Epistula ad Epictetum
- Authority group
- Athanasius of Alexandria (catalogue association; authorship remains anonymous)
- Edition reference
- Epistula ad Epictetum, ed. G. Ludwig, Athanasii epistula ad Epictetum [Diss. Jena. 1911]: 3–18.
- CTS identifier
urn:cts:greekLit:tlg2035.tlg110.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
4
τούτου τὸ ἄτοπον θεωρεῖν ὑμᾶς ἔξεστιν· εἰ ὁμοούσιος ὁ λόγος τῷ σώ-
ματι ἐκ γῆς ἔχοντι τὴν φύσιν, ὁμοούσιος δὲ ὁ λόγος τῷ πατρὶ κατὰ
τὴν τῶν πατέρων ὁμολογίαν, ὁμοούσιος ἔσται καὶ αὐτὸς ὁ πατὴρ τῷ
σώματι τῷ ἐκ γῆς γενομένῳ. καὶ τί ἔτι μέμφεσθε τοῖς Ἀρειανοῖς
λέγουσι τὸν υἱὸν κτίσμα λέγοντες αὐτοὶ καὶ τὸν πατέρα ὁμοούσιον τοῖς
κτίσμασιν, καὶ εἰς ἑτέραν ἀσέβειαν μετερχόμενοι φάσκοντες εἰς σάρκα
καὶ ὀστέα καὶ τρίχας καὶ νεῦρα καὶ ὅλον σῶμα μεταβεβλῆσθαι τὸν
λόγον καὶ ἠλλάχθαι τῆς ἰδίας φύσεως. ὥρα γὰρ ὑμᾶς εἰπεῖν φανερῶς
ἐκ γῆς αὐτὸν γεγενῆσθαι· ἐκ γῆς γὰρ ἡ τῶν ὀστέων καὶ ὅλου τοῦ
σώματος φύσις. τίς οὖν ἡ τοσαύτη παραφροσύνη, ἵνα καὶ πρὸς ἑαυ-
τοὺς διαμάχησθε; ὁμοούσιον μὲν γὰρ λέγοντες τὸν λόγον τῷ σώματι,
ἕτερον πρὸς ἕτερον σημαίνετε, τῷ δὲ εἰς σάρκα μεταβεβλῆσθαι αὐτοῦ
τοῦ λόγου τροπὴν φαντάζεσθε. καὶ τίς ἔτι λοιπὸν ὑμῶν ἀνέξεται ταῦτα
καὶ μόνον φθεγγομένων; πάσης γὰρ αἱρέσεως πλέον εἰς ἀσέβειαν ἐξε-
κλίνατε· εἰ γὰρ ὁμοούσιος ὁ λόγος τῷ σώματι, περιττὴ τῆς Μαρίας ἡ
μνήμη καὶ ἡ χρεία, δυναμένου τοῦ σώματος εἶναι καὶ πρὸ Μαρίας
ἀϊδίως, ὥσπερ οὖν ἐστι καὶ αὐτὸς ὁ λόγος, εἴ γε καθ' ὑμᾶς ὁμοούσιός
ἐστι τῷ σώματι. τίς δὲ καὶ ἡ χρεία τῆς ἐπιδημίας τοῦ λόγου, ἵνα ἢ
τὸ ἑαυτοῦ ὁμοούσιον ἐνδύσηται ἢ τραπεὶς ἀπὸ τῆς ἰδίας φύσεως σῶμα
γένηται; οὐ γὰρ ἑαυτῆς ἡ θεότης ἐπιλαμβάνεται, ἵνα καὶ τὸ ὁμοούσιον
ἑαυτῆς ἐνδύσηται, ἀλλ' οὐδὲ ἥμαρτεν ὁ τὰς ἄλλων ἁμαρτίας λυτρού-
μενος λόγος, ἵνα τραπεὶς εἰς σῶμα ἑαυτὸν ὑπὲρ ἑαυτοῦ θυσίαν προσ-
ενέγκῃ καὶ ἑαυτὸν λυτρώσηται.
5
ἀλλ' οὐκ ἔστιν οὕτω, μὴ γένοιτο, σπέρματος γὰρ Ἀβραὰμ ἐπι-
λαμβάνεται, ὡς εἶπεν ὁ ἀπόστολος· ὅθεν ὤφειλε κατὰ πάντα τοῖς
ἀδελφοῖς ὁμοιωθῆναι καὶ λαβεῖν ὅμοιον ἡμῖν σῶμα. διὰ τοῦτο γοῦν καὶ
ὑπόκειται ἀληθῶς ἡ Μαρία, ἵν' ἐξ αὐτῆς τοῦτο λάβῃ καὶ ὡς ἴδιον
ὑπὲρ ἡμῶν αὐτὸ προσενέγκῃ· καὶ ταύτην ὁ μὲν Ἡσαΐας προφητεύων
ἐδείκνυε λέγων, ἰδοὺ ἡ παρθένος, ὁ δὲ Γαβριὴλ ἀποστέλλεται πρὸς
αὐτήν, οὐχ ἁπλῶς πρὸς παρθένον, ἀλλὰ πρὸς παρθένον μεμνηστευ-
μένην ἀνδρί, ἵν' ἐκ τοῦ μνηστῆρος δείξῃ τὴν Μαρίαν ἀληθῶς ἄνθρω-
πον οὖσαν· καὶ τοῦ τίκτειν μνημονεύει ἡ γραφὴ καί φησιν, ἐσπαργάνωσεν,
καὶ ἐμακαρίζοντο μαστοὶ, οὓς ἐθήλασεν· καὶ προσηνέχθη θυσία, ὡς
διανοίξαντος τοῦ τεχθέντος τὴν μήτραν. ταῦτα δὲ πάντα τικτούσης ἦν
παρθένου γνωρίσματα, καὶ ὁ Γαβριὴλ δὲ ἀσφαλῶς εὐηγγελίζετο αὐτῇ
λέγων οὐχ ἁπλῶς τὸ γεννώμενον ἐν σοί, ἵνα μὴ ἔξωθεν ἐπεισαγόμενον
αὐτῇ σῶμα νομισθῇ, ἀλλ' ἐκ σοῦ, ἵν' ἐξ αὐτῆς φύσει τὸ γεννώμενον
εἶναι πιστευθῇ, φανερῶς καὶ τοῦτο τῆς φύσεως δεικνυούσης, ὡς ἀδύ-
νατον παρθένον φέρειν γάλα μὴ τεκοῦσαν, καὶ ἀδύνατον γάλακτι τρα-
φῆναι σῶμα καὶ σπαργανωθῆναι μὴ πρότερον φύσει τεχθέν. τοῦτό ἐστι
τὸ περιτμηθὲν ὀκταήμερον, τοῦτο Συμεὼν εἰς τὰς ἀγκάλας ἐδέξατο, τοῦτο
γέγονε παιδίον, καὶ ηὔξησε δωδεκαετὴς γενόμενος, καὶ εἰς τὸν τριακοστὸν
ἐνιαυτὸν ἦλθεν. οὐ γάρ, ὥς τινες ὑπενόησαν, ἡ οὐσία αὐτὴ τοῦ λόγου τραπεῖσα
περιετμήθη, ἀναλλοίωτος οὖσα καὶ ἄτρεπτος, λέγοντος μὲν αὐτοῦ τοῦ
σωτῆρος, ἴδετέ με, ὅτι ἐγώ εἰμι καὶ οὐκ ἠλλοίωμαι, τοῦ δὲ Παύλου γρά-
φοντος, Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.
