Scholia in Job
- Authority group
- Athanasius of Alexandria (catalogue association; authorship remains anonymous)
- Edition reference
- Scholia in Job, MPG 27: 1344–1348.
- CTS identifier
urn:cts:greekLit:tlg2035.tlg115.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
27
1348
πος ψεύστης· καὶ, πάντες ἥμαρτον, καὶ ὑστεροῦν-
ται τῆς δόξης τοῦ Θεοῦ. Ὁ δὲ διάβολος, ἐν μέσῳ
τῶν χερουβὶμ ὢν, καὶ ἀποσφράγισμα ὁμοιώσεως
γενόμενος, ἐξέπεσεν ἐκ τῶν οὐρανῶν ὡς ἀστραπή.
Καὶ ἀγγέλους κρινοῦμεν, τοὺς μὴ τηρήσαντας δηλαδὴ
τὴν ἑαυτῶν ἀρχήν. Καὶ ἐνταῦθα, εἰ κατὰ παιδίων
αὐτοῦ οὐ πιστεύει, καὶ ἁπλῶς τὰ κτίσματα τοιαύτην
ἔχει τὴν φύσιν, καὶ τρέπεται. Μόνη δὲ ἡ θεία φύσις
ἀναλλοίωτος.
Παρὰ πάπυρον, καὶ κάλαμον, καὶ βούτομον.
Τάχα δὲ διὰ τοῦ καλάμου καὶ τοῦ παπύρου τὴν
εὐτέλειαν καὶ τὴν πενίαν τοῦ διαβόλου αἰνίττεται ἡ
Γραφή.
Τὰ ἔγκατα αὐτοῦ ἀσπίδες χάλκεαι.
Ἀθανάσιος. Πάλαι μὲν οὖν πολὺς ἦν ὁ ἐχθρὸς
πανουργευόμενος κατὰ τῶν ἀνθρώπων, καὶ φαντασίαις
αὐτοῦ πολλοὺς ἠπάτα, καὶ δυσχερὴς ἦν ἡ τῆς ἀπάτης
αὐτοῦ κατάληψις· ὥστε καὶ τὸ πνεῦμα λέγειν περὶ
αὐτοῦ· Τίς ἀποκαλύψει πρόσωπον ἐνδύματος αὐ-
τοῦ; καὶ τὰ ἑξῆς. Οὐ γὰρ ὅπερ ἦν, τοῦτο καὶ ἐφαί-
νετο, ἀλλὰ πρὸς ὃ ἐπανουργεύετο, πρὸς τοῦτο καὶ
ἐφαντασίου ἑαυτόν. Διὰ τοῦτο καὶ πολλοὶ ἠπατῶντο
ὑπ' αὐτοῦ· ὅτε δὲ ἐπεδήμησεν ὁ Σωτὴρ, τότε ἡ πᾶσα
φαντασία αὐτοῦ ἐδειγματίσθη· ἃ γὰρ ἠγνοεῖτο πάλαι
ποιῶν, ταῦτα τῇ χάριτι τοῦ Χριστοῦ γινώσκεται, καὶ
ἐν οἷς ἠπάτα πάλαι τοὺς ἀνθρώπους, ἐν τούτοις ὑπ'
αὐτῶν καταπατεῖται. Πάσης γὰρ διαβολικῆς ἐπιθέσεως
καὶ μανίας δαιμόνων ἰσχυροτέρα ἡ πίστις.
