De sancta trinitate
- Authority group
- Athanasius of Alexandria (catalogue association; authorship remains anonymous)
- Edition reference
- De sancta trinitate (dialogi 1, 3, 5) [Sp.], MPG 28: 1116–1173a, 1201c–1249b, 1265c–1285b.
- CTS identifier
urn:cts:greekLit:tlg2035.tlg109.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Creative Commons Public Domain Mark 1.0
28
1117
αὐτὸν, ὡς αὐτὸς ἑαυτὸν οἶδε. Τὴν δὲ αὐτὴν τῷ Θεῷ
κτήσασθαι γνῶσιν ἀδύνατον, μὴ τῆς αὐτῆς αὐτῷ ὄντα
οὐσίας. Οὐκ ἐσμὲν δὲ τῆς αὐτῆς αὐτῷ οὐσίας. Οὐκ
ἄρα τὴν αὐτὴν αὐτῷ ἔχομεν γνῶσιν. Ἀνόμ. Ἐὰν οὖν
θέλῃ ὁ Υἱὸς ἀποκαλύψαι τινι, οὐ δύναται; Ὀρθ. Ἀπο-
καλύπτει μὲν, ἀλλ' οὐχ οὕτως αὐτῷ ἀποκαλύπτει, ὡς
αὐτὸς ἑαυτὸν οἶδεν· ἀλλ' ὡς δύναται γνῶναι ὁ κατ-
αξιούμενος. Διότι τῷ μὲν Ἰεζεχιὴλ ἀπὸ ὀσφύος καὶ
ἄνω ἠλέκτρινος ἐγνώσθη· τῷ δὲ Δανιὴλ παλαιὸς
ἡμερῶν· τῷ δὲ Ἡσαΐᾳ καλυπτόμενος ὑπὸ τῶν σερα-
φίμ.
Ἀνόμοιος. Σὺ οὖν πῶς αὐτὸν οἶδας, ὡς ἠλέκτρι-
νον, ἢ ὡς παλαιὸν τῶν ἡμερῶν; Ὀρθ. Παρ' αὐτῶν
μαθὼν οἶδα, ὅτι ὑπὲρ πάντα ἐστὶ τὰ γνωρισθέντα
αὐτοῖς. Εἰ μὴ γὰρ ἦν ὑπὲρ αὐτὰ, οὐκ ἂν διαφόρως
ἐφαίνετο· καὶ διὰ τοῦτο ὁ Μονογενὴς λέγει· «Θεὸν
οὐδεὶς ἑώρακε πώποτε.» Ἀνόμ. Ἄλλο ἐστὶ τὸ ἑω-
ρακέναι, καὶ ἄλλο τὸ ἐγνωκέναι; Ὀρθ. Ἐπὶ Θεοῦ
οὐκ ἔστιν ἄλλο καὶ ἄλλο· αὐτὸς γὰρ τὴν θεωρίαν ἐπὶ
τῆς γνώσεως ἔλαβε, λέγων· «Τοσοῦτον χρόνον μεθ'
ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με; Φίλιππε, ὁ ἑωρα-
κὼς ἐμὲ ἑώρακε τὸν Πατέρα μου.» Ἀνόμ. Εἰ οἶδας,
ὅτι ὑπὲρ τὰ φαινόμενά ἐστιν, οἶδας τί ἐστιν. Ὀρθ.
Γελοῖον λέγεις· μὴ γὰρ, ἐπειδὴ οἶδα, ὅτι ὑπὲρ τὰ
φαινόμενα σώματά ἐστιν ἡ ψυχὴ, οἶδα καὶ τί ἐστι
ψυχή; Ἀνόμ. Ἐγὼ οὕτως αὐτὸν οἶδα, ὡς αὐτὸς
ἑαυτὸν οἶδεν. Ὀρθ. Τί οὖν ἐστιν ὁ Θεός; Ἀνόμ.
Αὐτὸ τὸ ἀγέννητον. Ὀρθ. Τὸ εἰδέναι, ὅτι ἀγέννη-
τός ἐστι, τοῦτό ἐστι τὸ εἰδέναι τὸν Θεόν. Ἀνόμ.
Καὶ πάνυ. Ὀρθ. Ἴσασιν οὖν καὶ Ἰουδαῖοι καὶ Ἕλλη-
νες τοῦτο. Τὴν αὐτὴν ἄρα τοῖς Ἰουδαίοις καὶ τοῖς
Ἕλλησιν ἔχεις γνῶσιν, τοῖς μὴ γινώσκουσιν αὐτόν.
Ὅτι γὰρ ὁ μὴ γινώσκων τὸν Υἱὸν οὐ γινώσκει τὸν
Πατέρα, τὰ Εὐαγγέλια εἰρήκασιν. Ἀνόμ. Οὐκ οἶδεν
1120
οὖν ὁ Θεὸς ἀγέννητον ἑαυτόν; Ὀρθ. Ἀλλ' οὐ τοῦτό
ἐστιν αὐτοῦ ἡ οὐσία, ὃ κατειλήφαμεν. Ἀνόμ. Μίαν
λέγεις θεότητα, καὶ τρεῖς ὑποστάσεις; Ὀρθ. Λέλυται
μέν σου ἡ πρότερον γνῶσις. Ἀποκρινοῦμαι δέ σοι
καὶ οὕτως· Ἄλλο ἐστὶν ὑπόστασις, καὶ ἄλλο θεότης·
οὐχ ὡς ἄλλο πρᾶγμα καὶ ἄλλο, ἀλλ' ὡς ἄλλο τι ση-
μαινούσης τῆς ὑποστάσεως, καὶ ἄλλο τῆς θεότητος.
Ἡ μὲν γὰρ ὑπόστασις «τὸ εἶναι» σημαίνει· ἡ δὲ
θεότης «τὸ τί εἶναι.» Ἀνόμ. Οἷον, ὡς τί· Ὀρθ. Ὡς
Πέτρου, καὶ Παύλου, καὶ Τιμοθέου τρεῖς ὑποστά-
σεις, καὶ μία ἀνθρωπότης. Ἀνόμ. Οὐκοῦν τρεῖς θεοί;
Ὀρθ. Μὴ γένοιτο εἰπεῖν! Ἀνόμ. Εἰ οὕτως εἰσὶν αἱ
ὑποστάσεις ὡς Πέτρου, καὶ Παύλου, καὶ Τιμοθέου,
τρεῖς θεοί· τρεῖς γὰρ ἄνθρωποι, Πέτρος, καὶ Παῦ-
λος, καὶ Τιμόθεος. Ὀρθ. Κατὰ τὰς θείας Γραφὰς,
οὐκέτι οὐδὲ αὐτοὶ τρεῖς ἄνθρωποι. «Ἐν γὰρ Χρι-
στῷ Ἰησοῦ οὐκ ἔνι ἄρσεν καὶ θῆλυ, οὐκ ἔνι Ἕλλην
καὶ Ἰουδαῖος, οὐκ ἔνι δοῦλος καὶ ἐλεύθερος· ἀλλ' οἱ
πάντες ἐν Χριστῷ ἕν ἐσμεν.» Ἀνόμ. Οὐκέτι οὖν
εἰσι τρεῖς, Πέτρος, καὶ Παῦλος, καὶ Τιμόθεος; Ὀρθ.
Τρεῖς μέν εἰσιν, ἀλλ' οὐ τρεῖς ἄνθρωποι. Ἀνόμ.
Πῶς; Ὀρθ. Ὅτι τρεῖς εἰσιν ἄνθρωποι, ὅταν ἀνομοίαν
ἔχωσι τὴν καρδίαν, ὡς Ἕλλην, καὶ Ἰουδαῖος, καὶ
Χριστιανός· ὅταν δὲ τὸ αὐτὸ λέγωσι, καὶ μὴ ἔστιν ἐν
αὐτοῖς σχίσματα, τρεῖς μέν εἰσιν ὑποστάσεις, εἷς δὲ
ἐν Κυρίῳ, μίαν ψυχὴν ἔχοντες καὶ μίαν καρδίαν·
καὶ τρεῖς μέν εἰσιν ἀριθμῷ, ἀλλ' οὐχ ἑτερότητι φύ-
σεως ἢ καρδίας. Ἀνόμ. Ἐγὼ τοὺς τρεῖς τρεῖς λέγω.
Ὀρθ. Ἐγὼ δὲ τρεῖς λέγω, ὅταν ᾖ ἐν αὐτοῖς σχίσμα·
ἐὰν δὲ κατὰ τὰς ἁγίας Γραφὰς γένωνται κατηρτισμέ-
νοι ἐν τῷ αὐτῷ νοῒ, καὶ ἐν τῇ αὐτῇ γνώμῃ, ἕνα λέγω
καινὸν ἄνθρωπον, μετὰ τοῦ μένειν τὰς ὑποστάσεις.
Ἀνόμ. Ἀλλὰ ταῦτα ἐπὶ ἀνθρώπων εἴρηται· ἐπὶ δὲ
Θεοῦ ἄλλως. Ὀρθ. Εἰ ἐπὶ τῶν διῃρημένων σωματι-
κῶς, ὅταν μὴ ᾖ σχίσμα διανοίας, τὸ εἷς καὶ τὸ ἓν
κεῖται ἐν τῇ γραφῇ, πολλῷ πλέον ἐπὶ τῶν ἀΰλων καὶ
τῶν ἀσωμάτων. Ἢ τοίνυν δὸς ἐκεῖ σχίσματα, ἵνα εἴ-
πωμεν τρεῖς θεοὺς, τοῦ μὲν τόδε θέλοντος, τοῦ δὲ
τόδε· ἢ, εἰ οὐκ ἔνι σχίσμα, εἷς Θεὸς Πατὴρ,
καὶ Υἱὸς, καὶ ἅγιον Πνεῦμα, ὡς εἷς ἄνθρωπος οἱ ἐν
Χριστῷ κατηρτισμένοι, καθὼς γέγραπται.
