσάμεναι, ἐπὶ πλεῖον τῆς
ἐρωτήσεως εἴχοντο· καὶ λοιπὸν διὰ τῶν γραφικῶν
1500
αὐτὴν ῥημάτων ἐπεφόρτιζον· ἔλεγον γὰρ πρὸς αὐτὴν,
ὡς Δωρεὰν ἔλαβες, δωρεὰν δός. Καί φησιν· Ὅρα
μὴ τὴν κρυψοτάλαντον ἀντὶ τοῦ δούλου ἀποτίσῃς δί-
κην. Ἡ δὲ πρὸς αὐτοὺς εἶπεν· Τί οὕτως περὶ ἐμοῦ
τῆς ἁμαρτωλοῦ φαντάζεσθε, ὡς πραττούσης τι ἢ
λεγούσης; Κοινὸν ἔχομεν διδάσκαλον τὸν Κύριον· ἐκ
τῆς αὐτῆς πηγῆς ἀρυόμεθα τὰ πνευματικὰ νάματα·
ἐκ τῶν αὐτῶν δὲ μαζῶν γαλακτοτροφούμεθα, τῆς τε
Παλαιᾶς καὶ τῆς Καινῆς Διαθήκης. Αἱ δὲ πρὸς αὐ-
τήν φασιν· Οἴδαμεν καὶ ἡμεῖς, ὅτι μία ἐστὶν ἡμῶν
παιδαγωγὸς, ἡ Γραφὴ, καὶ ὁ αὐτὸς διδάσκαλος· ἀλλ'
αὐτῇ ἐπαγρύπνῳ σπουδῇ προέκοψας ταῖς ἀρεταῖς·
καὶ δέον τὰς ἐν ἕξει τῶν καλῶν γενομένας, ὡς δυνα-
τωτέρας, ἐπιπράττειν τοῖς μειρακίοις· καὶ γὰρ ὁ
κοινὸς ἡμῶν διδάσκαλος τοῦτο παρακελεύεται. Ἡ δὲ
μακαρία, ταῦτα ἀκούσασα, ὥσπερ τὰ ὑποτίτθια
βρέφη, ἐκλαυθμύριζεν. Αἱ δὲ συνελθοῦσαι· ἐν δευ-
τέρῳ θέμεναι τὴν ἐρώτησιν, παρεκάλουν αὐτὴν τοῦ
κλαυθμοῦ παύσασθαι. Καὶ ὡς ἡσύχασεν, ἐπιπολὺ
πάλιν ἡσυχία ἐγένετο. Ἤρξαντο δὲ αὖθις παρακα-
λεῖν αὐτήν. Ἡ δὲ, σπλαγχνισθεῖσα, καὶ γνοῦσα, ὅτι
τὰ λεγόμενα οὐ νέμει αὐτῇ ἔπαινον, ταῖς δὲ παρού-
σαις κατασπείρει ὠφέλειαν, ἤρξατο λέγειν πρὸς αὐτὰς οὕτως·
Τεκνία, πάντες καὶ πᾶσαι τὸ σωθῆναι οἴδα-
μεν, ἀλλὰ διὰ τῆς οἰκείας ἀμελείας τῆς σωτηρίας
ἀπολειπόμεθα. Δεῖ γὰρ πρῶτον τὰ διὰ τῆς χάριτος
τοῦ Κυρίου γνωρισθέντα φυλάττειν. Εἰσὶ δὲ ταῦτα·
Ἀγαπήσεις τὸν Κύριον τὸν Θεόν σου ἐξ ὅλης
τῆς ψυχῆς σου, καὶ τὸν πλησίον σου ὡς ἑαυτόν.
Ἐκ τούτων ἡ ἀρχὴ τοῦ νόμου φυλάττεται, καὶ ἐν
τούτῳ τὸ πλήρωμα τῆς χάριτος ἐπαναπαύεται. Βρα-
χεῖα μὲν τοῦ λόγου ἡ ἐκφώνησις, ἀλλὰ πολλὴ καὶ
ἄπειρος ἡ ἐν τούτῳ τούτου δύναμις. Πάντα γὰρ τὰ
ψυχωφελῆ ἐκ τούτων ἤρτηνται· καὶ μαρτυρεῖ Παῦ-
λος, λέγων ὡς τέλος νόμου εἶναι τὴν ἀγάπην. Ὅσα
μὲν οὖν οἱ ἄνθρωποι χρήσιμα κατὰ χάριν τοῦ Πνεύ-
ματος εἴπωσιν, ἐκ τῆς ἀγάπης ἐστὶ, καὶ εἰς αὐ-
τὴν τελευτᾷ. Ἡ οὖν σωτηρία αὕτη ἐστὶν, ἡ διπλῆ ἀγάπη
Δεῖ δὲ καὶ τοῦτο προσθεῖναι, ἐξ αὐτῆς πάλιν
τυγχάνον, τὸ ἑκάστην ἡμῶν ἐπιγινώσκουσαν ὅ ἐστιν
τῶν μειζόνων ἐφίεσθαι. Αἱ δὲ ἠπόρουν πρὸς τὸ λεχθὲν,
καὶ αὖθις ἀντηρώτων. Ἡ δὲ πρὸς αὐτὰς ἔφη· Οὐκ
ἀγνοεῖτε τὴν ἐν τῷ Εὐαγγελίῳ παραβολὴν περὶ τῶν
ρʹ, καὶ ξʹ, καὶ λʹ· ἡ μὲν οὖν ἑκατοντάς ἐστι τὸ ἡμέτερον
ἐπάγγελμα· ἡ δὲ ἑξακοντάς ἐστι τὸ τῶν ἐγκρατῶν
τάγμα· ἡ δὲ τριακοντὰς τῶν σωφρόνως βιούντων.