{EX COMMENTARIO IN JOB.Cap. I, v. 7. Καὶ εἶπεν ὁ Κύριος τῷ Διαβόλῳ Πόθεν παραγέγονας;}
27
1345
Ἅμα καὶ ἐν τούτοις περίσταται, καὶ ὅτι
τὰ γενητὰ πάντα ἐν μεμερισμένοις τόποις
εἰσὶ, φωστῆρες μὲν ἐν τῷ στερεώματι, νέφηδὲ ἐν τῷ ἀέρι· καὶ τοῖς ἀνθρώποις ἔστησεν
ὅρια ἐθνῶν, οἱ δὲ ἄγγελοι ἀποστέλλονται
εἰς διακονίας, καὶ ἀναβαίνουσι καὶ κατα-
βαίνουσιν ἐπὶ τῆς κλίμακος· κἀνταῦθα ἦλ-
θον, φησὶν, παραστῆναι ἐνώπιον Κυρίου, καὶ
πεῦσις γίνεται πρὸς τὸν Διάβολον· Πόθεν
παραγέγονας; ὥστε ἐν τόπῳ εἰσὶ, καὶ ἔνθα
ἀποστέλλονται, ἐκεῖ πάρεισι, μόνος δὲ ὁ Θεὸς
ἀπερίγραπτος. Ὅθεν οὐχ ὡς ἐν τόπῳ, τὸν
πανταχοῦ παρόντα ζητοῦσιν, ἵν' εὕροιεν ἐνχωρίῳ καὶ συγκλειόμενον τὸν ἀόριστον· ἀλ-
λὰ τὸ παραστῆναι τοῦτό ἐστι, τὸ τοῖς θε-
λήμασιν αὐτοῦ τυπωθῆναι, καὶ τὸ πρὸς αὐ-
27
1345
τὸν ὁλικῶς ἀνατείνεσθαι· Θεοῦ μὲν γὰρ
ἐνώπιόν ἐστι πᾶσα ἡ κτίσις, καὶ αὐτὴ ἡἀποστατικὴ καὶ πονηροτάτη κατὰ τὸ ἀπε-
ρίγραφον τῆς οὐσίας ἐκείνης· ἰδίως δὲ οἱ
ἄγγελοι πάρεισι τῷ Θεῷ κατὰ τὸν τῆς θείας
ἀγάπης ἀκόρεστον ἔρωτα.
{Cap. II, v. 10. Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐκ ὑποίσομεν;}
27
1345
Ἠγωνίζετο μὲν οὖν ὁ Ἰὼβ, καὶ μέγας ἦν
ὁ πειρασμὸς, μείζων καὶ ἐφαίνετο ὁ ἀθλη-
τὴς τοῦ πειρασμοῦ· καὶ πολὺς μὲν ἔρρεεν
ὁ πειράζων καὶ χαλεπὸς ἦν ὁ μαχόμενος·ἀνδρειότερος δὲ ἐφαίνετο ὁ πειραζόμενος,
νικῶν τὰς ἐπιχειρήσεις καὶ προσβολὰς τοῦ
πονηροῦ, τῷ μεγέθει τῆς διανοίας· γνώρισμα
τῆς ἀνδρείας ἐστὶν ἡ ὑπομονή· ταύτῃ γὰρ
ἕκαστος τῶν ἁγίων φέρων τὰ συμβαίνον-
τα ἐν τῷ βίῳ ἐπίπονα καὶ λυπηρὰ, ἴσχυεκατὰ τοῦ Διαβόλου· ἅπερ τὸ Πνεῦμα θέλον
ἡμᾶς ἀμφότερα κτᾶσθαι, προστάττει λέγων
ἐν τῷ ψάλμῳ· Ἀνδρίζου καὶ κραταιούσθω
ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον.