Ἀνόμοιος. Οὐκ ἔστιν οὖν διαφορὰ Πατρὸς, καὶ
Υἱοῦ, καὶ ἁγίου Πνεύματος; Ὀρθ. Ἐν τῇ φύσει οὔ·
ἐν τῷ θελήματι οὔ· ἐν τῷ γεννᾷν καὶ γεννᾶσθαι, καὶ
ἐκπέμπειν καὶ ἐκπορεύεσθαι, ναί. Ἀνόμ. Τί
ἐστι γεννᾷν καὶ γεννᾶσθαι, καὶ ἐκπέμπειν καὶ ἐκ-
πορεύεσθαι; Ὀρθ. Ὅτι ὁ μὲν Πατὴρ γεννᾷ, τουτέστιν
ἐγέννησεν· ὁ δὲ Υἱὸς γεννᾶται, τουτέστι γεγέννηται·
καὶ ὅτι αὐτὸς ὁ Πατὴρ ἐκπέμπει τὸ Πνεῦμα τουτέστιν
ἐξέπεμψε. Καὶ τὸ Πνεῦμα ἐκπορεύεται, τουτέστιν, ἐκ-
πεπόρευται, Ἀνόμ. Ἐκπορεύεται, εἶπε· μὴ γὰρ καὶ
ἐκπεπόρευται; Ὀρθ. Καὶ περὶ τοῦ Υἱοῦ, «Γεννᾷ με,»
1121
εἴρηκε. «Πρὸ» γὰρ «πάντων βουνῶν γεννᾷ με,»
εἶπεν. Ὥσπερ οὖν ἐπὶ τοῦ Υἱοῦ τὸ γεννᾷ με, Ἐγέν-
νησε, νοεῖς, οὕτω καὶ ἐπὶ τοῦ Πνεύματος τὸ ἐκπορεύε-
ται, ἐκπεπόρευται, νόησον· ἔθος γάρ ἐστι γραφικόν·
ὡς τὸ, «Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα,»
τουτέστιν, Ὁ ποιήσας· καὶ τὸ, «Ὁ θεμελιῶν τὴν γῆν
ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς,» τουτέστι, θεμελιώσας.
Ἀνόμ. Αὕτη ἐστὶν ἡ διαφορά; Ὀρθ. Αὕτη. Ἀνόμ.
Τὴν δὲ φύσιν τὴν αὐτὴν λέγεις; Ὀρθ. Τὴν αὐτήν.
Ἀνόμ. Καὶ πῶς δύναται ἡ αὐτὴ φύσις εἶναι, εἰ ὁ
μὲν γεννᾷ, ὁ δὲ γεννᾶται; Ὀρθ. Τίθης δὲ ὅμως, ὅτι ὁ
μὲν γεννᾷ, ὁ δὲ γεννᾶται; Ἀνόμ. Ναί; Ὀρθ. Εἰ
ὁ μὲν γεννᾷ, ὁ δὲ γεννᾶται· ὁ γεννῶν ἐκ τῆς αὐτοῦ
φύσεως γεννᾷ, καὶ ὁ γεννώμενος ἐκ τῆς τοῦ γεννῶν-
τος φύσεως γεννᾶται. Ἀνόμ. Μὴ γένοιτό μοι εἰπεῖν,
ὅτι ἐκ τῆς φύσεως ἐγέννησεν ὁ Θεός! Ὀρθ. Οὐκοῦν
οὐκ ἐγέννησεν. Ἀνόμ. Ἐγέννησε κτίσας; Ὀρθ. Πρῶ-
τον αὐτὸν ἔκτισε, καὶ τότε ἐγέννησεν· ἢ πῶς; Φανε-
ρώτερόν μοι εἰπέ. Οὐ νοῶ γὰρ τί ἐστιν, ἐγέννησε
κτίσας. Ἀνόμ. Τὸ γέννημα τοῦ Θεοῦ κτίσμα αὐτοῦ
ἐστιν, ἐπειδὴ ἁπλοῦς ἐστι καὶ ἀσύνθετος· καὶ οὐκ
ἄλλοις γεννᾷ, καὶ ἄλλοις κτίζει, ἀλλ' οἷς γεννᾷ, τού-
τοις καὶ κτίζει. Ὀρθ. Εἰ ἁπλοῦς ἐστι καὶ ἀσύνθετος,
τί λέγεις, οἷς καὶ οἷς; Ἔνθα γὰρ τὸ, οἷς καὶ οἷς, ἐκεῖ
πολλά. Εἰ δὲ ἀσύνθετος, οὐκ ἄρα πολλά.
Ἀνόμοιος. Οὐκ ἔστιν οὖν ἁπλοῦς ὁ Θεός; Ὀρθ.
Ἐγὼ δὲ καὶ ὑπὲρ τὸ ἁπλοῦν λέγω. Καὶ γὰρ ἄγγελος
ἁπλοῦς ἐστι, καὶ ψυχὴ, καὶ τὸ φῶς· οὐ γὰρ ἐκ με-
ρῶν ἢ μελῶν σύγκειται. Ἀνόμ. Εἰ τοίνυν καὶ ὑπὲρ
τὸ ἁπλοῦν ἐστιν, οἷς γεννᾷ καὶ κτίζει; Ὀρθ. Πάλιν
λέγω, μὴ λέγε, οἷς γεννᾷ καὶ κτίζει· τὸ γὰρ ἁπλοῦν
οἷς καὶ οἷς οὐκ ἔχει· πολλῷ δὲ πλείω τὸ ὑπὲρ ἁπλοῦν
οἷς καὶ οἷς οὐκ ἔχει. Ἀνόμ. Ὡσαύτως οὖν γεννᾷ ὁ
Θεὸς, καὶ ὡσαύτως κτίζει; Ὀρθ. Οὔ. Ἀνόμ. Οὐκοῦν
σύνθετος; Ὀρθ. Μὴ γένοιτο! Ἀνόμ. Εἰ ἄλλοις γεννᾷ
καὶ ἄλλοις κτίζει, σύνθετός ἐστιν; Ὀρθ. Οὐ λέγω,
ἄλλοις γεννᾷ, καὶ ἄλλοις κτίζει, ἀλλὰ ἄλλως γεννᾷ,
καὶ ἄλλως κτίζει. Ἀνόμ. Πῶς γεννᾷ, καὶ πῶς κτί-
ζει; Ὀρθ. Ὑποστάσει γεννᾷ, καὶ ἐντολῇ κτίζει. Ἡ
γὰρ ἐντολὴ, σύνδρομον ἔχουσα τὴν δύναμιν, παρ-
ίστησιν ὃ βούλεται ὁ ἐντειλάμενος· ὑποστάσει δὲ γεν-
νῶν, οὐκ ἀνέχεται ἐντολὴν, ἵνα μηδὲν μέσον ᾖ τοῦ
γεννῶντος Πατρὸς καὶ τοῦ γεννωμένου Υἱοῦ. Ἀνόμ.
Μὴ θέλων οὖν ἐγέννησεν; Ὀρθ. Ὁ γεννηθεὶς ζῶσα
τοῦ γεννήσαντός ἐστιν εἰκὼν, καὶ ὑπερβαίνει τὴν θέ-
λησιν ἡ εἰκὼν τῆς ὑποστάσεως. Πρῶτον γὰρ δεῖ νοεῖν
τὴν εἰκόνα τῆς ὑποστάσεως, καὶ τότε τὸ θέλειν, ἢ μὴ
θέλειν. Τῆς δὲ ὑποστάσεώς ἐστι γέννημα καὶ εἰκὼν
ἀπαράλλακτος ὁ Υἱός· πρὸ τοῦ θελήματος νόει τὴν
τῆς ὑποστάσεως εἰκόνα. Ἀνόμ. Τί ἐστιν; Ὑπερβαίνει
τὴν θέλησιν ἡ εἰκών; Ὀρθ. Ὅτι τὴν οὐσίαν, καὶ ἄνευ
τοῦ τόδε θέλειν, νοῆσαι δύνῃ· ἄνευ δὲ εἰκόνος οὐ δύ-
νῃ. Ἡ γὰρ θέλησις καὶ ἄρχεται καὶ παύεται· ἡ δὲ
1124
εἰκὼν τῆς οὐσίας οὔτ' ἄρχεται, οὔτε παύεται. Καὶ
ἄλλως· Θέλων ἐστὶν ἀθάνατος, ἢ μὴ θέλων; Ἀνόμ.
Θέλων. Ὀρθ. Πρὸ τοῦ οὖν θελήσει, οὐκ ἄρα
ἀθάνατος. Ἀνόμ. Ἀϊδίως θέλει εἶναι ἀθάνατος; Ὀρθ.
Καὶ ἀϊδίως Πατήρ. Ὡς γὰρ οὐ δύνῃ εἰπεῖν, ὅτι μὴ
θέλων ἐστὶν ἀθάνατος, οὐδ' ὅτι μὴ θέλων Πατήρ·
καὶ ὥσπερ οὐ προηγεῖται τῆς ἀθανασίας θέλημα,
οὕτως οὐδὲ τοῦ Υἱοῦ· ἀλλ' ἀϊδίως ἐστὶν Υἱὸς ἐκ Πατρὸς
θέλοντος γεγεννημένος, εἰκὼν τῆς ὑποστάσεως ἀπα-
ράλλακτος.
Ἀνόμοιος. Ποῦ γέγραπται, τῆς ὑποστάσεώς
ἐστιν εἰκὼν ὁ Υἱός; Ὀρθ. Τὸν χαρακτῆρα τῆς ὑπο-
στάσεως οὐδὲν ἄλλο νοῶ ἢ εἰκόνα εἶναι τῆς ὑποστά-
σεως. Ἀνόμ. Ὁ γὰρ ἀνὴρ οὐ γέγραπται εἰκὼν καὶ
δόξα Θεοῦ; Ὀρθ. Ἀλλ' οὐχὶ χαρακτὴρ τῆς ὑποστά-
σεως. Ἄλλο δέ ἐστιν εἰκόνα Θεοῦ εἶναι, καὶ ἄλλο χα-
ρακτῆρα ὑποστάσεως αὐτοῦ. Τὸ γὰρ ἔργον τοῦ ἐρ-
γασαμένου τεχνίτου ἔχει τὴν εἰκόνα τῆς τέχνης, οὐχὶ
δὲ τῆς ὑποστάσεως. Ἀνόμ. Τί λέγεις οὐκ οἶδα· σα-
φέστερον εἰπέ. Ὀρθ. Τοῦ τέκτονος τὸ βάθρον ἔχει
τὴν εἰκόνα τῆς τέχνης· ἐὰν γὰρ ἴδω βάθρον, οἶδα,
ὅτι ὑπὸ τέκτονος ἐγένετο· κἂν ἴδω πλοῖον, οἶδα, ὅτι
ὑπὸ ναυπηγοῦ ἐστι τὸ ἔργον, τοῦ ἐργασαμένου εἰκὼν
καὶ δόξα τῆς τέχνης· οὐ μὴν καὶ χαρακτὴρ τῆς ὑπο-
στάσεως. Οὐ γὰρ τὸν χαρακτῆρα τοῦ ἐργασαμένου
ἔχει τὸ βάθρον ἢ τὸ πλοῖον· ὁ μὲν γάρ ἐστιν ἄνθρωπος
τῇ ὑποστάσει, τὸ δὲ βάθρον ἢ τὸ πλοῖον οὔ. Οὕτω καὶ
ὁ ἄνθρωπος τοῦ θεμένου αὐτὸν Θεοῦ εἰκὼν καὶ δόξα
ἐστί. Καὶ γὰρ κατὰ τὸν ἅγιον Σολομῶνα· «Ἀνα-
λόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται καὶ δοξάζεται
ἐκ τοῦ γεγονότος·» οὐ μὴν χαρακτήρ ἐστι τῆς ὑπο-
στάσεως τοῦ πεποιηκότος, ἀλλ' ἢ ἄρα τῆς ἐνεργείας.