Καὶ ἀπὸ μὲν τῶν τριάκοντα ἐπὶ τὰ ἑξήκοντα καλὸν
μεταβῆναι· ἀπὸ γὰρ τῶν μικρῶν ἐπὶ τὰ μείζονα κα-
λὸν προκόπτειν· ἀπὸ δὲ τῶν μειζόνων ἐπὶ τὰ ἐλάτ-
τονα κατατρέχειν, ἐπικίνδυνον. Ὁ γὰρ ἅπαξ νεύσας
ἐπὶ τὰ χείρω, οὐδὲ ἐν τοῖς ὀλίγοις στῆναι δύναται·
ἀλλ' ὥσπερ ἐν βυθῷ τῆς ἀπωλείας φέρεται. Τινὲς
γοῦν, παρθενίαν ἐπαγγελλόμεναι, καὶ ἀσθενοῦς γνώ-
μης τὸν λογισμὸν ὑποσυρόμεναι, προφάσεις ἐν ἁμαρ-
τίαις προφασίζονται. Πρὸς γὰρ ἑαυτὰς λέγουσι, μᾶλ-
1501
λον δὲ πρὸς τὸν διάβολον, ὅτι Ἐὰν μὲν σωφρόνως
(μᾶλλον δὲ ἀφρόνως) βιώσωμεν, κἂν τοῦ τριακοστοῦ
ἀξιούμεθα· καὶ γάρ φησιν, ὡς πᾶσα ἡ Παλαιὰ τῆς
παιδοποιίας εἴχετο. Γνωστὸν οὖν ἔστω τὴν γνώμην
ταύτην τοῦ ἐχθροῦ εἶναι. Ὁ γὰρ ἐκ τῶν μειζόνων
ἐπὶ τὰ ἐλάττω ἀγόμενος ὑπὸ τοῦ ἐναντίου βάλλεται·
ὥσπερ γὰρ στρατιώτης φυγὰς, ὁ τοῦτο δρὰς κρί-
νεται· καὶ οὐχ ὅτι πρὸς τὴν ἐλάττω στρατείαν κεχώ-
ρηκε, συγγνώμης ἀξιοῦται· ἀλλ' ὅτι ἀπέδρα, τὴν τι-
μωρίαν λαμβάνει. Δεῖ οὖν, καθὼς προεῖπον, ἐκ τῶν
ἐλαττόνων ἐπὶ τὰ προσβαίνειν. Καὶ τοῦτο ὁ Ἀπό-
στολος διδάσκει, ὡς Τῶν ὄπισθεν ἐπιλανθανομένους,
τοῖς ἔμπροσθεν ἐπεκτείνεσθαι χρή. Δεῖ οὖν τοὺς
τὴν ἑκατοντάδα κρατοῦντας, ταύτην εἰς ἑαυτοὺς ἀνα-
κυκλοῦν, καὶ πέρας μὴ διδόναι τῷ ἀριθμῷ. Φησὶ γὰρ, ὅτι Ἂν ποιήσητε τὰ προστεταγμένα, εἴπατε, ὅτι
Δοῦλοι ἀχρεῖοί ἐσμεν.
Δεῖ οὖν ἡμᾶς τὰς τὸ ἐπάγγελμα τοῦτο ἐπαν-
ῃρημένας, σωφροσύνην τὴν εἰς ἄκρον κατέχειν. Καὶ
γὰρ καὶ παρὰ ταῖς κοσμικῇ δοκεῖ σωφροσύνη πολι-
τεύεσθαι, ἀλλὰ συμπάρεστιν αὐταῖς καὶ ἀφροσύνη,
διὰ τὸ ταῖς ἄλλαις πάσαις αἰσθήσεσιν ἁμαρτάνειν.
Καὶ γὰρ ὁρῶσιν ἀπρεπῶς, καὶ γελῶσιν ἀτάκτως.
Ἡμεῖς δὲ, μάλιστα καὶ ταῦτα ἀφέμεναι, ἐπαναβῶ-
μεν ταῖς ἀρεταῖς, καὶ ἀπὸ τῶν ὀφθαλμῶν ἀφέλωμεν
τὴν ματαίαν φαντασίαν. Καὶ γάρ φησιν ἡ Γραφή·
Οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν· καὶ τὴν
γλῶτταν κωλύειν τῶν τοιούτων ἁμαρτημάτων. Ἀθέ-
μιτον γὰρ τὸ τῶν ὕμνων ὄργανον αἰσχρὰ προφέρειν
ῥήματα. Οὐ μόνον δὲ λέγειν αὐτὰ παραιτητέον, ἀλλὰ
καὶ ἀκούειν.
Ταῦτα δὲ ἀδύνατον φυλάττειν, ἐὰν ταῖς προ-
όδοις συνεχῶς χρώμεθα. Διὰ γὰρ τῶν αἰσθήσεων
ἡμῶν, κἂν μὴ βουλώμεθα, οἱ κλέπται εἰσίασι. Πῶς
γὰρ δύναται οἶκος, καπνοῦ ἐκ τῶν ἔξωθεν κινηθέν-
τος, καὶ τῶν θυρίδων ἀνοιγεισῶν, μὴ μελαίνεσθαι.
Ἀναγκαίως οὖν παραιτεῖσθαι προσήκει τὰς εἰς τὴν
ἀγορὰν προελεύσεις. Εἰ γὰρ ἐπαχθὲς καὶ βαρὺ ἡγού-
μεθα ἀδελφοὺς καὶ γονεῖς γυμνοὺς θεάσασθαι, πόσῳ
μᾶλλον ἐπιβλαβὲς ἡμῖν ἔσται θεωρῆσαι ἐπὶ τῶν
πλατειῶν τοὺς ἀπρεπῶς γεγυμνωμένους, ἔτι γε μὴν
καὶ ἀκόλαστα ῥήματα λέγοντας; Ἐκ τούτων γὰρ
συμβαίνει ἀηδεῖς καὶ λοιμώδεις φαντασίας προσέρ-
χεσθαι.
Ὁπηνίκα δὲ καὶ εἰς τοὺς οἴκους ἑαυτὰς καθ-
είρξωμεν, οὐδὲ ἐκεῖ ὀφείλομεν ἔχειν τὸ ἀμέριμνον,
ἀλλ' ἀγρυπνεῖν· γέγραπται γάρ· Γρηγορεῖτε. Ὅσον
δὲ ἑαυτὰς ἀσφαλιζόμεθα πρὸς σωφροσύνην, τοσοῦτον
δριμυτέροις συναπτόμεθα λογισμοῖς. Ὁ γὰρ προσ-
θεὶς, φησὶ, γνῶσιν, προστίθησιν ἄλγημα. Ὅσον
γὰρ προκόπτουσιν οἱ ἀθληταὶ, τοσοῦτον μείζοσι συν-
άπτονται ἀνταγωνισταῖς. Ὅρα πόσον ἀνέπτης, καὶ
οὐκ ὀλιγωρήσῃς πρὸς τὰ παρόντα. Τὴν ἔνυλον καὶ
ἔμπρακτον πορνείαν ἐνίκησας; τὴν διὰ τῶν αἰσθή-
σεων ἐχθρός σοι προθήσει. Ὅταν δὲ καὶ ταύτης
σεαυτὴν κωλύσῃς, ἐν τοῖς κατὰ διάνοιαν χωρίοις
1504
ἐμφωλεύει, τὸν ἄϋλόν σοι κινῶν πόλεμον. Πρόσωπα
γὰρ εὐπρεπῆ καὶ ὁμιλίας ἀρχαίας, καὶ ἡσυχαζούσαις
παρεισφέρει. Δεῖ οὖν μὴ συγκατατίθεσθαι τοῖς φαν-
τάσμασι· γέγραπται γὰρ, ὡς Ἐὰν πνεῦμα τοῦ ἐξ-
ουσιάζοντος ἀναβῇ ἐπὶ σὲ, τόπον σου μὴ ἀφῇς.