ἀλλ' ἐν τῷ περιτμηθέντι σώματι καὶ βασταχθέντι καὶ φαγόντι καὶ
καμόντι καὶ ἐν ξύλῳ καθηλωθέντι καὶ παθόντι ἦν ὁ ἀπαθὴς καὶ
ἀσώματος τοῦ θεοῦ λόγος. τοῦτο ἦν τὸ ἐν μνημείῳ τεθέν, ὅτε αὐτὸς
ἐπορεύθη κηρύξαι καὶ τοῖς ἐν φυλακῇ πνεύμασιν, ὡς εἶπεν ὁ Πέτρος.
6
ὃ μάλιστα δείκνυσι τὴν ἄνοιαν τῶν λεγόντων εἰς ὀστέα καὶ σάρκα
τετράφθαι τὸν λόγον. εἰ γὰρ τοῦτο ἦν, οὐκ ἦν χρεία μνημείου, αὐτὸ
γὰρ ἂν ἐπορεύθη δι' ἑαυτοῦ τὸ σῶμα κηρύξαι τοῖς ἐν τῷ Ἅιδῃ πνεύ-
μασιν. νῦν δὲ αὐτὸς μὲν ἐπορεύθη κηρύξαι, τὸ δὲ σῶμα ἑλίξας Ἰωσὴφ
σινδόνι ἀπέθετο ἐν τῷ Γολγοθᾷ· καὶ δέδεικται πᾶσιν, ὅτι μὴ τὸ σῶμα
ἦν ὁ λόγος, ἀλλὰ σῶμα ἦν τοῦ λόγου. καὶ τοῦτο Θωμᾶς ἀναστὰν ἐκ νεκρῶν
ἐψηλάφησε καὶ εἶδεν ἐν αὐτῷ τοὺς τύπους τῶν ἥλων, οὓς ὑπέμεινεν αὐτὸς
ὁ λόγος ὁρῶν καθηλουμένους ἐν τῷ ἰδίῳ σώματι καὶ δυνάμενος κωλύειν,
οὐκ ἐκώλυεν, ἀλλὰ καὶ ἰδιοποιεῖτο τὰ τοῦ σώματος ἴδια ὡς ἑαυτοῦ
ὁ λόγος ὁ ἀσώματος. ἀμέλει τοῦ σώματος τυπτομένου παρὰ τοῦ ὑπηρέ-
του ὡς αὐτὸς πάσχων ἔλεγεν, τί με δέρεις; καὶ ἄψαυστος ὢν τῇ φύσει
ὅμως ἔλεγεν, τὸν νῶτόν μου ἔδωκα εἰς μάστιγας καὶ τὸ πρόσωπόν μου
οὐκ ἀπέστρεψα ἀπὸ ἐμπτυσμάτων· ἃ γὰρ τὸ ἀνθρώπινον ἔπασχε τοῦ
λόγου, ταῦτα συνὼν αὐτῷ ὁ λόγος εἰς ἑαυτὸν ἀνέφερεν, ἵνα ἡμεῖς
τῆς τοῦ λόγου θεότητος μετασχεῖν δυνηθῶμεν. καὶ ἦν παράδοξον, ὅτι
αὐτὸς ἦν ὁ πάσχων καὶ μὴ πάσχων, πάσχων μέν, ὅτι τὸ ἴδιον αὐτοῦ
ἔπασχε σῶμα καὶ ἐν αὐτῷ τῷ πάσχοντι ἦν, μὴ πάσχων δέ, ὅτι τῇ
φύσει θεὸς ὢν ὁ λόγος ἀπαθής ἐστιν. καὶ αὐτὸς μὲν ὁ ἀσώματος ἦν
ἐν τῷ παθητῷ σώματι, τὸ δὲ σῶμα εἶχεν ἐν ἑαυτῷ τὸν ἀπαθῆ λόγον
ἀφανίζοντα τὰς ἀσθενείας αὐτοῦ τοῦ σώματος. ἐποίει δὲ τοῦτο, καὶ
ἐγίνετο οὕτως, ἵνα τὰ ἡμῶν αὐτὸς δεχόμενος καὶ προσενεγκὼν εἰς
θυσίαν ἐξαφανίσῃ, καὶ λοιπὸν τοῖς ἑαυτοῦ περιβαλὼν ἡμᾶς ποιήσῃ τὸν
ἀπόστολον εἰπεῖν, δεῖ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ
τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν.