Ὁ δὲ Υἱὸς χαρακτὴρ ἐνυπόστατος. Λέγει γάρ· «Ὁ
ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα μου·» οὐδεὶς δὲ,
ἑωρακὼς ἄνθρωπον, εἶδε τὸν Πατέρα. Ἀνόμ. Ποῦ
γέγραπται, ὅτι χαρακτήρ ἐστι τῆς ὑποστάσεως ὁ
Υἱός; Ὀρθ. Παρὰ τῷ ἀποστόλῳ Παύλῳ ἐν τῇ πρὸς
Ἑβραίους. Ἀνόμ. Οὐκ ἐκκλησιάζεται; Ὀρθ. Ἀφ' οὗ
κατηγγέλη τὸ Εὐαγγέλιον Χριστοῦ, Παύλου εἶναι πε-
πίστευται ἡ ἐπιστολή· καὶ μετ' αὐτῆς εἰσιν ἐπιστο-
λαὶ ιδʹ αἱ πᾶσαι τοῦ Παύλου. Ἀνόμ. Ἀνέγνως, ὅτι ἐν
μὲν πάσαις τὸ ὄνομα αὐτοῦ ἐμφέρεται, ἐν δὲ ταύτῃ
οὔ; Ὀρθ. Ὅτι Ἑβραίοις ἔγραφεν· ἦσαν δὲ κατηχη-
θέντες περὶ αὐτοῦ, ὅτι ἀποστασίαν διδάσκει· καὶ ἵνα
μὴ, σειριάσαντες αὐτοῦ τὸ ὄνομα, κλείσωσι τὴν
ἀκοήν· διὰ τοῦτο ἀπὸ τῶν πατέρων ἤρξατο, λέγων·
«Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας
τοῖς πατράσιν ἡμῶν ἐν τοῖς προφήταις, ἐπ' ἐσχάτου
τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν ἐν Υἱῷ.» Ὅτι δὲ αὐτοῦ
ἐστιν ἡ ἐπιστολὴ, φανερόν ἐστι καὶ ἀπὸ τοῦ τέλους
τῆς ἐπιστολῆς. Μέμνηται γὰρ καὶ Τιμοθέου, λέγων·
«Γινώσκετε τὸν ἀδελφὸν ἡμῶν Τιμόθεον ἀπολελυ-
1125
μένον, μεθ' οὗ, ἐὰν τάχιον ἔρχηται, ὄψομαι ὑμᾶς.»
Ἀνόμοιος. Κἂν δῶμεν, ὅτι Παύλου ἐστὶν ἡ
Ἐπιστολὴ, ἀλλὰ ὁ χαρακτὴρ τῆς ὑποστάσεως ἐν
τῇ ὑποστάσει ἔχει τὸ εἶναι, οὐκ ἐν ἰδίᾳ ζωῇ; Ὀρθ.
Ἀλλ' οὐ μόνον εἴρηται χαρακτὴρ ὑποστάσεως, ἀλλὰ
καὶ Υἱὸς, ἵνα τὸ ἐνυπόστατον νοήσωμεν. Ἀπαύγασμα
γὰρ εἴρηται, διὰ τὸ συναϊδίως ἐξ αὐτοῦ εἶναι· χα-
ρακτὴρ διὰ τὴν ὁμοιότητα τῆς ὑποστάσεως· Υἱὸς
διὰ τὸ ἐνυπόστατον. Ἀνόμ. Καὶ ἡμεῖς λέγομεν πάντα
εἶναι ἐκ τοῦ Θεοῦ. Ὀρθ. Ἀλλὰ τὰ μὲν ἔστιν ἐκ τῆς
ἐντολῆς αὐτοῦ δημιουργικῶς· ὁ δὲ Υἱὸς ἐκ τῆς
ὑποστάσεως γεννητικῶς τὸ δὲ Πνεῦμα ἐκπορευτικῶς.
Ἀνόμ. Καὶ τὸ Πνεῦμα ἐκ τῆς ὑποστάσεως λέγεις;
Ὀρθ. Ἐπεὶ πόθεν; Ἀνόμ. Ποῦ γέγραπται, ὅτι τὰ
μὲν ἐκ τῆς ἐντολῆς, τὰ δὲ ἐκ τῆς ὑποστάσεως; Ὀρθ.
Ὁ Δαβὶδ λέγει περὶ τῶν ἐκ τῆς ἐντολῆς· «Αἰνεῖτε
τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς
ὑψίστοις, αἰνεῖτε αὐτὸν, πάντες οἱ ἄγγελοι αὐτοῦ,
αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, αἰνεῖτε αὐ-
τὸν, ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτὸν, πάντα τὰ
ἄστρα καὶ τὸ φῶς. Ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν·
αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.» Περὶ δὲ
τῆς γεννήσεως τοῦ Υἱοῦ γέγραπται· «Ἐκ γαστρὸς
πρὸ ἑωσφόρου ἐγέννησά σε·» καὶ περὶ τοῦ
ἁγίου Πνεύματος, «Ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκχεῶ
ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα·» καὶ ἐν
ἄλλοις· «Πνεῦμα γὰρ παρ' ἐμοῦ ἐκπορεύεται·» καὶ
ἐν ἄλλοις· «Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστε-
ρεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ
πᾶσα ἡ δύναμις αὐτῶν.» Ἀνόμ. Ἐκ γαστρὸς εἶπε
καὶ στόματος, οὐκ ἐξ ὑποστάσεως. Ὀρθ. Ἐπὶ Θεοῦ
ὅταν λέγωνται μέλη ἢ μέρη, ἀνθρωποπαθῶς μὲν λέ-
γονται, θεοπρεπῶς δὲ νοοῦνται· εἰ δὲ μὴ, ποίαν
γαστέρα σωματικὴν ἐπὶ Θεοῦ ἔχομεν νοῆσαι; Ἐγὼ,
γαστέρα ἀκούων, τὸ γεννητικὸν τῆς φύσεως νοῶ, καὶ
στόμα τὸ διδακτικόν· καὶ γὰρ καὶ ἐπὶ ἀνθρώπων ἔστιν
ὅτε κέχρηται ἡ Γραφὴ ταύτῃ τῇ συνηθείᾳ, ὡς ὅταν
λέγῃ· «Ἀπὸ τοῦ φόβου σου, Κύριε, ἐν γαστρὶ ἐλά-
βομεν, καὶ ἐτέκομεν πνεῦμα σωτηρίας ἐπὶ τῆς γῆς.»
Καὶ ἐνταῦθα γὰρ οὐ γαστέρα ἡμῶν λέγει τὴν σωμα-
τικὴν, ἀλλὰ τὴν τῆς φύσεως γεννητικὴν δύναμιν.
Ἀνόμοιος. Ποῦ γέγραπται ἐπὶ Θεοῦ φύσις; Ὀρθ.
Παρὰ τῷ Ἀποστόλῳ· «Ἀλλὰ τότε μὲν, οὐκ εἰδότες
Θεὸν, ἐδουλεύσατε τοῖς μὴ φύσει οὖσι θεοῖς· νῦν δὲ,
γνόντες Θεὸν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ τοῦ Θεοῦ,»
φύσει δηλονότι. Καὶ ἐν ταῖς καθολικαῖς Ἐπιστολαῖς
γέγραπται· «Δι' ὧν τὰ μέγιστα ἡμῖν καὶ τίμια
ἐπαγγέλματα δεδώρηται, ἵνα γένησθε θείας κοινωνοὶ
φύσεως.» Γινόμεθα δὲ θείας κοινωνοὶ φύσεως
τῇ κοινωνίᾳ τοῦ ἁγίου Πνεύματος. Ἀνόμ. Οὐκοῦν
1128
καὶ τὸ Πνεῦμα θείας ἐστὶ φύσεως; Ὀρθ. Εἰ ἡμεῖς
τῇ κοινωνίᾳ τοῦ ἁγίου Πνεύματος θείας ἐσμὲν φύ-
σεως, οὐχὶ τὸ Πνεῦμα τὸ παρεχόμενον ἡμῖν τὴν κοι-
νωνίαν; Ἀνόμ. Καὶ τὸ Πνεῦμα οὖν λέγεις θείας εἶναι
φύσεως; Ὀρθ. Οὐχ ἁπλῶς θείας εἶναι φύσεως, ἀλλὰ
τῆς οὐσίας. Αὐτὸς γὰρ εἶπεν ὁ Πατήρ· «Ἐν
ταῖς ἐσχάταις ἡμέραις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός
μου ἐπὶ πᾶσαν σάρκα·» ὁ δὲ Υἱός· «Οὐ γάρ ἐστε
ὑμεῖς οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρός μου
τὸ λαλοῦν ἐν ὑμῖν.» Καὶ ὁ Ἰὼβ θεῖον εἶπε τὸ Πνεῦμα,
οὕτω λέγων· «Ζῇ Κύριος, ὃς οὕτω με κέκρικε, καὶ
ὁ Παντοκράτωρ ὁ πικράνας μου τὴν ψυχήν· ἢ μὴν
ἔτι τῆς πνοῆς μοι ἐνούσης, πνεῦμα δὲ θεῖον τὸ
περιόν μοι ἐν ῥισὶ, μὴ λαλήσει τὸ στόμα μου ἄδικα.»
Ὁρᾷς, πῶς τῆς ἁγίας Τριάδος μέμνηται· «Ζῇ Κύ-
ριος,» λέγων τὸν Υἱόν· καὶ, «Ὁ Παντοκράτωρ ὁ πι-
κράνας μου τὴν ψυχὴν,» τὸν Πατέρα· «Πνεῦμα δὲ
θεῖον τὸ περιόν μοι ἐν ῥισὶ,» τὸ Πνεῦμα τὸ ἅγιον.
Χριστοῦ γάρ ἐστιν εὐωδία τὸ Πνεῦμα· καὶ ὥσπερ
ἐκ τῆς εὐωδίας διὰ τῶν ῥινῶν τὸ μύρον γινώσκεται,
οὕτως καὶ ἐκ τοῦ Πνεύματος Χριστός. «Οὐδεὶς γὰρ
δύναται εἰπεῖν Κύριον Ἰησοῦν εἰ μὴ ἐν Πνεύματι
ἁγίῳ.» Καὶ οἱ ἀπόστολοι Χριστοῦ εὐωδία ἦσαν, καὶ
εἰσίν· ἐπειδὴ καὶ ναοὶ τοῦ Πνεύματός εἰσι. Λέγει
γὰρ Παῦλος· «Οὐκ οἴδατε, ὅτι τὰ σώματα ὑμῶν
ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε
ἀπὸ Θεοῦ, καὶ οὐκ ἐστὲ ἑαυτῶν. Δοξάσατε δὴ τὸν
Θεὸν ἐν τῷ σώματι ὑμῶν.»