Ἡ γὰρ πρὸς ταῦτα συγκατάθεσις, ἐφάμιλλός ἐστι τῇ
κοσμικῇ πορνείᾳ· Δυνατοὶ γὰρ, φησὶ, δυνατῶς
ἐτασθήσονται. Μέγας οὖν ὁ πρὸς τὸ πνεῦμα τῆς
πορνείας ἀγών. Τὸ γὰρ ἐν κακοῖς κεφάλαιον τοῦ
ἐχθροῦ πρὸς ἀπώλειαν ψυχῆς, τοῦτό ἐστι. Καὶ τοῦτο
αἰνιττόμενος ὁ μακάριος Ἰὼβ, ἔλεγε πρὸς τὸν διάβο-
λον· Ὁ ἔχων τὴν δύναμιν ἐπ' ὀμφαλοῦ γαστρός.
Πολλαῖς μὲν οὖν καὶ διαφόροις μηχαναῖς τὸ
τῆς πορνείας κέντρον κινεῖ ὁ διάβολος κατὰ τῶν φι-
λοχρίστων ἀνθρώπων. Πολλάκις γοῦν καὶ ἀγάπην
ἀδελφικὴν μεθώρμισεν ὁ κακόφρων εἰς τὴν οἰκείαν
κακίαν. Καὶ γὰρ παρθένους φυγούσας γάμον καὶ
φαντασίαν πᾶσαν βίου, διὰ σχέσεως ἀδελφικῆς ὑπ-
εσκέλισε· καὶ μοναχοὺς δὲ ἔτρωσε, πᾶν ὁτιοῦν ἀπο-
φυγόντας καὶ αὐτοὺς πορνικὸν σχῆμα· ἀλλὰ καὶ αὐ-
τοὺς ἠπάτησε δι' εὐλαβοῦς ὁμιλίας. Τοῦτο γὰρ τοῦ
ἐχθροῦ ἔργον, τὸ, ἀμφιεννύμενον τὰ ἀλλότρια, τὰ
οἰκεῖα λανθανόντως προβάλλεσθαι. Δείκνυσι σίτου
κόκκον, καὶ ὑποτίθησιν αὐτῷ παγίδα. Οἶμαι δὲ καὶ
τὸν Κύριον περὶ τούτου λέγειν, ὡς Ἔρχονται πρὸς
ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύ-
κοι ἅρπαγες.
Τί οὖν πρὸς τοῦτο ποιήσωμεν; Γενώμεθα
φρόνιμοι ὡσεὶ ὄφεις, καὶ ἀκέραιοι ὡς περιστεραὶ,
πανοῦργον κατὰ τῆς παγίδος αὐτοῦ κινοῦντες λογι-
σμόν· τὸ μὲν γὰρ, Γίνεσθε φρόνιμοι ὡσεὶ ὄφεις, εἴρη-
ται πρὸς τὸ μὴ λανθάνειν ἡμᾶς τὰς ὁρμὰς τοῦ διαβό-
λου. Τὸ γὰρ ὅμοιον ἐκ τοῦ ὁμοίου ταχίστην ποιεῖται τὴν
διάγνωσιν. Τὸ δὲ ἀκέραιον τῆς περιστερᾶς δείκνυσι
τὸ καθαρὸν τῆς πράξεως. Πᾶν μὲν οὖν ἀγαθὸν ἔργον
ἐν ἀποφυγῇ ἔσται τοῦ χείρονος. Πῶς δὲ φύγωμεν ὃ
μὴ οἴδαμεν; Δεῖ οὖν ἡμᾶς, κατ' ἔννοιαν λαβούσας
τοῦ ἐχθροῦ τὴν δεινότητα, φυλάττεσθαι ἀπὸ τῆς τού-
του κακομηχανίας· φησὶ γάρ· Ὃς περιάγει ζητῶν
τίνα καταπίῃ. Καὶ τὰ βρώματα αὐτοῦ ἐκλεκτά.
Δέον οὖν πάντοτε γρηγορεῖν. Καὶ γὰρ διὰ τῶν ἔξωθεν
πραγμάτων πολεμεῖ, καὶ διὰ τῶν ἔνδον λογισμῶν
δαμάζει. Καὶ πλέον διὰ τῶν ἔνδον· καὶ γὰρ νύκτωρ
καὶ μεθ' ἡμέραν ἀΰλως προσέρχεται.
Τίνος οὖν χρεία πρὸς τὸν παρόντα πόλεμον;
Δῆλον, ὡς ἀσκήσεως ἐπιπόνου καὶ καθαρᾶς προσευ-
χῆς. Ἀλλὰ ταῦτα μὲν γενικῶς ἐπὶ παντὸς λογισμοῦ
ὀλεθρίου ἀλεξητήρια πέφυκε· δεῖ δὲ καὶ ἰδικαῖς τι-
σιν ἐννοίαις χρήσασθαι πρὸς τὸ τὸν παρόντα τῆς
ψυχῆς λοιμὸν ἀπώσασθαι· καὶ ἐπελθόντος τοῦ αἰ-
σχίστου λογισμοῦ, ἀνθυποφέρειν αὐτῷ τὰ ἐναντία.
Εἰ γὰρ γένοιτο ἐν τοῖς κατὰ διάνοιαν χωρίοις ὄψεως
εὐπρεποῦς φαντασία, τῷ λόγῳ τὸ παρὸν τιμωρητέον,
1505
καὶ τοῦ εἰδώλου τοὺς ὀφθαλμοὺς ἐκκολαπτέτω, τῶν
δὲ παρειῶν τὰς σάρκας ἐξαιρείτω· ὑποτεμνέτω δὲ
καὶ τὰ χείλη, καὶ λοιπὸν ὁράτω πῆγμα ὀστέων ψι-
λῶν δυσειδές· κατανοείτω λοιπὸν τί ἦν τὸ ποθούμε-
νον· οὕτω γὰρ ὁ λογισμὸς ἀναχαιτίσαι δυνηθείη τῆς
ματαίας πλάνης. Τὸ γὰρ φιλούμενον οὐδὲν ἦν ἢ αἷμα
σὺν φλέγματι μεμιγμένον, ὅπερ καὶ ὑφάσματος
χρείαν παρέχει τοῖς ζώοις. Οὕτω μὲν οὖν καὶ διὰ τῶν
τοιούτων λογισμῶν εἰκὸς ἀποσοβεῖσθαι τὴν μιαρὰν
κακίαν· καὶ καθάπερ ἥλῳ ἧλον ἐκκρούειν προσήκει
τὸν δαίμονα. Ἔτι γε μὴν δέον καὶ καθ' ὅλον τοῦ
ἐρωμένου τὸ σῶμα ἕλκη βαρύοσμα καὶ σηπεδονώδη
ὑπογράφειν· καὶ συντόμως φάναι, νεκρῷ παραπλή-
σιον, ἢ καὶ ἑαυτὸν νεκρὸν τοῖς ἔνδον ὀφθαλμοῖς ὑπο-
τιθέναι. Μεῖζον δὲ πάντων ἐστὶ τὸ γαστρὸς ἄρχειν·
οὕτω γὰρ καὶ τῶν ὑπογαστρίων ἡδονῶν κρατῆσαι
δυνατόν.