7
οὐ θέσει δὲ ταῦτα ἐγίνετο, μὴ γένοιτο, ὥς τινες πάλιν ὑπέλαβον,
ἀλλ' ὄντως ἀληθείᾳ ἀνθρώπου γενομένου τοῦ σωτῆρος ὅλου τοῦ ἀν-
θρώπου σωτηρία ἐγίνετο. εἰ γὰρ θέσει ἦν ἐν τῷ σώματι ὁ λόγος κατ'
ἐκείνους, τὸ δὲ θέσει λεγόμενον φαντασία ἐστίν, εὑρίσκεται δοκήσει
καὶ ἡ σωτηρία καὶ ἡ ἀνάστασις τῶν ἀνθρώπων λεγομένη κατὰ τὸν
ἀσεβέστατον Μανιχαῖον. ἀλλὰ μὴν οὐ φαντασία ἡ σωτηρία ἡμῶν οὐδὲ
σώματος μόνου, ἀλλ' ὅλου ἀνθρώπου ψυχῆς καὶ σώματος ἀληθῶς ἡ
σωτηρία γέγονεν ἐν αὐτῷ τῷ λόγῳ. ἀνθρώπινον ἄρα φύσει τὸ ἐκ
Μαρίας κατὰ τὰς θείας γραφὰς καὶ ἀληθινὸν ἦν τὸ σῶμα τοῦ σωτῆρος·
ἀληθινὸν δὲ ἦν, ἐπειδὴ ταὐτὸν ἦν τῷ ἡμετέρῳ, ἀδελφὴ γὰρ ἡμῶν ἡ
Μαρία, ἐπεὶ καὶ οἱ πάντες ἐκ τοῦ Ἀδάμ ἐσμεν. καὶ τοῦτο οὐκ ἄν τις
ἀμφιβάλοι μνησθείς, ὧν ἔγραψεν ὁ Λουκᾶς· μετὰ γὰρ τὸ ἀναστῆναι ἐκ
τῶν νεκρῶν, δοκούντων τινῶν μὴ ἐν τῷ ἐκ Μαρίας σώματι βλέπειν τὸν
κύριον, ἀλλ' ἀντὶ τούτου πνεῦμα θεωρεῖν, ἔλεγεν, ἴδετε τὰς χεῖράς μου
καὶ τοὺς πόδας μου καὶ τοὺς τύπους τῶν ἥλων, ὅτι ἐγώ εἰμι αὐτός·
ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει,
καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. καὶ τοῦτο εἰπὼν ἐπέδειξεν αὐτοῖς τὰς
χεῖρας καὶ τοὺς πόδας, ἐξ ὧν καὶ διελέγχεσθαι δύνανται πάλιν οἱ τολ-
μήσαντες εἰπεῖν, εἰς σάρκα καὶ ὀστέα ἠλλοιῶσθαι τὸν κύριον. οὐ γὰρ
εἶπεν, καθὼς ἐμὲ θεωρεῖτε σάρκα καὶ ὀστέα ὄντα, ἀλλ' ἔχοντα, ἵνα μὴ
αὐτὸς ὁ λόγος εἰς ταῦτα τραπεὶς νομισθῇ, ἀλλ' αὐτὸς ἔχων αὐτὰ
καὶ πρὸ τοῦ θανάτου καὶ μετὰ τὴν ἀνάστασιν εἶναι πιστευθῇ.
8
τούτων δὲ οὕτως ἐχόντων τὴν ἀπόδειξιν περιττὸν ἔτι τῶν ἄλλων
ἅπτεσθαι καὶ γυμνάζειν τι περὶ αὐτῶν. τοῦ γὰρ σώματος, ἐν ᾧ ἦν
ὁ λόγος, μὴ ὄντος ὁμοουσίου τῇ θεότητι, ἀλλ' ἐκ Μαρίας ἀληθῶς
τεχθέντος, καὶ αὐτοῦ δὲ τοῦ λόγου μὴ τραπέντος εἰς ὀστέα καὶ σάρκα,
ἀλλ' ἐν σαρκὶ γενομένου. τὸ γὰρ παρὰ τῷ Ἰωάννῃ λεγόμενον, ὁ λόγος
σὰρξ ἐγένετο, ταύτην ἔχει τὴν διάνοιαν, καθὼς καὶ ἐκ τοῦ ὁμοίου
τοῦτο δυνατὸν εὑρεῖν· γέγραπται γὰρ παρὰ τῷ Παύλῳ, Χριστὸς ὑπὲρ
ἡμῶν γέγονε κατάρα· καὶ ὥσπερ οὐκ αὐτὸς κατάρα γέγονεν, ἀλλ' ὅτι
τὴν ὑπὲρ ἡμῶν ἀνεδέξατο κατάραν, εἴρηται κατάρα γεγονέναι· οὕτω
καὶ σὰρξ ἐγένετο, οὐ τραπεὶς εἰς σάρκα, ἀλλ' ὅτι σάρκα ὑπὲρ ἡμῶν
ἀνέλαβε καὶ γέγονεν ἄνθρωπος. καὶ γὰρ τὸ εἰπεῖν, ὁ λόγος σὰρξ ἐγένετο,
ἶσόν ἐστι πάλιν εἰπεῖν, ὁ λόγος ἄνθρωπος γέγονε κατὰ τὸ εἰρημένον
ἐν τῷ Ἰωήλ, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα· οὐ γὰρ
ἕως τῶν ἀλόγων ἦν ἡ ἐπαγγελία, ἀλλ' εἰς ἀνθρώπους ἐστίν, ὧν ἕνεκα
καὶ ἄνθρωπος γέγονεν ὁ κύριος. τούτου δὲ τοῦ ῥητοῦ ταύτην ἔχοντος
τὴν διάνοιαν, εἰκότως καταγνώσονται ἑαυτῶν πάντες οἱ νομίσαντες
πρὸ τῆς Μαρίας εἶναι τὴν ἐξ αὐτῆς σάρκα, καὶ πρὸ ταύτης ἐσχηκέναι