Ἀνόμοιος. Εἰ ἄλλως κτίζει ὁ Θεὸς, καὶ ἄλλως
γεννᾷ, σύνθετός ἐστιν; Ὀρθ. Σύνθετος μὲν οὐκ ἔστι·
μὴ γὰρ γένοιτό μοι εἰπεῖν! ὑποστάσει δὲ γεννᾷ, καὶ
ἐντολῇ κτίζει. Εἰ δὲ ὡς κτίζει, οὕτως καὶ γεννᾷ,
τὸ κτίσμα αὐτοῦ γέννημα αὐτοῦ ἐστιν. Ἀνόμ. Καὶ
πάνυ. Ὀρθ. Ἔκτισε δὲ τὸν κύνα· τόλμησον εἰπεῖν
τὸν κύνα ἐκ γαστρὸς γεγεννῆσθαι, καὶ ἄλλο τι τῶν
κτισμάτων. Ἐγὼ γὰρ λέγω, ὅτι καὶ τὸν κύνα καὶ
πάντα τὰ ἄλογα μετὰ καὶ πάσης τῆς ἄλλης κτίσεως
ἔκτισεν ὁ Θεός· Εἰπὲ καὶ αὐτὸς, ὅτι καὶ ἐκ γαστρὸς
αὐτὰ ἐγέννησεν, εἴπερ ὡσαύτως κτίζει καὶ γεννᾷ.
Ἀνόμ. Ἄλλως οὖν κτίζει, καὶ ἄλλως γεννᾷ; Ὀρθ.
Καὶ πάνυ. Ἀνόμ. Οὐκ ἔστιν ἀσύνθετος; Ὀρθ. Οὐκ
εἶπον, οὐκ ἔστιν ἀσύνθετος, ἀλλὰ καὶ ὑπὲρ τὸ
ἀσυνθετόν ἐστιν· ἄλλως δὲ γεννᾷ καὶ ἄλλως κτίζει.
Ἀνόμ. Πῶς οἷόν τε; Ὀρθ. Ὁ νοῦς ὁ ἐν ἡμῖν, ὁ
κατ' εἰκόνα τοῦ Θεοῦ γεγονὼς, οὐκ ἔστιν ἀσύνθετος;
καὶ ἄλλως γεννᾷ λόγον, καὶ ἄλλως κτίζει, ἃ κτίζει.
Ἀνόμ. Πῶς ἄλλως γεννᾷ καὶ ἄλλως κτίζει; καίτοιγε
ὁ νοῦς οἷς κτίζει, καὶ γεννᾷ. Ὀρθ. Ψεῦδος· γεννᾷ
γὰρ ἐξ αὑτοῦ λόγον, κτίζει δὲ ἐξ ὕλης οἰκίαν, πλοῖον,
καὶ ὅσα τοιαῦτα. Ἀνόμ. Οὐκοῦν καὶ Θεὸς ἐξ ὕλης
κτίζει; Ὀρθ. Τὰ μὲν ἐξ ὕλης, τὰ δὲ, μὴ ὄντα,
ὑπεστήσατο. Ἀνόμ. Πῶς; Ὀρθ. Τὴν ὕλην καὶ τοὺς
1129
οὐρανοὺς καὶ τοὺς ἀγγέλους ἐξ οὐδενὸς ὑπεστήσατο.
Ἀλλ' ἡ βούλησις, σύνδρομον ἔχουσα τὴν δύναμιν,
ὑπεστήσατο ὅσα ἠθέλησε· τὰ δὲ θνητὰ ζῶα ἐκ τῆς
ὕλης ἐποίησεν. Ἀνόμ. Τοῦτο δέχομαι. Ὀρθ. Τὸν δὲ
Υἱὸν οὐχ ἁπλοῦν καὶ ἀσύνθετον λέγεις; Ἀνόμ. Ναί.
Ὀρθ. Οὐκοῦν καὶ τοῦ Υἱοῦ τὸ κτίσμα γέννημα λέ-
γεις; Ἀνόμ. Οὔ. Ὀρθ. Εἰ διὰ τοῦτο τὸ κτίσμα τοῦ
Πατρὸς, γέννημα λέγεις, ἐπειδὴ ἁπλοῦς ἐστι, καὶ τὸ
γέννημα κτίσμα· ἔστι δὲ καὶ ὁ Υἱὸς ἁπλοῦς, καὶ
αὐτοῦ τὸ κτίσμα ἐστὶ γέννημα· καὶ εὑρεθήσεται τοῦ
μὲν Υἱοῦ πατὴρ ὁ Πατὴρ, τῆς δὲ κτίσεως πάππος.
Ἀνόμ. Ἀλλὰ τοῦ μὲν Πατρὸς τὸ γέννημά ἐστι
κτίσμα, τοῦ δὲ Υἱοῦ τὸ κτίσμα ἐστὶ κτίσμα. Ὀρθ.
Ἐπειδὴ ἁπλοῦς ἐστιν ὁ Θεὸς, τὸ κτίσμα αὐτοῦ γέν-
νημα αὐτοῦ ἐστι, καὶ τὸ γέννημα κτίσμα· ἢ πῶς;
Ἀνόμ. Πάνυ. Ὀρθ. Καὶ τοῦ Υἱοῦ ἄρα τὸ κτίσμα
γέννημα, ἀσυνθέτου ὄντος· ἢ οὐκ ἄρα διὰ τὸ
ἀσύνθετον τοῦ Πατρὸς τὸ γέννημα κτίσμα, ἢ τὸ
κτίσμα γέννημα, κἂν ᾖ ἀσύνθετος. Γέννημα δὲ τοῦ
Πατρὸς ὁ Υἱός· οὐκ ἄρα κτίσμα. Ἀνόμ. Ὁ Πατὴρ
τοῦ Υἱοῦ αἴτιός ἐστι, τῆς δὲ κτίσεως ὁ Υἱός. Ὀρθ.
Τῆς δὲ κτίσεως οὐκ ἔστιν αἴτιος καὶ ὁ Πατήρ; Ἀνόμ.
Ἀλλὰ διὰ τοῦ Υἱοῦ. Ὀρθ. Τίθης δὲ ὅλως, ὅτι
αἴτιός ἐστι καὶ τῆς κτίσεως; Ἀνόμ. Ναί. Πάντα γὰρ
ἐκ τοῦ Θεοῦ. Ὀρθ. Εἰσὶν οὖν αὐτοῦ καὶ τὰ γεννή-
ματα πάντα, κύνες, κόρακες, γῦπες, καὶ πᾶσα ἡ
κτίσις λογική τε καὶ ἄλογος. Ἀνόμ. Εἶπον, ὅτι διὰ
τοῦ Υἱοῦ ἐκτίσθησαν· μόνος δὲ ὁ Υἱὸς ἄνευ μεσίτου
γεγέννηται, τουτέστιν ἔκτισται.
Ὀρθ. Ἐπειδὴ μόνος ἐκ μόνου, διὰ τοῦτο καὶ
γέννημα λέγεις αὐτὸν καὶ κτίσμα; ἢ πῶς; Ἀνόμ.
Ναί. Ὀρθ. Τὰ δὲ ἄλλα πάντα, ἐπειδὴ διὰ τοῦ
Υἱοῦ ἐγένοντο, κτίσματά εἰσιν, οὐκ ἔτι δὲ καὶ γεννή-
ματα; Ἀνόμ. Οὕτως. Ὀρθ. Ἡ μεσιτεία τοίνυν τοῦ
Υἱοῦ ἠλάττωσε τὴν τοῦ Πατρὸς ἐνέργειαν. Ἀνόμ.
Διὰ τί; Ὀρθ. Ὅτι, μόνος μόνον γεννῶν, ὡσαύτως
καὶ γεννᾷ καὶ κτίζει. Μεσιτεύοντος δὲ τοῦ Υἱοῦ, οὐκ
ἔτι τὸ κτίσμα αὐτοῦ γέννημα αὐτοῦ ἐστι· καὶ, ὡς φαί-
νεται, ἐπὶ βλάβῃ τῶν ἀρχῶν καὶ τῶν ἐξουσιῶν, καὶ
πάσης ὁμοῦ τῆς κτίσεως, ἐγεννήθη ὁ Υἱός. Ἀνόμ.
Διὰ τί; Ὀρθ. Ἔμελλε γὰρ ἅπαντα τὰ κτίσματα
γεννήματα αὐτοῦ εἶναι, εἰ μὴ ἐγεννήθη ὁ Υἱός. Ἀνόμ.
Οὐ διὰ τοῦ Υἱοῦ οὖν ἐκτίσθημεν· Ὀρθ. Καὶ πάνυ. Ἀλλ'
ἡμεῖς μὲν διὰ τοῦ Υἱοῦ ἐκτίσθημεν, ὁ δὲ Υἱὸς ἐκ τοῦ
Θεοῦ γεγέννηται, καὶ οὐκ ἔκτισται. Ἀνόμ. Αὐτὸς
λέγει· «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ.» Ὀρθ.
Καὶ αὐτὸς λέγει· «Ὤρυξαν χεῖράς μου καὶ πόδας
μου, καὶ διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ
ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.» Ἀνόμ. Τί
1132
ὅμοιον, «ἔκτισέ με,» καὶ, «ὤρυξαν χεῖράς μου
καὶ πόδας;» Ὀρθ. Ὥσπερ τὸ μέλλον γίνεσθαι ἐπὶ
τοῦ σταυροῦ, ὡς ἤδη γεγονὸς ἔλεγεν· οὕτως τὸ μέλλον
ἐπὶ τῆς σαρκώσεως, ὡς ἤδη γεγονὸς ἔλεγεν. Ἀμέλει
γοῦν οὐκ εἶπε· Κύριος ἔκτισέ με πρὸ ἀρχῆς ὁδοῦ·
ἀλλ' ἐπειδὴ ἀπολλυμένη ἦν ἡ ὁδὸς τῶν ἄλλων, ἔμελλε
δὲ ἡμῖν γίνεσθαι ὁδὸς πρόσφατος καὶ ζῶσα, διὰ τοῦτο
λέγει· «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα
αὐτοῦ.» Ἀνόμ. «Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με,»
λέγει, «πρὸ τοῦ τὴν γῆν ποιῆσαι.» Ὀρθ. Εἰπὲ καὶ
σύ· «Τεσσαράκοντα ἔτη οὔπω ἔχεις,» καὶ πρὸ τοῦ
αἰῶνος ἐθεμελιώθης; ἵν' ἀκούσῃς· «Ἀμὴν, ἀμὴν
λέγω σοι, πρὸ τοῦ τοὺς αἰῶνας γενέσθαι, ἐγώ εἰμι.»