Ἦν μὲν οὖν θεῖον συμπόσιον τῶν παρουσῶν·
ἐκ γὰρ τῶν τῆς σοφίας κρατήρων ηὐφραίνοντο. Ἦν
δὲ αὐταῖς οἰνοχοοῦσα τὸ θεῖον πόμα καὶ νᾶμα ἡ μα-
καρία Συγκλητική. Ἑκάστη δὲ αὐτῶν ἐδέχετο ὅπερ
ἐβούλετο, καὶ μία τῶν συνελθουσῶν ἐπύθετο αὐτῆς
λέγουσα· Εἰ τέλειον ἀγαθὸν ἡ ἀκτημοσύνη; Ἡ δὲ
εἶπε· Καὶ πάνυ ἀγαθὸν ταῖς δυναμέναις. Αἱ γὰρ
ὑπομένουσαι τοῦτο, θλίψιν μὲν ἔχουσι τῇ σαρκὶ, τῇ
δὲ ψυχῇ ἄνεσιν. Ὥσπερ γὰρ τὰ στεῤῥὰ ἱμάτια πα-
τούμενα καὶ βιαίως περιστρεφόμενα πλύνεται καὶ
λευκαίνεται, οὕτως καὶ ἡ ἰσχυρὰ ψυχὴ διὰ τῆς ἑκου-
σίου πενίας ἐπὶ πλεῖον κρατύνεται· αἱ δὲ ἀσθενέστε-
ρον τὸν λογισμὸν ἔχουσαι τὸ ἐναντίον ταῖς πρώταις
πάσχουσι. Καὶ γὰρ πρὸς ὀλίγον θλιβεῖσαι, ὥσπερ τὰ
διεῤῥωγότα ἱμάτια, ἀπόλλυνται, μὴ φέρουσαι τὴν
διὰ τῆς ἀρετῆς πλύσιν. Καὶ εἷς ὁ τεχνίτης, διάφορον
δὲ τῶν ἱματίων τὸ τέλος· τὰ μὲν γὰρ ῥήγνυται καὶ
ἀπόλλυται, τὸ δὲ λευκαίνεται καὶ ἀνακαινίζεται.
Φαίη οὖν ἄν τις, ἀγαθὸν κειμήλιον τὴν ἀκτημοσύνην
τῷ ἀνδρείῳ φρονήματι· καὶ γὰρ τῶν πρακτικῶν
ἁμαρτημάτων χαλινὸς τυγχάνει.
Δεῖ δὲ πρῶτον ἐγγυμνασθῆναι τοῖς πόνοις·
λέγω δὲ, νηστείᾳ τε καὶ χαμευνίᾳ, καὶ τοῖς ἄλλοις
κατὰ μέρος, καὶ οὕτως ταύτην τὴν ἀρετὴν κτήσα-
σθαι. Οἱ γὰρ μὴ οὕτω ποιήσαντες, ἀθρόως δὲ ἐπὶ
τὴν ἀποβολὴν τῶν χρημάτων δραμόντες, ὡς ἐπίπαν
μεταμέλῳ ἑάλωσαν.
Ὄργανον γὰρ τοῦ ἀπολαυστικοῦ βίου τὰ χρήματα
τυγχάνει. Ἄνελε οὖν πρῶτον τὴν ἑαυτοῦ τέχνην,
τουτέστι τὴν γαστριμαργίαν καὶ τὸ ἁβροδίαιτον, καὶ
οὕτως εὐκόλως περιτέμνειν τὴν σαυτοῦ δυνήσῃ τῶν
χρημάτων ὕλην. Βαρὺ γὰρ οἶμαι, τέχνης παρούσης,
ὄργανον μὴ τυγχάνειν. Ὁ γὰρ μὴ ἀποβαλὼν τὸ πρῶ-
τον, πῶς τὸ δεύτερον ἐξῶσαι δυνήσεται; Διὰ τοῦτο
καὶ ὁ Σωτὴρ, πρὸς τὸν πλούσιον διαλεγόμενος, οὐκ
ἀθρόως αὐτῷ τὴν ἀποβολὴν τῶν χρημάτων προστάσ-
σει· ἀλλὰ προερωτᾷ αὐτὸν, εἰ τὰ τοῦ νόμου πεποί-
ηκε. Καὶ διδασκάλου γνησίου πρόσωπον ἀναδεξάμε-
νος ὁ Κύριος ἐρωτᾷ· Εἰ τὰ στοιχεῖα ἔμαθες, εἰ τὰς
1508
συλλαβὰς παρείληφας, καὶ ἁπλῶς εἰ τῶν ὀνομάτων
ἐν ἕξει γέγονας, δεῦρο λοιπὸν καὶ ἐπὶ τὴν τελειοτά-
την ἀνάγνωσιν· τουτέστιν· Ὕπαγε, πώλησόν σου
τὰ ὑπάρχοντα, καὶ δεῦρο ἀκολούθει μοι. Καὶ
τάχα οἶμαι, ὡς εἰ μὴ τὰ ἐξετασθέντα ἦν ὑποσχόμε-
νος πεποιηκέναι, οὐκ ἂν αὐτὸν ἐπὶ τὴν ἀκτημοσύνην
προετρέψατο. Πῶς γὰρ ἂν ἠδύνατο πρὸς ἀνάγνωσιν
ὁρμῆσαι, τὴν τῶν συλλαβῶν ἀγνοῶν δύναμιν;
Καλὴ οὖν ἡ ἀκτημοσύνη τοῖς ἐν ἕξει τῶν κα-
λῶν γεγενημένοις· πάντων γὰρ τῶν περιττῶν τὴν
ἀποβολὴν ποιησάμενοι, πρὸς τὸν Κύριον φέρουσι τὸ
νεῦμα, τὸ θεῖον ἐκεῖνο ᾄδοντες λόγιον καθαρῶς, τὸ
λέγον· Οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς σὲ ἐλπίζουσι·
καὶ σὺ δίδως τὴν τροφὴν τοῖς ἀγαπῶσί σε ἐν
εὐκαιρίᾳ.