ψυχὴν ἀνθρωπίνην τὸν λόγον καὶ ἐν αὐτῇ πρὸ τῆς ἐπιδημίας ἀεὶ
γεγενῆσθαι. παύσονται δὲ καὶ οἱ εἰπόντες μὴ εἶναι δεκτικὴν θανάτου
τὴν σάρκα, ἀλλὰ τῆς ἀθανάτου φύσεως εἶναι ταύτην. εἰ γὰρ μὴ ἀπέ-
θανεν, πῶς ὁ Παῦλος παρεδίδου Κορινθίοις, ὃ καὶ παρέλαβεν, ὅτι
Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς· πῶς
δὲ ὅλως καὶ ἀνέστη, εἰ μὴ προαπέθανεν; ἐρυθριάσουσι δὲ μεγάλως
οἱ καὶ ὅλως ἐνθυμηθέντες δύνασθαι ἀντὶ τῆς τριάδος γίνεσθαι τε-
τράδα, εἰ λέγοιτο ἐκ Μαρίας εἶναι τὸ σῶμα· ὁμοούσιον μὲν γάρ, φασίν,
ἐὰν εἴπωμεν τὸ σῶμα τῷ λόγῳ, μένει ἡ τριὰς τριὰς οὐδὲν ξένον εἰς αὐτὴν
ἐπιφερομένου τοῦ λόγου· ἐὰν δὲ ἀνθρώπινον εἴπωμεν τὸ ἐκ Μαρίας
σῶμα, ἀνάγκῃ ξένου ὄντος κατ' οὐσίαν τοῦ σώματος καὶ ὄντος ἐν αὐτῷ
τοῦ λόγου, τετρὰς ἀντὶ τριάδος γίνεται διὰ τὴν τοῦ σώματος προσθήκην.
9
ταῦτα οὕτω λέγοντες οὐ νοοῦσιν, ὅπως ἑαυτοῖς περιπίπτουσιν.
καὶ γὰρ κἂν μὴ ἐκ Μαρίας λέγωσι τὸ σῶμα, ἀλλ' ὁμοούσιον αὐτὸ
τῷ λόγῳ, οὐδὲν ἧττον ἢ ὅπερ ὑπεκρίναντο, μὴ ἄρα ὡς φρονοῦντες
νομισθῶσιν, τοῦτο κατὰ τὴν αὐτῶν ἔννοιαν δειχθήσονται λέγοντες τετράδα.
ὡς γὰρ ὁ υἱὸς κατὰ τοὺς πατέρας ὁμοούσιος ὢν τῷ πατρὶ οὐκ ἔστιν
αὐτὸς ὁ πατήρ, ἀλλ' υἱὸς πρὸς πατέρα λέγεται ὁμοούσιος, οὕτω τὸ
ὁμοούσιον σῶμα τοῦ λόγου οὐκ ἔστιν αὐτὸς ὁ λόγος, ἀλλ' ἕτερον πρὸς
τὸν λόγον· ἑτέρου δὲ ὄντος ἔσται κατ' αὐτοὺς ἡ αὐτῶν τριὰς τετράς.
οὐ γὰρ ἡ ἀληθινὴ καὶ ὄντως τελεία καὶ ἀδιαίρετος τριὰς δέχεται
προσθήκην, ἀλλ' ἡ παρὰ τούτων ἐπινενοημένη. καὶ πῶς ἔτι Χριστι-
ανοί, ἕτερον παρὰ τὸν ὄντα θεὸν ἐπινοοῦντες; πάλιν γὰρ καὶ ἐν τῷ
ἑτέρῳ αὐτῶν σοφίσματι τὴν ἀφροσύνην ἔξεστιν ὁρᾶν. εἰ διὰ τὸ εἶναι
καὶ λέγεσθαι ἐν ταῖς γραφαῖς, ἐκ Μαρίας εἶναι καὶ ἀνθρώπινον τὸ
σῶμα τοῦ σωτῆρος, νομίζουσιν ἀντὶ τριάδος τετράδα λέγεσθαι, ὡς
προσθήκης γινομένης διὰ τὸ σῶμα, πολὺ πλανῶνται τὸ ποίημα συν-
εξισοῦντες τῷ ποιητῇ, καὶ ὑπονοοῦντες δύνασθαι τὴν θεότητα προσ-
θήκην λαμβάνειν· καὶ ἠγνόησαν, ὅτι οὐ διὰ προσθήκην θεότητος γέγονε
σὰρξ ὁ λόγος, ἀλλ' ἵνα ἡ σὰρξ ἀναστῇ, οὐδ' ἵνα βελτιωθῇ ὁ λόγος,
προῆλθεν ἐκ Μαρίας, ἀλλ' ἵνα τὸ ἀνθρώπινον γένος λυτρώσηται. πῶς
οὖν οἴονται τὸ διὰ τοῦ λόγου λυτρωθὲν σῶμα καὶ ζωοποιηθὲν προσ-
θήκην εἰς θεότητα τῷ ζωοποιήσαντι λόγῳ ποιεῖν; μᾶλλον γὰρ αὐτῷ
τῷ ἀνθρωπίνῳ σώματι προσθήκη μεγάλη γέγονεν ἐκ τῆς τοῦ λόγου
πρὸς αὐτὸ κοινωνίας τε καὶ ἑνώσεως· ἀπὸ γὰρ θνητοῦ γέγονεν ἀθάνα-
τον, καὶ ψυχικὸν ὂν γέγονε πνευματικόν, καὶ ἐκ γῆς γενόμενον τὰς οὐρα-
νίους διέβη πύλας. ἡ μέντοι τριὰς καὶ λαβόντος ἐκ Μαρίας σῶμα τοῦ λόγου
τριάς ἐστιν οὐ δεχομένη προσθήκην οὐδὲ ἀφαίρεσιν· ἀλλ' ἀεὶ τελεία
ἐστίν, καὶ ἐν τριάδι μία θεότης γινώσκεται, καὶ οὕτως ἐν τῇ ἐκκλησίᾳ
εἷς θεὸς κηρύττεται ὁ τοῦ λόγου πατήρ.