Ἀνόμ. Καὶ ἦν αὐτοῦ ἡ σάρκωσις πρὸ τοῦ τοὺς αἰῶ-
νας γενέσθαι; Ὀρθ. Τῇ προγνώσει καὶ αὐτὸ τὸ πά-
θος· ὥστε λέγειν αὐτόν· «Ὤρυξαν χεῖράς μου καὶ
πόδας, καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς
τὴν δίψαν μου ἐπότισάν με ὄξος.» Ἀνόμ. Ἀλλ' οὐ
πρὸ τοῦ αἰῶνος τοῦτο ἐλέχθη, ἀλλ' ἀπὸ τῶν χρόνων
Δαβίδ. Ὀρθ. Καὶ ἀπὸ τῶν χρόνων τοῦ υἱοῦ Δαβὶδ,
τουτέστι Σολομῶνος, τὸ, «Κύριος ἔκτισέ με,» εἴρη-
ται. Ἀνόμ. Ἀλλὰ, «Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ
με,» εἴρηται. Ὀρθ. «Πρὸ» γὰρ «τοῦ αἰῶνος τὸ
μυστήριον τοῦτο ἀποκεκρυμμένον ἦν,» ὡς ὁ Παῦλος
λέγει, «ὃ νῦν ἐφανερώθη τοῖς υἱοῖς τῶν ἀνθρώπων.»
Καὶ ὅτι αὐτός ἐστι τὸ πρὸ τῶν αἰώνων θεμελιωθὲν,
ἄκουε αὐτοῦ καὶ ἐν ἄλλοις λέγοντος· «Θεμέλιον γὰρ
ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς
ἐστι Χριστὸς Ἰησοῦς,» τὸν λέγοντα· «Πρὸ τοῦ
αἰῶνος ἐθεμελίωσέ με.» Χριστὸς δὲ Ἰησοῦς ἔκτοτε
Θεὸς Λόγος κέκληται, ἐξ οὗ ὁ Λόγος σὰρξ ἐγένετο·
καὶ ἐλέχθη παρὰ τοῦ ἀγγέλου· «Καλέσεις τὸ ὄνομα
αὐτοῦ Ἰησοῦν.» Τὸ ἄρα, «Κύριος ἔκτισέ με,» καὶ,
«Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με,» περὶ τῆς σαρκώ-
σεως αὐτοῦ εἴρηται, τοῦ ἀληθῶς πρὸ τῶν αἰώνων
ἀποκεκρυμμένου μυστηρίου.
Ἀνόμ. Καὶ πῶς δύναται γεννῆσαι ἐκ τῆς ὑπο-
στάσεως αὐτοῦ, καὶ μὴ παθεῖν; Ὀρθ. Τὸ, πῶς δύνα-
ται, μὴ ἐξέταζε· τὸ δὲ, ἐκ τῆς ὑποστάσεως, δέδεικται.
Ἀνόμ. Πῶς δέδεικται; Ὀρθ. Ὅτι οὐκ ἔστι κτίσμα,
δέδεικται. Τὸ δὲ μὴ ὂν κτίσμα, ἢ ἀγέννητόν ἐστιν, ἢ
γεννητὸν, ἢ ἐκπορευτὸν ὡς ἐξ αἰτίου. Ἀγέννητος δὲ
οὐκ ἔστιν, Υἱὸς ὢν γεννητός· ἄρα οὖν ἐκ τῆς ὑπο-
στάσεώς ἐστιν. Ἀνόμ. Καὶ πῶς δύναται εἶναι ἐκ
τῆς ὑποστάσεως; Ὀρθ. Εἰ μὴ ἔστιν ἐκ τῆς ὑποστά-
σεως, ἢ κτίσμα ἐστὶν, ἢ ἀγέννητος· ἀγέννητος δὲ οὐκ
ἔστιν, Υἱὸς ὤν· κτίσμα οὐκ ἔστιν· οὐ γὰρ ἐνετείλατο,
καὶ ἐγένετο· ἀλλὰ ἐκ γαστρὸς αὐτὸν ἐγέννησεν· ἐκ
τῆς ὑποστάσεως ἄρα, καὶ οὐκ ἐξ οὐκ ὄντων ἐστὶ, καθ-
άπερ τὰ κατ' ἐντολὴν ὑπάρξαντα. Ἀνόμ. Πάλιν οὖν
σύνθετον νομίζεις τὸν Θεὸν, γαστέρα λέγων. Ὀρθ
Μὴ γένοιτο σύνθετον εἰπεῖν τὸν Θεόν! ἀλλὰ, καθὼς
1133
ἀνωτέρω εἶπον, τὴν γαστέρα, ἣν εἶπεν ἡ Γραφὴ,
τοῦ Θεοῦ, ἐγὼ τὸ γεννητικὸν τῆς ὑποστάσεως νοῶ. Καὶ
γὰρ καὶ ἐφ' ἡμῶν κέχρηται, ὡς προαποδέδεικται, ἡ
Γραφὴ τῇ συνηθείᾳ ταύτῃ, λέγουσα· «Ἀπὸ τοῦ φό-
βου σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσα-
μεν, καὶ ἐτέκομεν Πνεῦμα σωτηρίας.» Ἐν γαστρὶ λέ-
γων, οὐχὶ τὴν σωματικὴν, ἀλλ' ἐν αὐτῇ τῇ ὑποστάσει.
Ἀνόμ. Παρ' ὀλίγον με πείθεις ὁμοουσιαστὴν γενέ-
σθαι. Ὀρθ. Δώσοι σοὶ ὁ Θεὸς Χριστιανὸν γενέ-
σθαι· ὅταν γὰρ ὁμολογήσῃς ὁμοούσιον τὸν Υἱὸν τῷ
Πατρὶ, τότε Χριστιανὸς ἐγένου.
Ἀνόμ. Ὁμοούσιον τί ἐστι; θέλω γὰρ καὶ τοῦτο
μαθεῖν. Μὴ ὁ αὐτός ἐστιν ὁ Υἱὸς καὶ Πατήρ; Ὀρθ.
Μὴ γένοιτο εἰπεῖν! Ἀνόμ. Τί οὖν ἐστιν; ἀληθῶς γὰρ
θέλω μαθεῖν. Ὀρθ. Ὁμοούσιόν ἐστιν, ὃ τὸν αὐτὸν
ἐπιδέχεται λόγον τῆς οὐσίας· οἷον ἄνθρωπος ἀνθρώ-
που οὐδὲν διαφέρει, καθὸ ἄνθρωπός ἐστιν· ἄγγελος
ἀγγέλου οὐδὲν διαφέρει, ᾗ ἄγγελός ἐστιν· οὕτω καὶ
Θεὸς Θεοῦ οὐδὲν διαφέρει, ᾗ Θεός ἐστιν. Ἀνόμ. Οὐδὲν
οὖν διαφέρει ὁ Πατὴρ τοῦ Υἱοῦ; Ὀρθ. Ἐν τῷ
Θεὸν καὶ Πατέρα εἶναι, οὔ· ἐν τῷ Πατέρα καὶ Υἱὸν
εἶναι, ναί· ὅτι ὁ μὲν ἐγέννησεν, ὁ δὲ γεννᾶται· καὶ
τοῦτό ἐστι τὸ ὁμοούσιον. Ἀνόμ. Ἐν οὐδενὶ οὖν ἄλλῳ
διαφέρει ὁ Πατὴρ τοῦ Υἱοῦ; Καίτοι γέγραπται· «Τί
με λέγεις ἀγαθὸν εἶναι; Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ
Θεός.» Ὀρθ. Οὐκ ἔστιν οὖν ἀγαθὸς ὁ Υἱός; Ἀνόμ.
Αὐτὸς εἶπε· «Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθὸς εἰ
μὴ εἷς ὁ Θεός.» Ὀρθ. Ὁρᾷς, ὅτι καλῶς εἶπον, ὅταν
ὁμολογήσῃς ὁμοούσιον τὸν Υἱὸν τῷ Πατρὶ, τότε Χριστια-
νὸς γίνῃ; Ἀνόμ. Ἐγὼ πιστεύω, ὅτι Χριστιανός εἰμι.
Ὀρθ. Χριστιανὸς εἰ ἦς, οὐκ ἔλεγες, ὅτι ἀγαθὸς
οὐκ ἔστιν ὁ Υἱός. Ἀνόμ. Οὐκ εἶπον, ὅτι ἀγαθὸς οὐκ
ἔστιν, ἀλλ' ὅτι αὐτὸς εἶπεν· «Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ
Θεός.» Ὀρθ. Καὶ διαφέρειν λέγεις τὸν Πατέρα ἐν τῇ
ἀγαθότητι, τοῦ Υἱοῦ; Ἀνόμ. Αὐτὸς εἶπε· «Τί με
λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός.»
Ὀρθ. Οὐκ εἶπε· Μή με λέγε ἀγαθὸν, ἀλλὰ, «Τί με
λέγεις ἀγαθόν;» Ἀνόμ. Καὶ τίς ἡ διαφορὰ τοῦ, Μή
με λέγε ἀγαθὸν, καὶ τοῦ, Τί με λέγεις ἀγαθόν; Ὀρθ.
Πολλή. Ἀνόμ. Ποία; Ὀρθ. Τὸ, Μή με λέγε ἀγαθὸν,
ἄρνησίς ἐστιν ἀγαθότητος· τὸ δὲ, «Τί με λέγεις ἀγα-
θόν;» ἀντὶ τοῦ, Ἵνα τί με λέγεις ἀγαθὸν, μὴ ὁμολο-
γῶν με Θεόν; ὡς τὸ, «Τί δέ με καλεῖτε, Κύριε, Κύ-
ριε, καὶ οὐ ποιεῖτε, ἃ λέγω;» Ἐπειδὴ ὡς ἀνθρώπῳ
ψιλῷ αὐτῷ προσῆλθεν, ἁπλῶς διδάσκαλον ὀνομάζων,
διὰ τοῦτο λέγει· «Τί με λέγεις ἀγαθὸν,» μὴ πιστεύων,
ὅτι Θεός εἰμι; «Οὐδεὶς γὰρ ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός.»
Ἀνόμ. Καὶ ἡμεῖς λέγομεν, ὅτι ἀγαθός ἐστιν, ἀλλ' οὐχ
οὕτως ἀγαθὸς, ὡς ὁ Πατήρ. Ὀρθ. Καίτοι οὐκ εἴρηται,
Οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Πατήρ· ἀλλ' «Οὐδεὶς ἀγα-
θὸς, εἰ μὴ εἷς ὁ Θεός.» Πῶς δὲ καὶ διαφέρειν λέγεις
τὴν ἀγαθότητα τοῦ Πατρὸς τῆς ἀγαθότητος τοῦ Υἱοῦ;
1136
Ἆρα μὴ μεμίχθαι πονηρίαν τῇ ἀγαθότητι τοῦ Υἱοῦ
νομίζεις, καὶ διὰ τοῦτο διαφέρειν τὴν τοῦ Πατρὸς
ἀγαθότητα; Ἀνόμ. Μὴ γένοιτο! οὐ λέγω μεμίχθαι
πονηρίαν τῇ τοῦ Υἱοῦ ἀγαθότητι, ἀλλὰ τὴν τοῦ Πα-
τρὸς ἀγαθότητα διαφέρειν τῆς τοῦ Υἱοῦ. Ὀρθ. Ἀλλὰ
ἀγαθότης ἀγαθότητος οὐδὲν διαφέρει, ᾗ ἀγαθότης
ἐστίν.