Ἄλλως τε πάλιν μεγάλην ὠφέλειαν εἰσπράτ-
τονται· μὴ ἔχοντες γὰρ τὸν νοῦν πρὸς τὸν ἐν γῇ θη-
σαυρὸν, τὴν οὐρανῶν βασιλείαν ἀμφιέννυνται· καὶ τὸ
ὑπὸ τοῦ ὑμνῳδοῦ Δαβὶδ ῥῆμα ἐκτελοῦσι σαφῶς, τὸ
λέγον· Κτηνώδης ἐγενήθην παρὰ σοί. Ὥσπερ γὰρ
τὰ ὑποζύγια, τὴν ἰδίαν ἐργασίαν ποιούμενα, ταῖς πρὸς
τὸ ζῇν τροφαῖς μόναις ἀρκοῦνται· οὕτω καὶ οἱ τῆς
ἀκτημοσύνης ἐργάται, τὴν μὲν τοῦ ἀργυρίου χρῆσιν
ὡς μηδὲν οὖσαν λογίζονται, πρὸς μόνην δὲ τὴν ἐφ-
ήμερον τροφὴν τὴν διὰ τοῦ σώματος ἐργασίαν ποιοῦν-
ται. Οὗτοι τῆς πίστεως τὴν κρηπῖδα κατέχουσι· πρὸς
αὐτοὺς γὰρ εἴρηται παρὰ τοῦ Κυρίου τὸ μὴ μεριμνᾷν
περὶ τῆς αὔριον· καὶ ὅτι, Τὰ πετεινὰ τοῦ οὐρανοῦ
οὐ σπείρει, οὐδὲ θερίζει, καὶ ὁ Πατὴρ ὁ οὐράνιος
τρέφει αὐτά. Τούτοις τοῖς λόγοις ἐθάῤῥησαν (Θεὸς
γὰρ ὁ λαλήσας), πεπαῤῥησιασμένως τὸ γραφικὸν
ἐκεῖνο φθέγγονται ῥῆμα, τὸ λέγον· Ἐπίστευσα, δι'
ὃ ἐλάλησα.
Καὶ ὁ ἐχθρὸς δὲ ἐπὶ τῶν ἀκτημόνων πλέον ἡτ-
τᾶται· τί γὰρ βλάψῃ, οὐκ ἔχει. Αἱ γὰρ πλεῖσται τῶν
λυπῶν καὶ τῶν πειρασμῶν ἐν ταῖς ἀφαιρέσεσι τῶν
χρημάτων γίνονται. Τί γὰρ ἔχει ποιῆσαι τοῖς ἀκτή-
μοσιν; οὐκ ἔχει. Χωρία ἐμπρῆσαι; οὐ πάρεστιν. Ὑπο-
ζύγια φθεῖραι; ἀλλ' οὐδὲ ταῦτα ἔχουσι. Φιλτάτοις
ἅψασθαι; ἀλλὰ καὶ τούτοις μακρὰν χαίρειν εἶπον.
Οὐκοῦν μεγίστη κατὰ τοῦ ἐχθροῦ τιμωρία καὶ πολύ-
τιμος τῇ ψυχῇ θησαυρὸς ἡ ἀκτημοσύνη.
Ὅσον μὲν οὖν αὕτη θαυμαστὴ καὶ ὑπέρογκος
εἰς ἀρετὴν, τοσοῦτον εἰς κακίαν φαύλη καὶ μοχθηρὰ
ἡ φιλαργυρία· καὶ ἀληθῶς ὁ θεσπέσιος Παῦλος περὶ
ταύτης εἴρηκεν· ὡς πάντων αὐτὴν τῶν κακῶν αἰτίαν
εἶναι. Ἐπιθυμία γὰρ τοῦ πλούτου, ἐπιορκία, κλοπὴ,
ἁρπαγὴ, πορνεία, φθόνος, μισαδελφία, πόλεμος, εἰδω-
λολατρεία, πλεονεξία, καὶ αἱ παραφυάδες τούτων,
ὑπόκρισις, κολακεία, κατάγελως· πάντων οὖν τούτων
αἰτία ὡμολόγηται ἡ φιλαργυρία. Ὅθεν δικαίως αὐτὴν
πάντων τῶν κακῶν μητέρα ὁ Ἀπόστολος ὠνόμασεν.
Οὐ μόνον δὲ ὁ Θεὸς τούτους τιμωρεῖται· ἀλλά γε καὶ
1509
οἴκοθεν ἑαυτοὺς καταφθείρουσιν· ἀκόρεστον γὰρ φέ-
ροντες τὴν κακίαν, οὐκ ἔχουσι τέλος τοῦ σκοποῦ, ὅθεν
ἀνίατος αὐτοῖς ἡ πληγή. Ὁ μηδὲν ἔχων ὀλίγων ἐπι-
θυμεῖ· καὶ τυχὼν τούτων, τῶν πλειόνων ὀρέγεται·
Ἑκατὸν χρυσίνους ἔχει, καὶ γλίχεται τῶν χιλίων· καὶ
τούτων εὐπορήσας, πρὸς ἄπειρον φέρει τὸ νεῦμα. Καὶ
οὕτω, μὴ ἔχοντες ἑαυτῶν στῆναι τὸ τέλος, ἀεὶ πε-
νίαν ὀδύρονται. Φέρει δὲ ἡ φιλαργυρία μεθ' ἑαυτῆς
ἀεὶ τὸν φθόνον. Φθείρει δὲ καὶ οὗτος πρῶτον τὸν κτη-
σάμενον. Ὥσπερ γὰρ ἡ ἔχιδνα γεννωμένη πρῶτον τὴν
ἰδίαν μητέρα φθείρει, πρὶν ἂν ἄλλους ἀδικήσῃ· οὕ-
τω καὶ ὁ φθόνος τὸν κτησάμενον καταμαραίνει, πρὶν
ἂν τοὺς ἐκ γειτόνων διανεμηθῇ.
Μέγα ἦν χρῆμα, εἰ τοσούτους ἠδυνάμεθα ὑπο-
μένειν πόνους, ζητοῦντες τὸ δόκιμον ἀργύριον, ὅσοις
ἀνηκέστοις περιπίπτουσιν οἱ τοῦ ματαίου κόσμου θη-
ραταί. Ναυάγια ὑπομένουσι, πειρατηρίοις προσομι-
λοῦσι, λῃσταῖς κατὰ γῆς περιπίπτουσιν· ἀνέχονται
λοιπὸν ζάλης καὶ πνευμάτων βιαίων· καὶ πολλάκις
κερδαίνοντες, πένητας ἑαυτοὺς φάσκουσι διὰ τοὺς φθο-
νοῦντας. Ἡμεῖς δὲ οὐδόλως τῶν τοιούτων κινδύνων
κατατολμῶμεν ὑπὲρ τοῦ ἀληθινοῦ κέρδους. Εἰ δέ ποτε
καὶ μικροῦ τινος εὐπορήσωμεν, μεγαλύνομεν ἑαυτὰς,
ἐπιδεικνύμεναι τοῖς ἀνθρώποις· καὶ πολλάκις οὐδὲ τὸ
γιγνόμενον προφέρομεν εἰς διήγησιν· εὐθέως δὲ καὶ
ὃν δοκοῦμεν σπινθῆρα καλοῦ ἔχειν, ὑπὸ τοῦ ἐχθροῦ
κλεπτόμεθα. Κἀκεῖνοι δὲ, πολλὰ κερδαίνοντες, τῶν
πλειόνων ἐφίενται· καὶ τὰ μὲν παρόντα ὡς οὐδὲν
ἡγοῦνται, πρὸς δὲ τὰ μὴ παρόντα ἀποτείνονται.