10
ἐκ δὴ τούτου σιωπήσουσι λοιπὸν καὶ οἵ ποτε εἰπόντες τὸν ἐκ
Μαρίας προελθόντα μὴ εἶναι αὐτὸν Χριστὸν καὶ κύριον καὶ θεόν.
εἰ γὰρ μὴ θεὸς ἦν ἐν τῷ σώματι, πῶς εὐθὺς προελθὼν ἐκ Μαρίας
ἐκλήθη Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον μεθ' ἡμῶν ὁ θεός;
πῶς δὲ καὶ ὁ Παῦλος, εἰ μὴ ὁ λόγος ἦν ἐν σαρκί, Ῥωμαίοις ἔγραφεν,
ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς
εἰς τοὺς αἰῶνας ἀμήν; οὐκοῦν ὁμολογείτωσαν καὶ οἱ πρότερον ἀρνού-
μενοι τὸν ἐσταυρωμένον εἶναι θεὸν ἐσφάλθαι, πειθόμενοι ταῖς θείαις
γραφαῖς, μάλιστα δὲ τῷ Θωμᾷ, ὃς μετὰ τὸ ἰδεῖν ἐν αὐτῷ τοὺς τῶν
ἥλων τύπους ἀνεβόησεν, ὁ κύριός μου καὶ ὁ θεός μου. θεὸς γὰρ καὶ
κύριος τῆς δόξης ὢν ὁ υἱὸς ἦν ἐν τῷ ἀδόξως καθηλουμένῳ καὶ ἀτι-
μαζομένῳ σώματι, τὸ δὲ σῶμα ἔπασχε μὲν νυττόμενον ἐν τῷ ξύλῳ,
καὶ ἔρρεεν ἐκ τῆς τούτου πλευρᾶς αἷμα καὶ ὕδωρ, ναὸς δὲ τοῦ λόγου
τυγχάνον πεπληρωμένον ἦν τῆς θεότητος. διὰ τοῦτο γοῦν ὁ μὲν ἥλιος
ὁρῶν τὸν δημιουργὸν ἑαυτοῦ ἐν τῷ ὑβριζομένῳ σώματι ἀνεχόμενον
τὰς ἀκτῖνας συνέστειλε καὶ ἐσκότισε τὴν γῆν. αὐτὸ δὲ τὸ σῶμα φύσιν
ἔχον θνητὴν ὑπὲρ τὴν ἑαυτοῦ φύσιν ἀνέστη διὰ τὸν ἐν αὐτῷ λόγον,
καὶ πέπαυται μὲν τῆς κατὰ φύσιν φθορᾶς, ἐνδυσάμενον δὲ τὸν ὑπὲρ
ἄνθρωπον λόγον γέγονεν ἄφθαρτον.
11
περὶ δὲ τοῦ φαντάζεσθαί τινας καὶ λέγειν, ὅτι, ὥσπερ ἐφ' ἕκαστον
τῶν προφητῶν ἐγίνετο, οὕτω καὶ ἐφ' ἕνα τινὰ ἄνθρωπον ἐκ Μαρίας
ἦλθεν ὁ λόγος, περιττόν ἐστι γυμνάζειν φανερὰν ἐχούσης τῆς ἀνοίας
αὐτῶν τὴν κατάγνωσιν. εἰ γὰρ οὕτως ἦλθεν, διὰ τί οὗτος ἐκ παρθένου,
καὶ μὴ καὶ αὐτὸς ἐξ ἀνδρὸς καὶ γυναικός; οὕτω γὰρ καὶ ἕκαστος τῶν
ἁγίων ἐγεννήθη. ἢ διὰ τί οὕτως ἐλθόντος τοῦ λόγου οὐχ ὁ ἑκάστου
θάνατος λέγεται ὑπὲρ ἡμῶν γεγενῆσθαι, ἀλλ' ὁ τούτου μόνος; διὰ τί
δὲ καθ' ἕκαστον τῶν προφητῶν ἐπιδημοῦντος τοῦ λόγου λέγεται ἐπὶ
μόνου τοῦ ἐκ Μαρίας, ὡς ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων ἐπιδημή-
σαντος; ἢ διὰ τί ἐλθόντος αὐτοῦ, ὡς ἦλθεν ἐν τοῖς ἔμπροσθεν ἁγίοις,
οἱ μὲν ἄλλοι πάντες ἀποθανόντες οὔπω ἀνέστησαν, ὁ δὲ ἐκ Μαρίας
μόνος τριήμερος ἀνέστη; ἢ διὰ τί ὁμοίως τοῖς ἄλλοις ἐλθόντος τοῦ
λόγου λέγεται μόνος ὁ ἐκ Μαρίας Ἐμμανουήλ, ὡς σώματος πεπλη-
ρωμένου θεότητος τεχθέντος ἐξ αὐτῆς; τὸ γὰρ Ἐμμανουὴλ ἑρμηνεύεται
μεθ' ἡμῶν ὁ θεός. ἢ διὰ τί, εἴπερ οὕτως ἦλθεν, ἐσθίοντος ἑκάστου τῶν
ἁγίων καὶ πίνοντος καὶ κοπιῶντος καὶ ἀποθνήσκοντος οὐ λέγεται ὡς
αὐτὸς ἐσθίων καὶ κοπιῶν καὶ ἀποθανών, ἀλλ' ἐπὶ μόνου τοῦ ἐκ
Μαρίας; ἃ γὰρ ἔπασχε τοῦτο τὸ σῶμα, ταῦτα ὡς αὐτοῦ πάσχοντος
εἴρηται, καὶ τῶν ἄλλων πάντων λεγομένων μόνον ἐτέχθησαν καὶ ἐγεν-
νήθησαν· ἐπὶ τοῦ ἐκ Μαρίας μόνου εἴρηται, καὶ ὁ λόγος σὰρξ ἐγένετο.