Ἀνόμ. Οὐ διαφέρει ἡ τοῦ Θεοῦ ἀγαθότης τῆς ἐν
ἡμῖν ἀγαθότητος; Ὀρθ. Ἔστι γὰρ ἐν ἡμῖν ἀγα-
θότης ἄλλη τις παρ' αὐτὸν τὸν Θεόν. Ἀνόμ. Οἱ Ἰουδαῖοι
οὖν καὶ Ἕλληνες τὸν Θεὸν ἐν ἑαυτοῖς ἔχουσιν; Ὀρθ.
Ἀλλ' οὐδὲ ὁ ἁπλῶς λεγόμενος Χριστιανὸς ἐν ἑαυτῷ
ἔχει τὸν Θεὸν, ἀλλ' ἐκεῖνος ἔχει ὁ ὑποπιάσας τὸ
σῶμα καὶ δουλαγωγήσας, ὥστε δύνασθαι λέγειν· «Ἐπεὶ
δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ.» Ὁ
γὰρ τοιοῦτος ἀκούει παρὰ τοῦ Χριστοῦ· «Ὁ ἀγαθὸς ἄν-
θρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας προφέρει
τὰ ἀγαθά.» Ἀνόμ. Εἰ ἔστιν ἀγαθὸς ἄνθρωπος ὁ προ-
φέρων ἐκ τῆς καρδίας τὰ ἀγαθὰ, πῶς οὐδεὶς ἀγαθὸς
εἰ μὴ εἷς ὁ Θεός; Ὀρθ. Ὅτι ὁ Θεὸς οὐ κατὰ μετ-
οχὴν ἀγαθότητός ἐστιν ἀγαθὸς, ἀλλ' αὐτός ἐστιν
ἀγαθότης· ὁ δὲ ἄνθρωπος μετοχῇ ἀγαθότητός ἐστιν
ἀγαθός. Ἀνόμ. Καὶ οἱ ἄγγελοι οὐκ εἰσὶν ἀγαθοὶ τῇ
φύσει; Ὀρθ. Τῇ φύσει, οὔ· μετοχῇ, ναί. Τὸ γὰρ
ὂν τῇ φύσει ἀγαθὸν, ὅ ἐστι τῇ φύσει, οὐ τρέπε-
ται. Ἀνόμ. Οἷον τί; Ὀρθ. Ἄνθρωπος τῇ φύσει οὐ
τρέπεται· οὐ γὰρ γίνεται ἄλλο τι τῇ φύσει· τῇ δὲ
προαιρέσει τρέπεται· τὸν γὰρ αὐτὸν ὄψει ποτὲ πονη-
ρὸν, ποτὲ ἀγαθόν· ὡς Παῦλον, ποτὲ μὲν διώκτην, ποτὲ
δὲ εὐαγγελιστήν· καὶ τὸν αὐτὸν ποτὲ μαθητὴν, ποτὲ
προδότην, ὡς τὸν Ἰούδαν· καὶ ἀγγέλους, ποτὲ
μὲν πονηροὺς, ποτὲ δὲ ἀγαθούς. Ἀνόμ. Καὶ γὰρ οἱ
ἄγγελοι ποτὲ πονηροὶ, καὶ ποτὲ ἀγαθοί; Ὀρθ. Ἡ
Γραφὴ εἶπεν· «Εἰ γὰρ ἀγγέλων ἁμαρτησάντων οὐκ
ἐφείσατο.» Εἰ δὲ ἥμαρτον, δῆλον, ὅτι ἐξέπεσον τῆς
ἀγαθότητος. Καὶ καθόλου πᾶσα ἡ ἀξία τοῦ Θεοῦ κτί-
σις μετοχῇ ἀγαθότητος λέγεται καὶ ἔστιν ἀγαθή· ὁ
δὲ Θεὸς, φύσει ὢν ἀγαθὸς, αὐτός ἐστιν ἀγαθότης· διὸ
καὶ οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἶς ὁ Θεός. Ἀνόμ. Καὶ ὁ
Υἱὸς οὖν οὕτως ἐστὶν ἀγαθὸς, ὡς ὁ Πατήρ; Ὀρθ.
Καὶ πάνυ. Ἀνόμ. Καὶ πῶς δύναται λέγεσθαι «Οὐ-
δεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεὸς,» Υἱὸς καὶ Πατὴρ εἰ
Θεός; Ὀρθ. Εἷς Θεὸς Υἱὸς καὶ Πατὴρ, οὐ τῇ
ὑποστάσει, ἀλλὰ τῷ αὐτῷ λόγῳ τῆς οὐσίας· ὡς πάντες
ἄνθρωποι ἐν Χριστῷ εἷς, οὐ τῇ ὑποστάσει, ἀλλὰ τῷ
λόγῳ τῆς οὐσίας καὶ ταῖς συμφωνίαις. Ἀνόμ. Ἄλλο
γάρ ἐστιν οὐσία, καὶ ἄλλο ὑπόστασις; Ὀρθ. Ἄλλο
καὶ ἄλλο, οὐχ ὡς πρᾶγμα. Ἀνόμ. Οὐκοῦν σύνθεσις,
Ὀρθ. Ἄλλο καὶ ἄλλο, εἶπον· οὐχ ὡς πρᾶγμα ἄλλο
καὶ ἄλλο, ἀλλ' ὡς ἄλλο τι σημαινούσης τῆς ὑποστά-
σεως, καὶ ἄλλο τι τῆς οὐσίας· ὡς ὁ κόκκος τοῦ σίτου
λέγεται, καὶ ἔστι σπέρμα καὶ καρπὸς οὐχ ὡς πρᾶγμα
1137
ἄλλο καὶ ἄλλο· ἄλλο δέ τι σημαίνει τὸ σπέρμα, καὶ
ἄλλο τι καρπός· ὅτι τὸ μὲν σπέρμα τοῦ μέλλοντος
γεωργίου ἐστὶ σπέρμα· ὁ δὲ καρπὸς τοῦ παρελθόντος
γεωργίου ἐστὶ καρπός.
Ἀνόμ. Τί σημαίνει ἡ οὐσία, καὶ τί ἡ ὑπόστα-
σις; Ὀρθ. Ἡ οὐσία τὴν κοινότητα σημαίνει· καὶ
εἴ τί ἐστιν ἴδιον τῆς οὐσίας, τοῦτο κοινόν ἐστι τῶν
ὑποστάσεων τῶν ὑπὸ τὴν οὐσίαν· ἡ δὲ ὑπόστασις ἰδιό-
τητα ἔχει, ἥτις οὐκ ἔστι κοινὴ τῶν τῆς αὐτῆς οὐσίας
ὑποστάσεων, μετὰ τοῦ καὶ ἀριθμὸν ἐπιδέχεσθαι. Ἀνόμ.
Ἡ γὰρ οὐσία οὐκ ἔχει ἰδιότητα; Ὀρθ. Οὔτε ἰδιό-
τητα ἔχει, μὴ οὖσαν κοινὴν τῶν τῆς οὐσίας ὑπο-
στάσεων· οὔτε ἀριθμὸν πληθυντικὸν ἐπιδέχεται, μία
οὖσα. Τὸ δὲ ἀριθμὸν πληθυντικὸν ἐπιδεχόμενον πάν-
τως ἰδιότητα ἔχει· καὶ τὸ ἔχον ἰδιότητα ἀριθμὸν ἐπι-
δέχεται. Αὐτὴ γὰρ ἡ ἰδιότης τὸν ἀριθμὸν εἰσάγει.
Ἀνόμ. Οὐ νοῶ, ὃ λέγεις· εἰπὲ σαφέστερον. Ὀρθ.
Λέγεις εἶναι τοῦ Πατρὸς τὴν οὐσίαν ἀθάνατον, καὶ
ἄφθαρτον, καὶ ἀόρατον, καὶ δημιουργὸν, καὶ Θεόν;
Ἀνόμ. Ναί. Ὀρθ. Καὶ τὸν Υἱὸν λέγεις ὁμοίως ἀθά-
νατον, καὶ ἄφθαρτον, καὶ ἀόρατον, καὶ δημιουργὸν,
καὶ Θεόν; Ἀνόμ. Ναί. Ὀρθ. Ὥσπερ οὖν λέγεις τοῦ
Πατρὸς τὴν οὐσίαν ἀθάνατον, ἄφθαρτον, ἀόρατον, δη-
μιουργὸν, οὕτω καὶ τοῦ Υἱοῦ λέγεις τὴν αὐτὴν
οὐσίαν; Ἀνόμ. Ναί. Ὀρθ. Τὸν Υἱὸν οὐ λέγεις Πα-
τέρα; Ἀνόμ. Οὔ. Ὀρθ. Οὐκ ἄρα τῆς οὐσίας ἐστὶν
ἴδιον τὸ Πατὴρ, ἀλλὰ τῆς ὑποστάσεως. Ἀνόμ. Πῶς;
Ὀρθ. Ὅτι τὰ μὲν τῆς οὐσίας ἴδια, ὁμοίως εἰσὶ κοινὰ
τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος·
τὸ δὲ Πατὴρ οὐ κοινόν· οὐκ ἄρα τῆς οὐσίας ἴδιον τὸ
Πατὴρ, ἀλλὰ τῆς ὑποστάσεως. Εἰ δὲ ἄλλο τῆς ὑποστά-
σεως τὸ ἴδιον, καὶ ἄλλα τῆς οὐσίας ἰδιώματα, οὐ
ταυτόν ἐστι σημαινόμενον οὐσία καὶ ὑπόστασις. Ἀνόμ.
Οὐκ ἔστιν ἴδιον τοῦ Πατρὸς τὸ ἀγέννητον; Ὀρθ. Οὐκ
ἔστιν. Ἀνόμ. Ἔστιν οὖν τῶν ὄντων ἄλλο τι ἀγέννητον;
Ὀρθ. Ναί. Ἀνόμ. Τί; Ὀρθ. Γεννητόν ἐστι τὸ πα-
τέρα ἔχον, καὶ ἀγέννητον τὸ μὴ πατέρα ἔχον; Ἀνόμ.
Ναί. Ὀρθ. Τὸ Πνεῦμα τὸ ἅγιον Πατέρα ἔχει; Ἀνόμ.