Ἡμεῖς δὲ, καὶ μηδὲν ἔχουσαι τῶν ζητουμένων, οὐδὲν
θέλομεν κτήσασθαι· καὶ πενίαν ἐσχάτην νοσοῦσαι,
πλουσίας ἑαυτὰς ἀναγορεύομεν. Καλὸν οὖν τὸν εὖ
πράττοντα μηδενὶ ἀναγγέλλειν· μᾶλλον γὰρ οἱ τοιοῦ-
τοι ζημιωθήσονται· καὶ γὰρ ὃ δοκοῦσιν ἔχειν ἀρθή-
σεται ἀπ' αὐτῶν.
Πᾶσαν οὖν σπουδὴν δέον θέσθαι ὑπὲρ τὸ λαν-
θάνειν τὸ κέρδος. Οἱ δὲ τὰ ἑαυτῶν κατορθώματα δι-
ηγούμενοι πειράσθωσαν καὶ τὰ σὺν αὐτοῖς ἐλαττώματα
λέγειν· εἰ δὲ ταῦτα κρύπτουσιν, ἕνεκεν τοῦ μὴ παρὰ
τῶν ἀκουόντων ψεχθῆναι, πολὺ μᾶλλον ἐκεῖνα φυλα-
κτέον, ὡς ἐκ τοῦ Θεοῦ ἀλλοτριοῦντα. Καὶ γοῦν οἱ κατ'
ἀρετὴν βιοῦντες τὸ ἀνάπαλιν ποιοῦσι, καὶ τὰ σμικρὰ
ἑαυτῶν πταίσματα μετὰ καὶ προσθήκης ὧν οὐκ ἔπρα-
ξαν, ἐκδιηγοῦνται, τὴν δόξαν τῶν ἀνθρώπων ἀπο-
βάλλοντες· τὰ μέντοι ἀγαθὰ κρύπτοντες, πρὸς ἀσφά-
λειαν τῆς ψυχῆς. Ὥσπερ γὰρ θησαυρὸς φανερωθεὶς
σπανίζεται, οὕτω καὶ ἀρετὴ γνωριζομένη καὶ δη-
μοσιευομένη ἀφανίζεται· ὥσπερ γὰρ κηρὸς λύεται
ἀπὸ προσώπου πυρὸς, οὕτω καὶ ψυχὴ ἀπὸ ἐπαίνων
διαχεῖται καὶ ἀποβάλλει τὸν τόνον.
Καὶ τὸ ἐναντίον δὲ τούτων πάλιν ἔσται· εἰ γὰρ
ἡ θερμότης ἔλυσε τὸν κηρὸν, ἡ ψύξις ἄρα τὴν πῆξιν
1512
αὐτοῦ ποιήσεται· καὶ εἰ ἔπαινος ἀφαιρεῖται τοῦ τόνου
τὴν ψυχὴν, πάντως ὀνειδισμὸς καὶ ὕβρις εἰς μέγεθος
αὐτὴν τῆς ἀρετῆς ἄγει· Χαίρετε γὰρ, φησὶ, καὶ
ἀγαλλιᾶσθε, ὅτ' ἂν πᾶν ψεῦδος εἴπωσι καθ' ὑμῶν
οἱ ἄνθρωποι. Καὶ ἀλλαχοῦ φησιν· Ἐν θλίψει ἐπλά-
τυνάς με. Καὶ πάλιν· Ὀνειδισμὸν προσεδόκησεν
ἡ ψυχή μου καὶ ταλαιπωρίαν. Καὶ ἄλλα δὲ μυρία
ἀγαθὰ τοιαῦτα ἐκ τῶν ἁγίων Γραφῶν ἐστι τῇ ψυχῇ
προσοδευόμενα θεάσασθαι.
Ἔστι λύπη ἐπωφελὴς, καὶ ἔστι λύπη φθορο-
ποιός. Τῆς μὲν οὖν χρησίμης λύπης τὸ μέν ἐστι περὶ
τῶν οἰκείων ἁμαρτιῶν στένειν· τὸ δὲ καὶ περὶ τῆς
τῶν πλησίον ἀγνωσίας· τὸ δὲ πρὸς τὸ μὴ ἐκπεσεῖν
τῆς προθέσεως· τὸ δὲ καὶ ἀφικνεῖσθαι τοῦ τέλους τῆς
ἀγαθωσύνης. Ταῦτα μὲν οὖν τῆς γνησίας καὶ ἀγαθῆς
λύπης τὰ εἴδη. Καὶ ἄλλη δέ τις λύπη, τοῦ ἐχθροῦ
ὑποτιθεμένου, ἥτις ταύταις προσφύεσθαι οἶδεν. Ἐμ-
βάλλει γὰρ καὶ αὐτὸς λύπην ἀλογίας μεστήν· ἥπερ
καὶ ἀκηδία πρός τινων ὠνόμασται. Δεῖ οὖν τοῦτο τὸ
πνεῦμα εὐχῇ μάλιστα ἀποσοβεῖν καὶ ψαλμῳδίᾳ.
Τῶν οὖν ἀγαθῶν μεριμνῶν ἐχομένας ἡμᾶς, οὐ
χρὴ οἴεσθαί τινα ἐν τῷ βίῳ ἀφρόντιδα εἶναι. Φησὶ γὰρ
ἡ Γραφή· Πᾶσα κεφαλὴ εἰς πόνον, καὶ πᾶσα καρ-
δία εἰς λύπην. Ἐν ἑνὶ λόγῳ τὸ ἅγιον Πνεῦμα συν-
έγραψε τόν τε μονήρη βίον καὶ τὸν κοσμικόν. Διὰ
μὲν γὰρ τοῦ πόνου τῆς κεφαλῆς, τὸν μονήρη αἰνίττε-
ται τρόπον· κεφαλὴ γὰρ τὸ ἡγεμονεῦον· Τοῦ γὰρ
σοφοῦ, φησὶν, οἱ ὀφθαλμοὶ ἐν τῇ κεφαλῇ αὐτοῦ.
Τὸ οὖν διορατικὸν, ὡς οἶμαι, ἐν αὐτῇ τυγχάνει. Τὸν
δὲ πόνον εἶπε, διότι πᾶσα ἀρετῆς βλάστη ἐκ πόνων
κατορθοῦται. Διὰ δὲ τῆς ἐν τῇ καρδίᾳ λύπης, τὸ ἄστα-
τον καὶ μοχθηρὸν ἐδήλωσεν ἦθος. Θυμοῦ γὰρ καὶ λύ-
πης οἰκητήριον, τὴν καρδίαν τινὲς ἔφασαν· μὴ δοξα-
ζόμενοι, λυποῦνται· τῶν ἀλλοτρίων ὀρεγόμενοι,
τήκονται· πενόμενοι, δυσφοροῦσι· πλουτοῦντες, ἐκ-
μαίνονται, διὰ τὴν τῶν παρόντων φυλακὴν μηδὲ ὕπνου
τυγχάνοντες.