12
ἐξ ὧν δείκνυται, ὅτι πρὸς μὲν τοὺς ἄλλους πάντας γέγονεν ὁ
λόγος τοῦ προφητεύειν χάριν, ἐκ δὲ Μαρίας αὐτὸς ὁ λόγος ἑαυτῷ σάρκα
λαβὼν προῆλθεν ἄνθρωπος· τῇ μὲν φύσει καὶ τῇ οὐσίᾳ λόγος ὢν τοῦ
θεοῦ, κατὰ δὲ σάρκα ἐκ σπέρματος Δαβὶδ καὶ τῆς σαρκὸς Μαρίας
γενόμενος ἄνθρωπος, ὡς εἶπεν ὁ Παῦλος. τοῦτον ὁ πατὴρ ἐδείκνυε
καὶ ἐν τῷ Ἰορδάνῃ καὶ ἐν τῷ ὄρει λέγων, οὗτός ἐστιν ὁ υἱός μου, ὁ
ἀγαπητός, ἐν ᾧ ηὐδόκησα. τοῦτον οἱ μὲν Ἀρειανοὶ ἠρνήσαντο, ἡμεῖς
δὲ ἐπιγινώσκοντες προσκυνοῦμεν, οὐ διαιροῦντες τὸν υἱὸν καὶ τὸν λόγον,
ἀλλ' αὐτὸν τὸν λόγον εἰδότες εἶναι τὸν υἱόν, δι' οὗ τὰ πάντα γέγονεν
καὶ ἡμεῖς ἐλυτρώθημεν. διὸ καὶ ἐθαυμάσαμεν, πῶς ὅλως ἐν ὑμῖν περὶ
τῶν οὕτω φανερῶν γέγονε φιλονεικία, ἀλλὰ χάρις τῷ κυρίῳ, ὅτι, ὅσον
ἐλυπήθημεν ἐντυχόντες τοῖς ὑπομνήμασιν, τοσοῦτον ἐχάρημεν ἐπὶ τῷ
τέλει τούτων. μετὰ γὰρ συμφωνίας ἀνεχώρησαν καὶ εἰρήνευσαν ἐπὶ
τῇ ὁμολογίᾳ τῆς εὐσεβοῦς καὶ ὀρθοδόξου πίστεως. τοῦτο γοῦν κἀμὲ
πολλὰ πρότερον σκεψάμενον πέπεικε γράψαι τὰ ὀλίγα ταῦτα λογισάμενον,
μὴ ἄρα ἐκ τῆς σιωπῆς ἀντὶ χαρᾶς λύπη γένηται τοῖς ἐκ τῆς συμφω-
νίας πρόφασιν τοῦ χαίρειν παρασχοῦσιν ἡμῖν. ἀξιῶ τοίνυν προηγου-
μένως τὴν σὴν εὐλάβειαν καὶ δεύτερον τοὺς ἀκούοντας μετὰ συνειδή-
σεως ἀγαθῆς ταῦτα δέξασθαι, καὶ εἰ μέν τι πρὸς εὐσέβειαν λείπει, τοῦτο
διορθώσασθαι καὶ δηλῶσαί μοι· εἰ δ' ὡς παρ' ἰδιώτου τοῦ λόγου
μὴ κατ' ἀξίαν μηδὲ τελείως γέγραπται, συγγνῶναι πάντας τῇ ἡμετέρᾳ
περὶ τὸ λέγειν ἀσθενείᾳ. προσαγόρευε πάντας τοὺς μετὰ σοῦ ἀδελφούς,
σὲ οἱ σὺν ἡμῖν πάντες προσαγορεύουσιν· ἐρρωμένος ἐν κυρίῳ διάγοις
ἀγαπητὲ καὶ ἀληθῶς ποθεινότατε.