Οὔ. Ὀρθ. Οὐκοῦν καὶ αὐτὸ ἀγέννητον· οὐκ ἄρα ἴδιον
τοῦ Πατρὸς τὸ ἀγέννητον. Ἀνόμ. Ἀλλ' ὁ Πα-
τὴρ καὶ ἀγέννητός ἐστι καὶ ἀγένητος. Ὀρθ. Οὐδὲ τὸ
ἀγένητον ἴδιόν ἐστι τοῦ Πατρὸς, ἀλλὰ κοινόν ἐστι Πα-
τρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Ἀνόμ. Πῶς;
Ὀρθ. Ἀγένητόν ἐστι τὸ γενεσιουργὸν μὴ ἔχον· ἢ πῶς;
Ἀνόμ. Ναί. Ὀρθ. Τὸ δὲ γενεσιουργὸν ἔχον γενητόν
ἐστιν. Οὔτε δὲ Υἱὸς γενεσιουργὸν ἔχει, οὔτε Πνεῦμα
(δέδεικται γὰρ ἐκ γαστρὸς ὁ Υἱὸς, καὶ ἐκ στόματος
τὸ Πνεῦμα). Οὐκ ἄρα ἴδιον τοῦ Πατρὸς τὸ ἀγένητον.
Ἀνόμ. Τί οὖν ἄλλο ἴδιόν ἐστι τοῦ Πατρὸς εἰ
1140
μήτε τὸ ἀγέννητον ἴδιον αὐτοῦ ἐστι, μήτε τὸ ἀγένη-
τον· Ὀρθ. Τοῦ Πατρὸς ἴδιον τὸ, Πατήρ· τοῦ Υἱοῦ
ἴδιον τὸ, Υἱός· τοῦ Πνεύματος τοῦ ἁγίου, τὸ Πνεῦμα
Θεοῦ ἅγιον εἶναι. Ἀνόμ. Ὁ γὰρ Πατὴρ οὐκ ἔστι
πνεῦμα ἅγιον; Ὀρθ. Καὶ ὁ Πατὴρ πνεῦμα ἅγιόν
ἐστιν, ἀλλ' οὐ Πνεῦμα Θεοῦ. Τῆς οὖν ὑποστάσεως τοῦ
Πατρὸς ἴδιον τὸ, Πατήρ· οὐδαμῶς γὰρ ὁ Πατὴρ Υἱός·
καὶ τῆς ὑποστάσεως τοῦ Υἱοῦ ἴδιον τὸ, Υἱός· οὐ-
δαμῶς γὰρ ὁ Υἱὸς Πατήρ· καὶ τῆς ὑποστάσεως τοῦ
Πνεύματος τοῦ ἁγίου ἴδιον τὸ εἶναι Πνεῦμα Θεοῦ
ἅγιον· οὐδαμῶς δὲ τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ ἅγιον,
Πατὴρ ἢ Υἱός. Ἡ δὲ οὐσία Πατρὸς, καὶ Υἱοῦ, καὶ
ἁγίου Πνεύματος, κοινή· ὁμοίως γὰρ ἀθάνατος, ὁμοί-
ως ἄφθαρτος, ὁμοίως ἁγία, ὁμοίως ἀγαθή. Καὶ
διὰ τοῦτο λέγομεν μίαν οὐσίαν, τρεῖς ὑποστάσεις.
Ἀνόμ. Ποῦ γέγραπται, ὅτι τὸ Πνεῦμα, Θεοῦ λέγεται;
Ὀρθ. Παῦλος ὁ ἀπόστολος λέγει· «Οὐδεὶς γὰρ οἶδεν
ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ
ἀνθρώπου τὸ ἐν αὐτῷ· οὕτως καὶ τὰ τοῦ Θεοῦ οὐ-
δεὶς οἶδεν εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ.» Ἀνόμ. Τὸ Πνεῦ-
μα τοῦ Θεοῦ λέγει αὐτὸν τὸν Θεόν. Ὀρθ. Ἀνάγνωθι
τὸν Ἀπόστολον, ἵνα ἀκούσῃς λέγοντος οὕτως· «Ἃ
ὀφθαλμὸς οὐκ εἶδε, καὶ τὸ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ
καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς
ἀγαπῶσιν αὐτόν· ἡμῖν δὲ καὶ Θεὸς ἀπεκάλυψε διὰ
τοῦ Πνεύματος αὐτοῦ· τὸ γὰρ Πνεῦμα πάντα ἐρευνᾷ,
καὶ τὰ βάθη τοῦ Θεοῦ. Τίς γὰρ οἶδεν ἀνθρώπων τὰ
τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου; οὕτω
καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς ἔγνω, εἰ μὴ τὸ Πνεῦμα τοῦ
Θεοῦ.»
28
1140
Ἀνόμ. Διὰ τί δὲ μὴ καὶ τρεῖς οὐσίας εἴπωμεν;
Ὀρθ. Ὅτι ἀνάγκη τῷ ἀριθμῷ τὴν ἰδιότητα δοθῆναι·
ἡ δὲ ἰδιότης ἑτερότης· ἡ δὲ ἑτερότης τῆς οὐσίας ἑτε-
ροούσιον ποιεῖ· τὸ δὲ ἑτεροούσιον οὐχ ὁμοίως ἐστὶν
ἀθάνατον, οὐχ ὁμοίως ἄφθαρτον, οὐχ ὁμοίως ἅγιον,
οὐχ ὁμοίως ἄτρεπτον. Ὁμοίως δὲ Πατὴρ καὶ Υἱὸς
καὶ ἅγιον Πνεῦμα, ἀθάνατον, ἅγιον, ἄτρεπτον. Μία
ἄρα οὐσία Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος.
Ὅταν δὲ λέγωμεν τρεῖς ὑποστάσεις Πατρὸς, καὶ
Υἱοῦ, καὶ ἁγίου Πνεύματος, τὸ ἀληθὲς εἶναι λέγομεν
τῶν ἰδιοτήτων τὴν διαφορὰν ἐν τῇ ὑποστάσει, οὐχὶ δὲ
καὶ ἐν τῇ οὐσίᾳ. Ἀνόμ. Λέγεις δὲ ὅλως διαφορὰν ἐπὶ
Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος; Ὀρθ. Τὴν
διαφορὰν ταύτην λέγω, τὸ τὸν Πατέρα μὴ εἶναι Υἱὸν,
μηδὲ τὸν Υἱὸν Πατέρα μηδὲ τὸ Πνεῦμα τὸ ἅγιον Πα-
τέρα ἢ Υἱόν· ἵνα μὴ ὀνόματα ψιλὰ νομίσῃς ἀκούων
Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, ἀλλ' ὑποστά-
σεις ἀληθῶς οὔσας καὶ ὑφεστώσας· ὅταν δὲ λέγωμεν
μίαν οὐσίαν, ὅτι ὅπερ ἂν νοήσωμεν εἶναι τοῦ Πατρὸς
τὴν οὐσίαν, τοῦτό ἐστιν ὁ Υἱὸς, τοῦτο καὶ τὸ τοῦ
Πατρὸς αὐτοῦ Πνεῦμα· περὶ οὗ αὐτὸς ὁ Υἱὸς εἶπεν·
«Οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα
τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν.» Καὶ διὰ τοῦτο
1141
εἴρηται· «Οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεός·» ἀγαθοῦ
ὄντος τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύ-
ματος, οὐ μετοχῇ ἀγαθότητος, ἀλλ' οὐσίας ταυτότητι.
Ἀνόμ. Ἀγαθὸν γὰρ λέγεις καὶ τὸ Πνεῦμα; Ὀρθ. Ὁ
προφήτης Δαβὶδ λέγει· «Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν
ὁδηγήσει με ἐν γῇ εὐθείᾳ.» Ἀνόμ. Καὶ ἄνθρωποι
λέγονται ἀγαθοί. Ὀρθ. Ναὶ, ἀλλὰ μετοχῇ ἀγαθότητος.
Ἀνόμ. Καὶ τὸ Πνεῦμα λέγω. Ὀρθ. Δύναται οὖν καὶ
ἀποβαλεῖν τὴν ἀγαθότητα, ὡς ὁ Ἰούδας, καὶ ὡς ὁ διά-
βολος; Ἀνόμ. Ἐὰν θελήσῃ, ναί. Ὀρθ. Μή μοι εἴη κατ-
έναντι Κυρίου ἀσεβῆσαι, ὥστε κἂν εἰς νοῦν τοῦτο λαβεῖν!
Ἀνόμ. Οὕτως οὖν ἀγαθὸν λέγεις τὸ
Πνεῦμα, ὡς τὸν Πατέρα καὶ τὸν Υἱόν; Ὀρθ. Καὶ
πάνυ· καὶ γὰρ αὐτὸ οὐ μετοχῇ ἀγαθότητος ἀγαθόν
ἐστιν, ἀλλ' αὐτοαγαθὸν, ἤγουν ἀγαθότης, ἐστίν.
Ἀμέλει Ματθαῖος μὲν ὁ εὐαγγελιστὴς λέγει εἰρηκέ-
ναι τὸν Κύριον· «Εἰ οὖν ὑμεῖς, πονηροὶ ὄντες, οἴ-
δατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ
μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος δώσει ἀγαθὰ τοῖς
αἰτοῦσιν αὐτόν;» ὁ δὲ Λουκᾶς· «Εἰ οὖν ὑμεῖς,
πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς
τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὁ οὐράνιος δώ-
σει Πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν;» Ἀκούεις,
εἰ ὦτα ἔχεις, ὅτι οἱ εὐαγγελισταὶ ταυτὸν γινώσκοντες
εἶναι τὸ Πνεῦμα τῇ ἀγαθότητι, καὶ τὴν ἀγαθότητα
τῷ Πνεύματι· ὁ μὲν «τὰ ἀγαθὰ» αὐτὸ τὸ
Πνεῦμα εἶπεν, ὁ δὲ τὸ Πνεῦμα αὐτὰ «τὰ ἀγαθά.»
Ἀνόμ. Οὐκοῦν καὶ Θεός ἐστι τὸ Πνεῦμα; Ὀρθ.
Ἀντίθετον, οὔ. Ἀνόμ. Τί θέλει εἶναι ἀντίθετον;
Ὀρθ. Τὸ ἀντιτεταγμένον τῷ θελήματι τοῦ Πατρός.