Μὴ οὖν ἡμεῖς ὑποσυρῶμεν τῷ φρονήματι, λέ-
γουσαι τοὺς ἐν τῷ κόσμῳ ἀμερίμνους τυγχάνειν. Τάχα
γὰρ ὡς πρὸς σύγκρισιν μᾶλλον ἡμῶν κοπιῶσι. Ταῖς
δὲ γυναιξὶν ὡς ἐπίπαν μεγάλη ἐν τῷ κόσμῳ ἡ ἀπ-
έχθεια· τίκτουσι γὰρ χαλεπῶς καὶ ἐπικινδύνως, καὶ
τληπαθοῦσι πρὸς τὴν γαλακτοτροφίαν, καὶ νοσοῦσι
τοῖς παιδίοις συννοσοῦσι· καὶ ταῦτα ὑπομένουσι, τέλος
τοῦ κόπου μὴ ἔχουσαι. Ἢ γὰρ τὸ σῶμα πηροῦται τὰ
κυηθέντα, ἢ κακοφροσύνῃ ἀναχθέντα δολοφονεῖ τοὺς
γεννήσαντας. Ταῦτα οὖν εἰδυῖαι, μὴ δελεασθῶμεν ὑπὸ
τοῦ ἐχθροῦ, ὡς ἀνέτου καὶ ἀμερίμνου τυγχάνοντος
τοῦ βίου. Γεννῶσαι μὲν γὰρ, διὰ τῶν πόνων φθείρον-
ται· μὴ τίκτουσαι δὲ, ὡς στεῖραι καὶ ἄγονοι ὑπὸ τῶν
ὀνειδισμῶν τήκονται.
Ταῦτα δὲ ὑμῖν λέγω πρὸς τὸ ἀσφαλίζεσθαι ἀπὸ
ἐναντίου. Οὐ πᾶσι δὲ πέφυκεν ἁρμόδια τὰ λεγόμενα,
ἀλλὰ μόνοις τοῖς τὸν μονήρη βίον ἐθέλουσιν. Ὥσπερ
1513
γὰρ τοῖς ζώοις οὐ μία τροφὴ, οὕτως οὐδὲ τοῖς ἀνθρώ-
ποις ὁ αὐτὸς λόγος συμφέρει· Οὐ δεῖ γὰρ οἶνον νέον
βαλεῖν, φησὶν, εἰς ἀσκοὺς παλαιούς. Ἄλλως γὰρ
ἑστιῶνται οἱ θεωρίας καὶ γνώσεως ἐμφορούμενοι, ἑτέ-
ρως δὲ οἱ ἀσκητικῆς καὶ πρακτικῆς ἀπογευόμενοι, καὶ
πρὸς δύναμιν οἱ κατὰ τὸν κόσμον δικαιοπραγοῦντες.
Ὥσπερ γὰρ τῶν ζώων τινὰ μὲν ἔστι χερσαῖα, τινὰ δὲ
ἔνυδρα, τινὰ δὲ πτηνά· οὕτως καὶ οἱ ἄνθρωποι οἱ μὲν
τὸν μέσον βίον κατέχουσιν, ὡς τὰ χερσαῖα· οἱ δὲ πρὸς
τὰ ὕψη ἐνατενίζουσιν, ὡς τὰ πετεινά· οἱ δὲ τοῖς
ὕδασι τῶν ἁμαρτιῶν εἰσι κεκαλυμμένοι, ὡς οἱ ἰχθύες·
Ἦλθον γὰρ, φησὶν, εἰς τὰ βάθη τῆς θαλάσσης,
καὶ καταιγὶς κατεπόντισέ με. Καὶ τοιαύτη μὲν ἡ
τῶν ζώων φύσις· ἡμεῖς δὲ, ὡς ἀετοὶ πτεροφυήσασαι,
ἐπὶ τὰ ὑψηλότερα ἐπιβῶμεν, καὶ καταπατήσωμεν
λέοντα καὶ δράκοντα· καὶ τοῦ ποτε ἄρχοντος νῦν ἄρ-
ξωμεν. Τοῦτο δὲ ποιήσομεν, ἐὰν ὅλην ἑαυτῶν τὴν
διάνοιαν τῷ Σωτῆρι προσενέγκωμεν.
Ἀλλὰ ὅσον ἡμεῖς κορυφούμεθα πρὸς τὰ ὕψη,
κἀκεῖνος ἐμποδίζειν πειρᾶται διὰ τῶν ἰδίων παγίδων.
Καὶ τί μέγα ἔχειν ἡμᾶς ἀντιπάλους πρὸς τὸ ἀγαθὸν
ὁρμώσας, ὅπου γε καὶ πρὸς τὰ εὐτελῆ φθονοῦσι; καὶ
γοῦν τοὺς ὑπὸ τὴν γῆν τεθαμμένους θησαυροὺς οὐ
συγχωροῦσι λαμβάνειν ἀνθρώπους. Εἰ οὖν καὶ πρὸς
τὴν γηΐνην φαντασίαν ἀντίκεινται, πόσῳ μᾶλλον πρὸς
τὴν τῶν οὐρανῶν βασιλείαν φθονήσουσιν;
Δεῖ οὖν κατ' αὐτῶν παντοίως ὁπλίζεσθαι· καὶ
γὰρ καὶ ἔξωθεν εἰσελαύνουσι, καὶ οὐδὲν ἧττον ἐκ τῶν
ἔξωθεν κινοῦνται. Καὶ ἡ ψυχὴ, καθάπερ ναῦς, ποτὲ
μὲν ὑπὸ τῶν ἔξωθεν τρικυμιῶν καταποντίζεται, ποτὲ
δὲ ὑπὸ τῆς ἔνδοθεν ἀντλίας ὑποβρύχιος γίνεται. Καὶ
γοῦν καὶ ἡμεῖς ποτὲ μὲν διὰ τῶν ἐκτὸς πρακτικῶν
ἁμαρτημάτων ἀπολλύμεθα, ποτὲ δὲ διὰ τῶν ἔνδον
λογισμῶν ἀφανιζόμεθα. Δεῖ οὖν καὶ τὰς ἔξωθεν τῶν
πνευμάτων ἐπιτηρεῖν προσβολὰς, καὶ τὰς ἔνδον τῶν
λογισμῶν ἐξαντλεῖν ἀκαθαρσίας, πάντοτε δὲ γρηγο-
ρεῖν πρὸς τοὺς λογισμούς· συνεχῶς γὰρ ἐφίστανται.
Ἐπὶ μὲν ταῖς ἔξωθεν τρικυμίαις, βοώντων τῶν ναυ-
τῶν, πολλάκις ἡ σωτηρία διὰ τῶν ἐγγυτάτων πλοίων
γίνεται· αἱ δὲ ἀντλίαι, καὶ κοιμωμένων πολλάκις τῶν
πλωτήρων, καὶ ἡσυχαζούσης τῆς θαλάσσης, ἐπισυμ-
βαίνουσι, καὶ πολλάκις αὐτοὺς θανατοῦσιν.