{ΤΟΥ ΑΥΤΟΥΠΡΟΣ ΑΝΤΙΟΧΟΝ}{Δ[Περὶ τοῦ μὴ κοινωνεῖν αἱρετικοῖς]}Ἐρώτησις. Ἐὰν καταληφθῆ ἄνθρω-πος ἐν καιρῷ ἑορτῆς ἐν χώρᾳ, ἐν ᾗκοινωνία τῆς καθολικῆς ἐκκλησίαςοὐχ εὑρίσκεται, τί ὀφείλει διὰ τὴνἑορτὴν σκέψασθαι, κοινωνῆσαι τοῖςαἱρετικοῖς ἢ οὔ;{Ἀπόκρισις.}Εἰ πολὺς καὶ χαλεπὸς ὁ κίνδυ-νος τῷ ἀνδρί, τὸ τὴν ἰδίαν γυ-ναῖκα ἐᾶσαι καὶ ἄλλῃ συγγενέσθαι,κἂν ἐν ἀποδημίᾳ τυγχάνῃ, πόσῳμᾶλλον τὴν ὀρθὴν πίστιν προδοῦναιδιὰ τὸ τοῖς αἱρετικοῖς κοινωνῆσαι;Καὶ ὥσπερ οἱ τὴν ἑαυτῶν πραγμα-τείαν πωλῆσαι βουλόμενοι, ὅσον ἂνχρόνον ἐπὶ ξένης βραδύνωσιν, οὐκαταδέχονται λαβεῖν ἀντὶ τοῦ βα-σιλικοῦ χαράγματος ἐξωχάραγον,οὕτως καὶ ἐπὶ τῆς τοῦ Χριστοῦκοινωνίας χρὴ λογίζεσθαι.Πάσῃ τοίνυν δυνάμει φυλαξώμεθαμὴ μεταλαμβάνειν μετάληψιν αἱρε-τικῶν, μήτε μεταδιδόναι· ‘Μὴ δότεγὰρ τὰ ἅγια τοῖς κυσί, φησὶν ὁ κύ-ριος, μηδὲ ῥίπτητε τοὺς μαργαρίταςὑμῶν ἔμπροσθεν τῶν χοίρων’, ἵναμὴ μέτοχοι τῆς κακοδοξίας καὶτῆς αὐτῶν γενώμεθα κατακρίσεως.Εἰ γὰρ πάντως ἕνωσίς ἐστι πρὸςΧριστόν, καὶ πρὸς ἀλλήλους πάντως·καὶ πᾶσι τοῖς συμμεταλαμβάνουσινὑμῖν κατὰ προαίρεσιν ἑνούμεθα· ἐκπροαιρέσεως γὰρ ἡ ἕνωσις αὕτηγίνεται, οὐ χωρὶς τῆς ἡμῶν γνώμης·‘Πάντες γὰρ ἓν σῶμα ἐσμέν, ὅτι ἐκτοῦ ἑνὸς ἄρτου μεταλαμβάνομεν’,καθώς φησιν ὁ θεῖος ἀπόστολος. ἈΘΑΝΑΣΙΟΥ. Τό γε μὴν λέγειν τὴν Γραφήν·Ἐγένοντο δὲ αὐτῷ ἑπτὰ υἱοὶ, καὶ πρὸς τοὺς Ἀρειο-μανίτας ἡμῖν συμβαλεῖται· οἳ ὡς μέγα βοήθημα τῆςαἱρέσεως αὐτῶν κατέχουσι τὸ περὶ τοῦ Μονογενοῦςπαρὰ τοῦ Ἀποστόλου λεγόμενον· Πιστὸν ὄντα τῷποιήσαντι αὐτόν· καὶ φιλονεικοῦσι ποίημα εἶναιτὸν τοῦ Θεοῦ Υἱόν. Ἔστι δὲ αὐτοῖς κάλαμος τεθλα-σμένος τοῦτο τὸ ἔρεισμα. Ὅταν μὲν γὰρ ἡ οὐσίαποίημα ᾖ καὶ κτίσμα, τηνικαῦτα τὸ, ἐποίησε, καὶτὸ, ἔκτισε, κυρίως ἐπὶ αὐτῶν λέγεται, καὶ σημαίνειτὸ ποίημα· ὅταν δὲ ἡ οὐσία γέννημα ᾖ καὶ υἱὸς, τό τε,ἐποίησε, καὶ τὸ, ἐγένετο, καὶ τὸ, ἔκτισεν, οὐκ ἔτικυρίως ἐπ' αὐτοῦ κεῖται, οὐδὲ ποίημα σημαίνει, ἀλλ'ἀντὶ τοῦ ἐγέννησε τῷ ἐποίησεν ἀδιαφόρως τις κέ-χρηται ῥήματι. Ὥστε καταγνώσονται ἑαυτῶν οἱἈρειανοὶ, εἰ μάθοιεν τὸ τῆς Γραφῆς ἰδίωμα· καὶ γὰρεἰ ποιουμένους, καὶ γινομένους, καὶ κτιζομένους τοὺςἐξ αὐτῶν φυομένους λέγοιεν οἱ γονεῖς, οὐδὲν ἧττονοὐκ ἀρνοῦνται τὴν φύσιν. Ὁ γοῦν Ἐζεχίας, ὡς ἐντῷ Ἡσαΐᾳ γέγραπται, εὐχόμενος ἔλεγεν· Ἀπὸ γὰρτῆς σήμερον παιδία ποιήσω, ἀντὶ τοῦ, γεννήσω, τὸποιήσω εἰρηκὼς, καὶ τοὺς ἐξ αὐτοῦ φυομένους εἰπών.Καὶ οὐ διαφέρεται. Κἀνταῦθα δὲ περὶ τοῦ Ἰὼβ εἴρηται· Ἐγένοντοδὲ αὐτῷ υἱοὶ ἑπτά· ὥσπερ καὶ Μωϋσῆς ἐν τῷ νόμῳφησίν· Ἐὰν γένωνται. Χρὴ πρότερον ζητεῖν, εἰ υἱός ἐστιν. Τούτου γὰρἀποδεικνυμένου, παύεται ἡ περὶ τοῦ ποιήματος καὶκτίσματος ὑπόνοια, καὶ φανερὰ πᾶσιν ἀπόδειξις, ὡςἡ λέξις ἡ λέγουσα, τῷ ποιήσαντι αὐτὸν, οὐκ εἰςὄνησίν ἐστι τῇ αἱρέσει αὐτῶν, ἀλλὰ μᾶλλον εἰς κατά-γνωσιν. Δέδεικται γὰρ, ὅτι ἡ τοῦ, ἐποίησε, λέξιςκαὶ ἐπὶ τῶν γνησίων καὶ τῶν φύσει τέκνων ἐν τῇθείᾳ κεῖται Γραφῇ. Ὅθεν τοῦ Κυρίου ἀποδεικνυμένουφύσει καὶ γνησίου υἱοῦ, κἂν λέγηται ἐπ' αὐτοῦ (sic)τὸ, ἐποίησεν, ἢ ἐγένετο, οὐχ ὡς ποιήματος ὄντοςαὐτοῦ λέγεται, ἀλλ' ἀδιαφόρως τῇ λέξει χρῶνται οἱἅγιοι. Καὶ εἶπεν ὁ Θεὸς τῷ διαβόλῳ· Πόθεν παραγέ-γονας; Ἀθανασίου. Ἅμα δὲ ἐν τούτοις παρίσταται,εἰ καὶ τὰ γενητὰ πάντα ἐν μεμερισμένοις τόποις εἰσὶ,φωστῆρες μὲν ἐν τῷ στερεώματι, νέφη δὲ ἐν τῷ ἀέρι.