Τὸ δὲ Πνεῦμα οὐκ ἀντιτέτακται, ἀλλ' ἐκ τῆς θεότη-
τός ἐστι· καὶ διὰ τοῦτο λέγομεν μίαν θεότητα Πα-
τρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Ἀνόμ. Μία
οὖν ὑπόστασις. Ὀρθ. Οὔ. Ἀνόμ. Εἰ μία ἐστὶ θεότης,
μία καὶ ἔστιν ὑπόστασις. Ὀρθ. Εἰ ᾔδεις τὴν δω-
ρεὰν τοῦ Θεοῦ, ἐγίνωσκες, ὅτι θεότης τὸ «εἶναι»
κοινὸν ταῖς ὑποστάσεσι σημαίνει, ὑπόστασις δὲ τὸ
«εἶναι,» οὐσία δὲ «τὴν ταυτότητα.» Ὡς ἀνθρωπό-
της, τό τι εἶναι κοινόν· ὑπόστασις δὲ τὸ εἶναι· οὐ-
σία δὲ ἡ ταυτότης· οὐ γὰρ πᾶσα ὑπόστασις θεότης,
οὐδὲ πᾶσα ὑπόστασις ἀνθρωπότης. Εἰ δὲ οὐ πᾶσα
ὑπόστασις ἀνθρωπότης, οὐδὲ πᾶσα ὑπόστασις θεό-
της, οὐκ ἄρα ταυτὸν σημαίνει ὑπόστασις θεότητι καὶ
ἀνθρωπότητι. Ἀνόμ. Ἡ ἀνθρωπότης οὐχ ὑφέστη-
κεν; Ὀρθ. Ναὶ, ἐν ἀτόμοις θεωρουμένη. Ἀνόμ. Οὐκ-
οῦν καὶ ὑπόστασίς ἐστιν. Ὀρθ. Εἶπον, ἐν ἀτόμοις
θεωρουμένη. Ἀνόμ. Τί ἐστιν ἄτομον, καὶ τί ἐστιν
ἀνθρωπότης; Ὀρθ. Ἄτομόν ἐστιν, ἡ καθ' ἕκαστον
ἡμῶν ὑπόστασις· ἀνθρωπότης δὲ ἡ τῆς οὐσίας κοι-
νότης. Ἀνόμ. Καὶ τίς ἡ διαφορὰ κοινότητος καὶ
ὑποστάσεως; Ὀρθ. Ὅτι ἡ μὲν σὴ ὑπόστασις οὐκ
ἔστι πάντων ἀνθρώπων· ἡ δὲ ἀνθρωπότης κοινὴ πάν-
1144
των ἀνθρώπων. Ἀνόμ. Ἡ ἐμὴ ὑπόστασις οὐκ ἔστιν
ἄλλο ἢ ἀνθρωπότης; Ὀρθ. Οὔ. Ἀνόμ. Πῶς οὖν;
Ὀρθ. Ὅτι ἡ μὲν ἀνθρωπότης κοινὴ πάντων ἀνθρώ-
πων, ἡ δὲ ὑπόστασις ἡ ἰδιότης ἑκάστου.
Ἀνόμ. Ἡ ὑπόστασις τοῦ Πατρὸς οὐκ ἔστι
θεότης; Ὀρθ. Ναί. Ἀλλ' ἡ θεότης τό τι εἶναι σημαί-
νει, ἡ δὲ ὑπόστασις τὸ εἶναι. Ἀνόμ. Καὶ ἡ ὑπόστα-
σις τοῦ Υἱοῦ οὐκ ἔστι θεότης; Ὀρθ. Ναί. Ἀνόμ.
Δύο οὖν θεότητες. Ὀρθ. Οὔ. Ἀνόμ. Πῶς οὖν; Ὀρθ.
Οὐ γὰρ ἄλλη καὶ ἄλλη θεότης ἐστίν. Ἀνόμ. Ἄλλη
καὶ ἄλλη ὑπόστασίς ἐστιν. Ὀρθ. Ἀλλ' οὐχὶ τὸ αὐτὸ
σημαίνειν εἶπον θεότητα καὶ ὑπόστασιν· ἡ γὰρ ὑπό-
στασις τὸ εἶναι, ἡ δὲ θεότης τό τι εἶναι· ὡς γὰρ οὐκ
εἰσὶ δύο ἀνθρωπότητες Πέτρου καὶ Παύλου, οὐδὲ δύο
θεότητες Πατρὸς καὶ Υἱοῦ. Ἀνόμ. Οὐκοῦν οὐχὶ ἡ
ὑπόστασις τοῦ Πατρός; Ὀρθ. Ἡ μὲν ὑπόστασις τοῦ
Πατρὸς καὶ θεότης, καὶ ἡ ὑπόστασις τοῦ Υἱοῦ καὶ
θεότης· οὐχὶ δὲ, ἐπειδὴ δύο ὑποστάσεις εἰσὶ, δύο καὶ
θεότητες. Ἀνόμ. Πῶς οὐχί; Ὀρθ. Ὅτι καὶ ἀθανα-
σία ὑπόστασις τοῦ Πατρὸς, καὶ ἀθανασία ὑπόστασις
τοῦ Υἱοῦ, καὶ οὐ δύο ἀθανασίαι. Ἀνόμ. Καὶ οὐκ εἰσὶ
δύο ἀθανασίαι; Ὀρθ. Οὔ. Ἀνόμ. Πῶς; Ὀρθ. Ὅτι
μὴ διάφορός ἐστιν ἀθανασία· ἀθανασία γὰρ ἀθανα-
σίας οὐδὲν διαφέρει, ᾗ ἀθανασία ἐστίν. Ἀνόμ.
Εἴπερ ἀληθῶς ἄλλη ὑπόστασίς ἐστι Πατρὸς καὶ Υἱοῦ,
πῶς οὐχὶ ἄλλη καὶ ἄλλη ἀθανασία; Ὀρθ. Ἄλλη καὶ
ἄλλη ὑπόστασίς ἐστι Πατρὸς καὶ Υἱοῦ, ἀλλ' οὐχὶ ἄλλη
καὶ ἄλλη ἀθανασία. Καὶ γὰρ καὶ ἡμεῖς ἄλλην καὶ
ἄλλην ἔχομεν ὑπόστασιν, ἀλλ' οὐχὶ ἄλλην καὶ ἄλλην
ἀνθρωπότητα. Καὶ ἡ ὑπόστασις Πέτρου ἄνθρωπός
ἐστι, καὶ ἡ ὑπόστασις Παύλου ἄνθρωπός ἐστι· καὶ
δύο εἰσὶν ὑποστάσεις, καὶ οὐ δύο ἀνθρωπότητες.
Καὶ ἄλλην καὶ ἄλλην ὑπόστασιν ἔχομεν, οὐχὶ δὲ
ἄλλην καὶ ἄλλην ἀθανασίαν, ἣν διὰ τοῦ ἑνὸς βα-
πτίσματος ἐλάβομεν. Εἰ γὰρ ἄλλη καὶ ἄλλη ἀθανα-
σία, ἄλλο καὶ ἄλλο βάπτισμα, καὶ ἄλλη καὶ ἄλλη
πίστις, καὶ οὐκ ἔστιν «εἷς Κύριος, μία πίστις, ἓν βά-
πτισμα.»
28
1144
Ἀνόμ. Ἀλλὰ ἡ ἡμετέρα ὑπόστασις ἄλλη
ἐστὶ παρὰ τὴν ἀθανασίαν καὶ τὸ βάπτισμα· ἄρα καὶ
ἡ τοῦ Θεοῦ ὑπόστασις ἄλλη ἐστὶ παρὰ τὴν ἀθανασίαν.
Ὀρθ. Οὔ. Ἀλλὰ αὐτὴ ἡ ὑπόστασις καὶ ἀθανασία
ἐστί· καὶ οὐ μόνον ἀθανασία, ἀλλὰ καὶ ἀφθαρσία, καὶ
δικαιοσύνη, καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις, καὶ κυ-
ριότης, καὶ δύναμις. Καὶ οὐκ ἔστι κατὰ σύνθεσιν
ταῦτα ὁ Θεὸς, ἀλλὰ κατὰ διαφόρους ἐπινοίας λεγόμε-
νος· ἀθανασία μὲν διὰ τὸ ἀτελεύτητον· ἀφθαρσία δὲ,
διὰ τὸ ἄλυτον· δικαιοσύνη διὰ τὸ ἴσον· ἁγια-
σμὸς διὰ τὸ φυλάττειν ἀπὸ ἁμαρτίας· ἀπολύτρωσις
διὰ τὸ σώζειν ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν· κυριότης,
διὰ τὸ πάντων κρατεῖν· δύναμις, διὰ τὸ μηδὲν αὐτῷ
ἀντικεῖσθαι. Ταῦτα δὲ πάντα καὶ περὶ τὴν ὑπόστα-
1145
σιν τοῦ Υἱοῦ θεωρεῖται, ὁμοίως τῷ Πατρὶ, καὶ οὐ
μεθεκτῶς· καὶ διὰ τοῦτο δύο μὲν ὑποστάσεις λέγο-
μεν Πατρὸς καὶ Υἱοῦ, μίαν δὲ θεότητα, δύναμιν, κυ-
ριότητα, καὶ ἀθανασίαν, καὶ ἀφθαρσίαν, καὶ ὅσα
τοιαῦτα. Ἀνόμ. Οὐκοῦν καὶ ἀγεννησίαν μίαν λέ-
γεις. Ὀρθ. Ἀγένητον μὲν λέγω καὶ τὸν Υἱὸν, οὐκ
ἀγέννητον δέ. Ἀνόμ. Ἄλλο γάρ ἐστιν ἀγένητον,
καὶ ἄλλο ἀγέννητον; Ὀρθ. Καὶ πάνυ. Ἀνόμ. Πῶς;
Ὀρθ. Ὅτι τὸ μὲν γεννητόν ἐστι τὸ ἐκ τῆς ὑποστά-
σεως γεννώμενον, καὶ διὰ τοῦτο ἐκ γαστρὸς λεγόμε-
νον· τὸ δὲ γενητὸν τὸ ἐκ τῆς ἐξουσίας τοῦ γενεσιουρ-
γοῦ. «Πάντα γὰρ ὅσα ἠθέλησεν, ἐποίησεν.» Ἐποίησε
δὲ πῶς; «Εἶπεν, καὶ ἐγενήθησαν· ἐνετείλατο, καὶ
ἐκτίσθησαν.» Ἀνόμ. Οὐκ ἠρώτησα, τί ἐστι γεννη-
τὸν, καὶ τί γενητόν· ἀλλ' εἰ ἄλλο ἐστὶ τὸ ἀγένητον,
καὶ ἄλλο τὸ ἀγέννητον. Ὀρθ. Εἰ τὸ γεννητόν ἐστι τὸ
ἐκ τῆς ὑποστάσεως καὶ ἐκ γαστρὸς, τὸ μὴ ὂν ἐκ γα-
στρὸς, ἤγουν ἐκ τῆς ὑποστάσεως, ἀγέννητόν ἐστι·
καὶ εἰ τὸ γενητὸν ἐκ τῆς ἐξουσίας ἐστὶ κατ' ἐντολὴν,
τὸ ἀγένητον τὸ μὴ κατ' ἐντολὴν ὑπάρχον, ἀλλ' ἢ
ἀναίτιον ὂν, ἢ ἐκ τῆς…
Ἀνόμ…
The complete text is available when the reading interface loads.