Ὁ γὰρ ὑπομένων, ἄνδρειός ἐστι, καὶ ὁ ἄν-
δρειος ὑπομενητικὸς ἂν εἴη. Διὸ καὶ ὁ μα-κάριος Ἰὼβ διὰ τὸ ὑπομένειν ἐκραταιοῦτο,
καὶ διὰ τὸ ἀνδρείως φέρειν τοὺς πόνους
ὑπέμεινε, καὶ τὴν γυναῖκα διωθεῖτο, ἐξαπα-
ταθεῖσαν ὑπὸ τοῦ ὄφεως, καὶ φθαρεῖσαν τὰ
νοήματα· ἐκεῖ γὰρ ὅλως ἐστὶ μισητὴς ὁτῆς κακίας εὑρετὴς, καὶ μόνον φαινόμενος
ζητεῖν τίνα ἁρπάζειν καὶ καταπιεῖν, διὰ τοῦ-
το ὃ μέν ἐστιν αὐτὸς, ὑποκρύπτει καὶ σκέπει,
ὑποκρινόμενος δὲ τῇ φαντασίᾳ τὴν πᾶσι
ποθουμένην ἀλήθειαν, τὸν ἴδιον ἰὸν ἐπιβάλ-λει τοῖς ἀκολουθήσασιν αὐτῷ· οὕτω καὶ τὴν
Εὔαν ἠπάτησεν, οὐ τὰ ἴδια λαλῶν, ἀλλ'
ὑποκρινόμενος τὰ τοῦ Θεοῦ ῥήματα, τὴν
δὲ διάνοιαν αὐτῶν παραποιῶν οὕτω καὶ
τὴν γυναῖκα τοῦ Ἰὼβ ὑπέβαλε, πείσας αὐ-
τὴν ὑποκρίνεσθαι φιλανδρείαν, διδάξας δὲβλασφημεῖν εἰς τὸν Θεόν· οὕτω τοὺς ἀν-
θρώπους ὁ δόλιος παίζει ταῖς φαντασίαις,ὑποκλέπτων καὶ σύρων ἕκαστον εἰς τὸν ἴδιοντῆς κακίας βόθρον.
{Cap. IX, v. 5. Ὁ παλαιῶν ὄρη, καὶ οὐκ οἴδασιν, ὁ καταστρέφων αὐτὰ ὀργῇ.}
27
1345
Ὄρη οἱ προφῆται, ὁ Μοϋσῆς καὶ οἱ καθ'
ἑξῆς. Καὶ δῆλοι ἡ γραφή· Ἤ|ρα τοὺς ὀφθαλ-μούς μου εἰς τὰ ὄρη, ὅθεν ἥξει ἡ βοήθειάμου. Ὁ τὸ διανοητικὸν ἐπιδοὺς τοῖς λό-
27
1348
γοις τῶν προφητῶν, ᾔρε τοὺς ὀφθαλμοὺς
εἰς τὰ ὄρη, ὁρῶν ὅτι ἥξει ἐκ τῶν ἐν τοῖςπροφήταις νοηθέντων λόγων ἡ βοήθεια αὐ-τοῦ παρὰ Κυρίου τοῦ ποιήσαντος τὸν οὐ-
27
1348
ρανὸν καὶ τὴν γῆν, πληρώσαντος μυστη-
ρίων τὴν καθαρὰν τῶν προφητῶν καρδίαν.Ὅσον οὖν ἡ καινὴ διαθήκη οὐκ ἔρχεται οὐκἦσαν παλαιοὶ οἱ προφῆται, οὐδαμοῦ γὰρπαρὰ διαθήκην, εἴρηται πρὸ τούτου· Χρισ-
27
1348
τὸς δέ ἐστιν ὁ παλαιῶν ὄρη, Μωσέα καὶ
τοὺς προφήτας. Καὶ οὐκ οἴδασι· Τίνες οὖνοὐκ οἴδασιν; ἐκεῖνοι πρὸς οὓς ἔλεγεν· Εἰἐπιστεύετε Μωσεῖ, ἐπιστεύετε ἐν ἐμοί·περὶ ἐμοῦ γὰρ ἐκεῖνος ἐγράφη. Εἰ εἴδησανἸουδαῖοι ὅτι περιπαλαιῶται τὰ ὄρη, κατα-λιπόντες ἂν αὐτὰ, τουτέστιν τὴν τοῦ γράμ-
27
1348
ματος παλαιότητα, διήλλανται καὶ ἐληλύ-
θησαν ἐπὶ τὴν καινὴν διαθήκην· καὶ ἐλά-