Καὶ τοῖς ἀνθρώποις ἔστησεν ὅρια ἐθνῶν· οἱ δὲ ἄγγε-λοι ἀποστέλλονται εἰς διακονίας, καὶ ἀναβαίνουσι καὶκαταβαίνουσιν ἐπὶ τῆς κλίμακος. Κἀνταῦθα, Ἦλθον,φησὶ, παραστῆναι ἐνώπιον Κυρίου. Καὶ πεῦσιςγίνεται πρὸς τὸν διάβολον· Πόθεν παραγέγονας;Ὥστε ἐν τόπῳ εἰσὶ, καὶ ἔνθα ἀποστέλλονται, ἐκεῖπάρεισι· μόνος δὲ ὁ Θεὸς ἀπερίγραπτος· τὸν παντα-χοῦ παρόντα ζητοῦσιν, ἵν' εὕροιεν ἐν χωρίῳ τινὶ συγ-κλειόμενον τὸν ἀόριστον. Ἀλλὰ τὸ παραστῆναι, τοῦτόἐστι τὸ τοῖς θελήμασιν αὐτοῦ τυπωθῆναι, καὶ τὸ πρὸςαὐτὸν ὁλικῶς ἀνατείνεσθαι. Θεοῦ μὲν γὰρ ἐνώπιόνἐστι πᾶσα ἡ κτίσις, καὶ αὐτὴ ἡ ἀποστατικὴ καὶ πο-νηροτάτη, κατὰ τὸ ἀπερίγραπτον τῆς οὐσίας ἐκείνης·ἰδίως δὲ οἱ ἄγγελοι πάρεισι τῷ Θεῷ, κατὰ τὸν τῆςθείας ἀγάπης ἀκόρεστον ἔρωτα. Ἀθανάσιος. Ἠγωνίζετο μὲν οὖν ὁ Ἰὼβ, καὶ μέ-γας ἦν ὁ πειρασμός· μείζων δὲ ἐφαίνετο ὁ ἀθλητὴςτοῦ πειρασμοῦ. Καὶ πολὺς μὲν ἔῤῥεεν ὁ πειράζων,καὶ χαλεπὸς ἦν ὁ μαχόμενος· ἀνδρειότερος δὲ ἐφαί-νετο ὁ πειραζόμενος, νικῶν τὰς ἐπιχειρήσεις καὶπροσβολὰς τοῦ πονηροῦ τῷ μεγέθει τῆς διανοίας.Γνώρισμα τῆς ἀνδρείας ἐστὶν ἡ ὑπομονή. Ταύτῃ γὰρἕκαστος τῶν ἁγίων φέρων τὰ συμβάντα ἐν τῷ βίῳἐπίπονα καὶ λυπηρὰ, ἴσχυε κατὰ τοῦ διαβόλου· ἅπερτὸ Πνεῦμα θέλον ἡμᾶς ἀμφότερα κτᾶσθαι, προστάτ-τει λέγον ἐν τῷ ψαλμῷ· Ἀνδρίζου, καὶ κραταιούσθωἡ καρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον. Ὁ γὰρὑπομένων ἀνδρεῖός ἐστι, καὶ ὁ ἀνδρεῖος ὑπομονητικὸςἂν εἴη. Διὸ καὶ ὁ μακάριος Ἰὼβ διὰ τὸ ὑπομένεινἐκραταιοῦτο, καὶ διὰ τὸ ἀνδρείως φέρειν τοὺς πόνουςὑπέμεινε, καὶ τὴν γυναῖκα διωθεῖτο, ἐξαπατηθεῖσανὑπὸ τοῦ ὄφεως, καὶ φθαρεῖσαν τὰ νοήματα. Ἐπειδὴγὰρ ὅλως ἐστὶ μισητὴς ὁ τῆς κακίας εὑρετὴς, καὶ μό-νον φαινόμενος ζητῶν τίνα ἁρπάσει καὶ καταπιεῖ·διὰ τοῦτο ὃ μὲν ἔστιν αὐτὸς ὑποκρύπτει καὶ σκέπει·ὑποκρινόμενος δὲ τῇ φαντασίᾳ τὴν πᾶσι ποθουμένηνἀλήθειαν, τὸν ἴδιον ἰὸν ἐπιβάλλει τοῖς ἀκολουθήσασιναὐτῷ. Οὕτω καὶ τὴν Εὔαν ἠπάτησεν, οὐ τὰ ἴδια λα-λῶν, ἀλλ' ὑποκρινόμενος τὰ τοῦ Θεοῦ ῥήματα, καὶτὴν διάνοιαν αὐτῶν παραποιῶν. Οὕτω καὶ τὴν γυναῖκατοῦ Ἰὼβ ὑπέβαλε, πείσας αὐτῇ ὑποκρίνεσθαι φιλαν-δρίαν, διδάξας δὲ βλασφημεῖν εἰς τὸν Θεόν. Οὕτωτοὺς ἀνθρώπους ὁ δόλιος παίζει ταῖς φαντασίαις ὑποκλέπτων καὶ σύρων ἕκαστον εἰς τὸν ἴδιον τῆς κα-κίας βόθρον. Εἰ κατὰ παίδων αὐτοῦ οὐ πιστεύει, κατὰ δὲἀγγέλων αὐτοῦ σκολιόν τι ἐπενόησεν. Ἀθανασίου. Ἡ δὲ τῶν γεννητῶν καὶ κτιστῶν φύσιςτρεπτή ἐστι, ἅτε δὴ ἔξωθεν οὖσα τῆς τοῦ Θεοῦ οὐ-σίας, καὶ ἐξ οὐκ ὄντων ὑποστᾶσα Διὸ πᾶς ἄνθρω-