Δεῖ οὖν ἐπιπονωτέραν ποιεῖσθαι πρὸς τοὺς λο-
γισμοὺς τὴν διάνοιαν. Ὁ γὰρ ἐχθρὸς, καθάπερ οἶκον
τὴν ψυχὴν καθελεῖν βουλόμενος, ἢ ἀπὸ τῶν θεμελίων
ποιεῖται αὐτῆς τὴν πτῶσιν, ἢ ἀπὸ τῆς ὀροφῆς ἀρχό-
μενος, πᾶσαν αὐτὴν καταφέρει, ἢ καὶ διὰ τῶν θυρί-
δων εἰσελθὼν, πρῶτον τὸν οἰκοδεσπότην δεσμεῖ, καὶ
οὕτως χειροῦται τὰ πάντα. Θεμέλιος μὲν οὖν ἐστι τὰ
καλὰ ἔργα, ὀροφὴ δὲ ἡ πίστις, θυρίδες δὲ αἱ αἰσθή-
σεις. Διὰ πάντων δὲ πολεμεῖ ὁ ἐχθρός. Ὅθεν πολυ-
όφθαλμον δεῖ εἶναι τὸν σωθῆναι βουλόμενον. Οὐκ ἔχο-
μεν ἐνταῦθα τὸ ἀμέριμνον· φησὶ γὰρ ἡ Γραφή· Βλε-
πέτω ὁ ἑστηκὼς μὴ πέσῃ.
Ἐν ἀδήλῳ πλέομεν· θάλασσα γὰρ ὁ βίος ἡμῶν
1516
ὑπὸ τοῦ ἱεροῦ ψάλτου Δαβὶδ εἴρηται. Ἀλλὰ τῆς θα-
λάσσης τὰ μέν εἰσι πετρώδη, τὰ δὲ καὶ θηρίων πλήρη,
τινὰ δὲ καὶ γαληνά. Ἡμεῖς ἐν τῷ γαληνῷ μέρει τῆς
θαλάσσης δοκοῦμεν πλέειν, οἱ δὲ κοσμικοὶ ἐν κινδυνώ-
δεσι· καὶ ἡμεῖς μὲν ἡμέρας πλέομεν ὑπὸ τοῦ ἡλίου
τῆς δικαιοσύνης ὁδηγούμενοι, ἐκεῖνοι δὲ ἐν νυκτὶ, ὑπὸ
τῆς ἀγνωσίας φερόμενοι. Ἀλλ' ἐνδέχεται πολλάκις
τὸν κοσμικὸν ἐν χειμῶνι καὶ ἐν σκότει τυγχάνοντα,
βοήσαντα καὶ ἀγρυπνήσαντα, σῶσαι τὸ ἑαυτοῦ σκά-
φος· ἡμᾶς δὲ ἐν γαλήνῃ, ὑπὸ ἀμελείας βυθισθῆναι,
τὸ πηδάλιον τῆς δικαιοσύνης ἀφέντας.
Βλεπέτω οὖν ὁ στήκων μὴ πέσῃ. Ὁ μὲν
γὰρ πεσὼν μίαν ἔχει φροντίδα, τοῦ ἀναστῆναι· ὁ δὲ
στήκων φυλαττέσθω τοῦ μὴ πεσεῖν. Καὶ γὰρ τὰ
παραπτώματα διάφορα· οἱ μὲν γὰρ πεσόντες τοῦ μὲν
στήκειν ἐστέρηνται· κείμενοι δὲ, οὐ πάνυ τι ἐβλάβη-
σαν. Ὁ δὲ ἑστὼς μὴ εὐτελιζέτω τὸν πεπτωκότα, ἀλλ'
ἑαυτὸν φοβείσθω, μὴ πεσὼν διαφθαρῇ, καὶ εἰς κατώ-
τερον ἀπέλθῃ βόθρον. Εἰκὸς γὰρ, καὶ τῆς κραυγῆς
ἡττηθείσης ὑπὸ τοῦ βάθους τοῦ φρέατος, μὴ βοήθειαν
αἰτῆσαι. Φησὶ γὰρ ὁ δίκαιος· Μὴ καταπιέτω με βυ-
θὸς, μηδὲ συσχέτω ἐπ' ἐμὲ φρέαρ τὸ στόμα αὐ-
τοῦ. Ὁ πρῶτος πεσὼν ἔμεινεν. Ὅρα σεαυτὸν, μὴ
καταπεσὼν καὶ σὺ θοίνη θηρίων γένῃ. Ὁ πεσὼν οὐκ
ἀσφαλίζεται τὴν θύραν· σὺ δὲ μηδόλως νυστάξῃς·
ἀλλ' ἀεὶ τὸ θεῖον ἐκεῖνο μελῴδει ῥητὸν, τὸ φάσκον·
Φώτισον τοὺς ὀφθαλμούς μου, μή ποτε ὑπνώσω
εἰς θάνατον. Ἀγρύπνει δὲ διηνεκῶς διὰ τὸν ὠρυό-
μενον λέοντα.
Ταῦτα τὰ ῥήματα συντελεῖ πρὸς τὸ μὴ ὑπερ-
αίρεσθαι. Ὁ πεσὼν ἐν τῷ ἐπιστρέψαι καὶ στενάξαι
σωθήσεται. Ὅρα σὺ σαυτὴν ἡ στήκουσα. Διπλοῦς γάρ
σοι ὁ φόβος ἐπίκειται, ἢ τοῦ μὴ ἐπιστρέψαι πρὸς τὰ
ἀρχαῖα, δι' ὀλιγωρίας σοι τοῦ ἐχθροῦ προσπεσόντος, ἢ
τοῦ μὴ τρέχουσαν σκελισθῆναι. Ὁ γὰρ ἐχθρὸς ἡμῶν
διάβολος ἢ ὄπισθεν ἕλκει πρὸς ἑαυτὸν, ὁπηνίκα βρα-
δεῖαν καὶ νωθρὰν τὴν ψυχὴν θεάσηται· ἢ δοκοῦσαν
αὐτὴν σπουδαίαν εἶναι καὶ ἐπίπονον πρὸς ἄσκησιν,
ἐπεισέρχεται λεπτῶς καὶ κεκρυμμένως διὰ τῆς ὑπερ-
ηφανίας· καὶ οὕτως αὔτανδρον τὴν ψυχὴν ἀπόλλυσι.
Τοῦτο τὸ ὅπλον ἔσχατον καὶ κορυφαιότατον πάντων
ἐστὶ τῶν κακῶν. Ἐξ αὐτοῦ ὁ διάβολος καταβέβληται,
καὶ δι' αὐτοῦ τοὺς δυνατωτέρους τῶν ἀνθρώπων πει-
ρᾶται καθαιρεῖν. Ὥσπερ γὰρ οἱ δεινότατοι τῶν πο-
λεμιστῶν, μετὰ τὸ δαπανῆσαι τὰ λεπτότερα…
την…
The complete text is available when the reading interface loads.