τρευον Θεῷ ἐν καινότητι Πνεύματος, καὶ
οὐ παλαιότητι γράμματος· ἐπάγει οὖν· οὐκοἴδασιν οὖν Ἰουδαῖοι οὔτε τὸν παλαιώσαν-τα, οὔτε τὰ πεπαλαιωμένα. Διὸ ὁ κατασ-τρέφων, φησὶν, αὐτὰ ὀργῇ, τουτέστι τὴνκατὰ τὸ γράμμα Ἱερουσαλὴμ ἢ τοῦ γράμ-ματος. Ποῦ τὸ αἰσθητὸν θυσιαστήριον; Πα-ράδοξον ὁ Ἰησοῦς μου πεποίηκεν; ἐλθὼν
27
1348
τοὺς αὐτοῦ προφήτας καὶ πεπαλαίωκεν καὶ
ἀνεκαίνισε, πεπαλαίωκε, πῶς; ἡ διακονίατοῦ θανάτου τοῦ ἐν γράμματι ἐντετυπω-μένη ἦν, φησίν· ἀνεκαίνισε, πῶς; ὁ μὲν νό-μος, φησὶν, ἅγιος καὶ ἡ ἐντολὴ αὐτοῦ ἁγίακαὶ δικαία καὶ ἀγαθή· ἀλλ' οὐκ ἤδεισανταῦτα οἱ μὴ μαθόντες τὸ ὄνομα πνευμα-τικόν.{v. 6. Ὁ σείων τὴν ὑπ' οὐρανὸν ἐκ θεμελίων.} Χριστός ἐστιν ὁ σείσας τὴν ὑπ' οὐρανόν·πολλοὶ ἐκ μέρους γίνονται σεισμοί· σεῖσμοςγέγονεν ἐνθάδε· ἀλλ' οἱ ἐν τῇ πλησίον πό-λει οὐκ ἔγνωσαν· ἐπὶ δὲ τοῦ Χριστοῦ οὐ γέ-γονε μερικῶς, διὰ τοῦτο ὁ σείων τὴν ὑπ'οὐρανὸν ἐκ θεμελίων· οἱ δὲ στύλοι αὐτῆςσαλεύοντες, δηλονότι οἱ ἀπόστολοι ἐν τῷκαιρῷ τοῦ πάθους ἐσαλεύθησαν Πάντες ὑ-μεῖς, φησὶ, σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐντῇ νυκτὶ ταύτῃ.{v. 7. Ὁ λέγων τῷ ἡλίῳ, καὶ οὐκ ἀνατέλλει, κατὰ δὲ ἄστρων κατασφραγίζει.} Καὶ τοῦτο ἐν τῷ σταυρῷ γέγονε· Κατὰδὲ ἄστρων κατασφραγίζει· φέρεται ὅτι ταῖςτρισὶν ὥραις ἐν αἷς ἐξέλιπεν ὁ ἥλιος, ἀσ-τέρες ἐφάνησαν ἐν οὐρανῷ ὡς ἐν νυκτί.{v. 9. Ὁ ποιῶν Πλειάδα, καὶ Ἕσπερον, καὶ Ἀρκτοῦρον, καὶ Ταμεῖα Νότου.} Ταῦτα ὑπὲρ ἐμέ ἐστι τὰ μαθήματα.Πολλῶν γὰρ ὄντων τῶν ἀστέρων Πλειάδων,πλανητῶν καὶ ἀπλάνων παραλεγομένων ὑπὸτῶν μὴ εἰδότων ὡς αὐτοὶ νομίζουσιν (ἔστικαὶ Ἕσπερος, ἐστι καὶ Φαέτων, καὶ Φαίνων,καὶ Στίλβων καὶ Φωσφόρος) τί δήποτε οὖνὁ Ἰὼβ ἐν Πνεύματι φθεγγόμενος ἀπὸ τοσ-ούτων ἀστέρων τῶν ἐν τῷ ἀπλάνει τὴνΠλείαδα μόνην ὠνόμασε; καὶ ἀπὸ τοσούτωνπλανητῶν λεγομένων Ἕσπερον μόνον εἴρη-κε; καὶ ἄλλον ἕνα τὸν Ἀρκτοῦρον τὸν ἐντῷ ἀρκτοῦν ὄντα, τὸν λεγόμενον ὑπό τινωνἀρκτοφύλακα;